Βίοι φιλοσόφων/Γ

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων
Συγγραφέας:
Βιβλίο Γ΄


Πλάτων[Επεξεργασία]

1 Πλάτων, Ἀρίστωνος καὶ Περικτιόνης - ἢ Πωτώνης - Ἀθηναῖος, ἥτις τὸ γένος ἀνέφερεν εἰς Σόλωνα. Τούτου γὰρ ἦν ἀδελφὸς Δρωπίδης, οὗ Κριτίας, οὗ Κάλλαισχρος, οὗ Κριτίας ὁ τῶν τριάκοντα καὶ Γλαύκων, οὗ Χαρμίδης καὶ Περικτιόνη, ἧς καὶ Ἀρίστωνος Πλάτων, ἕκτος ἀπὸ Σόλωνος. Ὁ δὲ Σόλων εἰς Νηλέα καὶ Ποσειδῶνα ἀνέφερε τὸ γένος. Φασὶ δὲ καὶ τὸν πατέρα αὐτοῦ ἀνάγειν εἰς Κόδρον τὸν Μελάνθου, οἵτινες ἀπὸ Ποσειδῶνος ἱστοροῦνται κατὰ Θράσυλλον.

2 Σπεύσιππος δ' ἐν τῷ ἐπιγραφομένῳ Πλάτωνος περιδείπνῳ καὶ Κλέαρχος ἐν τῷ Πλάτωνος ἐγκωμίῳ καὶ Ἀναξιλαΐδης ἐν τῷ δευτέρῳ Περὶ φιλοσόφων φασίν, ὡς Ἀθήνησιν ἦν λόγος, ὡραίαν οὖσαν τὴν Περικτιόνην βιάζεσθαι τὸν Ἀρίστωνα καὶ μὴ τυγχάνειν· παυόμενόν τε τῆς βίας ἰδεῖν τὴν τοῦ Ἀπόλλωνος ὄψιν· ὅθεν καθαρὰν γάμου φυλάξαι ἕως τῆς ἀποκυήσεως.

Καὶ γίνεται Πλάτων, ὥς φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς, ὀγδόῃ καὶ ὀγδοηκοστῇ Ὀλυμπιάδι, Θαργηλιῶνος ἑβδόμῃ, καθ' ἣν Δήλιοι τὸν Ἀπόλλωνα γενέσθαι φασί. Τελευτᾷ δὲ - ὥς φησιν Ἕρμιππος ἐν γάμοις δειπνῶν - τῷ πρώτῳ ἔτει τῆς ὀγδόης καὶ ἑκατοστῆς Ὀλυμπιάδος, βιοὺς ἔτος ἓν πρὸς τοῖς ὀγδοήκοντα.

3 Νεάνθης δέ φησιν αὐτὸν τεττάρων καὶ ὀγδοήκοντα τελευτῆσαι ἐτῶν. ἔστιν οὖν Ἰσοκράτους νεώτερος ἔτεσιν ἕξ· ὁ μὲν γὰρ ἐπὶ Λυσιμάχου, Πλάτων δὲ ἐπὶ Ἀμεινίου γέγονεν, ἐφ' οὗ Περικλῆς ἐτελεύτησεν. Ἦν δὲ τῶν δήμων Κολλυτεύς, ὥς φησιν Ἀντιλέων ἐν δευτέρῳ Περὶ χρόνων. Καὶ ἐγεννήθη κατά τινας ἐν Αἰγίνῃ - ἐν τῇ Φειδιάδου οἰκίᾳ τοῦ Θάλητος, ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ - τοῦ πατρὸς αὐτοῦ μετὰ καὶ ἄλλων πεμφθέντος κληρούχου καὶ ἐπανελθόντος εἰς Ἀθήνας, ὁπόθ' ὑπὸ Λακεδαιμονίων ἐξεβλήθησαν βοηθούντων Αἰγινήταις. Ἀλλὰ καὶ ἐχορήγησεν Ἀθήνησι Δίωνος ἀναλίσκοντος, ὥς φησιν Ἀθηνόδωρος ἐν ηʹ Περιπάτων.

4 Ἔσχε δ' ἀδελφοὺς Ἀδείμαντον καὶ Γλαύκωνα καὶ ἀδελφὴν Πωτώνην, ἐξ ἧς ἦν Σπεύσιππος. Καὶ ἐπαιδεύθη μὲν γράμματα παρὰ Διονυσίῳ, οὗ καὶ μνημονεύει ἐν τοῖς Ἀντερασταῖς. ἐγυμνάσατο δὲ παρὰ Ἀρίστωνι τῷ Ἀργείῳ παλαιστῇ· ἀφ' οὗ καὶ Πλάτων διὰ τὴν εὐεξίαν μετωνομάσθη, πρότερον Ἀριστοκλῆς ἀπὸ τοῦ πάππου καλούμενος [ὄνομα], καθά φησιν Ἀλέξανδρος ἐν Διαδοχαῖς. Ἔνιοι δὲ διὰ τὴν πλατύτητα τῆς ἑρμηνείας οὕτως ὀνομασθῆναι· ἢ ὅτι πλατὺς ἦν τὸ μέτωπον, ὥς φησι Νεάνθης.

5 Εἰσὶ δ' οἳ καὶ παλαῖσαί φασιν αὐτὸν Ἰσθμοῖ, καθὰ καὶ Δικαίαρχος ἐν πρώτῳ Περὶ βίων, καὶ γραφικῆς ἐπιμεληθῆναι καὶ ποιήματα γράψαι, πρῶτον μὲν διθυράμβους, ἔπειτα καὶ μέλη καὶ τραγῳδίας. Ἰσχνόφωνός τε, φασίν, ἦν, ὡς καὶ Τιμόθεός φησιν ὁ Ἀθηναῖος ἐν τῷ Περὶ βίων. λέγεται δ' ὅτι Σωκράτης ὄναρ εἶδε κύκνου νεοττὸν ἐν τοῖς γόνασιν ἔχειν, ὃν καὶ παραχρῆμα πτεροφυήσαντα ἀναπτῆναι ἡδὺ κλάγξαντα· καὶ μεθ' ἡμέραν Πλάτωνα αὐτῷ συστῆναι, τὸν δὲ τοῦτον εἰπεῖν εἶναι τὸν ὄρνιν. Ἐφιλοσόφει δὲ τὴν ἀρχὴν ἐν Ἀκαδημείᾳ, εἶτα ἐν τῷ κήπῳ τῷ παρὰ τὸν Κολωνόν, ὥς φησιν Ἀλέξανδρος ἐν Διαδοχαῖς, καθ' Ἡράκλειτον. Ἔπειτα μέντοι μέλλων ἀγωνιεῖσθαι τραγῳδίᾳ πρὸ τοῦ Διονυσιακοῦ θεάτρου Σωκράτους ἀκούσας κατέφλεξε τὰ ποιήματα εἰπών·

Ἥφαιστε, πρόμολ' ὧδε·
Πλάτων νύ τι σεῖο χατίζει.

6 Τοὐντεῦθεν δὴ γεγονώς, φασίν, εἴκοσιν ἔτη διήκουσε Σωκράτους· ἐκείνου δ' ἀπελθόντος προσεῖχε Κρατύλῳ τε τῷ Ἡρακλειτείῳ καὶ Ἑρμογένει τῷ τὰ Παρμενίδου φιλοσοφοῦντι. Εἶτα γενόμενος ὀκτὼ καὶ εἴκοσιν ἐτῶν, καθά φησιν Ἑρμόδωρος, εἰς Μέγαρα πρὸς Εὐκλείδην σὺν καὶ ἄλλοις τισὶ Σωκρατικοῖς ὑπεχώρησεν. Ἔπειτα εἰς Κυρήνην ἀπῆλθε πρὸς Θεόδωρον τὸν μαθηματικόν· κἀκεῖθεν εἰς Ἰταλίαν πρὸς τοὺς Πυθαγορικοὺς Φιλόλαον καὶ Εὔρυτον. Ἔνθεν τε εἰς Αἴγυπτον παρὰ τοὺς προφήτας· οὗ φασι καὶ Εὐριπίδην αὐτῷ συνακολουθῆσαι καὶ αὐτόθι νοσήσαντα πρὸς τῶν ἱερέων ἀπολυθῆναι τῇ διὰ θαλάττης θεραπείᾳ· ὅθεν που καὶ εἰπεῖν·

Θάλασσα κλύζει πάντα τἀνθρώπων κακά.

7 Ἀλλὰ καθ' Ὅμηρον φάναι πάντας ἀνθρώπους Αἰγυπτίους ἰατροὺς εἶναι. Διέγνω δὴ ὁ Πλάτων καὶ τοῖς Μάγοις συμμῖξαι· διὰ δὲ τοὺς τῆς Ἀσίας πολέμους ἀπέστη. Ἐπανελθὼν δὲ εἰς Ἀθήνας διέτριβεν ἐν Ἀκαδημείᾳ. Τὸ δ' ἐστὶ γυμνάσιον προάστειον ἀλσῶδες ἀπό τινος ἥρωος ὀνομασθὲν Ἑκαδήμου, καθὰ καὶ Εὔπολις ἐν Ἀστρατεύτοις φησίν·

Ἐν εὐσκίοις δρόμοισιν Ἑκαδήμου θεοῦ.

Ἀλλὰ καὶ ὁ Τίμων εἰς τὸν Πλάτωνα λέγων φησί·

Τῶν πάντων δ' ἡγεῖτο πλατίστακος, ἀλλ' ἀγορητὴς
ἡδυεπής, τέττιξιν ἰσογράφος, οἵ θ' Ἑκαδήμου
δένδρει ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσιν.

8 πρότερον γὰρ διὰ τοῦ ε Ἑκαδημία ἐκαλεῖτο. Ὁ δ' οὖν φιλόσοφος καὶ Ἰσοκράτει φίλος ἦν. καὶ αὐτῶν Πραξιφάνης ἀνέγραψε διατριβήν τινα περὶ ποιητῶν γενομένην ἐν ἀγρῷ παρὰ Πλάτωνι ἐπιξενωθέντος τοῦ Ἰσοκράτους. Καὶ αὐτόν φησιν Ἀριστόξενος τρὶς ἐστρατεῦσθαι, ἅπαξ μὲν εἰς Τάναγραν, δεύτερον δὲ εἰς Κόρινθον, τρίτον ἐπὶ Δηλίῳ· ἔνθα καὶ ἀριστεῦσαι. Μίξιν τε ἐποιήσατο τῶν τε Ἡρακλειτείων λόγων καὶ Πυθαγορικῶν καὶ Σωκρατικῶν· τὰ μὲν γὰρ αἰσθητὰ καθ' Ἡράκλειτον, τὰ δὲ νοητὰ κατὰ Πυθαγόραν, τὰ δὲ πολιτικὰ κατὰ Σωκράτην ἐφιλοσόφει.

9 Λέγουσι δέ τινες, ὧν ἐστι καὶ Σάτυρος, ὅτι Δίωνι ἐπέστειλεν εἰς Σικελίαν ὠνήσασθαι τρία βιβλία Πυθαγορικὰ παρὰ Φιλολάου μνῶν ἑκατόν. Καὶ γὰρ ἐν εὐπορίᾳ, φασίν, ἦν παρὰ Διονυσίου λαβὼν ὑπὲρ τὰ ὀγδοήκοντα τάλαντα, ὡς καὶ Ὀνήτωρ φησὶν ἐν τῷ ἐπιγραφομένῳ « Εἰ χρηματιεῖται ὁ σοφός. » Πολλὰ δὲ καὶ παρ' Ἐπιχάρμου τοῦ κωμῳδοποιοῦ προσωφέληται τὰ πλεῖστα μεταγράψας, καθά φησιν Ἄλκιμος ἐν τοῖς Πρὸς Ἀμύνταν, ἅ ἐστι τέτταρα. ἔνθα καὶ ἐν τῷ πρώτῳ φησὶ ταῦτα·

« Φαίνεται δὲ καὶ Πλάτων πολλὰ τῶν Ἐπιχάρμου λέγων. σκεπτέον δέ· ὁ Πλάτων φησὶν αἰσθητὸν μὲν εἶναι τὸ μηδέποτε ἐν τῷ ποιῷ μηδὲ ποσῷ διαμένον ἀλλ' ἀεὶ ῥέον καὶ μεταβάλλον,
10 ὡς ἐξ ὧν ἄν τις ἀνέλῃ τὸν ἀριθμόν, τούτων οὔτε ἴσων οὔτε τινῶν οὔτε ποσῶν οὔτε ποιῶν ὄντων. Ταῦτα δ' ἐστὶν ὧν ἀεὶ γένεσις, οὐσία δὲ μηδέποτε πέφυκε. Νοητὸν δὲ ἐξ οὗ μηθὲν ἀπογίνεται μηδὲ προσγίνεται. Τοῦτο δ' ἐστὶν ἡ τῶν ἀιδίων φύσις, ἣν ὁμοίαν τε καὶ τὴν αὐτὴν ἀεὶ συμβέβηκεν εἶναι. Καὶ μὴν ὅ γε Ἐπίχαρμος περὶ τῶν αἰσθητῶν καὶ νοητῶν ἐναργῶς εἴρηκεν·

– Ἀλλ' ἀεί τοι θεοὶ παρῆσαν χὐπέλιπον οὐ πώποκα,
τάδε δ' ἀεὶ πάρεσθ' ὁμοῖα διά τε τῶν αὐτῶν ἀεί.
– Ἀλλὰ λέγεται μὰν χάος πρᾶτον γενέσθαι τῶν θεῶν.
– Πῶς δέ καὶ ; Μὴ ἔχον γ' ἀπὸ τίνος μηδ' ἐς ὅ τι πρᾶτον μόλοι.
– Οὐκ ἄρ' ἔμολε πρῶτον οὐθέν; – Οὐδὲ μὰ Δία δεύτερον,
11 τῶνδέ γ' ὧν ἁμὲς νῦν ὧδε λέγομες, ἀλλ' ἀεὶ τάδ' ἦς.
Αἰ πὸτ ἀριθμόν τις περισσόν, αἰ δὲ λῇς πὸτ ἄρτιον,
ποτθέμειν λῇ ψᾶφον ἢ καὶ τᾶν ὑπαρχουσᾶν λαβεῖν,
ἦ δοκεῖ κά τοί γ' <ἔθ'> ωὑτὸς εἶμεν; – Οὐκ ἐμίν γα κά.
– Οὐδὲ μὰν οὐδ' αἰ ποτὶ μέτρον παχυαῖον ποτθέμειν
λῇ τις ἕτερον μᾶκος ἢ τοῦ πρόσθ' ἐόντος ἀποταμεῖν,
ἔτι χ' ὑπάρχοι κῆνο τὸ μέτρον; – Οὐ γάρ. – Ὧδε νῦν ὅρη
καὶ τὸς ἀνθρώπως· ὁ μὲν γὰρ αὔξεθ', ὁ δέ γα μὰν φθίνει,
ἐν μεταλλαγᾷ δὲ πάντες ἐντὶ πάντα τὸν χρόνον.
Ὃ δὲ μεταλλάσσει κατὰ φύσιν κοὔποκ' ἐν ταὐτῷ μένει
ἕτερον εἴη κα τόδ' ἤδη τοῦ παρεξεστακότος.
Καὶ τὺ δὴ κἀγὼ χθὲς ἄλλοι καὶ νὺν ἄλλοι τελέθομες
καὖθις ἄλλοι κοὔποχ' ωὑτοὶ κατά <γα τοῦτον> τὸν λόγον. »

12 Ἔτι φησὶν ὁ Ἄλκιμος καὶ ταυτί· « Φασὶν οἱ σοφοὶ τὴν ψυχὴν τὰ μὲν διὰ τοῦ σώματος αἰσθάνεσθαι οἷον ἀκούουσαν, βλέπουσαν, τὰ δ' αὐτὴν καθ' αὑτὴν ἐνθυμεῖσθαι μηδὲν τῷ σώματι χρωμένην· διὸ καὶ τῶν ὄντων τὰ μὲν αἰσθητὰ εἶναι, τὰ δὲ νοητά. Ὧν ἕνεκα καὶ Πλάτων ἔλεγεν ὅτι δεῖ τοὺς συνιδεῖν τὰς τοῦ παντὸς ἀρχὰς ἐπιθυμοῦντας πρῶτον μὲν αὐτὰς καθ' αὑτὰς διελέσθαι τὰς ἰδέας, οἷον ὁμοιότητα καὶ μονάδα καὶ πλῆθος καὶ μέγεθος καὶ στάσιν καὶ κίνησιν· δεύτερον αὐτὸ καθ' αὑτὸ τὸ καλὸν καὶ ἀγαθὸν καὶ δίκαιον καὶ τὰ τοιαῦτα ὑποθέσθαι.

