Βίοι Παράλληλοι/Σύγκρισις Φιλοποίμενος και Τίτου
Φιλοποίμενος και Τίτου Σύγκρισις Συγγραφέας: Βίοι Παράλληλοι |
[1] Μεγέθει μὲν οὖν τῶν εἰς τοὺς Ἕλληνας εὐεργεσιῶν οὔτε Φιλοποίμενα Τίτῳ παραβάλλειν οὔτε πάνυ πολλοὺς τῶν Φιλοποίμενος ἀμεινόνων ἀνδρῶν ἄξιόν ἐστι· τοῖς μὲν γὰρ Ἕλλησι πρὸς Ἕλληνας οἱ πόλεμοι, τῷ δ' οὐχ Ἕλληνι καὶ ὑπὲρ Ἑλλήνων· καὶ ὅτε Φιλοποίμην ἀμηχανῶν τοῖς ἑαυτοῦ πολίταις ἀμύνειν πολεμουμένοις εἰς Κρήτην ἀπῆρε, τότε νικήσας Τίτος ἐν μέσῃ τῇ Ἑλλάδι Φίλιππον, ἠλευθέρου καὶ τὰ ἔθνη καὶ <τὰς> πόλεις ἁπάσας. εἰ δέ τις ἐξετάζοι τὰς μάχας ἑκατέρου, πλείους Ἕλληνας Φιλοποίμην Ἀχαιῶν στρατηγῶν ἢ Μακεδόνας Τίτος Ἕλλησι βοηθῶν ἀνεῖλε. τὰ τοίνυν ἁμαρτήματα τοῦ μὲν φιλοτιμίας, τοῦ δὲ φιλονικίας γέγονε, καὶ πρὸς ὀργὴν ὁ μὲν εὐκίνητος ἦν, ὁ δὲ καὶ δυσπαραίτητος. Τίτος μὲν γὰρ καὶ Φιλίππῳ τὸ ἀξίωμα τῆς βασιλείας ἐφύλαξε, καὶ πρὸς Αἰτωλοὺς εὐγνωμόνησε, Φιλοποίμην δὲ τῆς πατρίδος δι' ὀργὴν ἀφείλετο τὴν περιοικίδα συντέλειαν. ἔτι δ' ὁ μὲν τοῖς εὖ παθοῦσιν ἀεὶ βέβαιος, ὁ δὲ θυμῷ λῦσαι χάριν ἕτοιμος· Λακεδαιμονίων μὲν γὰρ εὐεργέτης πρότερον ὤν, ὕστερον καὶ τὰ τείχη κατέσκαψε, καὶ τὴν χώραν περιέκοψε, καὶ τέλος αὐτὴν μετέβαλε καὶ διέφθειρε τὴν πολιτείαν. ἐδόκει δὲ καὶ τὸν βίον ὀργῇ προέσθαι καὶ φιλονικίᾳ, μὴ κατὰ καιρὸν ἀλλ' ὀξύτερον τοῦ δέοντος εἰς Μεσσήνην ἐπειχθείς, οὐχ ὥσπερ Τίτος πάντα λογισμῷ καὶ πρὸς ἀσφάλειαν στρατηγήσας.