13 Τρίτον τῶν ἰδεῶν συνιδεῖν ὅσαι πρὸς ἀλλήλας εἰσίν, οἷον ἐπιστήμην ἢ μέγεθος ἢ δεσποτείαν (ἐνθυμουμένους ὅτι τὰ παρ' ἡμῖν διὰ τὸ μετέχειν ἐκείνων ὁμώνυμα ἐκείνοις ὑπάρχει· λέγω δὲ οἷον δίκαια μὲν ὅσα τοῦ δικαίου, καλὰ δὲ ὅσα τοῦ καλοῦ). ἔστι δὲ τῶν εἰδῶν ἓν ἕκαστον ἀίδιόν τε καὶ νόημα καὶ πρὸς τούτοις ἀπαθές. Διὸ καί φησιν ἐν τῇ φύσει τὰς ἰδέας ἑστάναι καθάπερ παραδείγματα, τὰ δ' ἄλλα ταύταις ἐοικέναι τούτων ὁμοιώματα καθεστῶτα. Ὁ τοίνυν Ἐπίχαρμος περί τε τοῦ ἀγαθοῦ καὶ περὶ τῶν ἰδεῶν οὕτω λέγει·

14 – Ἆρ' ἔστιν αὔλησίς τι πρᾶγμα; – Πάνυ μὲν ὦν.
– Ἄνθρωπος ὦν αὔλησίς ἐστιν; – Οὐθαμῶς.
– Φέρ' ἴδω, τί δ' αὐλητάς; Τίς εἶμέν τοι δοκεῖ;
Ἄνθρωπος; ἢ οὐ γάρ; – Πάνυ μὲν ὦν. – Οὐκῶν δοκεῖς
οὕτως ἔχειν <κα> καὶ περὶ τἀγαθοῦ; Τὸ μὲν
ἀγαθόν τι πρᾶγμ' εἶμεν καθ' αὕθ', ὅστις δέ κα
εἰδῇ μαθὼν τῆν', ἀγαθὸς ἤδη γίγνεται.
ὥσπερ γάρ ἐστ' αὔλησιν αὐλητὰς μαθὼν
ἢ ὄρχησιν ὀρχηστάς τις ἢ πλοκεὺς πλοκάν,
ἢ πᾶν γ' ὁμοίως τῶν τοιούτων ὅ τι τὺ λῇς,
οὐκ αὐτὸς εἴη κα τέχνα, τεχνικός γα μάν.

15 Πλάτων ἐν τῇ περὶ τῶν ἰδεῶν ὑπολήψει φησίν, εἴπερ ἐστὶ μνήμη, τὰς ἰδέας ἐν τοῖς οὖσιν ὑπάρχειν διὰ τὸ τὴν μνήμην ἠρεμοῦντός τινος καὶ μένοντος εἶναι· μένειν δὲ οὐδὲν ἕτερον ἢ τὰς ἰδέας. « τίνα γὰρ ἂν τρόπον, » φησί, « διεσῴζετο τὰ ζῷα μὴ τῆς ἰδέας ἐφαπτόμενα καὶ πρὸς τοῦτο τὸν νοῦν φυσικῶς εἰληφότα; νῦν δὲ μνημονεύει τῆς ὁμοιότητός τε καὶ τροφῆς, ὁποία τις ἐστὶν αὐτοῖς, ἐνδεικνύμενα διότι πᾶσι τοῖς ζῴοις ἔμφυτός ἐστιν ἡ τῆς ὁμοιότητος θεωρία· διὸ καὶ τῶν ὁμοφύλων αἰσθάνεται. » πῶς οὖν ὁ Ἐπίχαρμος·

16 Εὔμαιε, τὸ σοφόν ἐστιν οὐ καθ' ἓν μόνον,
ἀλλ' ὅσσα περ ζῇ, πάντα καὶ γνώμαν ἔχει.
Καὶ γὰρ τὸ θῆλυ τᾶν ἀλεκτορίδων γένος,
αἰ λῇς καταμαθεῖν ἀτενές, οὐ τίκτει τέκνα
ζῶντ', ἀλλ' ἐπῴζει καὶ ποιεῖ ψυχὰν ἔχειν.
Τὸ δὲ σοφὸν ἁ φύσις τόδ' οἶδεν ὡς ἔχει
μόνα· πεπαίδευται γὰρ αὐταύτας ὕπο.

Καὶ πάλιν·

Θαυμαστὸν οὐδὲν ἁμὲ ταῦθ' οὕτω λέγειν
καὶ ἁνδάνειν αὐτοῖσιν αὐτοὺς καὶ δοκεῖν
καλὼς πεφύκειν· καὶ γὰρ ἁ κύων κυνὶ
κάλλιστον εἶμεν φαίνεται καὶ βοῦς βοΐ,
ὄνος δ' ὄνῳ κάλλιστον, ὗς δέ θην ὑί. »

17 Καὶ ταῦτα μὲν καὶ τὰ τοιαῦτα διὰ τῶν τεττάρων βιβλίων παραπήγνυσιν ὁ Ἄλκιμος παρασημαίνων τὴν ἐξ Ἐπιχάρμου Πλάτωνι περιγινομένην ὠφέλειαν. Ὅτι δ' οὐδ' αὐτὸς Ἐπίχαρμος ἠγνόει τὴν αὑτοῦ σοφίαν, μαθεῖν ἐστι κἀκ τούτων ἐν οἷς τὸν ζηλώσοντα προμαντεύεται·

Ὡς δ' ἐγὼ δοκέω - δοκέων γὰρ σάφα ἴσαμι τοῦθ', ὅτι
τῶν ἐμῶν μνάμα ποκ' ἐσσεῖται λόγων τούτων ἔτι.
Καὶ λαβών τις αὐτὰ περιδύσας τὸ μέτρον ὃ νῦν ἔχει,
εἷμα δοὺς καὶ πορφυροῦν λόγοισι ποικίλας καλοῖς
δυσπάλαιστος ὢν τὸς ἄλλως εὐπαλαίστως ἀποφανεῖ.

18 Δοκεῖ δὲ Πλάτων καὶ τὰ Σώφρονος τοῦ μιμογράφου βιβλία ἠμελημένα πρῶτος εἰς Ἀθήνας διακομίσαι καὶ ἠθοποιῆσαι πρὸς αὐτόν· ἃ καὶ εὑρεθῆναι ὑπὸ τῇ κεφαλῇ αὐτοῦ. Τρὶς δὲ πέπλευκεν εἰς Σικελίαν· πρῶτον μὲν κατὰ θέαν τῆς νήσου καὶ τῶν κρατήρων, ὅτε καὶ Διονύσιος ὁ Ἑρμοκράτους τύραννος ὢν ἠνάγκασεν ὥστε συμμῖξαι αὐτῷ. Ὁ δὲ διαλεγόμενος περὶ τυραννίδος καὶ φάσκων ὡς οὐκ ἔστι τοῦτο κρεῖττον ὃ συμφέροι αὐτῷ μόνον εἰ μὴ καὶ ἀρετῇ διαφέροι, προσέκρουσεν αὐτῷ. Ὀργισθεὶς γὰρ « Οἱ λόγοι σου, » φησί, « γεροντιῶσι, » Καὶ ὅς· « Σοῦ δέ γε τυραννιῶσιν. »

19 Ἔντεῦθεν ἀγανακτήσας ὁ τύραννος πρῶτον μὲν ἀνελεῖν ὥρμησεν αὐτόν· εἶτα παρακληθεὶς ὑπὸ Δίωνος καὶ Ἀριστομένους τοῦτο μὲν οὐκ ἐποίησε, παρέδωκε δὲ αὐτὸν Πόλλιδι τῷ Λακεδαιμονίῳ κατὰ καιρὸν διὰ πρεσβείαν ἀφιγμένῳ ὥστε ἀποδόσθαι. Κἀκεῖνος ἀγαγὼν αὐτὸν εἰς Αἴγιναν ἐπίπρασκεν· ὅτε καὶ Χάρμανδρος Χαρμανδρίδου ἐγράψατο αὐτῷ δίκην θανάτου κατὰ τὸν παρ' αὐτοῖς τεθέντα νόμον, τὸν ἐπιβάντα Ἀθηναίων τῇ νήσῳ ἄκριτον ἀποθνῄσκειν. Ἦν δ' αὐτὸς ὁ θεὶς τὸν νόμον, καθά φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ. Εἰπόντος δέ τινος, ἀλλὰ κατὰ παιδιάν, φιλόσοφον εἶναι τὸν ἐπιβάντα, ἀπέλυσαν. Ἔνιοι δέ φασι παραχθῆναι αὐτὸν εἰς τὴν ἐκκλησίαν καὶ τηρούμενον μηδ' ὁτιοῦν φθέγξασθαι, ἑτοίμως δὲ ἐκδέξασθαι τὸ συμβαῖνον· οἱ δὲ ἀποκτεῖναι μὲν αὐτὸν οὐ διέγνωσαν, πωλεῖν δὲ ἔκριναν τῷ τρόπῳ τῶν αἰχμαλώτων.

20 Λυτροῦται δὴ αὐτὸν κατὰ τύχην παρὼν Ἀννίκερις ὁ Κυρηναῖος εἴκοσι μνῶν - οἱ δὲ τριάκοντα - καὶ ἀναπέμπει Ἀθήναζε πρὸς τοὺς ἑταίρους. Οἱ δ' εὐθὺς τἀργύριον ἐξέπεμψαν· ὅπερ οὐ προσήκατο εἰπὼν μὴ μόνους ἐκείνους ἀξίους εἶναι Πλάτωνος κήδεσθαι. Ἔνιοι δὲ καὶ Δίωνα ἀποστεῖλαί φασι τὸ ἀργύριον καὶ τὸν μὴ προσέσθαι, ἀλλὰ καὶ κηπίδιον αὐτῷ τὸ ἐν Ἀκαδημείᾳ πρίασθαι. Τὸν μέντοι Πόλλιν λόγος ὑπό τε Χαβρίου ἡττηθῆναι καὶ μετὰ ταῦτα ἐν Ἑλίκῃ καταποντωθῆναι τοῦ δαιμονίου μηνίσαντος διὰ τὸν φιλόσοφον, ὡς καὶ Φαβωρῖνός φησιν ἐν πρώτῳ τῶν Ἀπομνημονευμάτων.

21 Οὐ μὴν ἡσύχαζεν ὁ Διονύσιος· μαθὼν δὲ ἐπέστειλε Πλάτωνι μὴ κακῶς ἀγορεύειν αὐτόν. καὶ ὃς ἀντεπέστειλε μὴ τοσαύτην αὐτῷ σχολὴν εἶναι ὥστε Διονυσίου μεμνῆσθαι.

Δεύτερον πρὸς τὸν νεώτερον ἧκε Διονύσιον αἰτῶν γῆν καὶ ἀνθρώπους τοὺς κατὰ τὴν πολιτείαν αὐτοῦ ζησομένους· ὁ δὲ καίπερ ὑποσχόμενος οὐκ ἐποίησεν. Ἔνιοι δέ φασι καὶ κινδυνεῦσαι αὐτὸν ὡς ἀναπείθοντα Δίωνα καὶ Θεοδόταν ἐπὶ τῇ τῆς νήσου ἐλευθερίᾳ· ὅτε καὶ Ἀρχύτας αὐτὸν ὁ Πυθαγορικὸς γράψας ἐπιστολὴν πρὸς Διονύσιον παρῃτήσατο καὶ διεσώσατο εἰς Ἀθήνας. Ἔστι δὲ ἡ ἐπιστολὴ ἥδε·

Ἀρχύτας Διονυσίῳ ὑγιαίνειν.
22 « Ἀπεστάλκαμές τοι πάντες οἱ Πλάτωνος φίλοι
τὼς περὶ Λαμίσκον τε καὶ Φωτίδαν ἀπολαψούμενοι τὸν
ἄνδρα κὰτ τὰν πὰρ τὶν γενομέναν ὁμολογίαν. Ὀρθῶς δέ
κα ποιοῖς ἀμμιμνασκόμενος τήνας τᾶς σπουδᾶς, ἡνίκα
πάντας ἁμὲ παρεκάλεις πὸτ τὰν Πλάτωνος ἄφιξιν ἀξιῶν
προτρέπεσθαί τε αὐτὸν καὶ ἀναδέχεσθαι τά τε ἄλλα καὶ
περὶ τὰν ἀσφάλειαν μένοντί τε καὶ ἀφορμίοντι. Μέμνασο
δὲ καὶ τῆνο ὅτι περὶ πολλῶ ἐποιήσω τὰν ἄφιξιν αὐτῶ καὶ
ἀγάπης ἐκ τήνω τῶ χρόνω ὡς οὐδένα τῶν πὰρ τίν. Αἰ δέ
τις γέγονε τραχύτας, ἀνθρωπίζειν χρὴ κἀποδιδόμεν ἁμὶν
ἀβλαβῆ τὸν ἄνδρα. Ταῦτα γὰρ ποιῶν δίκαια πραξεῖς καὶ
ἁμὶν χαριξῇ. »

23 Τρίτον ἦλθε διαλλάξων Δίωνα Διονυσίῳ· οὐ τυχὼν δὲ ἄπρακτος ἐπανῆλθεν εἰς τὴν πατρίδα. Ἔνθα πολιτείας μὲν οὐχ ἥψατο, καίτοι πολιτικὸς ὢν ἐξ ὧν γέγραφεν. Αἴτιον δὲ τὸ ἤδη τὸν δῆμον ἄλλοις πολιτεύμασιν ἐνειθίσθαι. Φησὶ δὲ Παμφίλη ἐν τῷ πέμπτῳ καὶ εἰκοστῷ τῶν Ὑπομνημάτων ὡς Ἀρκάδες καὶ Θηβαῖοι Μεγάλην πόλιν οἰκίζοντες παρεκάλουν αὐτὸν νομοθέτην· ὁ δὲ μαθὼν ἴσον ἔχειν οὐ θέλοντας οὐκ ἐπορεύθη. Λόγος ὅτι καὶ Χαβρίᾳ συνεῖπε τῷ στρατηγῷ φεύγοντι θανάτου μηδενὸς τῶν πολιτῶν τοῦτο πρᾶξαι βουληθέντος.

24 Ὅτε καὶ ἀνιόντι αὐτῷ εἰς τὴν ἀκρόπολιν σὺν τῷ Χαβρίᾳ Κρωβύλος ὁ συκοφάντης ἀπαντήσας φησίν· « Ἄλλῳ συναγορεύσων ἥκεις, ἀγνοῶν ὅτι καὶ σὲ τὸ Σωκράτους κώνειον ἀναμένει; » Τὸν δὲ φάναι· « Καὶ ὅτε ὑπὲρ τῆς πατρίδος ἐστρατευόμην, ὑπέμενον τοὺς κινδύνους, καὶ νῦν ὑπὲρ τοῦ καθήκοντος διὰ φίλον ὑπομενῶ. »

Οὗτος πρῶτος ἐν ἐρωτήσει λόγον παρήνεγκεν, ὥς φησι Φαβωρῖνος ἐν ὀγδόῃ Παντοδαπῆς ἱστορίας. Καὶ πρῶτος τὸν κατὰ τὴν ἀνάλυσιν τῆς ζητήσεως τρόπον εἰσηγήσατο Λεωδάμαντι τῷ Θασίῳ. Καὶ πρῶτος ἐν φιλοσοφίᾳ ἀντίποδα ὠνόμασε καὶ στοιχεῖον καὶ διαλεκτικὴν καὶ ποιότητα καὶ τοῦ ἀριθμοῦ τὸν προμήκη καὶ τῶν περάτων τὴν ἐπίπεδον ἐπιφάνειαν καὶ θεοῦ πρόνοιαν.

25 Καὶ πρῶτος τῶν φιλοσόφων ἀντεῖπε πρὸς τὸν λόγον τὸν Λυσίου τοῦ Κεφάλου ἐκθέμενος αὐτὸν κατὰ λέξιν ἐν τῷ Φαίδρῳ. Καὶ πρῶτος ἐθεώρησε τῆς γραμματικῆς τὴν δύναμιν. Πρῶτός τε ἀντειρηκὼς σχεδὸν ἅπασι τοῖς πρὸ αὐτοῦ, ζητεῖται διὰ τί μὴ ἐμνημόνευσε Δημοκρίτου. Τούτου φησὶ Νεάνθης ὁ Κυζικηνὸς εἰς Ὀλύμπια ἀνιόντος τοὺς Ἕλληνας ἅπαντας ἐπιστραφῆναι εἰς αὐτόν· ὅτε καὶ Δίωνι συνέμιξε μέλλοντι στρατεύειν ἐπὶ Διονύσιον. Ἐν δὲ τῷ πρώτῳ τῶν Ἀπομνημονευμάτων Φαβωρίνου φέρεται ὅτι Μιθριδάτης ὁ Πέρσης ἀνδριάντα Πλάτωνος ἀνέθετο εἰς τὴν Ἀκαδήμειαν καὶ ἐπέγραψε· « Μιθραδάτης Ῥοδοβάτου Πέρσης Μούσαις εἰκόνα ἀνέθηκε Πλάτωνος, ἣν Σιλανίων ἐποίησε. »

26 Φησὶ δ' Ἡρακλείδης ὅτι νέος ὢν οὕτως ἦν αἰδήμων καὶ κόσμιος ὥστε μηδέποτε ὀφθῆναι γελῶν ὑπεράγαν· τοιοῦτος δ' ὢν ὅμως ἐσκώφθη καὶ αὐτὸς ὑπὸ τῶν κωμικῶν. Θεόπομπος γοῦν ἐν Ἡδυχάρει φησὶν οὕτως·

Ἓν γάρ ἐστιν οὐδὲ ἕν,
τὼ δὲ δύο μόλις ἕν ἐστιν, ὥς φησι Πλάτων.

Ἀλλὰ καὶ Ἀναξανδρίδης ἐν Θησεῖ·

Ὅτε τὰς μορίας ἔτρωγεν ὥσπερ <καὶ> Πλάτων.

Ἀλλὰ καὶ Τίμων οὑτωσὶ παραγραμματίζων αὐτόν·

Ὡς ἀνέπλασσε Πλάτων <ὁ> πεπλασμένα θαύματα εἰδώς.

27 Ἄλεξις Μεροπίδι·

Εἰς καιρὸν ἥκεις, ὡς ἔγωγ' ἀπορουμένη
ἄνω κάτω τε περιπατοῦσ' ὥσπερ Πλάτων
σοφὸν οὐδὲν εὕρηκ', ἀλλὰ κοπιῶ τὰ σκέλη.

Καὶ ἐν Ἀγκυλίωνι·

Λέγεις περὶ ὧν οὐκ οἶσθα· συγγενοῦ τρέχων
Πλάτωνι καὶ γνώσῃ λίτρον καὶ κρόμμυον.

Ἄμφις Ἀμφικράτει·

Τὸ δ' ἀγαθὸν ὅ τι ποτ' ἐστίν, οὗ σὺ τυγχάνειν
μέλλεις διὰ ταύτην, ἧττον οἶδα τοῦτ' ἐγώ,
ὦ δέσποτ', ἢ τὸ Πλάτωνος ἀγαθόν. – Πρόσεχε δή.

28 Ἐν Δεξιδημίδῃ·

Ὦ Πλάτων,
ὡς οὐδὲν ἦσθα πλὴν σκυθρωπάζειν μόνον,
ὥσπερ κοχλίας σεμνῶς ἐπηρκὼς τὰς ὀφρῦς.

Κρατῖνος Ψευδυποβολιμαίῳ·

Ἄνθρωπος εἶ δηλονότι καὶ ψυχὴν ἔχεις.
– Κατὰ μὲν Πλάτων' οὐκ οἶδ', ὑπονοῶ δ' <ὧδ'> ἔχειν

Ἄλεξις Ὀλυμπιοδώρῳ·

Σῶμα μὲν ἐμοῦ τὸ θνητὸν αὖον ἐγένετο,
τὸ δ' ἀθάνατον ἐξῆρε πρὸς τὸν ἀέρα.
– Ταῦτ' οὐ σχολὴ Πλάτωνος;

Καὶ ἐν Παρασίτῳ·

Ἢ μετὰ Πλάτωνος ἀδολεσχεῖν κατὰ μόνας.

Χλευάζει δ' αὐτὸν καὶ Ἀναξίλας Βοτρυλίωνι καὶ Κίρκῃ καὶ Πλουσίαις.

29 Ἀρίστιππος δ' ἐν τῷ τετάρτῳ Περὶ παλαιᾶς τρυφῆς φησιν αὐτὸν Ἀστέρος μειρακίου τινὸς ἀστρολογεῖν συνασκουμένου ἐρασθῆναι, ἀλλὰ καὶ Δίωνος τοῦ προειρημένου - ἔνιοι καὶ Φαίδρου φασί - · δηλοῦν δὲ τὸν ἔρωτα αὐτοῦ τάδε τὰ ἐπιγράμματα, ἃ καὶ πρὸς αὐτοῦ γενέσθαι εἰς αὐτούς·

Ἀστέρας εἰσαθρεῖς Ἀστὴρ ἐμός· εἴθε γενοίμην
οὐρανός, ὡς πολλοῖς ὄμμασιν εἰς σὲ βλέπω.

Καὶ ἄλλο·

Ἀστὴρ πρὶν μὲν ἔλαμπες ἐνὶ ζῳοῖσιν Ἑῷος,
νῦν δὲ θανὼν λάμπεις Ἕσπερος ἐν φθιμένοις.

30 Εἰς δὲ τὸν Δίωνα ὧδε·

Δάκρυα μὲν Ἑκάβῃ τε καὶ Ἰλιάδεσσι γυναιξὶ
Μοῖραι ἐπέκλωσαν δὴ τότε γεινομέναις,
σοὶ δέ, Δίων, ῥέξαντι καλῶν ἐπινίκιον ἔργων
δαίμονες εὐρείας ἐλπίδας ἐξέχεαν.
Κεῖσαι δ' εὐρυχόρῳ ἐν πατρίδι τίμιος ἀστοῖς,
ὦ ἐμὸν ἐκμήνας θυμὸν ἔρωτι Δίων.

Τοῦτο καὶ ἐπιγεγράφθαι φησὶν ἐν Συρακούσαις ἐπὶ τῷ τάφῳ.

31 Ἀλλὰ καὶ Ἀλέξιδος, φασίν, ἐρασθεὶς καὶ Φαίδρου, καθὰ προείρηται, τοῦτον ἐποίησε τὸν τρόπον·

Νῦν, ὅτε μηδὲν Ἄλεξις ὅσον μόνον εἶφ' ὅτι καλός,
ὦπται καὶ πάντῃ πᾶς τις ἐπιστρέφεται.
Θυμέ, τί μηνύεις κυσὶν ὀστέον; Εἶτ' ἀνιήσεις
ὕστερον; οὐχ οὕτω Φαῖδρον ἀπωλέσαμεν;

Ἔχειν τε Ἀρχεάνασσαν, εἰς ἣν καὶ αὐτὴν οὕτω ποιῆσαι·

Ἀρχεάνασσαν ἔχω τὴν ἐκ Κολοφῶνος ἑταίραν,
ἧς καὶ ἐπὶ ῥυτίδων ἕζετο δριμὺς ἔρως.
Ἆ δειλοὶ νεότητος ἀπαντήσαντες ἐκείνης
πρωτοπλόου, δι' ὅσης ἤλθετε πυρκαϊῆς.

32 Ἀλλὰ καὶ εἰς Ἀγάθωνα·

Τὴν ψυχὴν Ἀγάθωνα φιλῶν ἐπὶ χείλεσιν εἶχον·
ἦλθε γὰρ ἡ τλήμων ὡς διαβησομένη.

Καὶ ἄλλο·

Τῷ μήλῳ βάλλω σε· σὺ δ' εἰ μὲν ἑκοῦσα φιλεῖς με,
δεξαμένη τῆς σῆς παρθενίης μετάδος,
εἰ δ' ἄρ' ὃ μὴ γίγνοιτο νοεῖς, τοῦτ' αὐτὸ λαβοῦσα
σκέψαι τὴν ὥρην ὡς ὀλιγοχρόνιος.

<Καὶ ἄλλο>·

Μῆλον ἐγώ. βάλλει με φιλῶν σέ τις· ἀλλ' ἐπίνευσον,
Ξανθίππη· κἀγὼ καὶ σὺ μαραινόμεθα.

33 Φασὶ δὲ καὶ τὸ εἰς τοὺς Ἐρετριέας τοὺς σαγηνευθέντας αὐτοῦ εἶναι·

Εὐβοίης γένος εἰμὲν Ἐρετρικόν, ἄγχι δὲ Σούσων
κείμεθα· φεῦ, γαίης ὅσσον ἀφ' ἡμετέρης.

Κἀκεῖνο·

Ἁ Κύπρις Μούσαισι· « Κοράσια, τὰν Ἀφροδίταν
τιμᾶτ' ἢ τὸν Ἔρωτ' ὔμμιν ἐφοπλίσομαι. »
Αἱ Μοῦσαι ποτὶ Κύπριν· « Ἄρει τὰ στωμύλα ταῦτα·
ἡμῖν οὐ πέτεται τοῦτο τὸ παιδάριον. »

Καὶ ἄλλο·

Χρυσὸν ἀνὴρ εὑρὼν ἔλιπεν βρόχον· αὐτὰρ ὁ χρυσὸν
ὃν λίπεν οὐχ εὑρὼν ἧψεν ὃν εὗρε βρόχον.

34 Ἀλλά τοι Μόλων ἀπεχθῶς ἔχων πρὸς αὐτόν, « Οὐ τοῦτο, » φησί, « θαυμαστὸν εἰ Διονύσιος ἐν Κορίνθῳ, ἀλλ' εἰ Πλάτων ἐν Σικελίᾳ. » Ἔοικε δὲ καὶ Ξενοφῶν πρὸς αὐτὸν ἔχειν οὐκ εὐμενῶς. ὥσπερ γοῦν διαφιλονεικοῦντες τὰ ὅμοια γεγράφασι, Συμπόσιον, Σωκράτους ἀπολογίαν, τὰ ἠθικὰ ἀπομνημονεύματα - εἶθ' ὁ μὲν Πολιτείαν, ὁ δὲ Κύρου παιδείαν. Καὶ ἐν τοῖς Νόμοις ὁ Πλάτων πλάσμα φησὶν εἶναι τὴν παιδείαν αὐτοῦ· μὴ γὰρ εἶναι Κῦρον τοιοῦτον - ἀμφότεροί τε Σωκράτους μνημονεύοντες, ἀλλήλων οὐδαμοῦ, πλὴν Ξενοφῶν Πλάτωνος ἐν τρίτῳ Ἀπομνη μονευμάτων.

35 Λέγεται δ' ὅτι καὶ Ἀντισθένης μέλλων ἀναγινώσκειν τι τῶν γεγραμμένων αὐτῷ παρεκάλεσεν αὐτὸν παρατυχεῖν. Καὶ πυθομένῳ τί μέλλει ἀναγινώσκειν, εἶπεν ὅτι περὶ τοῦ μὴ εἶναι ἀντιλέγειν· τοῦ δ' εἰπόντος· « Πῶς οὖν σὺ περὶ αὐτοῦ τούτου γράφεις; » Καὶ διδάσκοντος ὅτι περιτρέπεται, ἔγραψε διάλογον κατὰ Πλάτωνος Σάθωνα ἐπιγράψας· ἐξ οὗ διετέλουν ἀλλοτρίως ἔχοντες πρὸς ἀλλήλους. Φασὶ δὲ καὶ Σωκράτην ἀκούσαντα τὸν Λύσιν ἀναγιγνώσκοντος Πλάτωνος, « Ἡράκλεις, » εἰπεῖν, « ὡς πολλά μου καταψεύδεθ' ὁ νεανίσκος. » Οὐκ ὀλίγα γὰρ ὧν οὐκ εἴρηκε Σωκράτης γέγραφεν ἁνήρ.

36 Εἶχε δὲ φιλέχθρως ὁ Πλάτων καὶ πρὸς Ἀρίστιππον. Ἐν γοῦν τῷ Περὶ ψυχῆς διαβάλλων αὐτόν φησιν ὅτι οὐ παρεγένετο Σωκράτει τελευτῶντι, ἀλλ' ἐν Αἰγίνῃ ἦν καὶ σύνεγγυς. Καὶ πρὸς Αἰσχίνην δέ τινα φιλοτιμίαν εἶχε, φασίν, ὅτι δή περ καὶ αὐτὸς εὐδοκίμει παρὰ Διονυσίῳ. Ὃν ἐλθόντα δι' ἀπορίαν ὑπὸ μὲν Πλάτωνος παροφθῆναι, ὑπὸ δ' Ἀριστίππου συσταθῆναι. Τούς τε λόγους οὓς Κρίτωνι περιτέθηκεν ἐν τῷ δεσμωτηρίῳ περὶ τῆς φυγῆς συμβουλεύοντι, φησὶν Ἰδομενεὺς εἶναι Αἰσχίνου· τὸν δ' ἐκείνῳ περιθεῖναι διὰ τὴν πρὸς τοῦτον δυσμένειαν.

37 Ἑαυτοῦ τε Πλάτων οὐδαμόθι τῶν ἑαυτοῦ συγγραμμάτων μνήμην πεποίηται ὅτι μὴ ἐν τῷ Περὶ ψυχῆς καὶ Ἀπολογίᾳ. Φησὶ δ' Ἀριστοτέλης τὴν τῶν λόγων ἰδέαν αὐτοῦ μεταξὺ ποιήματος εἶναι καὶ πεζοῦ λόγου. Τοῦτον μόνον παραμεῖναι Πλάτωνι Φαβωρῖνός πού φησιν ἀναγινώσκοντι τὸν Περὶ ψυχῆς, τοὺς δ' ἄλλους ἀναστῆναι πάντας. Ἔνιοί τε φασὶν ὅτι Φίλιππος ὁ Ὀπούντιος τοὺς Νόμους αὐτοῦ μετέγραψεν ὄντας ἐν κηρῷ. Τούτου δὲ καὶ Ἐπινομίδα φασὶν εἶναι. Εὐφορίων δὲ καὶ Παναίτιος εἰρήκασι πολλάκις ἐστραμμένην εὑρῆσθαι τὴν ἀρχὴν τῆς Πολιτείας. Ἣν Πολιτείαν Ἀριστόξενός φησι πᾶσαν σχεδὸν ἐν τοῖς Πρωταγόρου γεγράφθαι Ἀντιλογικοῖς.

38 Λόγος δὲ πρῶτον γράψαι αὐτὸν τὸν Φαῖδρον· καὶ γὰρ ἔχειν μειρακιῶδές τι τὸ πρόβλημα. Δικαίαρχος δὲ καὶ τὸν τρόπον τῆς γραφῆς ὅλον ἐπιμέμφεται ὡς φορτικόν.

Ὁ γοῦν Πλάτων λέγεται θεασάμενός τινα κυβεύοντα αἰτιάσασθαι· τοῦ δὲ εἰπόντος ὡς ἐπὶ μικροῖς, « Ἀλλὰ τό γ' ἔθος, » εἰπεῖν, « οὐ μικρόν. » Ἐρωτηθεὶς εἰ ἀπομνημονεύματα αὐτοῦ ἔσται ὥσπερ τῶν πρότερον ἀπεκρίνατο· « Ὀνόματος δεῖ τυχεῖν πρῶτον, εἶτα πολλὰ ἔσται. » Εἰσελθόντος ποτὲ Ξενοκράτους εἶπε μαστιγῶσαι τὸν παῖδα· αὐτὸν γὰρ μὴ δύνασθαι διὰ τὸ ὠργίσθαι.

39 Ἀλλὰ καὶ πρός τινα τῶν παίδων, « Μεμαστίγωσο ἄν, » εἶπεν, « εἰ μὴ ὠργιζόμην. » Ἐφ' ἵππου καθίσας εὐθέως κατέβη φήσας εὐλαβεῖσθαι μὴ ἱπποτυφίᾳ ληφθῇ. τοῖς μεθύουσι συνεβούλευε κατοπτρίζεσθαι· ἀποστήσεσθαι γὰρ τῆς τοιαύτης ἀσχημοσύνης. Πίνειν δ' εἰς μέθην οὐδαμοῦ πρέπον ἔλεγε πλὴν ἐν ταῖς ἑορταῖς τοῦ καὶ τὸν οἶνον δόντος θεοῦ. αὶ τὸ πολλὰ δὲ καθεύδειν ἀπήρεσκεν αὐτῷ. ἐν γοῦν τοῖς Νόμοις φησί· « Κοιμώμενος οὐδεὶς οὐδενὸς ἄξιος· » εἶναί τε ἥδιον τῶν ἀκουσμάτων τὴν ἀλήθειαν· οἱ δὲ τὸ λέγειν τἀληθῆ. καὶ περὶ ἀληθείας δ' ἐν τοῖς Νόμοις φησὶν οὕτως·

40 « Καλὸν μὲν ἡ ἀλήθεια, ὦ ξένε, καὶ μόνιμον· ἔοικε μὴν οὐ ῥᾴδιον <εἶναι> πείθειν. » Ἀλλὰ καὶ ἠξίου μνημόσυνον αὑτοῦ λείπεσθαι ἢ ἐν φίλοις ἢ ἐν βιβλίοις· ἐξετόπιζε καὶ αὐτὸς τὰ πλεῖστα, καθά τινες φασί.

Καὶ ἐτελεύτα μὲν ὃν εἴπομεν τρόπον Φιλίππου βασιλεύοντος ἔτος τρισκαιδέκατον, καθὰ καὶ Φαβωρῖνός φησιν Ἀπομνημονευμάτων τρίτῳ ὑφ' οὗ καὶ ἐπιτιμηθῆναί φησιν αὐτὸν Θεόπομπος. Μυρωνιανὸς δ' ἐν Ὁμοίοις φησὶ Φίλωνα παροιμίας μνημονεύειν περὶ τῶν Πλάτωνος φθειρῶν, ὡς οὕτως αὐτοῦ τελευτήσαντος.

41 Καὶ ἐτάφη ἐν τῇ Ἀκαδημείᾳ, ἔνθα τὸν πλεῖστον χρόνον διετέλεσε φιλοσοφῶν. Ὅθεν καὶ Ἀκαδημαϊκὴ προσηγορεύθη ἡ ἀπ' αὐτοῦ αἵρεσις. Καὶ παρεπέμφθη πανδημεὶ πρὸς τῶν αὐτόθι διαθέμενος τοῦτον τὸν τρόπον.