[2]
Ἀλλὰ πλήθει γε πολέμων καὶ τροπαίων ἡ Φιλοποίμενος ἐμπειρία βεβαιοτέρα. τῷ μὲν γὰρ τὰ πρὸς Φίλιππον ἐκρίθη δυοῖν ἀγώνοιν, ὁ δὲ μυρίας μάχας κατορθώσας, οὐδεμίαν ἀμφισβήτησιν τῇ τύχῃ πρὸς τὴν ἐπιστήμην ἀπολέλοιπεν. ἔτι δ' ὁ μὲν τῇ Ῥωμαίων ἀκμὴν ἐχούσῃ δυνάμει χρησάμενος, ὁ δὲ <τῇ> τῆς Ἑλλάδος ἤδη φθινούσης <καὶ> παρακμασάς<ης>, δόξαν ἔσχεν, ὥστε τοῦ μὲν ἴδιον, τοῦ δὲ κοινὸν ἔργον εἶναι τὸ κατορθούμενον· ὁ μὲν γὰρ ἦρχεν ἀγαθῶν, ὁ δ' ἄρχων ἀγαθοὺς ἐποίει. καὶ μὴν τό γε πρὸς Ἕλληνας τούτῳ γενέσθαι τοὺς ἀγῶνας οὐκ εὐτυχῆ μέν, ἰσχυρὰν δὲ τῆς ἀρετῆς ἀπόδειξιν παρεῖχεν· οἷς γὰρ ὅμοια τἆλλα, τῷ προὔχειν ἀρετῇ κρατοῦσι. καὶ γὰρ δὴ πολεμικωτάτοις Ἑλλήνων Κρησὶ καὶ Λακεδαιμονίοις πολεμήσας, τῶν μὲν πανουργοτάτων δόλῳ, τῶν δ' ἀλκιμωτάτων τόλμῃ περιεγένετο. πρὸς δὲ τούτοις Τίτος μὲν ἐξ ὑποκειμένων ἐνίκα, χρώμενος ὁπλισμοῖς καὶ τάξεσιν αἷς παρέλαβε, Φιλοποίμην δ' αὐτὸς ἐπεισενεγκὼν καὶ μεταβαλὼν τὸν περὶ ταῦτα κόσμον, ὥστε τὸ νικητικώτατον ὑφ' οὗ μὲν οὐκ ὂν εὑρῆσθαι, τῷ δ' ὑπάρχον βοηθεῖν. κατὰ χεῖρα τοίνυν Φιλοποίμενος μὲν ἔργα πολλὰ καὶ μεγάλα, θατέρου δ' οὐδέν, ἀλλὰ καὶ Αἰτωλῶν τις αὐτὸν Ἀρχέδημος ἐπέσκωπτεν, ὡς ὅτ' αὐτὸς ἐσπασμένος τὴν μάχαιραν ἔθει δρόμῳ πρὸς τοὺς μαχομένους καὶ [τοὺς] συνεστῶτας τῶν Μακεδόνων, τοῦ Τίτου τὰς χεῖρας εἰς τὸν οὐρανὸν ὑπτίας ἀνατείναντος ἑστῶτος καὶ προσευχομένου.
[3]
Καὶ μὴν Τίτῳ μὲν ἄρχοντι συνέβη καὶ πρεσβεύοντι πάντα πρᾶξαι τὰ καλά, Φιλοποίμην δ' οὐ χείρονα παρέσχεν οὐδ' ἀπρακτότερον ἑαυτὸν ἰδιώτην ἢ στρατηγὸν τοῖς Ἀχαιοῖς. ἰδιώτης μὲν γὰρ ὢν Νάβιν ἐξέβαλεν ἐκ Μεσσήνης καὶ Μεσσηνίους ἠλευθέρωσεν, ἰδιώτης δὲ Διοφάνην τὸν στρατηγὸν καὶ Τίτον ἐπερχομένους ἀπέκλεισε τῆς Σπάρτης καὶ Λακεδαιμονίους διέσωσεν. οὕτως ἡγεμονικὴν φύσιν ἔχων, οὐ κατὰ τοὺς νόμους <μόνον>, ἀλλὰ καὶ τῶν νόμων ἄρχειν ἠπίστατο πρὸς τὸ συμφέρον, οὐ δεόμενος παρὰ τῶν ἀρχομένων λαβεῖν τὸ ἄρχειν, ἀλλὰ χρώμενος αὐτοῖς ὅπου καιρὸς εἴη, τὸν ὑπὲρ αὐτῶν φρονοῦντα μᾶλλον ἢ τὸν ὑπ' αὐτῶν ᾑρημένον ἡγουμένοις στρατηγόν. γενναῖα μὲν οὖν Τίτου τὰ πρὸς τοὺς Ἕλληνας ἐπιεικῆ καὶ φιλάνθρωπα, γενναιότερα δὲ Φιλοποίμενος τὰ πρὸς τοὺς Ῥωμαίους σκληρὰ καὶ φιλελεύθερα· ῥᾷον γὰρ χαρίζεσθαι τοῖς δεομένοις ἢ λυπεῖν ἀντιτείνοντα τοὺς δυνατωτέρους.
Ἐπεὶ δ' οὕτως ἐξεταζομένων δυσθεώρητος ἡ διαφορά, σκόπει μὴ τῷ μὲν Ἕλληνι τὸν ἐμπειρίας πολεμικῆς καὶ στρατηγίας στέφανον, τῷ δὲ Ῥωμαίῳ τὸν δικαιοσύνης καὶ χρηστότητος ἀποδιδόντες, οὐ φαύλως διαιτᾶν δόξομεν.