« Τάδε κατέλιπε Πλάτων καὶ διέθετο· τὸ ἐν
Ἰφιστιαδῶν χωρίον, ᾧ γείτων βορρᾶθεν ἡ ὁδὸς ἡ ἐκ τοῦ
Κηφισιᾶσιν ἱεροῦ, νοτόθεν τὸ Ἡράκλειον τὸ ἐν Ἰφιστιαδῶν,
πρὸς ἡλίου δὲ ἀνιόντος Ἀρχέστρατος Φρεάρριος, πρὸς
ἡλίου δὲ δυομένου Φίλιππος Χολλιδεύς· καὶ μὴ ἐξέστω
τοῦτο μηδενὶ μήτε ἀποδόσθαι μήτε ἀλλάξασθαι, ἀλλ' ἔστω
Ἀδειμάντου τοῦ παιδίου εἰς τὸ δυνατόν·
42 καὶ τὸ ἐν Εἰρεσιδῶν χωρίον, ὃ παρὰ Καλλιμάχου
ἐπριάμην, ᾧ γείτων βορρᾶθεν Εὐρυμέδων Μυρρινούσιος,
νοτόθεν δὲ Δημόστρατος Ξυπεταιών, πρὸς ἡλίου ἀνιόντος
Εὐρυμέδων Μυρρινούσιος, πρὸς ἡλίου δυομένου
Κηφισός. ἀργυρίου μνᾶς τρεῖς. Φιάλην ἀργυρᾶν ἕλκουσαν
ρξεʹ, κυμβίον ἄγον μεʹ, δακτύλιον χρυσοῦν καὶ ἐνώτιον
χρυσοῦν ἄγοντα συνάμφω δʹ δραχμάς, ὀβολοὺς γʹ.
Εὐκλείδης ὁ λιθοτόμος ὀφείλει μοι τρεῖς μνᾶς. Ἄρτεμιν
ἀφίημι ἐλευθέραν. Οἰκέτας καταλείπω Τύχωνα Βίκταν
Ἀπολλωνιάδην
43 Διονύσιον. Σκεύη τὰ γεγραμμένα, ὧν
ἔχει ἀντίγραφα Δημήτριος.
Ὀφείλω δ' οὐδενὶ οὐθέν. Ἐπίτροποι Λεωσθένης
Σπεύσιππος Δημήτριος Ἡγίας Εὐρυμέδων Καλλίμαχος
Θράσιππος. »

Καὶ διέθετο μὲν οὕτως. Ἐπεγράφη δ' αὐτοῦ τῷ τάφῳ ἐπιγράμματα τάδε· πρῶτον·

Σωφροσύνῃ προφέρων θνητῶν ἤθει τε δικαίῳ
ἐνθάδε δὴ κεῖται θεῖος Ἀριστοκλέης·
εἰ δέ τις ἐκ πάντων σοφίης μέγαν ἔσχεν ἔπαινον
τοῦτον ἔχει πλεῖστον καὶ φθόνος οὐχ ἕπεται.

44 Ἕτερον δέ·

Γαῖα μὲν ἐν κόλπῳ κρύπτει τόδε σῶμα Πλάτωνος,
ψυχὴ δ' ἀθάνατον τάξιν ἔχει μακάρων
υἱοῦ Ἀρίστωνος, τόν τις καὶ τηλόθι ναίων
τιμᾷ ἀνὴρ ἀγαθὸς θεῖον ἰδόντα βίον.

Καὶ ἄλλο νεώτερον·

Αἰετέ, τίπτε βέβηκας ὑπὲρ τάφον; ἦ τινος, εἰπέ,
ἀστερόεντα θεῶν οἶκον ἀποσκοπέεις;
– ψυχῆς εἰμι Πλάτωνος ἀποπταμένης ἐς Ὄλυμπον
εἰκών, σῶμα δὲ <γῆ> γηγενὲς Ἀτθὶς ἔχει.

45 Ἔστι καὶ ἡμέτερον οὕτως ἔχον·

Καὶ πῶς, εἰ μὴ Φοῖβος ἀν' Ἑλλάδα φῦσε Πλάτωνα,
ψυχὰς ἀνθρώπων γράμμασιν ἠκέσατο;
καὶ γὰρ ὁ τοῦδε γεγὼς Ἀσκληπιός ἐστιν ἰητὴρ
σώματος, ὡς ψυχῆς ἀθανάτοιο Πλάτων.

Καὶ ἄλλο, ὡς ἐτελεύτα·

Φοῖβος ἔφυσε βροτοῖς Ἀσκληπιὸν ἠδὲ Πλάτωνα,
τὸν μὲν ἵνα ψυχήν, τὸν δ' ἵνα σῶμα σάοι.
Δαισάμενος δὲ γάμον πόλιν ἤλυθεν, ἥν ποθ' ἑαυτῷ
ἔκτισε καὶ δαπέδῳ Ζηνὸς ἐνιδρύσατο.

Καὶ τὰ μὲν ἐπιγγράμματα ταῦτα.

46 Μαθηταὶ δ' αὐτοῦ Σπεύσιππος Ἀθηναῖος, Ξενοκράτης Καλχηδόνιος, Ἀριστοτέλης Σταγειρίτης, Φίλιππος Ὀπούντιος, Ἑστιαῖος Περίνθιος, Δίων Συρακόσιος, Ἄμυκλος Ἡρακλεώτης, Ἔραστος καὶ Κορίσκος Σκήψιοι, Τιμόλαος Κυζικηνός, Εὐαίων Λαμψακηνός, Πύθων καὶ Ἡρακλείδης Αἴνιοι, Ἱπποθάλης καὶ Κάλλιππος Ἀθηναῖοι, Δημήτριος Ἀμφιπολίτης, Ἡρακλείδης Ποντικὸς καὶ ἄλλοι πλείους, σὺν οἷς καὶ γυναῖκες δύο Λασθένεια Μαντινικὴ καὶ Ἀξιοθέα Φλειασία, ἣ καὶ ἀνδρεῖα ἠμπίσχετο, ὥς φησι Δικαίαρχος. Ἔνιοι δὲ καὶ Θεόφραστον ἀκοῦσαί φασιν αὐτοῦ· καὶ Ὑπερίδην τὸν ῥήτορα Χαμαιλέων φησὶ καὶ Λυκοῦργον. Ὁμοίως Πολέμων ἱστορεῖ.
47 Καὶ Δημοσθένην Σαβῖνος λέγει Μνησίστρατον. Θάσιον παρατιθέμενος ἐν δʹ Μελετητικῆς ὕλης. Καὶ εἰκός ἐστι. Φιλοπλάτωνι δέ σοι δικαίως ὑπαρχούσῃ καὶ παρ' ὁντινοῦν τὰ τοῦ φιλοσόφου δόγματα φιλοτίμως ζητούσῃ ἀναγκαῖον ἡγησάμην ὑπογράψαι καὶ τὴν φύσιν τῶν λόγων καὶ τὴν τάξιν τῶν διαλόγων καὶ τὴν ἔφοδον τῆς ἐπαγωγῆς, ὡς οἷόν τε στοιχειωδῶς καὶ ἐπὶ κεφαλαίων, πρὸς τὸ μὴ ἀμοιρεῖν αὐτοῦ τῶν δογμάτων τὴν περὶ τοῦ βίου συναγωγήν· γλαῦκα γὰρ εἰς Ἀθήνας, φασίν, εἰ δέῃ σοι τὰ κατ' εἶδος διηγεῖσθαι.

48 Διαλόγους τοίνυν φασὶ πρῶτον γράψαι Ζήνωνα τὸν Ἐλεάτην· Ἀριστοτέλης δὲ ἐν πρώτῳ Περὶ ποιητῶν Ἀλεξαμενὸν Στυρέα ἢ Τήιον, ὡς καὶ Φαβωρῖνος ἐν Ἀπομνημονεύμασι. Δοκεῖ δέ μοι Πλάτων ἀκριβώσας τὸ εἶδος καὶ τὰ πρωτεῖα δικαίως ἂν ὥσπερ τοῦ κάλλους οὕτω καὶ τῆς εὑρέσεως ἀποφέρεσθαι. Ἔστι δὲ διάλογος <λόγος> ἐξ ἐρωτήσεως καὶ ἀποκρίσεως συγκείμενος περί τινος τῶν φιλοσοφουμένων καὶ πολιτικῶν μετὰ τῆς πρεπούσης ἠθοποιίας τῶν παραλαμβανομένων προσώπων καὶ τῆς κατὰ τὴν λέξιν κατασκευῆς. Διαλεκτικὴ δ' ἐστὶ τέχνη λόγων, δι' ἧς ἀνασκευάζομέν τι ἢ κατασκευάζομεν ἐξ ἐρωτήσεως καὶ ἀποκρίσεως τῶν προσδιαλεγομένων.

49 Τοῦ δὴ <δια>λόγου τοῦ Πλατωνικοῦ δύ' εἰσὶν ἀνωτάτω χαρακτῆρες, ὅ τε ὑφηγητικὸς καὶ ὁ ζητητικός. Διαιρεῖται δὲ ὁ ὑφηγητικὸς εἰς ἄλλους δύο χαρακτῆρας, θεωρηματικόν τε καὶ πρακτικόν. Καὶ τῶν ὁ μὲν θεωρηματικὸς εἰς τὸν φυσικὸν καὶ λογικόν, ὁ δὲ πρακτικὸς εἰς τὸν ἠθικὸν καὶ πολιτικόν. Τοῦ δὲ ζητητικοῦ καὶ αὐτοῦ δύο εἰσὶν οἱ πρῶτοι χαρακτῆρες, ὅ τε γυμναστικὸς καὶ ἀγωνιστικός. Καὶ τοῦ μὲν γυμναστικοῦ μαιευτικός τε καὶ πειραστικός, τοῦ δὲ ἀγωνιστικοῦ ἐνδεικτικὸς καὶ ἀνατρεπτικός.

50 Οὐ λανθάνει δ' ἡμᾶς ὅτι τινὲς ἄλλως διαφέρειν τοὺς διαλόγους φασί-λέγουσι γὰρ αὐτῶν τοὺς μὲν δραματικούς, τοὺς δὲ διηγηματικούς, τοὺς δὲ μεικτούς - ἀλλ' ἐκεῖνοι μὲν τραγικῶς μᾶλλον ἢ φιλοσόφως τὴν διαφορὰν τῶν διαλόγων προσωνόμασαν. Εἰσὶ δὲ τοῦ μὲν φυσικοῦ οἷον ὁ Τίμαιος· τοῦ δὲ λογικοῦ ὅ τε Πολιτικὸς καὶ ὁ Κρατύλος καὶ Παρμενίδης καὶ Σοφιστής· τοῦ δ' ἠθικοῦ ἥ τε Ἀπολογία καὶ ὁ Κρίτων καὶ Φαίδων καὶ Φαῖδρος καὶ τὸ Συμπόσιον Μενέξενός τε καὶ Κλειτοφῶν καὶ Ἐπιστολαὶ καὶ Φίληβος Ἵππαρχος Ἀντερασταί·
51 τοῦ δὲ πολιτικοῦ ἥ τε Πολιτεία καὶ οἱ Νόμοι καὶ ὁ Μίνως καὶ Ἐπινομὶς καὶ ὁ Ἀτλαντικός· τοῦ δὲ μαιευτικοῦ Ἀλκιβιάδαι Θεάγης Λύσις Λάχης· τοῦ δὲ πειραστικοῦ Εὐθύφρων Μένων Ἴων Χαρμίδης Θεαίτητος· τοῦ δὲ ἐνδεικτικοῦ ὡς ὁ Πρωταγόρας· καὶ τοῦ ἀνατρεπτικοῦ Εὐθύδημος Γοργίας Ἱππίαι δύο. Καὶ περὶ μὲν διαλόγου τί ποτέ ἐστι καὶ τίνες αὐτοῦ διαφοραί, <τοσαῦτα> ἀπόχρη λέγειν. Ἐπεὶ δὲ πολλὴ στάσις ἐστὶ καὶ οἱ μέν φασιν αὐτὸν δογματίζειν, οἱ δ' οὔ, φέρε καὶ περὶ τούτου διαλάβωμεν. Αὐτὸ τοίνυν τὸ δογματίζειν ἐστὶ δόγματα τιθέναι ὡς τὸ νομοθετεῖν νόμους τιθέναι. Δόγματα δὲ ἑκατέρως καλεῖται, τό τε δοξαζόμενον καὶ ἡ δόξα αὐτή.

52 Τούτων δὲ τὸ μὲν δοξαζόμενον πρότασίς ἐστιν, ἡ δὲ δόξα ὑπόληψις. Ὁ τοίνυν Πλάτων περὶ μὲν ὧν κατείληφεν ἀποφαίνεται, τὰ δὲ ψευδῆ διελέγχει, περὶ δὲ τῶν ἀδήλων ἐπέχει. Καὶ περὶ μὲν τῶν αὐτῷ δοκούντων ἀποφαίνεται διὰ τεττάρων προσώπων, Σωκράτους, Τιμαίου, τοῦ Ἀθηναίου ξένου, τοῦ Ἐλεάτου ξένου· εἰσὶ δ' οἱ ξένοι οὐχ, ὥς τινες ὑπέλαβον, Πλάτων καὶ Παρμενίδης, ἀλλὰ πλάσματά ἐστιν ἀνώνυμα· ἐπεὶ καὶ τὰ Σωκράτους καὶ τὰ Τιμαίου λέγων Πλάτων δογματίζει. Περὶ δὲ τῶν ψευδῶν ἐλεγχομένους εἰσάγει οἷον Θρασύμαχον καὶ Καλλικλέα καὶ Πῶλον Γοργίαν τε καὶ Πρωταγόραν, ἔτι δ' Ἱππίαν καὶ Εὐθύδημον καὶ δὴ καὶ τοὺς ὁμοίους.

53 Ποιούμενος δὲ τὰς ἀποδείξεις πλείστῳ χρῆται τῷ τῆς ἐπαγωγῆς τρόπῳ, οὐ μὴν μονοτρόπῳ, ἀλλὰ διχῇ. Ἔστι μὲν γὰρ ἐπαγωγὴ λόγος διά τινων ἀληθῶν τὸ ὅμοιον ἑαυτῷ ἀληθὲς οἰκείως ἐπιφέρων. Δύο δὲ τῆς ἐπαγωγῆς εἰσι τρόποι, ὅ τε κατ' ἐναντίωσιν καὶ ὁ ἐκ τῆς ἀκολουθίας. Ὁ μὲν οὖν κατ' ἐναντίωσίν ἐστιν ἐξ οὗ τῷ ἐρωτωμένῳ περὶ πᾶσαν ἀπόκρισιν ἀκολουθήσει τὸ ἐναντίον, οἷον· ὁ ἐμὸς πατὴρ τῷ σῷ πατρὶ ἤτοι ἕτερός ἐστιν ἢ ὁ αὐτός. Εἰ μὲν οὖν ἕτερος ἐστι τοῦ ἐμοῦ πατρὸς ὁ σὸς πατήρ, πατρὸς ἕτερος ὢν οὐκ ἂν εἴη πατήρ· εἰ δὲ ὁ αὐτός ἐστι τῷ ἐμῷ πατρί, ὁ αὐτὸς ὢν τῷ ἐμῷ πατρὶ ὁ ἐμὸς ἂν εἴη πατήρ.

54 Καὶ πάλιν· εἰ μή ἐστι ζῷον ὁ ἄνθρωπος, λίθος ἂν εἴη ἢ ξύλον. Οὐκ ἔστι δὲ λίθος ἢ ξύλον· ἔμψυχον γάρ ἐστι καὶ ἐξ αὑτοῦ κινεῖται· ζῷον ἄρα ἐστίν. Εἰ δὲ ζῷόν ἐστι, ζῷον δὲ καὶ ὁ κύων καὶ ὁ βοῦς, εἴη ἂν καὶ ὁ ἄνθρωπος ζῷον <ὢν> καὶ κύων καὶ βοῦς. Οὗτος μὲν ὁ τῆς ἐπαγωγῆς κατ' ἐναντίωσιν καὶ μάχην τρόπος, ᾧ ἐχρῆτο οὐ πρὸς τὸ δογματίζειν, ἀλλὰ πρὸς τὸ διελέγχειν. Ὁ δὲ τῆς ἀκολουθίας ἐστὶ διπλοῦς· ὁ μὲν τὸ ἐπὶ μέρους ζητούμενον διὰ τοῦ ἐπὶ μέρους ἀποδεικνύς, ὁ δὲ τὸ καθόλου διὰ τοῦ ἐπὶ μέρους. Καὶ ἔστιν ὁ μὲν πρότερος ῥητορικός, ὁ δὲ δεύτερος διαλεκτικός. Οἷον ἐν τῷ προτέρῳ ζητεῖται, εἰ ὅδε ἀπέκτεινεν. Ἀπόδειξις τὸ εὑρῆσθαι αὐτὸν κατ' ἐκεῖνον τὸν χρόνον ᾑμαγμένον.

55 Ῥητορικὸς δ' ἐστὶν ὁ τρόπος τῆς ἐπαγωγῆς οὗτος, ἐπειδὴ καὶ ἡ ῥητορικὴ περὶ τὰ ἐπὶ μέρους, οὐ τὰ καθόλου τὴν πραγματείαν ἔχει. Ζητεῖ γὰρ οὐ περὶ αὐτοῦ τοῦ δικαίου ἀλλὰ τῶν ἐπὶ μέρους δικαίων. Ὁ δὲ ἕτερός ἐστι διαλεκτικός, προαποδειχθέντος τοῦ καθόλου διὰ τῶν ἐπὶ μέρους. Οἷον ζητεῖται, εἰ ἡ ψυχὴ ἀθάνατος καὶ εἰ ἐκ τῶν τεθνεώτων οἱ ζῶντες· ὅπερ ἀποδείκνυται ἐν τῷ Περὶ ψυχῆς διά τινος καθολικοῦ, ὅτι ἐκ τῶν ἐναντίων τὰ ἐναντία. Καὶ αὐτὸ δὲ τὸ καθόλου κατασκευάζεται ἔκ τινων ὄντων ἐπὶ μέρους· οἷον ὅτι τὸ καθεύδειν ἐκ τοῦ ἐγρηγορέναι καὶ ἀνάπαλιν καὶ τὸ μεῖζον ἐκ τοῦ μικροτέρου καὶ ἀνάπαλιν. Τούτῳ δὲ ἐχρῆτο εἰς τὴν τῶν ἑαυτῷ δοκούντων κατασκευήν.

56 Ὥσπερ δὲ τὸ παλαιὸν ἐν τῇ τραγῳδίᾳ πρότερον μὲν μόνος ὁ χορὸς διεδραμάτιζεν, ὕστερον δὲ Θέσπις ἕνα ὑποκριτὴν ἐξεῦρεν ὑπὲρ τοῦ διαναπαύεσθαι τὸν χορὸν καὶ δεύτερον Αἰσχύλος, τὸν δὲ τρίτον Σοφοκλῆς καὶ συνεπλήρωσεν τὴν τραγῳδίαν, οὕτως καὶ τῆς φιλοσοφίας ὁ λόγος πρότερον μὲν ἦν μονοειδὴς ὡς ὁ φυσικός, δεύτερον δὲ Σωκράτης προσέθηκε τὸν ἠθικόν, τρίτον δὲ Πλάτων τὸν διαλεκτικὸν καὶ ἐτελεσιούργησε τὴν φιλοσοφίαν. Θράσυλλος δέ φησι καὶ κατὰ τὴν τραγικὴν τετραλογίαν ἐκδοῦναι αὐτὸν τοὺς διαλόγους, οἷον ἐκεῖνοι τέτρασι δράμασιν ἠγωνίζοντο - Διονυσίοις, Ληναίοις, Παναθηναίοις, Χύτροις - ὧν τὸ τέταρτον ἦν Σατυρικόν· τὰ δὲ τέτταρα δράματα ἐκαλεῖτο τετραλογία.

57 Εἰσὶ τοίνυν, φησίν, οἱ πάντες αὐτῷ γνήσιοι διάλογοι ἓξ καὶ πεντήκοντα, τῆς μὲν Πολιτείας εἰς δέκα διαιρουμένης - ἣν καὶ εὑρίσκεσθαι σχεδὸν ὅλην παρὰ Πρωταγόρᾳ ἐν τοῖς Ἀντιλογικοῖς φησι Φαβωρῖνος ἐν Παντοδαπῆς ἱστορίας δευτέρῳ - τῶν δὲ Νόμων εἰς δυοκαίδεκα. Τετραλογίαι δὲ ἐννέα, ἑνὸς βιβλίου χώραν ἐπεχούσης τῆς Πολιτείας καὶ ἑνὸς τῶν Νόμων. Πρώτην μὲν οὖν τετραλογίαν τίθησι τὴν κοινὴν ὑπόθεσιν ἔχουσαν· παραδεῖξαι γὰρ βούλεται ὁποῖος ἂν εἴη ὁ τοῦ φιλοσόφου βίος. Διπλαῖς τε χρῆται ταῖς ἐπιγραφαῖς καθ' ἑκάστου τῶν βιβλίων, τῇ μὲν ἀπὸ τοῦ ὀνόματος, τῇ δὲ ἀπὸ τοῦ πράγματος.

58 Ταύτης τῆς τετραλογίας, ἥτις ἐστὶ πρώτη, ἡγεῖται Εὐθύφρων ἢ περὶ ὁσίου· ὁ διάλογος δ' ἐστὶ πειραστικός· δεύτερος Ἀπολογία Σωκράτους, ἠθικός· τρίτος Κρίτων ἢ περὶ πρακτέου, ἠθικός· τέταρτος Φαίδων ἢ περὶ ψυχῆς, ἠθικός. Δευτέρα τετραλογία, ἧς ἡγεῖται Κρατύλος ἢ περὶ ὀρθότητος ὀνομάτων, λογικός· Θεαίτητος ἢ περὶ ἐπιστήμης, πειραστικός· Σοφιστὴς ἢ περὶ τοῦ ὄντος, λογικός· Πολιτικὸς ἢ περὶ βασιλείας, λογικός. Τῆς τρίτης ἡγεῖται Παρμενίδης ἢ περὶ ἰδεῶν, λογικός· Φίληβος ἢ περὶ ἡδονῆς, ἠθικός· Συμπόσιον ἢ περὶ ἀγαθοῦ, ἠθικός· Φαῖδρος ἢ περὶ ἔρωτος, ἠθικός.

59 Τῆς τετάρτης ἡγεῖται Ἀλκιβιάδης ἢ περὶ ἀνθρώπου φύσεως, μαιευτικός· Ἀλκιβιάδης δεύτερος ἢ περὶ εὐχῆς, μαιευτικός· Ἵππαρχος ἢ φιλοκερδής, ἠθικός· Ἀντερασταὶ ἢ περὶ φιλοσοφίας, ἠθικός. Τῆς πέμπτης ἡγεῖται Θεάγης ἢ περὶ φιλοσοφίας, μαιευτικός· Χαρμίδης ἢ περὶ σωφροσύνης, πειραστικός· Λάχης ἢ περὶ ἀνδρείας, μαιευτικός· Λύσις ἢ περὶ φιλίας, μαιευτικός. Τῆς ἕκτης ἡγεῖται Εὐθύδημος ἢ ἐριστικός, ἀνατρεπτικός· Πρωταγόρας ἢ σοφισταί, ἐνδεικτικός· Γοργίας ἢ περὶ ῥητορικῆς, ἀνατρεπτικός· Μένων ἢ περὶ ἀρετῆς, πειραστικός.

60 Τῆς ἑβδόμης ἡγοῦνται Ἱππίαι δύο - αʹ ἢ περὶ τοῦ καλοῦ, βʹ ἢ περὶ τοῦ ψεύδους - ἀνατρεπτικοί· Ἴων ἢ περὶ Ἰλιάδος, πειραστικός· Μενέξενος ἢ ἐπιτάφιος, ἠθικός. Τῆς ὀγδόης ἡγεῖται Κλειτοφῶν ἢ προτρεπτικός, ἠθικός· Πολιτεία ἢ περὶ δικαίου, πολιτικός· Τίμαιος ἢ περὶ φύσεως, φυσικός· Κριτίας ἢ Ἀτλαντικός, ἠθικός. Τῆς ἐνάτης ἡγεῖται Μίνως ἢ περὶ νόμου, πολιτικός· Νόμοι ἢ περὶ νομοθεσίας, πολιτικός· Ἐπινομὶς ἢ νυκτερινὸς σύλλογος ἢ φιλόσοφος, πολιτικός·

61 Ἐπιστολαὶ τρεισκαίδεκα, ἠθικαί - ἐν αἷς ἔγραφεν εὖ πράττειν, Ἐπίκουρος δὲ εὖ διάγειν, Κλέων χαίρειν - πρὸς Ἀριστόδωρον μία, πρὸς Ἀρχύταν δύο, πρὸς Διονύσιον τέτταρες, πρὸς Ἑρμίαν καὶ Ἔραστον καὶ Κορίσκον μία, πρὸς Λεωδάμαντα μία, πρὸς Δίωνα μία, πρὸς Περδίκκαν μία, πρὸς τοὺς Δίωνος οἰκείους δύο. Καὶ οὗτος μὲν οὕτω διαιρεῖ καί τινες. Ἔνιοι δέ, ὧν ἐστι καὶ Ἀριστοφάνης ὁ γραμματικός, εἰς τριλογίας ἕλκουσι τοὺς διαλόγους, καὶ πρώτην μὲν τιθέασιν ἧς ἡγεῖται Πολιτεία Τίμαιος Κριτίας·

62 δευτέραν Σοφιστὴς Πολιτικὸς Κρατύλος· τρίτην Νόμοι Μίνως Ἐπινομίς· τετάρτην Θεαίτητος Εὐθύφρων Ἀπολογία· πέμπτην Κρίτων Φαίδων Ἐπιστολαί. Τὰ δ' ἄλλα καθ' ἓν καὶ ἀτάκτως. Ἄρχονται δὲ οἱ μέν, ὡς προείρηται, ἀπὸ τῆς Πολιτείας· οἱ δ' ἀπὸ Ἀλκιβιάδου τοῦ μείζονος· οἱ δ' ἀπὸ Θεάγους· ἔνιοι δὲ Εὐθύφρονος· ἄλλοι Κλειτοφῶντος· τινὲς Τιμαίου· οἱ δ' ἀπὸ Φαίδρου· ἕτεροι Θεαιτήτου· πολλοὶ δὲ Ἀπολογίαν τὴν ἀρχὴν ποιοῦνται. Νοθεύονται δὲ τῶν διαλόγων ὁμολογουμένως Μίδων ἢ Ἱπποτρόφος, Ἐρυξίας ἢ Ἐρασίστρατος, Ἀλκυών, Ἀκέφαλοι, Σίσυφος, Ἀξίοχος, Φαίακες, Δημόδοκος, Χελιδών, Ἑβδόμη, Ἐπιμενίδης· ὧν ἡ Ἀλκυὼν Λέοντός τινος εἶναι δοκεῖ, καθά φησι Φαβωρῖνος ἐν τῷ πέμπτῳ τῶν Ἀπομνημονευμάτων.

63 Ὀνόμασι δὲ κέχρηται ποικίλοις πρὸς τὸ μὴ εὐσύνοπτον εἶναι τοῖς ἀμαθέσι τὴν πραγματείαν· ἰδιαίτατα μὲν σοφίαν ἡγεῖται εἶναι τὴν τῶν νοητῶν καὶ ὄντως ὄντων ἐπιστήμην, ἥν φησι περὶ θεὸν καὶ ψυχὴν σώματος κεχωρισμένην. Ἰδίᾳ δὲ σοφίαν καὶ τὴν φιλοσοφίαν καλεῖ, ὄρεξιν οὖσαν τῆς θείας σοφίας. Κοινῶς δὲ λέγεται παρ' αὐτῷ σοφία καὶ ἡ πᾶσα ἐμπειρία, οἷον ὅταν σοφὸν λέγῃ τὸν δημιουργόν. Χρῆται δὲ καὶ ἐπὶ διαφερόντως σημαινομένων τοῖς αὐτοῖς ὀνόμασιν. Ὁ γοῦν φαῦλος λέγεται παρ' αὐτῷ καὶ ἐπὶ τοῦ ἁπλοῦ, ὡς καὶ παρὰ Εὐριπίδῃ ἐν Λικυμνίῳ φέρεται ἐπὶ τοῦ Ἡρακλέους οὑτωσί·

φαῦλον, ἄκομψον, τὰ μέγιστ' ἀγαθόν,
πᾶσαν ἐν ἔργῳ περιτεμνόμενον
σοφίαν, λέσχης ἀτρίβωνα.

64 Χρῆται δὲ ὁ Πλάτων ἐνίοτε αὐτῷ καὶ ἐπὶ τοῦ κακοῦ· ἔστι δ' ὅτε καὶ ἐπὶ τοῦ μικροῦ. Πολλάκις δὲ καὶ διαφέρουσιν ὀνόμασιν ἐπὶ τοῦ αὐτοῦ σημαινομένου χρῆται. Τὴν γοῦν ἰδέαν καὶ εἶδος ὀνομάζει καὶ γένος καὶ παράδειγμα καὶ ἀρχὴν καὶ αἴτιον. Χρῆται δὲ καὶ ταῖς ἐναντίαις φωναῖς ἐπὶ τοῦ αὐτοῦ. Τὸ γοῦν αἰσθητὸν καὶ ὂν καλεῖ καὶ μὴ ὄν· ὂν μὲν διὰ τὸ γένεσιν αὐτοῦ εἶναι, μὴ ὂν δὲ διὰ τὴν συνεχῆ μεταβολήν. Καὶ τὴν ἰδέαν οὔτε κινούμενον οὔτε μένον· καὶ ταὐτὸ καὶ ἓν καὶ πολλά. Τὸ δ' αὐτὸ καὶ ἐπὶ πλειόνων εἴθισται ποιεῖν.

65 Ἔστι δὲ ἡ ἐξήγησις αὐτοῦ τῶν λόγων τριπλῆ· πρῶτον μὲν γὰρ ἐκδιδάξαι χρὴ ὅ τι ἐστὶν ἕκαστον τῶν λεγομένων· ἔπειτα, τίνος εἵνεκα λέλεκται, πότερα κατὰ προηγούμενον ἢ ἐν εἰκόνος μέρει, καὶ <εἰ> εἰς δογμάτων κατασκευὴν ἢ εἰς ἔλεγχον τοῦ προσδιαλεγομένου· τὸ δὲ τρίτον, εἰ ὀρθῶς λέλεκται. Ἐπεὶ δὲ καὶ σημεῖά τινα τοῖς βιβλίοις αὐτοῦ παρατίθενται, φέρε καὶ περὶ τούτων τι εἴπωμεν. Χῖ λαμβάνεται πρὸς τὰς λέξεις καὶ τὰ σχήματα καὶ ὅλως τὴν Πλατωνικὴν συνήθειαν· διπλῆ πρὸς τὰ δόγματα καὶ τὰ ἀρέσκοντα Πλάτωνι·

66 χῖ περιεστιγμένον πρὸς τὰς ἐκλογὰς καὶ καλλιγραφίας· διπλῆ περιεστιγμένη πρὸς τὰς ἐνίων διορθώσεις· ὀβελὸς περιεστιγμένος πρὸς τὰς εἰκαίους ἀθετήσεις· ἀντίσιγμα περιεστιγμένον πρὸς τὰς διττὰς χρήσεις καὶ μεταθέσεις τῶν γραφῶν· κεραύνιον πρὸς τὴν ἀγωγὴν τῆς φιλοσοφίας· ἀστερίσκος πρὸς τὴν συμφωνίαν τῶν δογμάτων· ὀβελὸς πρὸς τὴν ἀθέτησιν. Τὰ μὲν σημεῖα ταῦτα καὶ τὰ βιβλία τοσαῦτα· ἅπερ (Ἀντίγονός φησιν ὁ Καρύστιος ἐν τῷ Περὶ Ζήνωνος) νεωστὶ ἐκδοθέντα εἴ τις ἤθελε διαναγνῶναι, μισθὸν ἐτέλει τοῖς κεκτημένοις.

67 Τὰ δὲ ἀρέσκοντα αὐτῷ ταῦτα ἦν. Ἀθάνατον ἔλεγε τὴν ψυχὴν καὶ πολλὰ μεταμφιεννυμένην σώματα, ἀρχήν τε ἔχειν ἀριθμητικήν, τὸ δὲ σῶμα γεωμετρικήν· ὡρίζετο δὲ αὐτὴν ἰδέαν τοῦ πάντῃ διεστῶτος πνεύματος. Αὐτοκίνητόν τε εἶναι καὶ τριμερῆ· τὸ μὲν γὰρ αὐτῆς λογιστικὸν μέρος περὶ τὴν κεφαλὴν καθιδρῦσθαι, τὸ δὲ θυμοειδὲς περὶ τὴν καρδίαν, τὸ δὲ ἐπιθυμητικὸν περὶ τὸν ὀμφαλὸν καὶ τὸ ἧπαρ συνίστασθαι.

68 Περιέχειν δὲ ἐκ τοῦ μέσου διὰ παντὸς κύκλῳ τὸ σῶμα καὶ συνεστάναι ἐκ τῶν στοιχείων. Διαιρεθεῖσάν τε κατὰ ἁρμονικὰ διαστήματα δύο κύκλους ποιεῖν συνημμένους, ὧν τὸν ἐντὸς κύκλον ἑξαχῆ τμηθέντα τοὺς ἅπαντας ἑπτὰ κύκλους ποιεῖν. Καὶ τοῦτον μὲν κατὰ διάμετρον κ<ιν>εῖσθαι ἐπ' ἀριστερὰ ἔσωθεν, τὸν δὲ κατὰ πλευρὰν ἐπὶ τὰ δεξιά. Διὸ καὶ κρατεῖν αὐτὸν ἕνα ὄντα· τὸν γὰρ ἕτερον ἔσωθεν διῃρῆσθαι. Καὶ τὸν μὲν εἶναι ταὐτοῦ, τοὺς δὲ θατέρου, λέγων τὴν τῆς ψυχῆς κίνησιν εἶναι τὴν [δὲ] τοῦ ὅλου καὶ τὰς τῶν πλανωμένων φοράς.

69 Οὕτω δ' ἐχούσης τῆς ἐκ μέσου τομῆς αὐτῇ προσαρμοζομένης πρὸς τὰ ἔσχατα γινώσκειν τε τὰ ὄντα καὶ ἐναρμόζειν διὰ τὸ ἔχειν ἐν αὑτῇ τὰ στοιχεῖα κατὰ ἁρμονίαν. Καὶ γίνεσθαι δόξαν μὲν κατὰ τὸν θατέρου κύκλον ὀρθούμενον, ἐπιστήμην δὲ κατὰ τὸν ταὐτοῦ. Δύο δὲ τῶν πάντων ἀπέφηνεν ἀρχάς, θεὸν καὶ ὕλην, ὃν καὶ νοῦν προσαγορεύει καὶ αἴτιον. Εἶναι δὲ τὴν ὕλην ἀσχημάτιστον καὶ ἄπειρον, ἐξ ἧς γίνεσθαι τὰ συγκρίματα. Ἀτάκτως δέ ποτε αὐτὴν κινουμένην ὑπὸ τοῦ θεοῦ φησιν εἰς ἕνα συναχθῆναι τόπον τάξιν ἀταξίας κρείττονα ἡγησαμένου.

70 Τραπέσθαι δὲ τὴν οὐσίαν ταύτην εἰς τὰ τέτταρα στοιχεῖα, πῦρ, ὕδωρ, ἀέρα, γῆν· ἐξ ὧν αὐτόν τε τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ γεννᾶσθαι. Μόνην δὲ τὴν γῆν ἀμετάβολον εἶναί φησι, νομίζων αἰτίαν τὴν τῶν σχημάτων διαφορὰν ἐξ ὧν σύγκειται. Τῶν μὲν γὰρ ἄλλων ὁμογενῆ φησιν εἶναι τὰ σχήματα - ἅπαντα γὰρ ἐξ ἑνὸς συγκεῖσθαι τοῦ προμήκους τριγώνου - τῆς δὲ γῆς ἴδιον εἶναι τὸ σχῆμα· πυρὸς μὲν γὰρ εἶναι στοιχεῖον πυραμίδα, ἀέρος τὸ ὀκτάεδρον, ὕδατος τὸ εἰκοσάεδρον, γῆς δὲ κύβον. Ὅθεν μήτε γῆν εἰς ταῦτα μεταβάλλειν, μήτε ταῦτα εἰς γῆν.

71 Οὐ διακεκρίσθαι δ' εἰς τοὺς οἰκείους τόπους ἕκαστον, ὅτι ἡ περιφορὰ σφίγγουσα καὶ πρὸς τὸν μέσον συνάγουσα συγκρίνει τὰ μικρά, τὰ δὲ διακρίνει, τὰ μεγάλα. Διόπερ τὰ εἴδη μεταβάλλοντα καὶ τοὺς τόπους μεταβάλλειν. Κόσμον τε εἶναι ἕνα γεννητόν, ἐπειδὴ καὶ αἰσθητός ἐστιν ὑπὸ θεοῦ κατεσκευασμένος· ἔμψυχόν τε εἶναι διὰ τὸ κρεῖττον εἶναι τοῦ ἀψύχου τὸ ἔμψυχον, τοῦτο δὲ δημιούργημα ὑποκεῖσθαι τοῦ βελτίστου αἰτίου. Ἕνα τε αὐτὸν καὶ οὐκ ἄπειρον κατεσκευάσθαι, ὅτι καὶ τὸ ὑπόδειγμα ἓν ἦν ἀφ' οὗ αὐτὸν ἐδημιούργησε·

72 σφαιροειδῆ δὲ διὰ τὸ καὶ τὸν γεννήσαντα τοιοῦτον ἔχειν σχῆμα. Ἐκεῖνον μὲν γὰρ περιέχειν τὰ ἄλλα ζῷα, τοῦτον δὲ τὰ σχήματα πάντων. Λεῖον δὲ καὶ οὐδὲν ὄργανον ἔχοντα κύκλῳ διὰ τὸ μηδεμίαν εἶναι χρῆσιν αὐτῶν. Ἀλλὰ μὴν καὶ ἄφθαρτον διαμένειν τὸν κόσμον διὰ τὸ μὴ διαλύεσθαι εἰς τὸν θεόν. Καὶ τῆς μὲν ὅλης γενέσεως αἴτιον εἶναι τὸν θεόν, ὅτι πέφυκεν ἀγαθοποιὸν εἶναι τὸ ἀγαθόν. Τοῦ δὲ οὐρανοῦ τῆς γενέσεως τὸ † αἴτιον· τοῦ γὰρ καλλίστου τῶν γεννητῶν τὸ ἄριστον εἶναι τῶν νοητῶν αἴτιον. Ὥστε ἐπεὶ τοιοῦτος ὁ θεός, ὅμοιος δὲ τῷ ἀρίστῳ ὁ οὐρανὸς κάλλιστός γε ὤν, οὐθενὶ ἂν ὅμοιος εἴη τῶν γεννητῶν ἀλλ' ἢ τῷ θεῷ.

73 Συνεστάναι δὲ τὸν κόσμον ἐκ πυρός, ὕδατος, ἀέρος, γῆς. Ἐκ πυρὸς μέν, ὅπως ὁρατὸς ᾖ· ἐκ γῆς δέ, ὅπως στερεός· ἐξ ὕδατος δὲ καὶ ἀέρος, ὅπως ἀνάλογος - αἱ γὰρ τῶν στερεῶν δυνάμεις δύο μεσότησιν ἀναλογοῦσιν ὡς ἓν γενέσθαι τὸ πᾶν - ἐξ ἁπάντων δέ, ἵνα τέλειος καὶ ἄφθαρτος ᾖ. Χρόνον τε γενέσθαι εἰκόνα τοῦ ἀιδίου. Κἀκεῖνον μὲν ἀεὶ μένειν, τὴν δὲ τοῦ οὐρανοῦ φορὰν χρόνον εἶναι· καὶ γὰρ νύκτα καὶ ἡμέραν καὶ μῆνα καὶ τὰ τοιαῦτα πάντα χρόνου μέρη εἶναι. Διόπερ ἄνευ τῆς τοῦ κόσμου φύσεως οὐκ εἶναι χρόνον· ἅμα γὰρ ὑπάρχειν αὐτῷ καὶ χρόνον εἶναι.

74 Πρὸς δὲ χρόνου γένεσιν ἥλιον καὶ σελήνην καὶ τὰ πλανώμενα γενέσθαι. Ὅπως δὲ διάδηλος τῶν ὡρῶν ᾖ ἀριθμὸς καὶ μετάσχοι τὰ ζῷα ἀριθμοῦ, τὸ τοῦ ἡλίου φῶς ἀνάψαι τὸν θεόν. Εἶναι δὲ ἐν μὲν τῷ ὑπὲρ γῆς κύκλῳ σελήνην, ἐν δὲ τῷ ἐπεχομένῳ ἥλιον, ἐν δὲ τοῖς ἐπάνω τοὺς πλανήτας. Ἔμψυχον δὲ πάντως διὰ τὸ ἐμψύχῳ φορᾷ δεδέσθαι.. Ἵνα δὲ ὁ κόσμος τελειωθῇ γενόμενος ὁμοίως τῷ νοητῷ ζῴῳ, τὴν τῶν ἄλλων ζῴων γενέσθαι φύσιν. )Επεὶ οὖν ἐκεῖνο εἶχε, καὶ τὸν οὐρανὸν δεῖν ἔχειν. Θεοὺς μὲν οὖν ἔχειν τὸ πολὺ πυρίνους· εἶναι δὲ τρία γένη τἆλλα, πτηνόν, ἔνυδρον, πεζόν.

75 Γῆν δὲ πρεσβυτάτην μὲν εἶναι τῶν ἐν τῷ οὐρανῷ θεῶν· γενέσθαι δὲ ὡς δημιούργημα νύκτα καὶ ἡμέραν ποιεῖν· οὖσαν δ' ἐπὶ τοῦ μέσου κινεῖσθαι περὶ τὸ μέσον. Ἐπεὶ δ' αἰτίαι εἰσὶ δύο, τὰ μὲν διὰ νοῦ εἶναι, τὰ δ' ἐξ ἀναγκαίας αἰτίας, φησί, λεκτέον. Ταῦτα δ' ἐστὶν ἀήρ, πῦρ, γῆ, ὕδωρ - καὶ οὐκ ὄντα μὲν στοιχεῖα κατὰ ἀκρίβειαν, ἀλλὰ δεκτικά. Ταῦτα δ' ἐκ τῶν τριγώνων εἶναι συντιθεμένων καὶ διαλύεσθαι εἰς ταῦτα· στοιχεῖα δ' αὐτῶν εἶναι τό τε πρόμηκες τρίγωνον καὶ τὸ ἰσοσκελές.

76 Ἀρχὰς μὲν οὖν εἶναι καὶ αἴτια τὰ λεχθέντα δύο ὧν μὲν παράδειγμα τὸν θεὸν καὶ τὴν ὕλην· ὅπερ ἀνάγκη ἄμορφον εἶναι ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων δεκτικῶν. Αἴτιον δὲ τούτων ἐξ ἀνάγκης εἶναι· δεχόμενον γάρ πως τὰς ἰδέας γεννᾶν τὰς οὐσίας, καὶ δι' ἀνομοιότητα δυνάμεως κινεῖσθαι καὶ κινούμενον τὰ γινόμενα ἐξ αὐτῆς ἀντικινεῖν. Ταῦτα δὲ πρὶν μὲν ἀλόγως κινεῖσθαι καὶ ἀτάκτως, ἐπεὶ δὲ ἤρξαντο συνιστάναι τὸν κόσμον, ἐκ τῶν ἐνδεχομένων τοῦ θεοῦ συμμέτρως καὶ τεταγμένως γενέσθαι.

77 Τὰς μὲν γὰρ αἰτίας καὶ πρὸ τῆς οὐρανοποιίας δύο εἶναι καὶ τρίτην γένεσιν, ἀλλ' οὐ σαφεῖς, ἴχνη δὲ μόνον καὶ ἀτάκτους· ἐπειδὴ δὲ ὁ κόσμος ἐγένετο, λαβεῖν καὶ ταύτας τάξιν. Ἐξ ἁπάντων δὲ τῶν ὑπαρχόν - των σωμάτων γενέσθαι τὸν οὐρανόν. Δοκεῖ δ' αὐτῷ τὸν θεὸν ὡς καὶ τὴν ψυχὴν ἀσώματον εἶναι· οὕτω γὰρ μάλιστα φθορᾶς καὶ πάθους ἀνεπίδεκτον ὑπάρχειν. Τὰς δὲ ἰδέας ὑφίσταται, καθὰ καὶ προείρηται, αἰτίας τινὰς καὶ ἀρχὰς τοῦ τοιαῦτ' εἶναι τὰ φύσει συνεστῶτα, οἷάπερ ἐστὶν αὐτά.

78 Περὶ δὲ ἀγαθῶν ἢ κακῶν τοιαῦτα ἔλεγε. Τέλος μὲν εἶναι τὴν ἐξομοίωσιν τῷ θεῷ. Τὴν δ' ἀρετὴν αὐτάρκη μὲν εἶναι πρὸς εὐδαιμονίαν. Ὀργάνων δὲ προσδεῖσθαι τῶν περὶ σῶμα πλεονεκτημάτων, ἰσχύος, ὑγιείας, εὐαισθησίας, τῶν ὁμοίων· καὶ τῶν ἐκτός, οἷον πλούτου καὶ εὐγενείας καὶ δόξης. Οὐδὲν δὲ ἧττον εὐδαίμονα ἔσεσθαι τὸν σοφόν, κἂν ταῦτα μὴ παρῇ. Πολιτεύεσθαι αὖ καὶ γαμήσειν καὶ τοὺς κειμένους νόμους οὐ παραβήσεσθαι· ἐκ δὲ τῶν ἐνδεχομένων καὶ νομοθετήσειν τῇ ἑαυτοῦ πατρίδι, ἐὰν μὴ τέλεον εὐπαραίτητα ὁρᾷ τὰ πράγματα ἐν ὑπερβαλλούσῃ διαφορᾷ δήμου.

79 Οἴεται δὲ καὶ θεοὺς ἐφορᾶν τὰ ἀνθρώπινα καὶ δαίμονας εἶναι. Ἔννοιάν τε καλοῦ πρῶτος ἀπεφήνατο τὴν ἐχομένην τοῦ ἐπαινετοῦ καὶ λογικοῦ καὶ χρησίμου καὶ πρέποντος καὶ ἁρμόττοντος. Ἅπερ πάντα ἔχεσθαι τοῦ ἀκολούθου τῇ φύσει καὶ ὁμολογουμένου. Διελέξατο δὲ καὶ περὶ ὀνομάτων ὀρθότητος· ὥστε καὶ τὴν ἐπιστήμην τοῦ ὀρθῶς ἀποκρίνεσθαι καὶ ἐρωτᾶν πρῶτον αὐτὸν διασυστῆσαι κατακόρως χρησάμενον. Ἐν δὲ τοῖς διαλόγοις καὶ τὴν δικαιοσύνην θεοῦ νόμον ὑπελάμβανεν ὡς ἰσχυροτέραν προτρέψαι τὰ δίκαια πράττειν, ἵνα μὴ καὶ μετὰ θάνατον δίκαςὑπόσχοιεν οἱ κακοῦργοι.

80 Ὅθεν καὶ μυθικώτερος ἐνίοις ὑπελήφθη τοῖς συγγράμμασιν ἐγκαταμίξας τὰς τοιαύτας διηγήσεις, ὅπως διὰ † τοῦ ἀδήλου τρόπου τοῦ ἔχειν τὰ μετὰ τὸν θάνατον οὕτως ἀπέχωνται τῶν ἀδικημάτων. Καὶ ταῦτα μὲν ἦν αὐτῷ τὰ ἀρέσκοντα. Διῄρει δέ, φησὶν Ἀριστοτέλης, καὶ τὰ πράγματα τοῦτον τὸν τρόπον. Τῶν ἀγαθῶν ἐστι τὰ μὲν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός· οἷον ἡ μὲν δικαιοσύνη καὶ ἡ φρόνησις καὶ ἡ ἀνδρεία καὶ ἡ σωφροσύνη καὶ τὰ τοιαῦτα ἐν ψυχῇ· τὸ δὲ κάλλος καὶ ἡ εὐεξία καὶ ἡ ὑγίεια καὶ ἡ ἰσχὺς ἐν σώματι· οἱ δὲ φίλοι καὶ ἡ τῆς πατρίδος εὐδαιμονία καὶ ὁ πλοῦτος ἐν τοῖς ἐκτός.

81 Τῶν ἀγαθῶν ἄρα τρία εἴδη ἐστί· τὰ μὲν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός. Τῆς φιλίας τρία εἴδη· ἡ μὲν γὰρ αὐτῆς ἐστι φυσική, ἡ δὲ ἑταιρική, ἡ δὲ ξενική· φυσικὴν μὲν οὖν ταύτην λέγομεν ἣν οἱ γονεῖς πρὸς τὰ ἔκγονα ἔχουσι καὶ οἱ συγγενεῖς πρὸς ἀλλήλους· ταύτης δὲ κεκλήρωται καὶ τἆλλα ζῷα. Ἑταιρικὴν δὲ καλοῦμεν τὴν ἀπὸ συνηθείας γινομένην καὶ μηδὲν προσήκουσαν γένει, ἀλλ' οἷον ἡ Πυλάδου πρὸς Ὀρέστην. Ἡ δὲ ξενικὴ φιλία ἡ ἀπὸ συστάσεως καὶ διὰ γραμμάτων γινομένη πρὸς τοὺς ξένους. Τῆς ἄρα φιλίας ἡ μέν ἐστι φυσική, ἡ δὲ ἑταιρική, ἡ δὲ ξενική· προστιθέασι δέ τινες τετάρτην ἐρωτικήν.

82 Τῆς πολιτείας ἐστὶν εἴδη πέντε· τὸ μὲν γὰρ αὐτῆς ἐστι δημοκρατικόν, ἄλλο δὲ ἀριστοκρατικόν, τρίτον δὲ ὀλιγαρχικόν, τέταρτον βασιλικόν, πέμπτον τυραννικόν. Δημοκρατικὸν μὲν οὖν ἐστιν, ἐν αἷς πόλεσι κρατεῖ τὸ πλῆθος καὶ τὰς ἀρχὰς καὶ τοὺς νόμους δι' ἑαυτοῦ αἱρεῖται. Ἀριστοκρατία δέ ἐστιν, ἐν ᾗ μήθ' οἱ πλούσιοι μήθ' οἱ πένητες μήθ' οἱ ἔνδοξοι ἄρχουσιν, ἀλλ' οἱ ἄριστοι τῆς πόλεως προστατοῦσιν. Ὀλιγαρχία δέ ἐστιν, ὅταν ἀπὸ τιμημάτων αἱ ἀρχαὶ αἱρῶνται· ἐλάττους γάρ εἰσιν οἱ πλούσιοι τῶν πενήτων. Τῆς δὲ βασιλείας ἡ μὲν κατὰ νόμον, ἡ δὲ κατὰ γένος ἐστίν. Ἡ μὲν οὖν ἐν Καρχηδόνι κατὰ νόμον· πωλητὴ γάρ ἐστιν.

83 Ἡ δὲ ἐν Λακεδαίμονι καὶ Μακεδονίᾳ κατὰ γένος· ἀπὸ γάρ τινος γένους ποιοῦνται τὴν βασιλείαν. Τυραννὶς δέ ἐστιν, ἐν ᾗ παρακρουσθέντες ἢ βιασθέντες ὑπό τινος ἄρχονται. Τῆς ἄρα πολιτείας ἡ μέν ἐστι δημοκρατία, ἡ δὲ ἀριστοκρατία, ἡ δὲ ὀλιγαρχία, ἡ δὲ βασιλεία, ἡ δὲ τυραννίς. Τῆς δὲ δικαιοσύνης ἐστὶν εἴδη τρία· ἡ μὲν γὰρ αὐτῆς ἐστι περὶ θεούς, ἡ δὲ περὶ ἀνθρώπους, ἡ δὲ περὶ τοὺς ἀποιχομένους. Οἱ μὲν γὰρ θύοντες κατὰ νόμους καὶ τῶν ἱερῶν ἐπιμελούμενοι δηλονότι περὶ θεοὺς εὐσεβοῦσιν· οἱ δὲ δάνεια ἀποδίδοντες καὶ παραθήκας δικαιοπραγοῦσι περὶ ἀνθρώπους· οἱ δὲ τῶν μνημείων ἐπιμελούμενοι δηλονότι περὶ τοὺς ἀποιχομένους. Τῆς ἄρα δικαιοσύνης ἡ μὲν πρὸς θεούς ἐστιν, ἡ δὲ πρὸς ἀνθρώπους, ἡ δὲ περὶ τοὺς ἀποιχομένους.

84 Τῆς ἐπιστήμης εἴδη ἐστὶ τρία· τὸ μὲν γάρ ἐστι πρακτικόν, τὸ δὲ ποιητικόν, τὸ δὲ θεωρητικόν. Ἡ μὲν οἰκοδομικὴ καὶ ναυπηγικὴ ποιητικαί εἰσιν· ἔστι γὰρ αὐτῶν ἰδεῖν ἔργον πεποιημένον. Πολιτικὴ δὲ καὶ αὐλητικὴ καὶ κιθαριστικὴ καὶ αἱ τοιαῦται πρακτικαί· οὐ γάρ ἐστιν οὐδὲν ἰδεῖν † θετον αὐτῶν πεποιημένον, ἀλλὰ πράττουσί τι· ὁ μὲν γὰρ αὐλεῖ καὶ κιθαρίζει, ὁ δὲ πολιτεύεται. Ἡ δὲ γεωμετρικὴ καὶ ἁρμονικὴ καὶ ἀστρολογικὴ θεωρητικαί· οὔτε γὰρ πράττουσιν οὔτε ποιοῦσιν οὐδέν· ἀλλ' ὁ μὲν γεωμέτρης θεωρεῖ πῶς πρὸς ἀλλήλας ἔχουσιν αἱ γραμμαί, ὁ δ' ἁρμονικὸς τοὺς φθόγγους, ὁ δ' ἀστρολογικὸς τὰ ἄστρα καὶ τὸν κόσμον. Τῶν ἄρα ἐπιστημῶν αἱ μέν εἰσι θεωρητικαί, αἱ δὲ πρακτικαί, αἱ δὲ ποιητικαί.

85 Τῆς ἰατρικῆς ἐστιν εἴδη πέντε· ἡ μὲν φαρμακευτική, ἡ δὲ χειρουργική, ἡ δὲ διαιτητική, ἡ δὲ νοσογνωμονική, ἡ δὲ βοηθητική. Ἡ μὲν φαρμακευτικὴ διὰ φαρμάκων ἰᾶται τὰς ἀρρωστίας, ἡ δὲ χειρουργικὴ διὰ τοῦ τέμνειν καὶ καίειν ὑγιάζει, ἡ δὲ διαιτητικὴ διὰ τοῦ διαιτᾶν ἀπαλλάττει τὰς ἀρρωστίας, ἡ δὲ νοσογνωμονικὴ διὰ τοῦ γνῶναι τὸ ἀρρώστημα, ἡ δὲ βοηθητικὴ διὰ τοῦ βοηθῆσαι εἰς τὸ παραχρῆμα ἀπαλλάττει τῆς ἀλγηδόνος. Τῆς ἄρα ἰατρικῆς ἡ μέν ἐστι φαρμακευτική, ἡ δὲ χειρουργική, ἡ δὲ διαιτητική, ἡ δὲ βοηθητική, ἡ δὲ νοσογνωμονική.

86 Νόμου διαιρέσεις δύο· ὁ μὲν γὰρ αὐτοῦ γεγραμμένος, ὁ δὲ ἄγραφος. ᾯ μὲν ἐν ταῖς πόλεσι πολιτευόμεθα, γεγραμμένος ἐστίν. Ὁ δὲ κατὰ ἔθη γινόμενος οὗτος ἄγραφος καλεῖται· οἷον τὸ μὴ γυμνὸν πορεύεσθαι εἰς τὴν ἀγορὰν μηδὲ γυναικεῖον ἱμάτιον περιβάλλεσθαι. Ταῦτα γὰρ οὐδεὶς νόμος κωλύει, ἀλλ' ὅμως οὐ πράττομεν διὰ τὸ ἀγράφῳ νόμῳ κωλύεσθαι. Τοῦ ἄρα νόμου ἐστὶν ὁ μὲν γεγραμμένος, ὁ δὲ ἄγραφος. Ὁ λόγος διαιρεῖται εἰς πέντε, ὧν εἷς μέν ἐστιν ὃν οἱ πολιτευόμενοι λέγουσιν ἐν ταῖς ἐκκλησίαις, ὃς καλεῖται πολιτικός.

87 Ἑτέρα δὲ διαίρεσις λόγου, ὃν οἱ ῥήτορες γράφουσιν † εἰς ἐπίδειξιν προφέρουσιν εἰς ἐγκώμια καὶ ψόγους καὶ κατηγορίας· τὸ δὴ τοιοῦτον εἶδός ἐστι ῥητορικόν. Τρίτη δὲ διαίρεσις λόγου, ὃν οἱ ἰδιῶται διαλέγονται πρὸς ἀλλήλους· οὗτος δὴ ὁ τρόπος προσαγορεύεται ἰδιωτικός. Ἑτέρα δὲ διαίρεσις λόγου, ὃν οἱ κατὰ βραχὺ ἐρωτῶντες καὶ ἀποκρινόμενοι τοῖς ἐρωτῶσιν· οὗτος δὲ καλεῖται ὁ λόγος διαλεκτικός. Πέμπτη δὲ διαίρεσις λόγου, ὃν οἱ τεχνῖται περὶ τῆς ἑαυτῶν διαλέγονται τέχνης· ὃς δὴ καλεῖται τεχνικός. Τοῦ λόγου ἄρα τὸ μέν ἐστι πολιτικόν, τὸ δὲ ῥητορικόν, τὸ δὲ ἰδιωτικόν, τὸ δὲ διαλεκτικόν, τὸ δὲ τεχνικόν.

88 Ἡ μουσικὴ εἰς τρία διαιρεῖται· ἔστι γὰρ ἡ μὲν διὰ τοῦ στόματος μόνον, οἷον ἡ ᾠδή· δεύτερον δὲ διὰ τοῦ στόματος καὶ τῶν χειρῶν, οἷον ἡ κιθαρῳδία· τρίτον ἀπὸ τῶν χειρῶν μόνον, οἷον κιθαριστική. Τῆς ἄρα μουσικῆς ἐστι τὸ μὲν ἀπὸ τοῦ στόματος μόνον, τὸ δ' ἀπὸ τοῦ στόματος καὶ τῶν χειρῶν, τὸ δ' ἀπὸ τῶν χειρῶν. Διαιρεῖται δὲ ἡ εὐγένεια εἰς εἴδη τέτταρα. Ἓν μέν, ἐὰν ὦσιν οἱ πρόγονοι καλοὶ κἀγαθοὶ καὶ δίκαιοι, τοὺς ἐκ τούτων γεγεννημένους εὐγενεῖς φασιν εἶναι. Ἄλλο δέ, ἂν ὦσιν οἱ πρόγονοι δεδυναστευκότες καὶ ἄρχοντες γεγενημένοι, τοὺς ἐκ τούτων εὐγενεῖς φασιν εἶναι. Ἄλλο δέ, ἂν ὦσιν οἱ πρόγονοι ὀνομαστοί, οἷον ἀπὸ στρατηγίας, ἀπὸ στεφανιτῶν ἀγώνων· καὶ γὰρ τοὺς ἐκ τούτων γεγεννημένους εὐγενεῖς προσαγορεύομεν.

89 Ἄλλο εἶδος, ἐὰν αὐτός τις ᾖ γεννάδας τὴν ψυχὴν καὶ μεγαλόψυχος· καὶ τοῦτον εὐγενῆ φασι· καὶ τῆς γε εὐγενείας αὕτη κρατίστη. Τῆς ἄρα εὐγενείας τὸ μὲν ἀπὸ προγόνων ἐπιεικῶν, τὸ δὲ δυναστῶν, τὸ δὲ ἐνδόξων, τὸ δ' ἀπὸ τῆς αὐτοῦ καλοκαγαθίας. Τὸ κάλλος διαιρεῖται εἰς τρία· ἓν μὲν γὰρ αὐτοῦ ἐστιν ἐπαινετόν, οἷον ἡ διὰ τῆς ὄψεως εὐμορφία· ἄλλο δὲ χρηστικόν, οἷον ὄργανον καὶ οἰκία καὶ τὰ τοιαῦτα πρὸς χρῆσίν ἐστι καλά· τὸ δὲ πρὸς νόμους καὶ ἐπιτηδεύματα καὶ τὰ τοιαῦτα, <ἃ> πρὸς ὠφέλειάν ἐστι καλά. Τοῦ ἄρα κάλλους τὸ μέν ἐστι πρὸς ἔπαινον, τὸ δὲ πρὸς χρῆσιν, τὸ δὲ πρὸς ὠφέλειαν.

90 Ἡ ψυχὴ διαιρεῖται εἰς τρία· τὸ μὲν γὰρ αὐτῆς ἐστι λογιστικόν, τὸ δὲ ἐπιθυμητικόν, τὸ δὲ θυμικόν. Τούτων δὲ τὸ μὲν λογιστικόν ἐστιν αἴτιον τοῦ βουλεύεσθαί τε καὶ λογίζεσθαι καὶ διανοεῖσθαι καὶ πάντων τῶν τοιούτων· τὸ δ' ἐπιθυμητικὸν μέρος ἐστὶ τῆς ψυχῆς αἴτιον τοῦ ἐπιθυμεῖν φαγεῖν καὶ τοῦ πλησιάσαι καὶ τῶν τοιούτων πάντων. Τὸ δὲ θυμικὸν μέρος αἴτιόν ἐστι τοῦ θαρρεῖν καὶ ἥδεσθαι καὶ λυπεῖσθαι καὶ ὀργίζεσθαι. Τῆς ἄρα ψυχῆς ἐστι τὸ μὲν λογιστικόν, τὸ δὲ ἐπιθυμητικόν, τὸ δὲ θυμικόν.


91 Τῆς τελείας ἀρετῆς εἴδη τέτταρα· ἓν μὲν φρόνησις, ἓν δὲ δικαιοσύνη, ἄλλο δ' ἀνδρεία, τέταρτον σωφροσύνη. Τούτων ἡ μὲν φρόνησις αἰτία τοῦ πράττειν ὀρθῶς τὰ πράγματα· ἡ δὲ δικαιοσύνη τοῦ ἐν ταῖς κοινωνίαις καὶ τοῖς συναλλάγμασι δικαιοπραγεῖν· ἡ δὲ ἀνδρεία τοῦ ἐν τοῖς κινδύνοις καὶ φοβεροῖς μὴ ἐξίστασθαι ποιεῖν ἀλλὰ μένειν· ἡ δὲ σωφροσύνη τοῦ κρατεῖν τῶν ἐπιθυμιῶν καὶ ὑπὸ μηδεμιᾶς ἡδονῆς δουλοῦσθαι ἀλλὰ κοσμίως ζῆν. Τῆς ἀρετῆς ἄρα τὸ μέν ἐστι φρόνησις, ἄλλο δικαιοσύνη, τρίτον ἀνδρεία, τέταρτον σωφροσύνη. Ἡ ἀρχὴ διαιρεῖται εἰς μέρη πέντε· ἓν μὲν εἰς τὸ κατὰ νόμον, ἓν δὲ εἰς τὸ κατὰ φύσιν, ἓν δὲ εἰς τὸ κατὰ ἔθος, τέταρτον εἰς τὸ κατὰ γένος, πέμπτον δὲ κατὰ βίαν.


92 Οἱ μὲν οὖν ἐν ταῖς πόλεσιν ἄρχοντες ὑπὸ τῶν πολιτῶν ἐπὰν αἱρεθῶσι κατὰ νόμον ἄρχουσιν· οἱ δὲ κατὰ φύσιν, οἱ ἄρρενες, οὐ μόνον ἐν τοῖς ἀνθρώποις, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ζῴοις· ἐπὶ πολὺ γὰρ πανταχοῦ τὰ ἄρρενα τῶν θηλειῶν ἄρχει. Ἡ δὲ τοῦ κατὰ ἔθος ἀρχὴ τοιαύτη ἐστίν, οἵαν οἱ παιδαγωγοὶ τῶν παίδων ἄρχουσι καὶ οἱ διδάσκαλοι τῶν φοιτών - των. Κατὰ γένος δὲ ἀρχὴ τοιαύτη τις λέγεται, οἵαν οἱ Λακεδαιμόνιοι βασιλεῖς ἄρχουσιν· ἀπὸ γὰρ γένους τινὸς ἡ βασιλεία. Καὶ ἐν Μακεδονίᾳ δὲ τὸν αὐτὸν τρόπον ἄρχουσι· καὶ γὰρ ἐκεῖ ἀπὸ γένους ἡ βασιλεία καθίσταται. Οἱ δὲ βιασάμενοι ἢ παρακρουσά - μενοι ἄρχουσιν ἀκόντων τῶν πολιτῶν· ἡ τοιαύτη ἀρχὴ κατὰ βίαν λέγεται εἶναι. Τῆς ἀρχῆς ἄρα ἐστὶ τὸ μὲν κατὰ νόμον, τὸ δὲ κατὰ φύσιν, τὸ δὲ κατὰ ἔθος, τὸ δὲ κατὰ γένος, τὸ δὲ κατὰ βίαν.

93 Τῆς ῥητορείας εἴδη ἐστὶν ἕξ· ὅταν μὲν γὰρ κελεύωσι πολεμεῖν ἢ συμμαχεῖν πρός τινα, καλεῖται τὸ τοιοῦτον εἶδος προτροπή. Ὅταν δ' ἀξιῶσι μὴ πολεμεῖν μηδὲ συμμαχεῖν, ἀλλ' ἡσυχίαν ἄγειν, τὸ τοιοῦτον εἶδός ἐστιν ἀποτροπή. Τρίτον εἶδος τῆς ῥητορείας, ὅταν τις φάσκῃ ἀδικεῖσθαι ὑπό τινος καὶ πολλῶν κακῶν αἴτιον ἀποφαίνῃ· τὸ δὴ τοιοῦτον εἶδος κατηγορία ὀνομάζεται. Τέταρτον εἶδος τῆς ῥητορείας [ἀπολογία καλεῖται], ὅταν ἀποφαίνῃ αὑτὸν μηθὲν ἀδικοῦντα μήτε ἄλλο ἄτοπον μηθὲν πράττοντα· τὸ δὲ τοιοῦτον ἀπολογίαν καλοῦσι.

94 Πέμπτον εἶδος ῥητορείας· ὅταν τις εὖ λέγῃ καὶ ἀποφαίνῃ καλὸν κἀγαθόν· τὸ δὴ τοιοῦτον εἶδος καλεῖται ἐγκώμιον. Ἕκτον εἶδος, ὅταν τις ἀποφαίνῃ φαῦλον· τὸ δὲ τοιοῦτον εἶδος καλεῖται ψόγος. Τῆς ἄρα ῥητορείας ἐστὶ τὸ μὲν ἐγκώμιον, τὸ δὲ ψόγος, τὸ δὲ προτροπή, τὸ δὲ ἀποτροπή, τὸ δὲ κατηγορία, τὸ δὲ ἀπολογία. Τὸ ὀρθῶς λέγειν διαιρεῖται εἰς τέτταρα· ἓν μὲν ἃ δεῖ λέγειν, ἓν δὲ ὅσα δεῖ λέγειν, τρίτον πρὸς οὓς δεῖ λέγειν, τέταρτον δὲ πηνίκα λέγειν δεῖ. Ἃ μὲν οὖν δεῖ λέγειν, ἃ μέλλει συμφέρειν τῷ λέγοντι καὶ τῷ ἀκούοντι· τὸ δὲ ὅσα δεῖ λέγειν, μὴ πλείω μηδὲ ἐλάττω τῶν ἱκανῶν.

95 Τὸ δὲ πρὸς οὓς δεῖ λέγειν, ἄν τε πρὸς πρεσβυτέρους [ἁμαρτάνοντας] διαλέγῃ, ἁρμόττοντας δεῖ τοὺς λόγους διαλέγεσθαι ὡς πρεσβυτέροις· ἄν τε πρὸς νεωτέρους, ἁρμόττοντας δεῖ λέγεσθαι ὡς νεωτέροις. Πηνίκα δὲ λέγειν ἐστί, μήτε προτέρω μήτε ὑστέρω· εἰ δὲ μή, διαμαρτήσεσθαι καὶ οὐκ ὀρθῶς ἐρεῖν. Ἡ εὐεργεσία διαιρεῖται εἰς τέτταρα· ἢ γὰρ χρήμασιν ἢ σώμασιν ἢ ταῖς ἐπιστήμαις ἢ τοῖς λόγοις. Τοῖς μὲν οὖν χρήμασιν, ὅταν δεομένῳ παραβοηθήσῃ τις εἰς χρημάτων λόγον εὐπορῆσαι· τοῖς δὲ σώμασιν εὖ ποιοῦσιν ἀλλήλους, ὅταν παραγενόμενοι τυπτομένοις παραβοηθῶσιν·

96 οἱ δὲ παιδεύοντες καὶ ἰατρεύοντες καὶ διδάσκοντες ἀγαθόν τι, οὗτοι δὴ ταῖς ἐπιστήμαις εὐεργετοῦσιν· ὅταν δ' εἰσέλθωσιν εἰς δικαστήριον ἄλλος ὑπὲρ ἄλλου βοηθὸς καὶ λόγον τινὰ ἐπιεικῆ ὑπὲρ αὐτοῦ εἴπῃ, οὗτος δὴ λόγῳ εὐεργετεῖ. Τῆς ἄρα εὐεργεσίας ἡ μέν ἐστι διὰ χρημάτων, ἡ δὲ διὰ σωμάτων, ἡ δὲ διὰ ἐπιστημῶν, τετάρτη διὰ λόγων. Διαιρεῖται τὸ τέλος τῶν πραγμάτων εἰς τέτταρα εἴδη· ἓν μὲν κατὰ νόμον τέλος τὰ πράγματα λαμβάνει, ὅταν ψήφισμα γένηται καὶ τοῦθ' ὁ νόμος τελέσῃ· κατὰ φύσιν δὲ τέλος τὰ πράγματα λαμβάνει, ἥ τε ἡμέρα καὶ ὁ ἐνιαυτὸς καὶ αἱ ὧραι. Κατὰ τέχνην δὲ τέλος τὰ πράγματα λαμβάνει, οἷον ἡ οἰκοδομική· οἰκίαν γάρ τις ἐπιτελεῖ· καὶ ἡ ναυπηγική· πλοῖα γάρ.

97 Κατὰ τύχην δὲ γίνεται τοῖς πράγμασι τέλος, ὅταν ἄλλως καὶ μὴ ὡς ὑπολαμβάνει τις ἀποβαίνῃ. Τοῦ τέλους ἄρα τῶν πραγμάτων τὸ μὲν κατὰ νόμον, τὸ δὲ κατὰ φύσιν, τὸ δὲ κατὰ τέχνην, τὸ δὲ κατὰ τύχην ἐστίν. Ἡ δύναμις διαιρεῖται εἰς τέτταρα εἴδη· ἓν μὲν ὃ δυνάμεθα τῇ διανοίᾳ, λογίζεσθαι καὶ ὑπονοεῖν· ἕτερον δὲ τῷ σώματι, οἷον πορεύεσθαι καὶ διδόναι καὶ λαμβάνειν καὶ τὰ τοιαῦτα· τρίτον ὃ δυνάμεθα πλήθει στρατιωτῶν καὶ χρημάτων, ὅθεν καλεῖται πολλὴν δύναμιν ἔχων βασιλεύς· τετάρτη δὲ διαίρεσις δυνάμεως πάσχειν καὶ εὖ ποιεῖν καὶ κακῶς· οἷον ἀρρωστεῖν καὶ παιδεύεσθαι δυνάμεθα καὶ ὑγιεῖς γίνεσθαι καὶ πάντα τὰ τοιαῦτα. Τῆς ἄρα δυνάμεως ἡ μέν ἐστιν ἐν διανοίᾳ, ἡ δ' ἐν τῷ σώματι, ἡ δ' ἐν στρατοπέδῳ καὶ χρήμασιν, ἡ δ' ἐν τῷ ποιεῖν καὶ πάσχειν.

98 Τῆς φιλανθρωπίας ἐστὶν εἴδη τρία· ἓν μὲν διὰ τῆς προσηγορίας γινόμενον, οἷον ἐν οἷς τινες τὸν ἐντυχόντα πάντα προσαγορεύουσι καὶ τὴν δεξιὰν ἐμβάλλοντες χαιρετίζουσιν. Ἄλλο εἶδος, ὅταν τις βοηθητικὸς ᾖ παντὶ τῷ ἀτυχοῦντι. Ἕτερον εἶδός ἐστι τῆς φιλανθρωπίας ἐν ᾧ τινες φιλοδειπνισταί εἰσι. Τῆς ἄρα φιλανθρωπίας τὸ μέν ἐστι διὰ τοῦ προσαγορεύειν, τὸ δὲ διὰ τοῦ εὐεργετεῖν, τὸ δὲ διὰ τοῦ ἑστιᾶν καὶ φιλοσυνουσιάζειν. Ἡ εὐδαιμονία διαιρεῖται εἰς πέντε μέρη· ἡ μὲν γὰρ αὐτῆς ἐστιν εὐβουλία, ἕτερον δὲ εὐαισθησία καὶ ὑγίεια τοῦ σώματος, τρίτον εὐτυχία ἐν ταῖς πράξεσι, τέταρτον εὐδοξία παρὰ τοῖς ἀνθρώποις, πέμπτον εὐπορία χρημάτων καὶ τῶν εἰς τὸν βίον χρησίμων.

99 Ἡ μὲν εὐβουλία γίνεται ἐκ παιδείας καὶ ἐκ τοῦ πολλῶν ἔμπειρον γενέσθαι· ἡ δὲ εὐαισθησία ἐκ τῶν τοῦ σώματος μερῶν, οἷον ἐάν τις ὀφθαλμοῖς ὁρᾷ καὶ τοῖς ὠσὶν ἀκούῃ καὶ τῇ ῥινὶ καὶ τῷ στόματι αἰσθάνηται ὧν δεῖ αἰσθάνεσθαι· τὸ δὴ τοιοῦτον εὐαισθησία. Ἡ δὲ εὐτυχία, ὅταν ἐφ' ἃ σκοπεῖ πράξῃ κατ' ὀρθὸν ἃ δεῖ πράττειν τὸν σπουδαῖον. Εὐδοξία δ' ἐστὶν ὅταν τις εὖ ἀκούῃ· εὐπορία δ' ἐστὶν ὅταν τις πρὸς τὰς ἐν τῷ βίῳ χρήσεις οὕτως ἔχῃ ὥστε καὶ φίλους εὖ ποιῆσαι καὶ φιλοτίμως καὶ εὐπόρως ἀπολειτουργῆσαι. ᾯ δὲ ὑπάρχει ταῦτα πάντα, οὗτός ἐστιν εὐδαίμων τελέως. Τῆς ἄρα εὐδαιμονίας ἐστὶ τὸ μὲν εὐβουλία, τὸ δὲ εὐαισθησία καὶ ὑγίεια τοῦ σώματος, τὸ δὲ εὐτυχία, τὸ δὲ εὐδοξία, τὸ δὲ εὐπορία.

100 Αἱ τέχναι εἰς τρία διαιροῦνται· ἡ μὲν πρώτη, ἡ δὲ δευτέρα, ἡ δὲ τρίτη. Πρώτη μὲν οὖν ἡ μεταλλευτικὴ καὶ ὑλοτομική· παρασκευαστικαὶ γάρ εἰσιν. Ἡ δὲ χαλκευτικὴ καὶ ἡ τεκτονικὴ μετασχηματιστικαί εἰσιν· ἐκ μὲν γὰρ τοῦ σιδήρου ἡ χαλκευτικὴ ὅπλα ποιεῖ, ἡ δὲ τεκτονικὴ ἐκ τῶν ξύλων αὐλοὺς καὶ λύρας. Ἡ δὲ χρηστική, οἷον ἱππικὴ τοῖς χαλινοῖς χρῆται, ἡ πολεμικὴ τοῖς ὅπλοις, ἡ μουσικὴ τοῖς αὐλοῖς καὶ τῇ λύρᾳ. Τῆς τέχνης ἄρα τρία εἴδη ἐστί· τὸ μέν τι πρῶτον, τὸ δέ τι δεύτερον, τὸ δέ τι τρίτον.

101 Τὸ ἀγαθὸν εἰς τέτταρα γένη διαιρεῖται· ὧν ἓν μὲν λέγομεν εἶναι τὸν τὴν ἀρετὴν ἔχοντα ἰδίᾳ ἀγαθόν· ἄλλο δὲ αὐτὴν τὴν ἀρετὴν καὶ τὴν δικαιοσύνην λέγομεν ἀγαθὸν εἶναι· τρίτον δέ, οἷον σιτία καὶ γυμνάσια τὰ πρόσφορα καὶ φάρμακα· τέταρτον δέ φαμεν εἶναι ἀγαθόν, οἷον αὐλητικὴν καὶ ὑποκριτικὴν καὶ τὰ τοιαῦτα. Ἀγαθοῦ ἄρα τέτταρα εἴδη ἐστί. Τὸ μὲν τὸ τὴν ἀρετὴν ἔχειν, ἕτερον δὲ αὐτὴ ἡ ἀρετή, τρίτον δὲ σιτία καὶ γυμνάσια τὰ ὠφέλιμα· τέταρτον δὲ αὐλητικὴν καὶ ὑποκριτικὴν καὶ ποιητικὴν ἀγαθὸν λέγομεν εἶναι.

102 Τῶν ὄντων τὰ μέν ἐστι κακά, τὰ δὲ ἀγαθά, τὰ δὲ οὐδέτερα. Τούτων κακὰ μὲν ταῦτα λέγομεν, τὰ δυνάμενα βλάπτειν ἀεί, οἷον ἀκρισίαν καὶ ἀφροσύνην καὶ ἀδικίαν καὶ τὰ τοιαῦτα· τὰ δὲ τούτοις ἐναντία ἀγαθά ἐστι. Τὰ δὲ ἐνίοτε μὲν ὠφελεῖν, ἐνίοτε δὲ βλάπτειν - οἷον τὸ περιπατεῖν καὶ τὸ καθῆσθαι καὶ ἐσθίειν - <ἢ> ὅλως μήτε ὠφελῆσαι μήτε βλάψαι δυνάμενα, ταῦτα γοῦν οὔτε ἀγαθὰ οὔτε κακά ἐστι. Τῶν ἄρα ὄντων τὰ μὲν ἀγαθά, τὰ δὲ κακά, τὰ δ' οὐδέτερα τούτων.

103 Εὐνομία διαιρεῖται εἰς τρία· ἓν μέν, ἐὰν ὦσιν οἱ νόμοι σπουδαῖοι, εὐνομίαν φαμὲν εἶναι· ἕτερον δέ, ἐὰν τοῖς κειμένοις νόμοις ἐμμένωσιν οἱ πολῖται, καὶ τοῦτό φαμεν εὐνομίαν εἶναι· τρίτον δέ, ἐὰν μὴ ὄντων [τῶν] νόμων κατὰ ἔθη καὶ ἐπιτηδεύματα χρηστῶς πολιτεύωνται, καὶ τοῦτο εὐνομίαν προσαγορεύομεν· τῆς εὐνομίας ἄρα ἓν μέν ἐστι νόμους σπουδαίους εἶναι· ἄλλο δέ, ἐὰν τοῖς οὖσι νόμοις ἐμμένωσι· τρίτον δέ, ἐὰν ἔθεσι καὶ ἐπιτηδεύμασι χρηστοῖς πολιτεύωνται.

104 Διαιρεῖται ἡ ἀνομία εἰς τρία· ὧν ἓν μέν ἐστιν, ἐὰν ὦσιν οἱ νόμοι μοχθηροὶ καὶ πρὸς ξένους καὶ πρὸς πολίτας· ἕτερον δέ, ἐὰν τοῖς ὑπάρχουσι μὴ πείθωνται· ἄλλο δέ, ἐὰν ὅλως μηδεὶς ᾖ νόμος. Τῆς ἄρα ἀνομίας ἓν μέν ἐστι τὸ μοχθηροὺς εἶναι τοὺς νόμους· ἄλλο δέ, ἐὰν τοῖς οὖσι μὴ πείθωνται· τρίτον δέ, ἐὰν μηδεὶς ᾖ νόμος. Τὰ ἐναντία διαιρεῖται εἰς τρία· οἷον ἀγαθὰ κακοῖς ἐναντία φαμὲν εἶναι, ὡς τὴν δικαιοσύνην τῇ ἀδικίᾳ καὶ τὴν φρόνησιν τῇ ἀφροσύνῃ καὶ τὰ τοιαῦτα. Κακὰ δὲ κακοῖς ἐναντία ἐστίν, οἷον ἡ ἀσωτία τῇ ἀνελευθερίᾳ καὶ τὸ ἀδίκως στρεβλοῦσθαι τῷ δικαίως στρεβλοῦσθαι· καὶ τὰ τοιαῦτα κακὰ κακοῖς ἐναντία ἐστίν. Τὸ δὲ βαρὺ τῷ κούφῳ καὶ τὸ ταχὺ τῷ βραδεῖ καὶ τὸ μέλαν τῷ λευκῷ ὡς οὐδέτερα οὐδετέροις ἐναντία ἐστίν.

105 Τῶν ἐναντίων ἄρα τὰ μὲν ὡς ἀγαθὰ κακοῖς ἐναντία ἐστί· τὰ δὲ ὡς κακὰ κακοῖς· τὰ δὲ ὡς οὐδετέροις οὐδέτερα. Τῶν ἀγαθῶν γένη ἐστὶ τρία· τὰ μὲν γάρ ἐστιν ἑκτά, τὰ δὲ μεθεκτά, τὰ δὲ ὑπαρκτά. Τὰ μὲν οὖν ἑκτά ἐστιν, ὅσα ἐνδέχεται ἔχειν, οἷον ἡ δικαιοσύνη καὶ ἡ ὑγίεια· μεθεκτὰ δέ, ὅσα ἔχειν μὲν μὴ ἐνδέχηται, μετασχεῖν δὲ αὐτῶν ἐνδέχεται, οἷον αὐτὸ τὸ ἀγαθὸν ἔχειν μὲν οὐκ ἐνδέχεται, μετασχεῖν δὲ αὐτοῦ ἐνδέχεται. Ὑπαρκτὰ δέ, ὅσα μήτε μετασχεῖν μήτε σχεῖν ἐνδέχεται, ὑπάρχειν δὲ δεῖ· οἷον τὸ σπουδαῖον εἶναι <καὶ> τὸ δίκαιον εἶναι ἀγαθόν ἐστι· καὶ ταῦτα οὔτε σχεῖν οὔτε μετασχεῖν ἐστιν, ἀλλ' ὑπάρχειν δεῖ [σπουδαῖον εἶναι καὶ δίκαιον εἶναι]. Τῶν ἀγαθῶν ἄρα τὰ μέν ἐστιν ἑκτά, τὰ δὲ μεθεκτά, τὰ δὲ ὑπαρκτά.

106 Ἡ συμβουλία διαιρεῖται εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐκ τῶν παροιχομένων χρόνων λαμβανόμενον, ἓν δὲ ἐκ τῶν μελλόντων, ἓν δὲ ἐκ τῶν ἐνεστώτων. Τὰ μὲν οὖν ἐκ τῶν παροιχομένων παραδείγματα, οἷον τί ἔπαθον Λακεδαιμόνιοι πιστεύσαντες· τὰ δ' ἐκ τῶν παρόντων, οἷον ἀποφαίνειν τείχη ἀσθενῆ, δειλοὺς ἀνθρώπους, σῖτον ὀλίγον· τὰ δ' ἐκ τῶν μελλόντων, οἷον ταῖς ὑπονοίαις μὴ ἀδικεῖν τὰς πρεσβείας, ὅπως μὴ ἄδοξος ἡ Ἑλλὰς γένηται. Τῆς ἄρα συμβουλίας τὰ μέν ἐστιν ἐκ τῶν παροιχομένων, τὰ δ' ἐκ τῶν παρόντων, τὰ δ' ἐκ τῶν μελλόντων.

107 Ἡ φωνὴ διαιρεῖται εἰς δύο· ἓν μὲν αὐτῆς ἐστιν ἔμψυχον, ἓν δὲ ἄψυχον. Ἔμψυχον μὲν ἡ τῶν ζῴων φωνή, ἄψυχον δὲ φθόγγοι καὶ ἦχοι. Τῆς τοῦ ἐμψύχου φωνῆς ἡ μέν ἐστιν ἐγγράμματος, ἡ δὲ ἀγράμματος. Ἐγγράμματος μὲν ἡ τῶν ἀνθρώπων, ἀγράμματος δὲ ἡ τῶν ζῴων. Τῆς ἄρα φωνῆς ἡ μὲν ἔμψυχος, ἡ δὲ ἄψυχος. Τῶν ὄντων ἐστὶ τὰ μὲν μεριστά, τὰ δὲ ἀμέριστα. Τούτων δὲ τῶν μεριστῶν τὰ μὲν ὁμοιομερῆ, τὰ δὲ ἀνομοιομερῆ. Ἀμερῆ μὲν οὖν ἐστιν ὅσα μὴ ἔχει διαίρεσιν μηδὲ ἔκ τινος σύγκειται, οἷον ἥ τε μονὰς καὶ ἡ στιγμὴ καὶ ὁ φθόγγος· μεριστὰ δὲ ὅσα ἔκ τινος σύγκειται, οἷον αἵ τε συλλαβαὶ καὶ συμφωνίαι καὶ ζῷα καὶ ὕδωρ καὶ χρυσός.

108 Ὁμοιομερῆ ὅσα ἐξ ὁμοίων σύγκειται καὶ μηδὲν διαφέρει τὸ ὅλον τοῦ μέρους εἰ μὴ τῷ πλήθει, οἷον τὸ ὕδωρ καὶ τὸ χρυσίον καὶ πᾶν τὸ χυτὸν καὶ τὸ τοιοῦτον. Ἀνομοιομερῆ δὲ ὅσα ἐξ ἀνομοίων μερῶν σύγκειται, οἷον οἰκία καὶ τὰ τοιαῦτα. Τῶν ὄντων ἄρα τὰ μέν ἐστι μεριστά, τὰ δὲ ἀμερῆ· τῶν δὲ μεριστῶν τὰ μὲν ὁμοιομερῆ, τὰ δὲ ἀνομοιομερῆ. Τῶν ὄντων τὰ μέν ἐστι καθ' ἑαυτά, τὰ δὲ πρός τι λέγεται. Τὰ μὲν οὖν καθ' ἑαυτὰ λεγόμενά ἐστιν ὅσα ἐν τῇ ἑρμηνείᾳ μηδενὸς προσδεῖται· ταῦτα δ' ἂν εἴη οἷον ἄνθρωπος, ἵππος καὶ τἆλλα ζῷα.

109 Τούτων γὰρ οὐδὲν δι' ἑρμηνείας χωρεῖ. Τῶν δὲ πρός τι λεγομένων ὅσα προσδεῖταί τινος ἑρμηνείας, οἷον τὸ μεῖζόν τινος καὶ τὸ θᾶττόν τινος καὶ τὸ κάλλιον καὶ τὰ τοιαῦτα· τό τε γὰρ μεῖζον ἐλάττονός ἐστι μεῖζον καὶ τὸ θᾶττόν τινός ἐστι <θᾶττον>. Τῶν ὄντων ἄρα τὰ μὲν αὐτὰ καθ' αὑτὰ λέγεται, τὰ δὲ πρός τι. Ὧδε καὶ τὰ πρῶτα διῄρει κατὰ τὸν Ἀριστοτέλην. Γέγονε δὲ καὶ ἄλλος Πλάτων φιλόσοφος Ῥόδιος, μαθητὴς Παναιτίου, καθά φησι Σέλευκος ὁ γραμματικὸς ἐν πρώτῳ Περὶ φιλοσοφίας· καὶ ἄλλος, περιπατητικός, μαθητὴς Ἀριστοτέλους· καὶ ἕτερος Πραξιφάνους· καὶ ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητής.