Μετάβαση στο περιεχόμενο

Βίοι Παράλληλοι/Κράσσος

Από Βικιθήκη



Πλούταρχος

Κράσσος



[1]
[1.1] Μᾶρκος δὲ Κράσσος ἦν τιμητικοῦ καὶ θριαμβικοῦ πατρός, ἐτράφη δ' ἐν οἰκίᾳ μικρᾷ μετὰ δυοῖν ἀδελφῶν, [1.2] καὶ τοῖς ἀδελφοῖς αὐτοῦ γυναῖκες ἦσαν ἔτι τῶν γονέων ζώντων, καὶ πάντες ἐπὶ τὴν αὐτὴν ἐφοίτων τράπεζαν, ὅθεν οὐχ ἥκιστα δοκεῖ καὶ διὰ τοῦτο σώφρων καὶ μέτριος [1.3] γενέσθαι περὶ τὴν δίαιταν. ἀποθανόντος δὲ τοῦ ἑτέρου τῶν ἀδελφῶν, τῇ γυναικὶ συνῴκησε καὶ τοὺς παῖδας ἐξ ἐκείνης ἔσχεν, οὐδενὸς ἧττον καὶ περὶ ταῦτα Ῥωμαίων [1.4] εὔτακτος γενόμενος. καίτοι προϊὼν καθ' ἡλικίαν αἰτίαν ἔσχε Λικιννίᾳ συνιέναι, τῶν Ἑστιάδων μιᾷ παρθένων, καὶ [1.5] δίκην ἔφυγεν ἡ Λικιννία Πλωτίου τινὸς διώκοντος. ἦν δὲ προάστειον αὐτῇ καλόν, ὃ βουλόμενος λαβεῖν ὀλίγης τιμῆς ὁ Κράσσος, καὶ διὰ τοῦτο προσκείμενος ἀεὶ τῇ γυναικὶ καὶ θεραπεύων, εἰς τὴν ὑποψίαν ἐκείνην ἐνέπεσε, καὶ τρόπον τινὰ τῇ φιλοπλουτίᾳ τὴν αἰτίαν τῆς φθορᾶς ἀπολυσάμενος, ὑπὸ τῶν δικαστῶν ἀφείθη. τὴν δὲ Λικιννίαν οὐκ ἀνῆκε πρότερον ἢ τοῦ κτήματος κρατῆσαι.

[2]
[2.1] Ῥωμαῖοι μὲν οὖν λέγουσι πολλαῖς ἀρεταῖς τοῦ Κράσσου κακίαν μίαν ἐπισκοτῆσαι τὴν φιλοπλουτίαν· ἔοικε δ' <οὐ> μία, πασῶν δ' ἐῤῥωμενεστάτη τῶν ἐν αὐτῷ κακιῶν [2.2] γενομένη, τὰς ἄλλας ἀμαυρῶσαι. τεκμήρια δὲ τῆς φιλοπλουτίας αὐτοῦ μέγιστα ποιοῦνται τόν τε τρόπον τοῦ [2.3] πορισμοῦ καὶ τῆς οὐσίας τὸ μέγεθος. τριακοσίων γὰρ οὐ πλείω κεκτημένος ἐν ἀρχῇ ταλάντων, εἶτα παρὰ τὴν ὑπατείαν ἀποθύσας μὲν τῷ Ἡρακλεῖ τὴν δεκάτην καὶ τὸν δῆμον ἑστιάσας, τρεῖς δὲ μῆνας ἑκάστῳ Ῥωμαίων σιτηρέσιον ἐκ τῶν αὑτοῦ παρασχών, ὅμως πρὸ τῆς ἐπὶ Πάρθους στρατείας αὐτὸς αὑτῷ θέμενος ἐκλογισμὸν τῆς οὐσίας, εὗρεν ἑκατὸν ταλάντων τίμημα πρὸς ἑπτακισχιλίοις. [2.4] τὰ δὲ πλεῖστα τούτων, εἰ δεῖ μετὰ βλασφημίας εἰπεῖν τὸ ἀληθές, ἐκ πυρὸς συνήγαγε καὶ πολέμου, ταῖς κοιναῖς ἀτυχίαις προσόδῳ τῇ μεγίστῃ χρησάμενος. ὅτε γὰρ Σύλλας ἑλὼν τὴν πόλιν ἐπώλει τὰς οὐσίας τῶν ἀνῃρημένων ὑπ' αὐτοῦ, λάφυρα καὶ νομίζων καὶ ὀνομάζων, καὶ βουλόμενος ὅτι πλείστοις καὶ κρατίστοις προσομόρξασθαι [2.5] τὸ ἄγος, οὔτε λαμβάνων οὔτ' ὠνούμενος ἀπεῖπε. πρὸς δὲ τούτοις ὁρῶν τὰς συγγενεῖς καὶ συνοίκους τῆς Ῥώμης κῆρας ἐμπρησμοὺς καὶ συνιζήσεις διὰ βάρος καὶ πλῆθος οἰκοδομημάτων, ἐωνεῖτο δούλους ἀρχιτέκτονας καὶ οἰκοδόμους. εἶτ' ἔχων τούτους, ὑπὲρ πεντακοσίους ὄντας, ἐξηγόραζε τὰ καιόμενα καὶ γειτνιῶντα τοῖς καιομένοις, διὰ φόβον καὶ ἀδηλότητα τῶν δεσποτῶν ἀπ' ὀλίγης τιμῆς προϊεμένων, ὥστε τῆς Ῥώμης τὸ πλεῖστον μέρος ὑπ' [2.6] αὐτῷ γενέσθαι. τοσούτους δὲ κεκτημένος τεχνίτας, οὐδὲν ᾠκοδόμησεν αὐτὸς ἢ τὴν ἰδίαν οἰκίαν, ἀλλ' ἔλεγε τοὺς φιλοικοδόμους αὐτοὺς ὑφ' ἑαυτῶν καταλύεσθαι χωρὶς [2.7] ἀνταγωνιστῶν. ὄντων δ' αὐτῷ παμπόλλων ἀργυρείων, πολυτιμήτου δὲ χώρας καὶ τῶν ἐργαζομένων ἐν αὐτῇ, ὅμως ἄν τις ἡγήσαιτο μηδὲν εἶναι ταῦτα πάντα πρὸς τὴν τῶν οἰκετῶν τιμήν· τοσούτους ἐκέκτητο καὶ τοιούτους, ἀναγνώστας, ὑπογραφεῖς, ἀργυρογνώμονας, διοικητάς, τραπεζοκόμους, αὐτὸς ἐπιστατῶν μανθάνουσι καὶ προσέχων καὶ διδάσκων, καὶ ὅλως νομίζων τῷ δεσπότῃ προσήκειν μάλιστα τὴν περὶ τοὺς οἰκέτας ἐπιμέλειαν, ὡς [2.8] ὄργανα ἔμψυχα τῆς οἰκονομικῆς. καὶ τοῦτο μὲν ὀρθῶς ὁ Κράσσος, εἴπερ ὡς ἔλεγεν ἡγεῖτο τὰ μὲν ἄλλα διὰ τῶν οἰκετῶν χρῆναι, τοὺς δ' οἰκέτας δι' αὑτοῦ κυβερνᾶν· τὴν γὰρ οἰκονομικήν, ἐν ἀψύχοις χρηματιστικὴν οὖσαν, ἐν ἀνθρώ[2.9]ποις πολιτικὴν καὶ βασιλικὴν γιγνομένην ὁρῶμεν· ἐκεῖνο δ' οὐκ εὖ, τὸ μηδένα νομίζειν μηδὲ φάσκειν εἶναι πλούσιον, ὃς μὴ δύναται τρέφειν ἀπὸ τῆς οὐσίας στρατόπεδον -- ὁ γὰρ πόλεμος οὐ τεταγμένα σιτεῖται κατὰ τὸν Ἀρχίδαμον, ὥσθ' ὁ πρὸς πόλεμον πλοῦτος ἀόριστος -- καὶ πολὺ [2.10] τῆς Μανίου γνώμης ἀπηρτημένως. ἐκεῖνος γὰρ ἐπεὶ κατ' ἄνδρα νείμας ἑκάστῳ δέκα καὶ τέσσαρα πλέθρα γῆς ἑώρα πλέον ἐπιζητοῦντας, "μηδείς" ἔφη "γένοιτο Ῥωμαίων ὀλίγην ἡγούμενος γῆν τὴν τρέφειν ἀρκοῦσαν."

[3]
[3.1] Οὐ μὴν ἀλλὰ καὶ περὶ ξένους ἦν φιλότιμος ὁ Κράσσος· ἀνέῳκτο γὰρ ἡ οἰκία πᾶσι, καὶ τοῖς φίλοις ἐδάνειζεν ἄνευ τόκων, ἀπῄτει δ' ἀποτόμως τοῦ χρόνου παρελθόντος εἰς ὃν ἐδάνειζε, καὶ τὸ προῖκα πολλῶν ἐγίνετο τόκων ἐπα[3.2]χθέστερον. ἐν δὲ τοῖς δείπνοις ἡ μὲν κλῆσις ἦν ὡς τὰ πολλὰ δημοτικὴ καὶ λαώδης, ἡ δ' εὐτέλεια τὴν καθαριότητα [3.3] καὶ φιλοφροσύνην ἡδίονα τοῦ πολυτελοῦς εἶχε. παιδείας δὲ τῆς περὶ λόγον μάλιστα μὲν τὸ ῥητορικὸν καὶ χρειῶδες εἰς <τοὺς> πολλοὺς ἤσκησε, καὶ γενόμενος δεινὸς εἰπεῖν ἐν τοῖς μάλιστα Ῥωμαίων, ἐπιμελείᾳ καὶ πόνῳ τοὺς εὐ[3.4]φυεστάτους ὑπερέβαλεν. οὐδεμίαν γὰρ οὕτω δίκην φασὶ μικρὰν οὐδ' εὐκαταφρόνητον γενέσθαι πρὸς ἣν ἀπαράσκευος ἦλθεν, ἀλλὰ καὶ Πομπηίου πολλάκις ὀκνοῦντος καὶ Καίσαρος ἐξαναστῆναι καὶ Κικέρωνος, ἐκεῖνος ἀνεπλήρου τὴν συνηγορίαν, καὶ διὰ τοῦτο μᾶλλον ἤρεσκεν [3.5] ὡς ἐπιμελὴς καὶ βοηθητικός. ἤρεσκε δὲ καὶ τὸ περὶ τὰς δεξιώσεις καὶ προσαγορεύσεις φιλάνθρωπον αὐτοῦ καὶ δημοτικόν. οὐδενὶ γὰρ οὕτως ἀπήντησε Ῥωμαίων ἀδόξῳ καὶ ταπεινῷ Κράσσος, ὃν ἀσπασάμενον οὐκ ἀντιπροση[3.6]γόρευσεν ἐξ ὀνόματος. λέγεται δὲ καὶ πολυμαθὴς καθ' ἱστορίαν γενέσθαι καί τι καὶ φιλοσοφῆσαι, τοῖς Ἀριστοτέλους λόγοις προσθέμενος, ὧν διδάσκαλον εἶχεν Ἀλέξανδρον, ἄνθρωπον εὐκολίας καὶ πρᾳότητος ἀπόδειξιν διδόντα [3.7] τὴν πρὸς Κράσσον συνήθειαν. οὐ γὰρ ἦν ἀποφήνασθαι ῥᾳδίως, πότερον προσῆλθεν αὐτῷ πενέστερος ἢ προσελθὼν ἐγένετο. μόνος δ' οὖν ἀεὶ τῶν φίλων αὐτῷ συναποδημῶν, στέγαστρον ἐλάμβανεν εἰς τὴν ὁδόν, καὶ τοῦτ' [3.8] ἐπανελθὼν ἀπῃτεῖτο. [φεῦ τῆς ὑπομονῆς, οὐδὲ τὴν πενίαν ὁ τλήμων ἀδιάφορον ἡγούμενος.] ἀλλὰ ταῦτα μὲν ὕστερον.

[4]
[4.1]Ἐπεὶ δὲ Κίννας καὶ Μάριος κρατήσαντες εὐθὺς ἦσαν ἔνδηλοι κατιόντες οὐκ ἐπ' ἀγαθῷ τῆς πατρίδος, ἐπ' ἀναιρέσει δ' ἄντικρυς καὶ ὀλέθρῳ τῶν ἀρίστων, οἱ μὲν ἐγκαταληφθέντες ἀπέθνῃσκον, ὧν ἦν καὶ ὁ πατὴρ Κράσσου καὶ ὁ ἀδελφός, αὐτὸς δὲ νέος ὢν παντάπασι τὸ μὲν αὐτίκα δεινὸν ἐξέφυγε, πάντῃ δὲ περιβαλλόμενον ἑαυτὸν αἰσθανόμενος καὶ κυνηγετούμενον ὑπὸ τῶν τυράννων, τρεῖς φίλους ἀναλαβὼν καὶ θεράποντας δέκα, τάχει δ' ὑπερβάλλοντι χρησάμενος, εἰς Ἰβηρίαν ἔφυγε, γεγονὼς πάλαι στρατηγοῦντος αὐτόθι τοῦ πατρὸς καὶ φίλους πεποι[4.2]ημένος. εὑρὼν δὲ πάντας περιδεεῖς καὶ τὴν ὠμότητα τοῦ Μαρίου καθάπερ ἐφεστῶτος αὐτοῖς τρέμοντας, οὐδενὶ γενέσθαι φανερὸς ἐθάῤῥησεν, ἀλλ' ἐμβαλὼν εἰς ἀγροὺς παραλίους Οὐιβίου Πακιανοῦ σπήλαιον ἔχοντας εὐμέγεθες [4.3] ἀπέκρυψεν ἑαυτόν. πρὸς δὲ τὸν Οὐίβιον ἔπεμψεν ἕνα δοῦλον ἀποπειρώμενος, ἤδη καὶ τῶν ἐφοδίων ὑπολιπόντων. [4.4] ὁ δ' Οὐίβιος ἀκούσας ἥσθη τε σῳζομένῳ, καὶ πυθόμενος τὸ πλῆθος τῶν σὺν αὐτῷ καὶ τὸν τόπον, αὐτὸς μὲν οὐκ ἦλθεν εἰς ὄψιν, τὸν δὲ τῶν χωρίων ἐπίτροπον προσαγαγὼν ἐγγὺς ἐκέλευσε καθ' ἡμέραν δεῖπνον πεποιημένον κομίζειν, καὶ θέντα παρὰ τὴν πέτραν ἀπέρχεσθαι σιωπῇ καὶ μὴ πολυπραγμονεῖν μηδ' ἐξετάζειν, προειπὼν πολυπραγμονοῦντι θάνατον, συμπράττοντι δὲ τοῦτο πιστῶς ἐλευ[4.5]θερίαν. τὸ δὲ σπήλαιον οὐκ ἄπωθεν μέν ἐστι θαλάσσης, κρημνοὶ δ' αὐτῷ συμπεριφερόμενοι λεπτὴν καὶ ἀσαφῆ παραπέμπουσι λαύραν ἀνάγουσαν εἴσω, παρελθόντι δ' ὕψος τε θαυμαστὸν ἀναπέπταται, καὶ κατ' εὖρος ἔχει κόλπους δι' ἀλλήλων ἀνοιγομένους μεγάλαις περιφερείαις. [4.6] ἀμοιρεῖ δ' οὔθ' ὕδατος οὔτε φωτός, ἀλλὰ πηγὴ μὲν ἡδίστου νάματος ὑποῤῥεῖ παρὰ τὸν κρημνόν, αὐτοφυεῖς δὲ ῥωχμοὶ τῆς πέτρας ᾗ μάλιστα περιπίπτει τὸ φῶς ἔξωθεν ὑπολαμ[4.7]βάνουσι, καὶ καταλάμπεται δι' ἡμέρας τὸ χωρίον. ὁ δ' ἐντὸς ἀὴρ ἀστάλακτος καὶ καθαρός, πυκνότητι τῆς πέτρας τὸ νοτερὸν καὶ ἀποτηκόμενον εἰς τὴν πηγὴν ἐκπιεζούσης.

[5]
[5.1] Ἐνταῦθα διατρίβοντι τῷ Κράσσῳ τὰ ἐπιτήδεια καθ' ἡμέραν ἐφοίτα κομίζων ὁ ἄνθρωπος, αὐτὸς μὲν οὐχ ὁρῶν ἐκείνους οὐδὲ γινώσκων, ὑπ' ἐκείνων δὲ καθορώμενος, [5.2] εἰδότων καὶ παραφυλαττόντων τὸν καιρόν. ἦν δ' ἄφθονα καὶ πρὸς ἡδονήν, οὐ μόνον χρείαν, ποιούμενα τὰ πρὸς τὸ δεῖπνον. ἐγνώκει γὰρ ὁ Οὐίβιος ἁπάσῃ φιλοφροσύνῃ θεραπεύειν τὸν Κράσσον, ᾧ γε καὶ τὸ τῆς ὥρας ἐν νῷ λαβεῖν ἐπῆλθεν, ὡς παντάπασι νεανίας εἴη καί τι καὶ ταῖς καθ' ἡλικίαν ἡδοναῖς αὐτοῦ χαριστέον, ἐπεὶ τήν γε χρείαν ἀναγ[5.3]καίως μᾶλλον ἢ προθύμως ὑπουργοῦντος εἶναι. δύο δὴ θεραπαινίδας εὐπρεπεῖς ἀναλαβὼν ἐβάδιζε παρὰ τὴν θάλασσαν. ὡς δ' ἦλθεν ἐπὶ τὸν τόπον, δείξας τὴν ἄνοδον ἐκέλευ[5.4]σεν εἴσω πορεύεσθαι καὶ θαῤῥεῖν. οἱ δὲ περὶ τὸν Κράσσον ἰδόντες προσερχομένας, ἔδεισαν μὴ καταφανὲς πολλοῖς καὶ γνώριμον εἴη τὸ χωρίον· ἀνέκρινον οὖν αὐτάς, τί [5.5] βούλονται καὶ τίνες εἰσίν. ὡς δ' ἀπεκρίναντο δεδιδαγμέναι, δεσπότην ζητεῖν ἐνταῦθα κρυπτόμενον, μαθὼν ὁ Κράσσος τοῦ Οὐιβίου τὴν πρὸς αὐτὸν παιδιὰν καὶ φιλοφροσύνην, ἀνέλαβε τὰς παιδίσκας, καὶ συνῆσαν αὐτῷ τὸν λοιπὸν χρόνον, ὧν ἐδεῖτο φράζουσαι καὶ διαγγέλλουσαι πρὸς [5.6] τὸν Οὐίβιον. τούτων φησὶ τὴν ἑτέραν ἤδη πρεσβῦτιν οὖσαν ὁ Φενεστέλλας ἰδεῖν αὐτός, καὶ πολλάκις ἀκοῦσαι μεμνημένης ταῦτα καὶ διεξιούσης προθύμως.

[6]
[6.1] Ὁ δὲ Κράσσος ὀκτὼ μῆνας οὕτω διαγαγὼν καὶ διακλαπείς, ἅμα τῷ πυθέσθαι τὴν Κίννα τελευτὴν φανερὸς γενόμενος, συνδραμόντων πρὸς αὐτὸν οὐκ ὀλίγων ἀνθρώπων, ἐπιλεξάμενος δισχιλίους καὶ πεντακοσίους, ἐπήρχετο τὰς πόλεις, καὶ μίαν γε διήρπασε Μαλάκην, ὡς πολλοὶ γεγράφασιν, αὐτὸν δέ φασιν ἀρνεῖσθαι καὶ διαμάχε[6.2]σθαι πρὸς τοὺς λέγοντας. ἐκ τούτου συναγαγὼν πλοῖα καὶ διαπεράσας εἰς Λιβύην, ἀφίκετο πρὸς Μέτελλον Πίον, ἔνδοξον ἄνδρα, συνειλοχότα στρατιὰν οὐκ εὐκαταφρόνητον. οὐ πολὺν δὲ χρόνον ἐνταῦθα παρέμεινεν, ἀλλὰ στασιάσας τῷ Μετέλλῳ, πρὸς Σύλλαν ἀπῆρε καὶ συνῆν ἐν [6.3] τοῖς μάλιστα τιμώμενος. ἐπεὶ δὲ διαβὰς εἰς Ἰταλίαν ὁ Σύλλας πάντας ἐβούλετο τοὺς σὺν αὐτῷ νέους ἔχειν συνεργούς, καὶ πρὸς ἄλλην ἄλλον ἔταττε πρᾶξιν, ἀποστελλόμενος εἰς Μαρσοὺς ἐπὶ στρατιὰν ὁ Κράσσος, ᾔτει φύλακας· [6.4] ἡ γὰρ πάροδος ἦν παρὰ τοὺς πολεμίους. εἰπόντος δὲ τοῦ Σύλλα σὺν ὀργῇ καὶ σφοδρῶς πρὸς αὐτόν· "δίδωμί σοι φύλακας τὸν πατέρα, τὸν ἀδελφόν, τοὺς φίλους, τοὺς συγγενεῖς, ὧν παρανόμως καὶ ἀδίκως ἀναιρεθέντων ἐγὼ μετέρχομαι τοὺς φονεῖς," οὕτω παθών τι καὶ παροξυνθεὶς ὁ Κράσσος εὐθὺς ἐξῆλθε, καὶ διὰ τῶν πολεμίων ὠσάμενος εὐρώστως, δύναμίν τε συχνὴν ἤθροισε, καὶ πρόθυμον [6.5] αὑτὸν ἐν τοῖς ἀγῶσι τῷ Σύλλᾳ παρεῖχεν. ἀπ' ἐκείνων δὲ τῶν πράξεων λέγουσιν αὐτῷ πρῶτον ἐγγενέσθαι τὴν πρὸς Πομπήιον ὑπὲρ δόξης ἅμιλλαν καὶ φιλοτιμίαν. ὁ γὰρ Πομπήιος, ἡλικίᾳ τε λειπόμενος αὐτοῦ, καὶ πατρὸς γεγονὼς ἀδοξήσαντος ἐν Ῥώμῃ καὶ μισηθέντος ἔσχατον μῖσος ὑπὸ τῶν πολιτῶν, ἐν ἐκείνοις τοῖς πράγμασιν ἐξέλαμψε καὶ διεφάνη μέγας, ὥστε Σύλλαν, ἃ πρεσβυτέροις καὶ ἰσοτίμοις οὐ πάνυ πολλάκις παρεῖχεν, ὑπεξανίστασθαι προσιόντος αὐτοῦ καὶ κεφαλὴν ἀποκαλύπτεσθαι καὶ προσ[6.6]ειπεῖν αὐτοκράτορα. ταῦτα διέκαιε καὶ παρώξυνε τὸν Κράσσον, οὐκ ἀλόγως ἐλασσούμενον. ἐμπειρίᾳ τε γὰρ ἐνδεὴς ἦν, καὶ τῶν πράξεων αὐτοῦ τὴν χάριν ἀφῄρουν αἱ συγγενεῖς κῆρες ἐπιφερόμεναι, φιλοκέρδεια καὶ μικρολογία. καὶ γὰρ πόλιν Ὀμβρικὴν Τουδερτίαν ἑλών, ἔδοξε τὰ πλεῖστα τῶν χρημάτων σφετερίσασθαι, καὶ διεβλήθη [6.7] πρὸς Σύλλαν. ἀλλ' ἔν γε τῷ περὶ τὴν Ῥώμην ἀγῶνι, πάντων γενομένῳ μεγίστῳ καὶ τελευταίῳ, Σύλλας μὲν ἡττήθη, τῶν κατ' αὐτὸν ὠσθέντων καὶ συντριβέντων, Κράσσος δὲ τὸ δεξιὸν κέρας ἔχων ἐνίκησε, καὶ μέχρι νυκτὸς διώξας τοὺς πολεμίους, ἔπεμψε πρὸς Σύλλαν, δεῖπνον αἰτῶν τοῖς [6.8] στρατιώταις καὶ τὸ κατόρθωμα φράζων. ἐν δὲ ταῖς προγραφαῖς καὶ δημεύσεσι πάλιν κακῶς ἤκουσεν, ὠνούμενός τε τιμῆς βραχείας μεγάλα πράγματα καὶ δωρεὰς αἰτῶν. ἐν δὲ Βρεττίοις λέγεται καὶ προγράψαι τινὰς οὐ Σύλλα κελεύσαντος, ἀλλ' ἐπὶ χρηματισμῷ, δι' ὃ καὶ Σύλλαν [6.9] καταγνόντα πρὸς μηδὲν ἔτι χρῆσθαι δημόσιον αὐτῷ. καίτοι δεινότατος ἦν Κράσσος πάντας ἀνθρώπους κολακείᾳ κατεργάσασθαι, πάλιν δ' αὐτὸς ὑπὸ πάντων διὰ κολακείας εὐάλωτος. ἴδιον δὲ κἀκεῖνο περὶ αὐτοῦ λέγεται, φιλοκερδέστατον ὄντα μάλιστα μισεῖν καὶ λοιδορεῖν τοὺς ὁμοίους.

[7]
[7.9] Ἠνία δὲ Πομπήιος αὐτόν, εὐημερῶν ἐν ἡγεμονίαις, καὶ πρὶν ἢ βουλῆς μεταλαβεῖν θριαμβεύων, καὶ Μᾶγνος, ὅπερ ἐστὶ μέγας, ὑπὸ τῶν πολιτῶν ἀναγορευθείς. καί ποτε καὶ φήσαντός τινος, ὡς Πομπήιος Μᾶγνος πρόσεισι, γελάσας [7.2] ἠρώτησεν ὡς "πηλίκος." ἀπογνοὺς δὲ τοῖς πολεμικοῖς ἐξισώσασθαι πρὸς ἐκεῖνον, ὑπεδύετο τὴν πολιτείαν, σπουδαῖς καὶ συνηγορίαις καὶ δανεισμοῖς καὶ τῷ συμπαραγγέλλειν καὶ συνεξετάζεσθαι τοῖς δεομένοις τι τοῦ δήμου κτώμενος δύναμιν ἀντίπαλον καὶ δόξαν, ᾗ Πομπήιος εἶχεν [7.3] ἀπὸ πολλῶν καὶ μεγάλων στρατειῶν. καὶ πρᾶγμα συνέβαινεν αὐτοῖς ἴδιον. μεῖζον γὰρ ἀπόντος ἦν ὄνομα τοῦ Πομπηίου καὶ κράτος ἐν τῇ πόλει διὰ τὰς στρατείας, παρὼν δὲ πολλάκις ἠλαττοῦτο τοῦ Κράσσου, διὰ τὸν ὄγκον καὶ τὸ πρόσχημα τοῦ βίου φεύγων τὰ πλήθη, καὶ ἀναδυόμενος ἐξ ἀγορᾶς, καὶ τῶν δεομένων ὀλίγοις καὶ μὴ πάνυ προθύμως βοηθῶν, ὡς ἀκμαιοτέραν ἔχοι τὴν δύναμιν [7.4] ὑπὲρ αὑτοῦ χρώμενος. ὁ δὲ Κράσσος ἐνδελεχέστερον τὸ χρήσιμον ἔχων, καὶ σπάνιος οὐκ ὢν οὐδὲ δυσπρόσοδος, ἀλλ' ἐν μέσαις ἀεὶ ταῖς σπουδαῖς ἀναστρεφόμενος, τῷ κοινῷ καὶ φιλανθρώπῳ περιεγίνετο τῆς ἐκείνου σεμνότητος. σώματος δ' ἀξίωμα καὶ λόγου πειθὼ καὶ προσώπου χάριν [7.5] ἀγωγὸν ἀμφοτέροις ὁμοίως προσεῖναι λέγουσιν. οὐ μέντοι πρὸς ἔχθραν τινὰ τὸν Κράσσον ἢ κακόνοιαν ἐξήνεγκεν οὗτος ὁ ζῆλος, ἀλλὰ καὶ Πομπηίῳ καὶ Καίσαρι τιμωμένοις μὲν ὑπὲρ αὐτὸν ἤχθετο, τῇ δὲ φιλοτιμίᾳ ταύτῃ δυσμένειαν καὶ κακοήθειαν οὐ συνῆπτε· καίτοι Καῖσαρ ὑπὸ λῃστῶν ἁλοὺς ἐν Ἀσίᾳ καὶ φρουρούμενος ἀνεβόησεν· "ἡλίκης ὦ Κράσσε χαρᾶς ἀπολαύσεις πυθόμενος τὴν [7.6] ἐμὴν ἅλωσιν." ἀλλ' ὕστερόν γε καὶ φιλικῶς ἀλλήλοις προσεφέροντο, καί ποτε τῷ Καίσαρι, μέλλοντι μὲν εἰς Ἰβηρίαν ἐξιέναι στρατηγῷ, χρήματα δ' οὐκ ἔχοντι τῶν δανειστῶν ἐπιπεσόντων καὶ τῆς παρασκευῆς ἐπιλαμβανομένων, ὁ Κράσσος οὐ περιεῖδεν, ἀλλ' ἀπήλλαξεν, ὑποθεὶς ἑαυτὸν ἔγγυον τριάκοντα καὶ ὀκτακοσίων ταλάν[7.7]των. καθόλου δὲ τῆς Ῥώμης εἰς τρεῖς νενεμημένης δυνάμεις, τὴν Πομπηίου, τὴν Καίσαρος, τὴν Κράσσου -- Κάτωνος γὰρ ἡ δόξα μείζων ἦν τῆς δυνάμεως καὶ τὸ θαυμαζόμενον πλέον <ἢ τὸ> ἰσχῦον -- , ἡ μὲν ἔμφρων καὶ καθεστῶσα μερὶς ἐν τῇ πόλει Πομπήιον ἐθεράπευε, τὸ δ' ὀξὺ καὶ φερόμενον μετ' εὐχερείας ταῖς Καίσαρος ἐλπίσιν ἐπηκολούθει, Κράσσος δὲ μέσος ὢν ἀμφοτέραις ἐχρῆτο, καὶ πλείστας μεταβολὰς ἐν τῇ πολιτείᾳ μεταβαλλόμενος, οὔτε φίλος ἦν βέβαιος οὔτ' ἀνήκεστος ἐχθρός, ἀλλὰ ῥᾳδίως καὶ χάριτος καὶ ὀργῆς ἐξέπιπτεν ὑπὸ τοῦ συμφέροντος, ὥστε πολλάκις μὲν ἀνθρώπων, πολλάκις δὲ νόμων ἐν ὀλίγῳ [7.8] φανῆναι τῶν αὐτῶν συνήγορος καὶ ἀντίδικος. ἴσχυε δὲ καὶ χάριτι καὶ φόβῳ, φόβῳ δ' οὐκ ἔλαττον. ὁ γοῦν πλεῖστα πράγματα παρασχὼν τοῖς καθ' αὑτὸν ἄρχουσι [καὶ] δημαγωγός, Σικίννιος, πρὸς τὸν εἰπόντα, τί δὴ μόνον οὐ σπαράσσει τὸν Κράσσον, ἀλλὰ παρίησιν, ἀπεκρίνατο χόρτον αὐτὸν ἔχειν ἐπὶ τοῦ κέρατος. εἰώθεισαν δ' οἱ Ῥωμαῖοι τοὺς κυρίττοντας τῶν βοῶν ὑπὲρ τοῦ φυλάττεσθαι τοὺς ἐντυγχάνοντας χόρτῳ περιελίττειν τὸ κέρας.

[8]
[8.1] Ἡ δὲ τῶν μονομάχων ἐπανάστασις καὶ λεηλασία τῆς Ἰταλίας, ἣν οἱ πολλοὶ Σπαρτάκειον πόλεμον ὀνομάζουσιν, [8.2] ἀρχὴν ἔλαβεν ἐκ τοιαύτης αἰτίας. Λέντλου τινὸς Βατιάτου μονομάχους ἐν Καπύῃ τρέφοντος, ὧν οἱ πολλοὶ Γαλάται καὶ Θρᾷκες ἦσαν, ἐξ αἰτιῶν οὐ πονηρῶν, ἀλλ' ἀδικίᾳ τοῦ πριαμένου συνειρχθέντες ὑπ' ἀνάγκης ἐπὶ τῷ μονομαχεῖν, ἐβουλεύσαντο μὲν διακόσιοι φεύγειν, γενομένης δὲ μηνύσεως οἱ προαισθόμενοι καὶ φθάσαντες ὀγδοήκοντα δυεῖν δέοντες ἔκ τινος ὀπτανείου κοπίδας ἀράμενοι καὶ [8.3] ὀβελίσκους ἐξεπήδησαν. ἐντυχόντες δὲ κατὰ τὴν ὁδὸν ἁμάξαις ὅπλα κομιζούσαις μονομάχων εἰς ἑτέραν πόλιν, ἀφήρπασαν καὶ ὡπλίσαντο, καὶ τόπον τινὰ καρτερὸν καταλαβόντες, ἡγεμόνας εἵλοντο τρεῖς, ὧν πρῶτος ἦν Σπάρτακος, ἀνὴρ Θρᾷξ τοῦ Μαιδικοῦ γένους, οὐ μόνον φρόνημα μέγα καὶ ῥώμην ἔχων, ἀλλὰ καὶ συνέσει καὶ πρᾳότητι τῆς τύχης ἀμείνων καὶ τοῦ γένους ἑλληνικώτερος. [8.4] τούτῳ δὲ λέγουσιν, ὅτε πρῶτον εἰς Ῥώμην ὤνιος ἤχθη, δράκοντα κοιμωμένῳ περιπεπλεγμένον φανῆναι περὶ τὸ πρόσωπον, [8.5] γυνὴ δ' ὁμόφυλος οὖσα τοῦ Σπαρτάκου, μαντικὴ δὲ καὶ κάτοχος τοῖς περὶ τὸν Διόνυσον ὀργιασμοῖς, ἔφραζε τὸ σημεῖον εἶναι μεγάλης καὶ φοβερᾶς περὶ αὐτὸν εἰς ἀτυχὲς τέλος ἐσομένης δυνάμεως· ἣ καὶ τότε συνῆν αὐτῷ καὶ συνέφευγε.

[9]
[9.1] Καὶ πρῶτον μὲν τοὺς ἐκ Καπύης ἐλθόντας ὠσάμενοι, καὶ πολλῶν ὅπλων ἐπιλαβόμενοι πολεμιστηρίων, ἄσμενοι ταῦτα μετελάμβανον, ἀποῤῥίψαντες ὡς ἄτιμα [9.2] καὶ βάρβαρα τὰ τῶν μονομάχων. ἔπειτα Κλωδίου στρατηγοῦ μετὰ τρισχιλίων πεμφθέντος ἐκ Ῥώμης καὶ πολιορκοῦντος αὐτοὺς ἐν ὄρει μίαν ἔχοντι χαλεπὴν καὶ στενὴν κάθοδον, ἣν ὁ Κλώδιος ἐφρούρει, τὰ δ' ἄλλα κρημνοὺς ἀποτόμους καὶ λισσάδας, ἄμπελον δὲ πολλὴν ἀγρίαν ἐπιπολῆς πεφυκυῖαν, ἔτεμνον τῶν κλημάτων τὰ χρήσιμα, καὶ συμπλέκοντες ἐξ αὐτῶν κλιμακίδας εὐτόνους καὶ βαθείας, ὥστ' ἄνωθεν ἀνηρτημένας παρὰ τὸ κρημνῶδες ἅπτεσθαι τῶν ἐπιπέδων, κατέβαινον ἀσφαλῶς δι' αὐτῶν [9.3] πλὴν ἑνός. οὗτος δὲ τῶν ὅπλων ἕνεκα μείνας, ἐπεὶ κατέβησαν ἠφίει κάτω τὰ ὅπλα, καὶ βαλὼν ἅπαντα τελευταῖος ἀπεσῴζετο καὶ αὐτός. ταῦτ' ἠγνόουν οἱ Ῥωμαῖοι· διὸ καὶ περιελθόντες αὐτοὺς ἐξέπληξαν τῷ αἰφνιδίῳ, καὶ φυγῆς [9.4] γενομένης ἔλαβον τὸ στρατόπεδον. καὶ προσεγίνοντο πολλοὶ τῶν αὐτόθι βοτήρων καὶ ποιμένων αὐτοῖς, πλῆκται καὶ ποδώκεις ἄνδρες, ὧν τοὺς μὲν ὥπλιζον, τοῖς δὲ προδρόμοις [9.5] καὶ ψιλοῖς ἐχρῶντο. δεύτερος ἐκπέμπεται πρὸς αὐτοὺς στρατηγὸς Πούπλιος Βαρῖνος, οὗ πρῶτον μὲν ὑποστράτηγόν τινα Φούριον ἔχοντα τρισχιλίους στρατιώτας ἐτρέψαντο συμβαλόντες, ἔπειτα σύμβουλον αὐτῷ καὶ συνάρχοντα Κοσσίνιον ἀποσταλέντα μετὰ πολλῆς δυνάμεως ἐπιτηρήσας ὁ Σπάρτακος λουόμενον περὶ Σαλίνας μικρὸν ἐδέησε [9.6] συναρπάσαι. χαλεπῶς δὲ καὶ μόλις ἐκφυγόντος, εὐθὺς μὲν ἐκράτησε τῆς ἀποσκευῆς, ἐκ ποδὸς δὲ κατέχων καὶ διώ[9.7]κων φόνῳ πολλῷ τὸ στρατόπεδον εἷλεν. ἔπεσε δὲ καὶ Κοσσίνιος. αὐτὸν δὲ τὸν στρατηγὸν ἄλλαις μάχαις πολλαῖς καταγωνισάμενος, τέλος δὲ τούς τε ῥαβδούχους καὶ τὸν ἵππον αὐτοῦ λαβὼν αἰχμάλωτον, ἦν μὲν ἤδη μέγας καὶ φοβερός, ἐφρόνει δὲ τὰ εἰκότα, καὶ μὴ προσδοκῶν ὑπερβαλέσθαι τὴν Ῥωμαίων δύναμιν, ἦγεν ἐπὶ τὰς Ἄλπεις τὸν στρατόν, οἰόμενος δεῖν ὑπερβαλόντας αὐτὰς ἐπὶ τὰ οἰκεῖα χωρεῖν, τοὺς μὲν εἰς Θρᾴκην, τοὺς δ' εἰς Γαλατίαν. [9.8] οἱ δὲ πλήθει τ' ὄντες ἰσχυροὶ καὶ μέγα φρονοῦντες, οὐχ ὑπήκουον, ἀλλ' ἐπόρθουν ἐπιπορευόμενοι τὴν Ἰταλίαν. οὐκέτ' οὖν τὸ παρ' ἀξίαν καὶ τὸ αἰσχρὸν ἠνώχλει τῆς ἀποστάσεως τὴν σύγκλητον, ἀλλ' ἤδη διὰ φόβον καὶ κίνδυνον ὡς πρὸς ἕνα τῶν δυσκολωτάτων πολέμων καὶ μεγί[9.9]στων ἅμ' ἀμφοτέρους ἐξέπεμπον τοὺς ὑπάτους. ὧν Γέλλιος μὲν τὸ Γερμανικόν, ὕβρει καὶ φρονήματι τῶν Σπαρτακείων ἀποσχισθέν, ἐξαίφνης ἐπιπεσὼν ἅπαν διέφθειρε, Λέντλου δὲ τὸν Σπάρτακον μεγάλοις στρατοπέδοις περιβαλόντος, ὁρμήσας ὁμόσε καὶ μάχην συνάψας, ἐκράτησε μὲν τῶν πρεσβευτῶν, ἔλαβε δὲ τὴν ἀποσκευὴν ἅπασαν. [9.10] ὠθουμένῳ δ' αὐτῷ πρὸς τὰς Ἄλπεις Κάσσιος ὁ τῆς περὶ Πάδον Γαλατίας στρατηγὸς ἔχων μυρίους ἀπήντησε, καὶ γενομένης μάχης κρατηθεὶς καὶ πολλοὺς ἀποβαλών, μόλις αὐτὸς ἐξέφυγε.

[10]
[10.1] Ταῦθ' ἡ βουλὴ πυθομένη, τοὺς μὲν ὑπάτους πρὸς ὀργὴν ἐκέλευσεν ἡσυχίαν ἄγειν, Κράσσον δὲ τοῦ πολέμου στρατηγὸν εἵλετο, καὶ πολλοὶ διὰ δόξαν αὐτῷ καὶ φιλίαν [10.2] συνεστράτευον τῶν ἐπιφανῶν. αὐτὸς μὲν οὖν ὑπέμεινε πρὸ τῆς Πικηνίδος, ὡς τὸν Σπάρτακον ἐκεῖ φερόμενον δεξόμενος, Μόμμιον δὲ πρεσβευτὴν ἄγοντα δύο τάγματα κύκλῳ περιέπεμψεν, ἕπεσθαι κελεύσας τοῖς πολεμίοις, [10.3] μὴ συμπλέκεσθαι δὲ μηδ' ἁψιμαχεῖν. ὁ δ' ἅμα τῷ πρῶτον ἐπ' ἐλπίδος γενέσθαι μάχην θέμενος, ἡττήθη, καὶ πολλοὶ μὲν ἔπεσον, πολλοὶ δ' ἄνευ τῶν ὅπλων φεύγοντες ἐσώ[10.4]θησαν. ὁ δὲ Κράσσος αὐτόν τε τὸν Μόμμιον ἐδέξατο τραχέως, καὶ τοὺς στρατιώτας ὁπλίζων αὖθις, ἐγγυητὰς ᾔτει τῶν ὅπλων ὅτι φυλάξουσι, πεντακοσίους δὲ τοὺς πρώτους καὶ μάλιστα [τοὺς] τρέσαντας εἰς πεντήκοντα διανείμας δεκάδας, ἀφ' ἑκάστης ἀπέκτεινεν ἕνα τὸν κλήρῳ λαχόντα, πάτριόν τι τοῦτο διὰ πολλῶν χρόνων κόλασμα τοῖς στρα[10.5]τιώταις ἐπαγαγών. καὶ γὰρ αἰσχύνη τοῦ θανάτου τῷ τρόπῳ πρόσεστι, καὶ δρᾶται πολλὰ φρικώδη καὶ σκυθρωπὰ περὶ τὴν κόλασιν, ἁπάντων θεωμένων. οὕτω δ' ἐπιστρέ[10.6]ψας τοὺς ἄνδρας ἦγεν ἐπὶ τοὺς πολεμίους. ὁ δὲ Σπάρτακος ὑπεξεχώρει διὰ Λευκανίας πρὸς τὴν θάλασσαν. ἐν δὲ τῷ πορθμῷ λῃστρίσι Κιλίσσαις περιτυχών, ὥρμησεν ἅψασθαι Σικελίας καὶ δισχιλίους ἄνδρας ἐμβαλὼν εἰς τὴν νῆσον αὖθις ἐκζωπυρῆσαι τὸν δουλικὸν ἐκεῖ πόλεμον, οὔπω πολὺν χρόνον ἀπεσβηκότα καὶ μικρῶν πάλιν ὑπεκκαυμά[10.7]των δεόμενον. ὁμολογήσαντες δ' οἱ Κίλικες αὐτῷ καὶ δῶρα λαβόντες, ἐξηπάτησαν καὶ ἀπέπλευσαν. οὕτω δὴ πάλιν ἀπὸ θαλάσσης ἀναζεύξας, ἐκάθισε τὸν στρατὸν εἰς τὴν Ῥηγίνων χεῤῥόνησον. ἐπελθὼν δ' ὁ Κράσσος καὶ τοῦ τόπου τὴν φύσιν ἰδὼν ὑφηγουμένην τὸ δέον, ὥρμησεν ἀποτειχίσαι τὸν ἰσθμόν, ἅμα καὶ τὴν σχολὴν τῶν στρα[10.8]τιωτῶν ὑφαιρῶν καὶ τὴν εὐπορίαν τῶν πολεμίων. μέγα μὲν οὖν ἦν καὶ χαλεπὸν τὸ ἔργον, ἤνυσε δὲ καὶ κατειργάσατο παρὰ δόξαν ἐν ὀλίγῳ χρόνῳ, τάφρον ἐμβαλὼν ἐκ θαλάσσης εἰς θάλασσαν διὰ τοῦ αὐχένος σταδίων τριακοσίων, εὖρος δὲ καὶ βάθος ἴσον πεντεκαίδεκα ποδῶν· ὑπὲρ δὲ τῆς τάφρου τεῖχος ἔστησεν ὕψει καὶ ῥώμῃ θαυμαστόν. [10.9] ὧν ὁ Σπάρτακος ἠμέλει καὶ κατεφρόνει τὸ πρῶτον· ὡς δὲ τῆς λείας ὑπολειπούσης προΐέναι βουλόμενος συνεῖδε τὸν ἀποτειχισμόν, καὶ λαμβάνειν οὐδὲν ἦν ἐκ τῆς χεῤῥονήσου, νύκτα νιφετώδη καὶ πνεῦμα χειμέριον παραφυλάξας, ἔχωσε τῆς τάφρου μέρος οὐ πολὺ γῇ καὶ ὕλῃ καὶ κλάδοις δένδρων, ὥστε τῆς στρατιᾶς περαιῶσαι τὸ τρίτον.

[11]
[11.1] Ἐφοβήθη μὲν οὖν ὁ Κράσσος, μὴ λάβοι τις ὁρμὴ τὸν Σπάρτακον ἐπὶ τὴν Ῥώμην ἐλαύνειν, ἐθάῤῥησε δὲ πολλῶν ἐκ διαφορᾶς ἀποστάντων αὐτοῦ καὶ στρατοπεδευσαμένων καθ' αὑτοὺς ἐπὶ Λευκανίδος λίμνης, ἥν φασι τρέπεσθαι διὰ χρόνου γινομένην γλυκεῖαν, εἶτ' αὖθις [11.2] ἁλμυρὰν καὶ ἄποτον. τούτοις ἐπελθὼν ὁ Κράσσος ἐξέωσε μὲν ἀπὸ τῆς λίμνης ἅπαντας, ἀφῃρέθη δὲ τὸν φόνον καὶ τὴν δίωξιν αὐτῶν, ἐπιφανέντος ὀξέως τοῦ Σπαρτάκου καὶ τὴν [11.3] φυγὴν ἐπιστήσαντος. γεγραφὼς δὲ τῇ βουλῇ πρότερον ὡς χρὴ καὶ Λεύκολλον ἐκ Θρᾴκης καλεῖν καὶ Πομπήϊον ἐξ Ἰβηρίας, μετενόει καὶ πρὶν ἥκειν ἐκείνους ἔσπευδε διαπράξασθαι τὸν πόλεμον, εἰδὼς ὅτι τοῦ προσγενομένου [11.4] καὶ βοηθήσαντος, οὐκ αὐτοῦ, τὸ κατόρθωμα δόξει. πρῶτον μὲν οὖν διαγνοὺς τοῖς ἀφεστῶσι καὶ κατ' ἰδίαν στρατευομένοις, ὧν ἀφηγοῦντο [[[Βίοι Παράλληλοι/Κράσσος#p[Γάϊος]|[Γάϊος]]]] Γαννίκιος καὶ Κάστος, ἐπιθέσθαι, λόφον τινὰ προκαταληψομένους ἄνδρας ἑξα[11.5]κισχιλίους ἀπέστειλε, λανθάνειν πειρᾶσθαι κελεύσας. οἱ δ' ἐπειρῶντο μὲν τὴν αἴσθησιν ἀποκρύπτειν, τὰ κράνη καταμπέχοντες, ὀφθέντες δ' ὑπὸ δυεῖν γυναικῶν προθυομένων τοῖς πολεμίοις ἐκινδύνευσαν, εἰ μὴ Κράσσος ὀξέως ἐπιφανεὶς μάχην ἔθετο πασῶν καρτερωτάτην, ἐν ᾗ τριακοσίους ἐπὶ δισχιλίοις καὶ μυρίοις καταβαλών, δύο μόνους εὗρε κατὰ νώτου τετρωμένους, οἱ δ' ἄλλοι πάντες ἑστῶτες ἐν τάξει καὶ μαχόμενοι τοῖς Ῥωμαίοις ἀπέθανον. [11.6] Σπαρτάκῳ δὲ μετὰ τὴν τούτων ἧτταν ἀναχωροῦντι πρὸς τὰ ὄρη τὰ Πετηλῖνα Κόιντος τῶν περὶ Κράσσον ἡγεμόνων καὶ Σκρώφας ὁ ταμίας ἐξαπτόμενοι παρηκολούθουν. ἐπιστρέψαντος δὲ γίνεται φυγὴ μεγάλη τῶν Ῥωμαίων, καὶ μόλις τρωθέντα τὸν ταμίαν ἁρπάσαντες ἀπεσώθησαν. [11.7] Τοῦτο τὸν Σπάρτακον ἀπώλεσε τὸ κατόρθωμα, φρονήματος ἐπιγενομένου τοῖς δραπέταις. οὐκέτι γὰρ ἠξίουν φυγομαχεῖν οὐδ' ἐπείθοντο τοῖς ἄρχουσιν, ἀλλ' ἤδη καθ' ὁδὸν ὄντας ἐν τοῖς ὅπλοις περισχόντες ἠνάγκασαν αὖθις ὀπίσω διὰ τῆς Λευκανίας ἄγειν ἐπὶ τοὺς Ῥωμαίους, εἰς [11.8] ταὐτὸ τῷ Κράσσῳ σπεύδοντες. ἤδη γὰρ ὁ Πομπήϊος προσιὼν ἀπηγγέλλετο, καὶ διαρχαιρεσιάζοντες ἦσαν οὐκ ὀλίγοι τὴν νίκην ἐκείνῳ τοῦ πολέμου προσήκειν· ἐλθόντα γὰρ εὐθὺς μαχεῖσθαι καὶ καταλύσειν τὸν πόλεμον. ἐπειγόμενος οὖν διαγωνίσασθαι καὶ παραστρατοπεδεύσας τοῖς πολεμίοις, ὤρυττε τάφρον, πρὸς ἣν ἐκπηδῶντες οἱ δοῦλοι προσεμάχοντο τοῖς ἐργαζομένοις. ἀεὶ δὲ πλειόνων ἑκατέρωθεν ἐκβοηθούντων, ὁρῶν τὴν ἀνάγκην ὁ Σπάρτακος [11.9] ἅπαν παρέταξε τὸ στράτευμα, καὶ πρῶτον μὲν τοῦ ἵππου προσαχθέντος αὐτῷ, σπασάμενος τὸ ξίφος καὶ εἰπών, ὅτι νικῶν μὲν ἕξει πολλοὺς ἵππους καὶ καλοὺς τοὺς τῶν πολεμίων, ἡττώμενος δ' οὐ δεῖται, κατέσφαξε τὸν ἵππον· ἔπειτα πρὸς Κράσσον αὐτὸν ὠθούμενος διὰ πολλῶν ὅπλων καὶ τραυμάτων, ἐκείνου μὲν οὐκ ἔτυχεν, ἑκατοντάρχας [11.10] δὲ δύο συμπεσόντας ἀνεῖλε. τέλος δὲ φευγόντων τῶν περὶ αὐτόν, αὐτὸς ἑστὼς καὶ κυκλωθεὶς ὑπὸ πολλῶν, ἀμυνόμενος κατεκόπη. Κράσσου δὲ τῇ τύχῃ χρησαμένου καὶ στρατηγήσαντος ἄριστα καὶ τὸ σῶμα τῷ κινδύνῳ παρασχόντος, ὅμως οὐ διέφυγε τὸ κατόρθωμα τὴν Πομπηίου δόξαν. [11.11] οἱ γὰρ διαπεσόντες ἐκ τῆς μάχης πεντακισχίλιοι περιπεσόντες αὐτῷ διεφθάρησαν, ὥστε καὶ γράψαι πρὸς τὴν σύγκλητον, ὅτι μάχῃ μὲν τοὺς δραπέτας φανερᾷ Κράσσος νενίκηκεν, αὐτὸς δὲ τοῦ πολέμου τὴν ῥίζαν ἀνῄρηκε. Πομπήϊος μὲν οὖν ἀπὸ Σερτωρίου καὶ Ἰβηρίας ἐπιφανῶς ἐθριάμβευσε, Κράσσος δὲ τὸν μὲν μέγαν θρίαμβον οὐδ' αὐτὸς αἰτεῖν ἐπεχείρησεν, ἐδόκει δὲ καὶ τὸν πεζόν, ὀούαν δὲ καλούμενον, ἀγεννῶς καὶ παρ' ἀξίαν ἐπὶ δουλικῷ πολέμῳ θριαμβεύειν. τί δ' οὗτος ἐκείνου διαφέρει, καὶ περὶ τῆς κλήσεως, ἐν τῷ Μαρκέλλου βίῳ γέγραπται.

[12]
[12.1] Μετὰ δὲ ταῦτα τοῦ Πομπηίου αὐτόθεν ἐπὶ τὴν ὑπατείαν καλουμένου, ἐλπίδας ἔχων ὁ Κράσσος συνάρξειν, [12.2] ὅμως οὐκ ὤκνησε τοῦ Πομπηίου δεηθῆναι. δεξάμενος δὲ τὴν χρείαν ἀσμένως ἐκεῖνος -- ἐπεθύμει γὰρ ἁμῶς γέ πως ἀεὶ χάριτός τινος ὀφειλέτην λαβεῖν τὸν Κράσσον -- , ἐσπούδασε προθύμως, καὶ τέλος εἶπεν ἐκκλησιάζων, ὡς οὐκ ἐλάττονα περὶ τοῦ συνάρχοντος ἕξει χάριν ἢ περὶ τῆς [12.3] ἀρχῆς. οὐ μὴν ἔμειναν ἐπὶ ταύτης τῆς φιλοφροσύνης εἰς τὴν ἀρχὴν καταστάντες, ἀλλ' ὀλίγου δεῖν περὶ πάντων διαφερόμενοι καὶ πάντα δυσκολαίνοντες ἀλλήλοις καὶ φιλονικοῦντες, ἀπολίτευτον καὶ ἄπρακτον αὑτοῖς τὴν ὑπατείαν ἐποίησαν, πλὴν ὅτι Κράσσος Ἡρακλεῖ μεγάλην θυσίαν ποιησάμενος, εἱστίασε τὸν δῆμον ἀπὸ μυρίων τραπεζῶν καὶ σῖτον ἐπεμέτρησεν εἰς τρίμηνον. [12.4] Ἤδη δὲ τῆς ἀρχῆς αὐτοῖς τελευτώσης, ἔτυχον μὲν ἐκκλησιάζοντες, ἀνὴρ δέ τις οὐ τῶν ἐπιφανῶν, ἱππεὺς Ῥωμαίων, ἀγροῖκος δὲ τῷ βίῳ καὶ ἰδιώτης, ὀνόματι Γάιος Αὐρήλιος, ἀναβὰς ἐπὶ τὸ βῆμα καὶ προελθών, ὄψιν διηγεῖτο κατὰ τοὺς ὕπνους αὐτῷ γενομένην. "ὁ γὰρ Ζεύς" ἔφη "μοι φανεὶς προσέταξεν εἰς κοινὸν εἰπεῖν, ὅπως μὴ περιίδητε τοὺς ὑπάτους πρότερον ἀποθέσθαι τὴν ἀρχὴν ἢ [12.5] φίλους γενέσθαι." ταῦτα λέγοντος τοῦ ἀνθρώπου, καὶ τοῦ δήμου διαλλάττεσθαι κελεύοντος, ὁ μὲν Πομπήιος ἡσυχίαν ἦγεν ἑστώς, ὁ δὲ Κράσσος ἐμβαλὼν τὴν δεξιὰν αὐτῷ πρότερος, "οὐδέν" εἶπεν "ὦ ἄνδρες πολῖται πράττειν οἴομαι ταπεινὸν οὐδ' ἀνάξιον ἐμαυτοῦ, καταρχόμενος εὐνοίας καὶ φιλίας πρὸς Πομπήιον, ὃν ὑμεῖς μήπω γενειῶντα Μέγαν ἀνηγορεύσατε καὶ μήπω μετέχοντι βουλῆς ἐψηφίσασθε θρίαμβον."

[13]
[13.1] Ἡ μὲν οὖν ὑπατεία τοῦ Κράσσου ταῦτ' ἔσχεν ἄξια μνήμης, ἡ δὲ τιμητεία παντάπασιν ἀτελὴς καὶ ἄπρακτος αὐτῷ διῆλθεν -- οὔτε γὰρ βουλῆς ἐξέτασιν οὔθ' ἱππέων ἐπίσκεψιν οὔτ' ἀποτίμησιν πολιτῶν ἐποιήσατο -- , καίτοι συνάρχοντα Ῥωμαίων ἔχοντι τὸν πρᾳότατον Λουτάτιον [13.2] Κάτλον. ἀλλά φασιν ἐπὶ δεινὸν ὁρμήσαντι τῷ Κράσσῳ πολίτευμα καὶ βίαιον, Αἴγυπτον ποιεῖν ὑποτελῆ Ῥωμαίοις, ἀντιβῆναι τὸν Κάτλον ἐῤῥωμένως, ἐκ δὲ τούτου γενομένης διαφορᾶς, ἑκόντας ἀποθέσθαι τὴν ἀρχήν. [13.3] Ἐν δὲ τοῖς περὶ Κατιλίναν πράγμασι μεγάλοις καὶ μικροῦ δεήσασιν ἀνατρέψαι τὴν Ῥώμην ἥψατο μέν τις ὑπόνοια τοῦ Κράσσου, καὶ προσῆλθεν ἄνθρωπος ὀνομάζων [13.4] ἀπὸ τῆς συνωμοσίας, οὐδεὶς δ' ἐπίστευσεν. ὅμως δ' ὁ Κικέρων ἔν τινι λόγῳ φανερός ἐστι καὶ Κράσσῳ καὶ Καίσαρι τὴν αἰτίαν προστριβόμενος. ἀλλ' οὗτος μὲν ὁ λόγος ἐξεδόθη μετὰ τὴν ἀμφοῖν τελευτήν, ἐν δὲ τῷ Περὶ τῆς ὑπατείας ὁ Κικέρων νύκτωρ φησὶ τὸν Κράσσον ἀφικέσθαι πρὸς αὐτόν, ἐπιστολὴν κομίζοντα <τὰ> περὶ τὸν Κατιλίναν ἐξηγουμένην ὡς ἤδη βεβαιοῦντα τὴν συνωμοσίαν. [13.5] ὁ δ' οὖν Κράσσος ἀεὶ μὲν ἐμίσει τὸν Κικέρωνα διὰ τοῦτο, τοῦ δὲ βλάπτειν ἀναφανδὸν ἐμποδὼν εἶχε τὸν υἱόν. ὁ γὰρ Πούπλιος ὢν φιλολόγος καὶ φιλομαθὴς ἐξήρτητο τοῦ Κικέρωνος, ὥστε καὶ συμμεταβαλεῖν αὐτῷ τὴν ἐσθῆτα κρινομένῳ καὶ τοὺς ἄλλους νέους ταὐτὸ ποιοῦντας παρασχεῖν. τέλος δὲ τὸν πατέρα πείσας φίλον ἐποίησεν.

[14]
[14.1] Ὁ δὲ Καῖσαρ ὡς ἐπανῆλθεν ἀπὸ τῆς ἐπαρχίας, παρασκευαζόμενος ὑπατείαν μετιέναι, καὶ Κράσσον ὁρῶν καὶ Πομπήιον αὖθις ἐν διαφοραῖς πρὸς ἀλλήλους ὄντας, οὔτε θατέρου δεηθεὶς ἐβούλετο λαβεῖν ἐχθρὸν τὸν ἕτερον, οὔτε μηδετέρου συνεργοῦντος ἤλπιζε κατορθώσειν. [14.2] ἔπραττεν οὖν διαλλαγὰς αὐτοῖς προσκείμενος ἀεὶ καὶ διδάσκων, ὡς καταλύοντες ἀλλήλους αὔξουσι Κικέρωνας καὶ Κάτλους καὶ Κάτωνας, ὧν οὐδεὶς λόγος, ἂν ἐκεῖνοι συνενεγκόντες εἰς ταὐτὸ τὰς φιλίας καὶ τὰς ἑταιρείας ἑνὶ [14.3] κράτει καὶ μιᾷ γνώμῃ τὴν πόλιν ἄγωσι. πείσας δὲ καὶ διαλλάξας συνήγαγε, καὶ συνέστησεν ἐκ τῶν τριῶν ἰσχὺν ἄμαχον, ᾗ κατέλυσε Ῥωμαίων τήν τε βουλὴν καὶ τὸν δῆμον, οὐκ ἐκείνους δι' ἀλλήλων μείζονας, ἀλλὰ δι' ἐκείνων [14.4] μέγιστον ἑαυτὸν ἀπεργασάμενος. εὐθὺς μὲν γὰρ ἀρθεὶς ὑπ' ἀμφοτέρων ὕπατος ἀπεδείχθη λαμπρῶς, ὑπατεύοντι δ' αὐτῷ μεγάλων ψηφισάμενοι στρατευμάτων ἡγεμονίαν καὶ Γαλατίαν ἐγχειρίσαντες, ὥσπερ εἰς ἀκρόπολιν κατέστησαν, οἰόμενοι καθ' ἡσυχίαν νεμήσεσθαι τὰ λοιπὰ πρὸς [14.5] ἀλλήλους ἐκείνῳ βεβαιοῦντες ἣν ἔλαχεν ἀρχήν. Πομπήιος μὲν οὖν ὑπὸ φιλαρχίας ἀμέτρου ταῦτ' ἔπραττε, τῶν δὲ Κράσσου νοσημάτων τὸ ἀρχαῖον, ἡ φιλοπλουτία, καινὸν ἔρωτα προσλαβοῦσα καὶ ζῆλον ἐπὶ ταῖς Καίσαρος ἀριστείαις τροπαίων καὶ θριάμβων, οἷς γε μόνοις ἐλαττοῦσθαι προὔχοντα τοῖς ἄλλοις ἑαυτόν, οὐκ ἀνῆκεν οὐδ' ἐλώφησε, πρὶν εἰς ὄλεθρον ἀκλεῆ καὶ δημοσίας συμφορὰς τελευ[14.6]τῆσαι. Καίσαρος γὰρ εἰς Λοῦκαν πόλιν ἐκ Γαλατίας καταβάντος, ἄλλοι τε πολλοὶ Ῥωμαίων ἀφίκοντο, καὶ Πομπήιος καὶ Κράσσος ἰδίᾳ συγγενόμενοι πρὸς αὐτὸν ἔγνωσαν ἐγκρατέστερον ἔχεσθαι τῶν πραγμάτων καὶ πᾶσαν ὑφ' ἑαυτοῖς ποιεῖσθαι τὴν ἡγεμονίαν, Καίσαρος μὲν ἐν τοῖς ὅπλοις μένοντος, ἄλλας δ' ἐπαρχίας καὶ στρατεύ[14.7]ματα Πομπηίου καὶ Κράσσου λαβόντων. ἐπὶ ταῦτα δ' ὁδὸς ἦν μία δευτέρας ὑπατείας αἴτησις, ἣν μετιόντων ἐκείνων ἔδει συμπράττειν Καίσαρα, τοῖς τε φίλοις γράφοντα καὶ τῶν στρατιωτῶν πέμποντα πολλοὺς ἀρχαιρεσιάσοντας.

[15]
[15.1] Ἐπὶ τούτοις οἱ περὶ Κράσσον εἰς Ῥώμην ἐπανελθόντες εὐθὺς ἦσαν ὕποπτοι, καὶ πολὺς ἐχώρει διὰ πάντων [15.2] λόγος, οὐκ ἐπ' ἀγαθῷ γεγονέναι τὴν σύνοδον αὐτῶν. ἐν δὲ τῇ βουλῇ Μαρκελλίνου καὶ Δομιτίου Πομπήιον ἐρωτώντων εἰ μέτεισιν ὑπατείαν, ἀπεκρίνατο τυχὸν μὲν μετιέναι, τυχὸν δὲ μὴ μετιέναι, καὶ πάλιν ἐρωτώμενος ἔφη μετιέναι [15.3] τοῖς δικαίοις πολίταις, μὴ μετιέναι δὲ τοῖς ἀδίκοις. τούτου δὲ δόξαντος ὑπερηφάνους ἀποκρίσεις καὶ τετυφωμένας ποιεῖσθαι, μετριώτερον ὁ Κράσσος εἶπεν, εἰ τῇ πόλει συμφέρει, μετιέναι τὴν ἀρχήν, εἰ δὲ μή, παύσεσθαι. διὸ καί τινες ἐθάῤῥησαν ὑπατείαν μετελθεῖν, ὧν ἦν καὶ Δομίτιος. [15.4] γενομένων δὲ φανερῶν ἐκείνων ἐν ταῖς παραγγελίαις, οἱ μὲν ἄλλοι δείσαντες ἀπέστησαν, Δομίτιον δὲ Κάτων οἰκεῖον ὄντα καὶ φίλον ἐθάῤῥυνεν, ἐγκελευόμενος καὶ παρορμῶν ἔχεσθαι τῆς ἐλπίδος ὡς ὑπερμαχοῦντα τῆς κοινῆς ἐλευθερίας· οὐ γὰρ ὑπατείας Πομπήιον δεῖσθαι καὶ Κράσσον, ἀλλὰ τυραννίδος, οὐδ' ἀρχῆς αἴτησιν, ἀλλ' ἁρπαγὴν ἐπαρ[15.5]χιῶν καὶ στρατοπέδων εἶναι τὰ πρασσόμενα. ταῦτα δὲ καὶ λέγων οὕτω καὶ φρονῶν ὁ Κάτων μονονοὺ βίᾳ προῆγεν εἰς ἀγορὰν τὸν Δομίτιον, καὶ συνίσταντο πολλοὶ πρὸς αὐτούς. καὶ τὸ θαυμαζόμενον οὐκ ὀλίγον ἦν· "τί δὴ δευτέρας οὗτοι χρῄζουσιν ὑπατείας; τί δὲ πάλιν μετ' ἀλλήλων; τί δ' οὐ μεθ' ἑτέρων; πολλοὶ δ' εἰσὶν ἄνδρες ἡμῖν οὐκ [15.6] ἀνάξιοι δήπου Κράσσῳ καὶ Πομπηίῳ συνάρχειν." ἐκ τούτου δείσαντες οἱ περὶ Πομπήιον οὐδενὸς ἀπείχοντο τῶν ἀκοσμοτάτων καὶ βιαιοτάτων, ἀλλὰ πρὸς πᾶσι τοῖς ἄλλοις λόχον ὑφέντες τῷ Δομιτίῳ, νυκτὸς ἔτι μετὰ τῶν φίλων κατερχομένῳ, κτείνουσι μὲν τὸν ἀνέχοντα τὸ φῶς πρὸ αὐτοῦ, συντιτρώσκουσι δὲ πολλούς, ὧν ἦν καὶ ὁ Κάτων. [15.7] τρεψάμενοι δὲ καὶ κατακλείσαντες εἰς τὴν οἰκίαν ἐκείνους, ἀνηγορεύθησαν ὕπατοι, καὶ μετ' οὐ πολὺν χρόνον αὖθις ὅπλοις περισχόντες τὸ βῆμα, καὶ τὸν Κάτωνα τῆς ἀγορᾶς ἐκβαλόντες, καί τινας ὑποστάντας ἀποκτείναντες, Καίσαρι μὲν ἄλλην ἐπέδοσαν πενταετίαν τῆς ἀρχῆς, αὑτοῖς δὲ τῶν ἐπαρχιῶν ἐψηφίσαντο Συρίαν καὶ Ἰβηρίας συναμφοτέρας. κληρουμένων δὲ Συρίαν ἔλαχε Κράσσος, τὰ δ' Ἰβηρικὰ Πομπήιος.

[16]
[16.1] Ἦν δ' ἀσπάσιος ἅπασιν ὁ κλῆρος. οἵ τε γὰρ πολλοὶ Πομπήιον ἐβούλοντο μὴ μακρὰν εἶναι τῆς πόλεως, καὶ Πομπήιος ἐρῶν τῆς γυναικὸς αὐτόθι τὰ πολλὰ διατρίβειν ἔμελλε, Κράσσος δ' ὑπὸ χαρᾶς εὐθὺς <ἅμ'> ἐκπεσόντι τῷ κλήρῳ καταφανὴς ἦν οὐδὲν εὐτύχημα λαμπρότερον ἑαυτῷ γεγονέναι τοῦ παρόντος ἡγούμενος, ὡς μόλις ἐν ἀλλοτρίοις καὶ πολλοῖς ἡσυχίαν ἄγειν, πρὸς δὲ τοὺς συνήθεις πολλὰ κενὰ καὶ μειρακιώδη λέγειν παρ' ἡλικίαν τὴν ἑαυτοῦ καὶ φύσιν, ἥκιστα κομπαστὴς ἢ σοβαρὸς ἐν τῷ βίῳ γεγονώς. [16.2] τότε δ' ἐπηρμένος κομιδῇ καὶ διεφθαρμένος, οὐ Συρίαν οὐδὲ Πάρθους ὅρον ἐποιεῖτο τῆς εὐπραξίας, ἀλλ' ὡς παιδιὰν ἀποφανῶν τὰ Λευκόλλου πρὸς Τιγράνην καὶ Πομπηίου πρὸς Μιθριδάτην, ἄχρι Βακτρίων καὶ Ἰνδῶν καὶ τῆς ἔξω θαλάσσης ἀνῆγεν ἑαυτὸν ταῖς ἐλπίσι. καίτοι τῷ γραφέντι [16.3] περὶ τούτων νόμῳ Παρθικὸς πόλεμος οὐ προσῆν. ᾔδεσαν δὲ πάντες, ὅτι πρὸς τοῦτο Κράσσος ἐπτόητο, καὶ Καῖσαρ ἐκ Γαλατίας ἔγραφεν αὐτῷ, τὴν ὁρμὴν ἐπαινῶν [16.4] καὶ παροξύνων ἐπὶ τὸν πόλεμον. ἐπεὶ δὲ δημαρχῶν Ἀτήιος ἔμελλε πρὸς τὴν ἔξοδον ἐναντιώσεσθαι, καὶ συνίσταντο πολλοὶ χαλεπαίνοντες, εἴ τις ἀνθρώποις οὐδὲν ἀδικοῦσιν, ἀλλ' ἐνσπόνδοις, πολεμήσων ἄπεισι, δείσας ὁ Κράσσος ἐδεήθη Πομπηίου παραγενέσθαι καὶ συμπροπέμψαι. [16.5] μέγα γὰρ ἦν ἐκείνου τὸ πρὸς τὸν ὄχλον ἀξίωμα, καὶ τότε παρεσκευασμένους πολλοὺς ἐνίστασθαι καὶ καταβοᾶν ὁρώμενος πρὸ αὐτοῦ φαιδρῷ τῷ βλέμματι καὶ προσώπῳ κατεπράυνεν ὁ Πομπήιος, ὥσθ' ὑπείκειν σιωπῇ δι' αὐ[16.6]τῶν προϊοῦσιν. ὁ δ' Ἀτήιος ἀπαντήσας, πρῶτον μὲν ἀπὸ φωνῆς ἐκώλυε καὶ διεμαρτύρετο μὴ βαδίζειν, ἔπειτα τὸν ὑπηρέτην ἐκέλευσεν ἁψάμενον τοῦ σώματος κατέχειν. [16.7]} ἄλλων δὲ δημάρχων οὐκ ἐώντων, ὁ μὲν ὑπηρέτης ἀφῆκε τὸν Κράσσον, ὁ δ' Ἀτήιος προδραμὼν ἐπὶ τὴν πύλην ἔθηκεν ἐσχαρίδα καιομένην, καὶ τοῦ Κράσσου γενομένου κατ' αὐτήν, ἐπιθυμιῶν καὶ κατασπένδων ἀρὰς ἐπηρᾶτο δεινὰς μὲν αὐτὰς καὶ φρικώδεις, δεινοὺς δέ τινας θεοὺς καὶ [16.8] ἀλλοκότους ἐπ' αὐταῖς καλῶν καὶ ὀνομάζων. ταύτας φασὶ Ῥωμαῖοι τὰς ἀρὰς ἀποθέτους οὔσας καὶ παλαιὰς τοιαύτην ἔχειν δύναμιν, ὡς περιφεύγειν μηδένα τῶν ἐνσχεθέντων αὐταῖς, κακῶς δὲ πράσσειν καὶ τὸν χρησάμενον, ὅθεν οὐκ ἐπὶ τοῖς τυχοῦσιν αὐτὰς οὐδ' ὑπὸ πολλῶν ἐγείρεσθαι. καὶ τότ' οὖν ἐμέμφοντο τὸν Ἀτήιον, εἰ δι' ἣν ἐχαλέπαινε τῷ Κράσσῳ πόλιν, εἰς αὐτὴν ἀρὰς ἀφῆκε καὶ δεισιδαιμονίαν τοσαύτην.

[17]
[17.1] Ὁ δὲ Κράσσος εἰς Βρεντέσιον ἦλθεν. ἔτι δ' ἀστατούσης χειμῶνι τῆς θαλάσσης, οὐ περιέμεινεν, ἀλλ' ἀνήχθη καὶ συχνὰ τῶν πλοίων ἀπέβαλε, τὴν δ' ἄλλην ἀνα[17.2]λαβὼν δύναμιν, ἠπείγετο πεζῇ διὰ Γαλατίας. εὑρὼν δὲ τὸν βασιλέα Δηιόταρον πάνυ μὲν ὄντα γηραιὸν ἤδη, κτίζοντα δὲ νέαν πόλιν, ἐπέσκωψεν εἰπών· "ὦ βασιλεῦ, δωδεκάτης ὥρας οἰκοδομεῖν ἄρχῃ." γελάσας δ' ὁ Γαλάτης· "ἀλλ' οὐδ' αὐτός" εἶπεν "ὦ αὐτόκρατορ, ὡς ὁρῶ, πρωὶ [17.3] λίαν ἐπὶ Πάρθους ἐλαύνεις." ἦν δ' ὁ Κράσσος ἑξήκοντα μὲν ἔτη παραλλάττων, πρεσβύτερος δὲ τὴν ὄψιν ἢ καθ' ἡλικίαν. ἀφικόμενον δ' αὐτὸν ἐδέξατο τὰ πράγματα τῆς [17.4] ἐλπίδος ἀξίως τὸ πρῶτον. καὶ γὰρ ἔζευξε ῥᾳδίως τὸν Εὐφράτην καὶ διήγαγε τὸν στρατὸν ἀσφαλῶς, καὶ πόλεις πολλὰς ἐν τῇ Μεσοποταμίᾳ κατέσχεν, ἑκουσίως προσθε[17.5]μένας. ἐν μιᾷ δ', ἧς Ἀπολλώνιός τις ἐτυράννει, στρατιωτῶν ἑκατὸν ἀναιρεθέντων, ἐπαγαγὼν τὴν δύναμιν αὐτῇ καὶ κρατήσας, διήρπασε τὰ χρήματα καὶ τοὺς ἀνθρώπους [17.6] ἀπέδοτο· Ζηνοδοτίαν ἐκάλουν τὴν πόλιν οἱ Ἕλληνες. ἐπὶ ταύτῃ δ' ἁλούσῃ δεξάμενος αὐτοκράτωρ ὑπὸ τῆς στρατιᾶς ἀναγορευθῆναι, πολλὴν ὦφλεν αἰσχύνην καὶ ταπεινὸς ἐφάνη καὶ περὶ τὰ μείζονα δύσελπις, οὕτω πλεονέκτημα μικρὸν [17.7] ἠγαπηκώς. ἐμβαλὼν δὲ φρουρὰς ταῖς προσκεχωρηκυίαις πόλεσιν, ὧν ἀριθμὸς ἦν ἑπτακισχίλιοι πεζοί, χίλιοι δ' ἱππεῖς, ἀνεχώρησεν αὐτός, ἐν Συρίᾳ διαχειμάσων καὶ δεξόμενος αὐτόθι τὸν υἱόν, ἥκοντα παρὰ Καίσαρος ἐκ Γαλατίας, αὐτόν τε κεκοσμημένον ἀριστείοις καὶ χιλίους [17.8] ἱππέας ἐπιλέκτους ἄγοντα. τοῦτο πρῶτον ἁμαρτεῖν ἔδοξεν ὁ Κράσσος -- μετά γε τὴν στρατείαν αὐτήν -- μέγιστον ἁμάρτημα τῶν γενομένων, ὅτι πρόσω χωρεῖν δέον ἔχεσθαί τε Βαβυλῶνος καὶ Σελευκείας, δυσμενῶν ἀεὶ Πάρθοις [17.9] πόλεων, χρόνον ἔδωκε τοῖς πολεμίοις παρασκευῆς. ἔπειτα τὰς ἐν Συρίᾳ διατριβὰς ᾐτιῶντο, χρηματιστικὰς μᾶλλον οὔσας ἢ στρατηγικάς· οὐ γὰρ ὅπλων ἀριθμὸν ἐξετάζων οὐδὲ γυμνασιῶν ποιούμενος ἁμίλλας, ἀλλὰ προσόδους πόλεων ἐκλογιζόμενος, καὶ τὰ χρήματα τῆς ἐν Ἱεραπόλει θεοῦ σταθμοῖς καὶ τρυτάναις μεταχειριζόμενος ἐπὶ πολλὰς ἡμέρας, ἐπιγράφων δὲ καὶ δήμοις καὶ δυνάσταις στρατιωτῶν καταλόγους, εἶτ' ἀνιεὶς ἀργύριον διδόντας, ἠδόξει [17.10] καὶ κατεφρονεῖτο. γίνεται δὲ πρῶτον αὐτῷ σημεῖον ἀπὸ τῆς θεοῦ ταύτης, ἣν οἱ μὲν Ἀφροδίτην, οἱ δ' Ἥραν, οἱ δὲ τὴν ἀρχὰς καὶ σπέρματα πᾶσιν ἐξ ὑγρῶν παρασχοῦσαν αἰτίαν καὶ φύσιν νομίζουσι καὶ τὴν πάντων εἰς ἀνθρώπους ἀρχὴν ἀγαθῶν καταδείξασαν. ἐξιόντων γὰρ ἐκ τοῦ ἱεροῦ πρῶτος ἐσφάλη κατὰ τὰς θύρας ὁ νεανίας Κράσσος, εἶτ' ἐπ' αὐτῷ περιπεσὼν ὁ πρεσβύτερος.

[18]
[18.1] Ἤδη δὲ τὰς δυνάμεις ἐκ τῶν χειμαδίων συναθροίζοντος αὐτοῦ, πρέσβεις ἀφίκοντο παρ' Ἀρσάκου, βραχύν τινα λόγον κομίζοντες. ἔφασαν γάρ, εἰ μὲν ὑπὸ Ῥωμαίων ὁ στρατὸς ἀπέσταλται, πόλεμον αὐτοῖς ἄσπονδον εἶναι καὶ ἀδιάλλακτον, εἰ δὲ τῆς πατρίδος ἀκούσης -- ὡς πυνθάνονται -- Κράσσος ἰδίων ἕνεκα κερδῶν ὅπλα Πάρθοις ἐπενήνοχε καὶ χώραν κατείληφε, μετριάζειν Ἀρσάκην καὶ τὸ μὲν Κράσσου γῆρας οἰκτίρειν, ἀφιέναι δὲ Ῥωμαίοις τοὺς ἄνδρας, οὓς ἔχει φρουρουμένους μᾶλλον ἢ φρουροῦντας. [18.2] πρὸς ταῦτα Κράσσου κομπάσαντος, ὡς ἐν Σελευκείᾳ δώσει τὰς ἀποκρίσεις, γελάσας ὁ πρεσβύτατος τῶν πρέσβεων Οὐαγίσης καὶ τῆς χειρὸς ὑπτίας δείξας τὸ μέσον, "ἐντεῦθεν" εἶπεν "ὦ Κράσσε φύσονται τρίχες πρότερον [18.3] ἢ σὺ ὄψει Σελεύκειαν." οὗτοι μὲν οὖν ἀπήλαυνον ὡς Ὁρώδην βασιλέα, πολεμητέα φράσοντες, ἐκ δὲ τῶν πόλεων, ἃς ἐφρούρουν Ῥωμαῖοι τῆς Μεσοποταμίας, παραβόλως τινὲς διεκπεσόντες ἄξια φροντίδων ἀπήγγελλον, αὐτόπται μὲν γεγονότες τοῦ τε πλήθους τῶν πολεμίων καὶ τῶν ἀγώνων οὓς ἠγωνίσαντο προσμαχόμενοι ταῖς πόλεσιν, οἷα δὲ φιλεῖ, πάντα πρὸς τὸ δεινότερον ἐξαγγέλλοντες, ὡς ἄφυκτοι μὲν οἱ ἄνδρες διώκοντες, ἄληπτοι δὲ φεύγοντες, βέλη δὲ πτηνὰ προθέοντα τῆς ὄψεως καί, πρὶν ὀφθῆναι τὸν βάλλοντα, χωροῦντα διὰ τοῦ προστυχόντος, τῶν δὲ καταφράκτων ὅπλων τὰ μὲν διὰ παντὸς ὠθεῖσθαι, τὰ δὲ πρὸς [18.4] μηδὲν ἐνδιδόναι πεποιημένα. ταῦτα τῶν στρατιωτῶν ἀκουόντων τὸ θράσος ὑπήρειπε· πεπεισμένοι γὰρ οὐδὲν Ἀρμενίων διαφέρειν Πάρθους οὐδὲ Καππαδοκῶν, οὓς ἄγων καὶ φέρων Λεύκολλος ἀπεῖπε, καὶ τοῦ πολέμου τὸ χαλεπώτατον ἡγούμενοι μακρὰν ὁδὸν ἔσεσθαι καὶ δίωξιν ἀνθρώπων εἰς χεῖρας οὐκ ἀφιξομένων, παρ' ἐλπίδας ἀγῶνα καὶ κίνδυνον μέγαν προσεδόκων, ὥστε καὶ τῶν ἐν τέλει τινὰς οἴεσθαι δεῖν ἐπισχόντα τὸν Κράσσον αὖθις ὑπὲρ τῶν ὅλων γνώμην [18.5] προθέσθαι· τούτων ἦν Κάσσιος ὁ ταμίας. ἡσυχῇ δὲ παρεδήλουν καὶ οἱ μάντεις, ὡς ἀεὶ πονηρὰ σημεῖα καὶ δυσέκθυτα προφαίνοιτο τῷ Κράσσῳ διὰ τῶν ἱερῶν. ἀλλ' οὔτε τούτοις προσεῖχεν οὔτε τοῖς ἕτερόν τι πλὴν ἐπείγεσθαι παραινοῦσιν.

[19]
[19.1] Οὐχ ἥκιστα δ' αὐτὸν Ἀρταβάζης ὁ Ἀρμενίων βασιλεὺς ἐπέῤῥωσεν· ἦλθε γὰρ εἰς τὸ στρατόπεδον μεθ' ἑξακισχιλίων ἱππέων. καὶ οὗτοι μὲν ἐλέγοντο φύλακες καὶ προπομποὶ βασιλέως· ἑτέρους δὲ μυρίους ὑπισχνεῖτο κατα[19.2]φράκτους καὶ τρισμυρίους πεζοὺς οἰκοσίτους. ἔπειθε δὲ Κράσσον ἐμβαλεῖν δι' Ἀρμενίας εἰς τὴν Παρθίαν· οὐ γὰρ μόνον ἐν ἀφθόνοις τὴν στρατιὰν διάξειν αὐτοῦ παρέχοντος, ἀλλὰ καὶ πορεύσεσθαι δι' ἀσφαλείας, ὄρη πολλὰ καὶ λόφους συνεχεῖς καὶ χωρία δύσιππα πρὸς τὴν ἵππον, ἣ μόνη Πάρ[19.3]θων ἀλκή, προβαλλόμενον. ὁ δὲ τὴν μὲν προθυμίαν αὐτοῦ καὶ τὴν λαμπρότητα τῆς παρασκευῆς οὐ μετρίως ἠγάπησε, βαδιεῖσθαι δ' ἔφη διὰ Μεσοποταμίας, ὅπου πολλοὺς καὶ ἀγαθοὺς Ῥωμαίων ἄνδρας ἀπέλιπεν. ὁ μὲν οὖν Ἀρμένιος ἐπὶ τούτοις ἀπήλαυνε. [19.4] Τῷ δὲ Κράσσῳ διαβιβάζοντι τὴν στρατιὰν κατὰ τὸ Ζεῦγμα πολλαὶ μὲν ὑπερφυεῖς βρονταὶ περιεῤῥήγνυντο, πολλὰ δὲ κατήστραπτεν ἐναντία τῷ στρατῷ, πνεῦμα δὲ νέφει καὶ πρηστῆρι μεμειγμένον ἐρεῖσαν αὐτοῦ κατὰ τῆς [19.5] σχεδίας ἀνέῤῥηξε πολλὰ καὶ συνέτριψεν. ἐβλήθη δὲ καὶ κεραυνοῖς δυσὶν ὁ χῶρος οὗ στρατοπεδεύειν ἔμελλεν. ἵππος δὲ τῶν στρατηγικῶν ἐπιφανῶς κεκοσμημένος βίᾳ συνεπισπάσας τὸν ἡνίοχον εἰς τὸ ῥεῖθρον ὑποβρύχιος ἠφανίσθη. λέγεται δὲ καὶ τῶν ἀετῶν ὁ πρῶτος ἀρθεὶς ἀπὸ ταὐτομάτου [19.6] μεταστραφῆναι. πρὸς δὲ τούτοις συνέπεσε μετὰ τὴν διάβασιν μετρουμένοις τὰ ἐπιτήδεια τοῖς στρατιώταις πρῶτον πάντων δοθῆναι φακοὺς καὶ μάζαν, ἃ νομίζουσι Ῥωμαῖοι πένθιμα καὶ προτίθενται τοῖς νεκυσίοις, αὐτοῦ τε Κράσσου δημηγοροῦντος ἐξέπεσε φωνή, δεινῶς συγχέασα [19.7] τὸν στρατόν· ἔφη γὰρ τὸ ζεῦγμα τοῦ ποταμοῦ διαλύειν, ὅπως μηδεὶς αὐτῶν ἐπανέλθῃ· καὶ δέον, ὡς ᾔσθετο, τοῦ ῥήματος τὴν ἀτοπίαν ἀναλαβεῖν, καὶ διασαφῆσαι πρὸς τοὺς ἀποδειλιῶντας τὸ εἰρημένον, ἠμέλησεν ὑπ' αὐθαδείας. [19.8] τέλος δὲ τὸν εἰθισμένον καθαρμὸν ἐσφαγιάζετο, καὶ τὰ σπλάγχνα τοῦ μάντεως αὐτῷ προσδόντος ἐξέβαλε τῶν χειρῶν· ἐφ' ᾧ καὶ μάλιστα δυσχεραίνοντας ἰδὼν τοὺς παρόντας, ἐμειδίασε καὶ "τοιοῦτον" ἔφη "τὸ γῆρας· ἀλλὰ τῶν γ' ὅπλων οὐδὲν ἂν ἐκφύγοι τὰς χεῖρας."

[20]
[20.1] Ἐκ τούτου παρὰ τὸν ποταμὸν ἐξήλαυνεν, ἑπτὰ μὲν ἔχων ὁπλιτῶν τάγματα καὶ τετρακισχιλίων ὀλίγον ἀποδέοντας ἱππεῖς, ψιλοὺς δὲ τοῖς ἱππεῦσι παραπλησίους. [20.2] τῶν δὲ προδρόμων τινὲς ἀπὸ σκοπιᾶς ἐπανελθόντες, ἤγγελλον ἀνθρώπων μὲν ἔρημον εἶναι τὴν χώραν, ἵππων δ' ἐντετυχηκέναι πολλῶν ἴχνεσιν, οἷον ἐκ μεταβολῆς [20.3] ὀπίσω διωκομένων. ὅθεν αὐτός τε Κράσσος ἔτι μᾶλλον εὔελπις ἦν, καὶ τοῖς στρατιώταις παντάπασι τῶν Πάρθων παρέστη καταφρονεῖν, ὡς οὐκ ἀφιξομένων εἰς χεῖρας. [20.4] ὅμως δ' οἱ περὶ Κάσσιον αὖθις διελέγοντο τῷ Κράσσῳ, καὶ παρῄνουν μάλιστα μὲν ἐν πόλει τινὶ τῶν φρουρουμένων ἀναλαβεῖν τὴν δύναμιν, ἄχρι οὗ τι πύθηται περὶ τῶν πολεμίων βέβαιον· εἰ δὲ μή, χωρεῖν ἐπὶ Σελευκείας παρὰ τὸν ποταμόν· εὐπορίαν γὰρ τὰ σιτηγὰ τῆς ἀγορᾶς παρέξειν, ἅμα συγκαταίροντα πρὸς τὸ στρατόπεδον, καὶ φύλακα τοῦ μὴ κυκλωθῆναι τὸν ποταμὸν ἔχοντας, ἀπ' ἴσης ἀεὶ πρὸς ἐναντίους μαχεῖσθαι τοὺς πολεμίους.


[21]
[21.1] Ταῦτα τοῦ Κράσσου διασκοποῦντος ἔτι καὶ βουλευομένου, παραγίνεται φύλαρχος Ἀράβων Ἄβγαρος ὄνομα, δολερὸς καὶ παλίμβολος ἀνὴρ καὶ πάντων ὅσα συνήνεγκεν εἰς ὄλεθρον ἡ τύχη κακὰ μέγιστον αὐτοῖς καὶ τελει[21.2]ότατον γενόμενος. τοῦτον δ' ᾔδεσαν ἔνιοι τῶν Πομπηίῳ συνεστρατευμένων ἀπολαύσαντά τι τῆς ἐκείνου φιλανθρωπίας καὶ δόξαντα φιλορώμαιον εἶναι· τότε δ' ὑφεῖτο τῷ Κράσσῳ μετὰ γνώμης τῶν βασιλέως στρατηγῶν, εἰ δύναιτο παρατρέψας αὐτὸν ἀπωτάτω τοῦ ποταμοῦ καὶ τῶν ὑπωρειῶν εἰς πεδίον ἐκβαλεῖν ἀχανὲς καὶ περιελαυνόμε[21.3]νον. πάντα γὰρ διενοοῦντο μᾶλλον ἢ κατὰ στόμα συμφέρεσθαι Ῥωμαίοις. ἐλθὼν οὖν πρὸς τὸν Κράσσον ὁ Ἄβγαρος -- ἦν δὲ καὶ πιθανὸς εἰπεῖν -- , Πομπήιον μὲν ὡς εὐεργέτην ἐπῄνει, Κράσσον δὲ τῆς δυνάμεως μακαρίσας ἐμέμφετο τῆς διατριβῆς, μέλλοντα καὶ παρασκευαζόμενον, ὥσπερ ὅπλων αὐτῷ δεῆσον καὶ χειρῶν, οὐ ποδῶν τῶν ταχίστων ἐπ' ἀνθρώπους οἳ πάλαι ζητοῦσιν ἁρπάσαντες τὰ τιμιώτατα τῶν χρημάτων καὶ σωμάτων εἰς Σκύθας ἢ Ὑρκα[21.4]νοὺς ἀναπτέσθαι. "καίτοι μάχεσθαι μέλλοντά σ'" ἔφη "σπεύδειν ἔδει, πρὶν ἅπασαν ἐν ταὐτῷ γενέσθαι τὴν δύναμιν ἀναθαῤῥήσαντος βασιλέως· ἐπεὶ νῦν γε Σουρήνας ὑμῖν προβέβληται καὶ Σιλάκης, ἐφ' αὑτοὺς ἀναδεξάμενοι τὴν δίωξιν, ὁ δ' οὐδαμῇ φανερός ἐστι." [21.5] Ταῦτα δ' ἦν ψευδῆ πάντα. διχῇ γὰρ εὐθὺς Ὁρώδης διελὼν τὴν δύναμιν, αὐτὸς μὲν Ἀρμενίαν ἐπόρθει τινύμενος Ἀρταβάζην, Σουρήναν δ' ἀφῆκεν ἐπὶ Ῥωμαίους, οὐχ ὑπερφροσύνῃ χρώμενος ὡς ἔνιοί φασιν -- οὐ γὰρ ἦν τοῦ αὐτοῦ, Κράσσον μὲν ἀπαξιοῦν ἀνταγωνιστήν, ἄνδρα Ῥωμαίων πρῶτον, Ἀρταβάζῃ δὲ προσπολεμεῖν καὶ τὰς Ἀρμενίων ἐπιόντα κώμας ἐξαιρεῖν -- , ἀλλὰ καὶ πάνυ μοι δοκεῖ καταδείσας τὸν κίνδυνον, αὐτὸς μὲν ἐφεδρεύειν καὶ καραδοκεῖν τὸ μέλλον, Σουρήναν δὲ προκαθεῖναι, πειρα[21.6]σόμενον ἄλλως καὶ περιέλξοντα τοὺς πολεμίους. οὐδὲ γὰρ ἦν τῶν τυχόντων ὁ Σουρήνας, ἀλλὰ πλούτῳ μὲν καὶ γένει καὶ δόξῃ μετὰ βασιλέα δεύτερος, ἀνδρείᾳ δὲ καὶ δεινότητι τῶν καθ' αὑτὸν ἐν Πάρθοις πρῶτος, ἔτι δὲ μεγέθει καὶ [21.7] κάλλει σώματος ὡς οὐδεὶς ἕτερος. ἐξήλαυνε δὲ καθ' ἑαυτὸν αἰεὶ χιλίαις σκευοφορούμενος καμήλοις, καὶ διακοσίας ἀπήνας ἐπήγετο παλλακίδων, ἱππεῖς δὲ κατάφρακτοι χίλιοι, πλείονες δὲ τῶν κούφων παρέπεμπον, εἶχε δὲ τοὺς σύμπαντας ἱππεῖς ὁμοῦ πελάτας τε καὶ δούλους μυρίων οὐκ [21.8] ἀποδέοντας. καὶ κατὰ γένος μὲν ἐξ ἀρχῆς ἐκέκτητο βασιλεῖ γινομένῳ Πάρθων ἐπιτιθέναι τὸ διάδημα πρῶτος, Ὁρώδην δὲ τοῦτον αὐτὸς ἐξεληλαμένον εἰς Πάρθους κατήγαγε, καὶ Σελεύκειαν αὐτῷ τὴν μεγάλην εἷλε, πρῶτος ἐπιβὰς τοῦ τείχους καὶ τρεψάμενος ἰδίᾳ χειρὶ τοὺς ἀντι[21.9]στάντας. οὔπω δὲ γεγονὼς ἔτη τριάκοντα κατ' ἐκεῖνον τὸν χρόνον, εὐβουλίας καὶ συνέσεως δόξαν εἶχε μεγίστην, οἷς οὐχ ἥκιστα καὶ τὸν Κράσσον ἔσφηλε, διὰ θράσος καὶ φρόνημα πρῶτον, εἶθ' ὑπὸ δέους καὶ συμφορῶν ταῖς ἀπάταις εὐχείρωτον γενόμενον.

[22]
[22.1] Τότε δ' οὖν ὁ Ἄβγαρος ὡς ἔπεισεν αὐτόν, ἀποσπάσας τοῦ ποταμοῦ διὰ μέσων ἦγε τῶν πεδίων ὁδὸν ἐπιεικῆ καὶ κούφην τὸ πρῶτον, εἶτα μοχθηράν, ἄμμου βαθείας ὑποδεχομένης καὶ πεδίων ἀδένδρων καὶ ἀνύδρων καὶ πρὸς οὐδὲν οὐδαμῇ πέρας ἐφικτὸν αἰσθήσει παυομένων, ὥστε μὴ μόνον δίψει καὶ χαλεπότητι τῆς πορείας ἀπαγορεύειν, ἀλλὰ καὶ τὸ τῆς ὄψεως ἀπαραμύθητον ἀθυμίαν παρέχειν, οὐ φυτὸν ὁρῶσιν, οὐ ῥεῖθρον, οὐ προβολὴν ὄρους καθιέντος, οὐ πόαν βλαστάνουσαν, ἀλλ' ἀτεχνῶς πελάγιόν τι [22.2] χεῦμα θινῶν ἐρήμων περιεῖχε τὸν στρατόν. ἦν μὲν οὖν καὶ ἀπὸ τούτων ὁ δόλος ὕποπτος· ἐπειδὴ δὲ καὶ παρ' Ἀρταβάζου τοῦ Ἀρμενίου παρῆσαν ἄγγελοι, φράζοντες ὡς πολλῷ συνέχοιτο πολέμῳ ῥυέντος ἐπ' αὐτὸν Ὁρώδου, καὶ πέμπειν μὲν ἐκείνῳ βοήθειαν οὐ δύναται, παραινεῖ δὲ Κράσσῳ, μάλιστα μὲν ἐκτραπέσθαι καὶ γενόμενον μετ' Ἀρμενίων ὁμοῦ διαγωνίσασθαι πρὸς τὸν Ὁρώδην, εἰ δὲ μή, καὶ πορεύεσθαι καὶ στρατοπεδεύειν ἀεὶ τὰ ἱππάσιμα φεύγοντα καὶ προσχωροῦντα τοῖς ὀρεινοῖς, Κράσσος μὲν οὐδὲν ἀντιγράψας ὑπ' ὀργῆς καὶ σκαιότητος ἀπεκρίνατο, νῦν μὲν Ἀρμενίοις μὴ σχολάζειν, αὖθις δ' ἀφίξεσθαι δίκην [22.3] ἐπιθήσων Ἀρταβάζῃ τῆς προδοσίας. οἱ δὲ περὶ Κάσσιον αὖθις ἠγανάκτουν, καὶ Κράσσον μὲν ἀχθόμενον αὐτοῖς ἐπαύσαντο νουθετοῦντες, ἰδίᾳ δὲ τὸν Ἄβγαρον ἐλοιδόρουν· "τίς σε δαίμων πονηρός, ὦ κάκιστε ἀνθρώπων, ἤγαγε πρὸς ἡμᾶς; τίσι δὲ φαρμάκοις ἢ γοητείαις ἔπεισας Κράσσον εἰς ἐρημίαν ἀχανῆ καὶ βύθιον ἐκχέαντα τὴν στρατιὰν ὁδεύειν ὁδοὺς Νομάδι λῃστάρχῃ μᾶλλον ἢ Ῥωμαίων αὐτο[22.4]κράτορι προσηκούσας;" ὁ δ' Ἄβγαρος, ἀνὴρ ὢν ποικίλος, ἐκείνους μὲν ὑποπίπτων ἐθάῤῥυνε καὶ παρεκάλει μικρὸν ἐπικαρτερῆσαι, τοὺς δὲ στρατιώτας ἅμα συμπαραθέων καὶ παραβοηθῶν ἐπέσκωπτε μετὰ γέλωτος· "ὑμεῖς δὲ διὰ Καμπανίας ὁδεύειν οἴεσθε, κρήνας καὶ νάματα καὶ σκιὰς καὶ λουτρὰ δηλαδὴ συνεχῆ καὶ πανδοκεῖα ποθοῦντες; οὐ μέμνησθε τὴν Ἀράβων καὶ Ἀσσυρίων μεθορίαν διεξιόν[22.5]τες;" οὕτω μὲν ὁ Ἄβγαρος διεπαιδαγώγησε τοὺς Ῥωμαίους, καὶ πρὶν ἢ γενέσθαι φανερὸς ἐξαπατῶν, ἀφίππευσεν, οὐ λαθὼν τὸν Κράσσον, ἀλλὰ καὶ τοῦτο πείσας, ὡς ὑπεργάσεται καὶ διαταράξει τὰ τῶν πολεμίων.

[23]
[23.1] Λέγεται δὲ τῆς ἡμέρας ἐκείνης τὸν Κράσσον οὐχ, ὥσπερ ἔθος ἐστὶ Ῥωμαίων στρατηγόν, ἐν φοινικίδι προελθεῖν, ἀλλ' ἐν ἱματίῳ μέλανι, καὶ τοῦτο μὲν εὐθὺς ἀλλάξαι συμφρονήσαντα, τῶν δὲ σημαιῶν ἐνίας μόλις ὥσπερ [23.2] πεπηγυίας πολλὰ παθόντας ἀνελέσθαι τοὺς φέροντας. ὧν ὁ Κράσσος καταγελῶν ἐπετάχυνε τὴν πορείαν, προσβιαζόμενος ἀκολουθεῖν τὴν φάλαγγα τοῖς ἱππεῦσι, πρίν γε δὴ τῶν ἐπὶ κατασκοπὴν ἀποσταλέντων ὀλίγοι προσελάσαντες ἀπήγγειλαν ἀπολωλέναι τοὺς ἄλλους ὑπὸ τῶν πολεμίων, αὐτοὺς δὲ μόλις ἐκφυγεῖν, ἐπιέναι δὲ μαχουμέ[23.3]νους πλήθει πολλῷ καὶ θάρσει τοὺς ἄνδρας. ἅπαντες μὲν οὖν ἐθορυβήθησαν, ὁ δὲ Κράσσος ἐξεπλάγη παντάπασι καὶ διὰ σπουδῆς οὐ πάνυ καθεστηκὼς παρέταττε, πρῶτον μέν, ὡς οἱ περὶ Κάσσιον ἠξίουν, ἀραιὰν τὴν φάλαγγα τῶν ὁπλιτῶν ἐπὶ πλεῖστον ἀνάγων τοῦ πεδίου πρὸς τὰς κυκλώσεις, τοὺς δ' ἱππεῖς διανέμων τοῖς κέρασιν· ἔπειτα μετέδοξε, καὶ συναγαγὼν ἀμφίστομον ἐποίησε καὶ βαθὺ πλινθίον, εἰς δώδεκα σπείρας προερχομένης τῶν [23.4] πλευρῶν ἑκάστης. παρὰ δὲ σπεῖραν ἴλην ἱππέων ἔταξεν, ὡς μηδὲν ἔχοι μέρος ἐνδεὲς ἱππικῆς βοηθείας, ἀλλὰ πανταχόθεν ὁμαλῶς προσφέροιτο πεφραγμένος. τῶν δὲ κεράτων τὸ μὲν Κασσίῳ, τὸ δὲ τῷ νέῳ Κράσσῳ παρέδωκεν, [23.5] αὐτὸς δ' εἰς μέσον κατέστη. καὶ προάγοντες οὕτως ἐπὶ ῥεῖθρον ἦλθον ὃ καλεῖται Βάλισσος, οὐ πολὺ μὲν ἄλλως οὐδ' ἄφθονον, ἀσμένοις δὲ τότε τοῖς στρατιώταις φανὲν ἐν αὐχμῷ καὶ καύματι καὶ παρὰ τὴν ἄλλην ἐπίπονον καὶ [23.6] ἄνυδρον πορείαν. οἱ μὲν οὖν πλεῖστοι τῶν ἡγεμόνων ᾤοντο δεῖν ἐνταῦθα καταυλισαμένους καὶ νυκτερεύσαντας, καὶ πυθομένους ἐφ' ὅσον οἷόν τε πλῆθος καὶ τάξιν τῶν πολεμίων, ἅμ' ἡμέρᾳ χωρεῖν ἐπ' αὐτούς· Κράσσος δὲ τῷ παιδὶ καὶ τοῖς περὶ αὐτὸν ἱππεῦσιν ἐγκελευομένοις ἄγειν καὶ συνάπτειν ἐπαρθείς, ἐκέλευσεν ἑστῶτας ἐν τάξει φαγεῖν [23.7] καὶ πιεῖν τοὺς δεομένους. καὶ πρὶν ἢ τοῦτο διὰ πάντων γενέσθαι καλῶς, ἦγεν οὐ σχέδην οὐδ' ὡς ἐπὶ μάχῃ διαναπαύων, ἀλλ' ὀξείᾳ καὶ συντόνῳ χρώμενος τῇ πορείᾳ, μέχρι οὗ κατώφθησαν οἱ πολέμιοι, παρὰ δόξαν οὔτε πολλοὶ [23.8] φανέντες οὔτε σοβαροὶ τοῖς Ῥωμαίοις. τὸ μὲν γὰρ πλῆθος ὑπέστειλε τοῖς προτάκτοις ὁ Σουρήνας, τὴν δὲ λαμπρότητα κατέκρυπτε τῶν ὅπλων, ἱμάτια καὶ διφθέρας προίσχεσθαι κελεύσας. ὡς δ' ἐγγὺς ἐγένοντο καὶ σημεῖον ἤρθη παρὰ τοῦ στρατηγοῦ, πρῶτον μὲν ἐνεπίμπλατο [23.9] φθογγῆς βαρείας καὶ βρόμου φρικώδους τὸ πεδίον. Πάρθοι γὰρ οὐ κέρασιν οὐδὲ σάλπιγξιν ἐποτρύνουσιν ἑαυτοὺς εἰς μάχην, ἀλλὰ ῥόπτρα βυρσοπαγῆ καὶ κοῖλα περιτείναντες ἠχείοις χαλκοῖς ἅμα πολλαχόθεν ἐπιδουποῦσι, τὰ δὲ φθέγγεται βύθιόν τι καὶ δεινόν, ὠρυγῇ θηριώδει καὶ τραχύτητι βροντῆς μεμειγμένον, εὖ πως συνεωρακότες ὅτι τῶν αἰσθητηρίων ἡ ἀκοὴ ταρακτικώτατόν ἐστι τῆς ψυχῆς καὶ τὰ περὶ ταύτην πάθη τάχιστα κινεῖ καὶ μάλιστα πάντων ἐξίστησι τὴν διάνοιαν.

[24]
[24.1] Ἐκπεπληγμένων δὲ τῶν Ῥωμαίων δέει διὰ τὸν ἦχον, ἐξαίφνης τὰ προκαλύμματα τῶν ὅπλων καταβαλόντες, ὤφθησαν αὐτοί τε φλογοειδεῖς κράνεσι καὶ θώραξι, τοῦ Μαργιανοῦ σιδήρου στίλβοντος ὀξὺ καὶ περιλαμπές, οἵ θ' ἵπποι καταπεφραγμένοι χαλκοῖς καὶ σιδηροῖς σκεπάσμασι, μέγιστος δ' ὁ Σουρήνας καὶ κάλλιστος αὐτός, τῇ δὲ κατ' ἀνδρείαν δόξῃ τὴν θηλύτητα τοῦ κάλλους οὐκ ἐοικώς, ἀλλὰ μηδικώτερον ἐσκευασμένος ἐντρίμμασι προσώπου καὶ κόμης διακρίσει, τῶν ἄλλων Πάρθων ἔτι Σκυθικῶς [24.2] ἐπὶ τὸ φοβερὸν τῷ ἀνασίλλῳ κομώντων. πρῶτον μὲν οὖν διενοοῦντο τοῖς κοντοῖς εἰσελαύνοντες ὠθεῖν καὶ βιάζεσθαι τοὺς προτάκτους· ὡς δ' ἑώρων τό τε βάθος τοῦ συνασπισμοῦ καὶ τῶν ἀνδρῶν τὸ μόνιμον καὶ παρεστηκός, ἀνῆγον ὀπίσω, καὶ σκίδνασθαι δοκοῦντες ἅμα καὶ διαλύειν τὴν τάξιν, ἐλάνθανον ἐν κύκλῳ περιβάλλοντες τὸ [24.3] πλινθίον αὐτῶν. Κράσσου δὲ τοὺς ψιλοὺς ἐκδραμεῖν κελεύσαντος, οὗτοι μὲν οὐ πολὺ προῆλθον, ἀλλὰ πολλοῖς τοξεύμασιν ἐντυχόντες, ταχὺ συμπαρέντες αὖθις ἐνεδύοντο τοῖς ὁπλίταις, καὶ παρεῖχον ἀκοσμίας ἀρχὴν καὶ δέους ὁρῶσι τὴν ῥύμην τῶν ὀιστῶν καὶ τὸν τόνον, ὅπλα τε ῥηγνύντων καὶ διὰ παντὸς φερομένων ὁμοίως ἀντιτύπου καὶ μαλακοῦ [24.4] στεγάσματος. οἱ δὲ Πάρθοι διαστάντες ἐκ μήκους ἤρξαντο τοξεύειν ἅμα πανταχόθεν, οὐ τὴν ἀκριβῆ τοξείαν -- ἡ γὰρ συνέχεια καὶ πυκνότης τῶν Ῥωμαίων οὐδὲ τῷ βουλομένῳ διαμαρτάνειν ἀνδρὸς παρεῖχεν -- , εὐτόνους δὲ τὰς πληγὰς καὶ βιαίους διδόντες ἀπὸ τόξων κραταιῶν καὶ μεγάλων καὶ τῇ σκολιότητι τῆς καμπῆς τὸ βέλος ἠναγκασμένον [24.5] ἀποστελλόντων. ἦν οὖν αὐτόθεν ἤδη μοχθηρὰ τὰ Ῥωμαίων· καὶ γὰρ μένοντες ἐν τάξει συνετιτρώσκοντο, καὶ χωρεῖν ὁμόσε πειρώμενοι, τοῦ μὲν ποιεῖν ἴσον ἀπεῖχον, ὁμοίως δ' ἔπασχον· ὑπέφευγον γὰρ ἅμα βάλλοντες οἱ Πάρθοι, καὶ τοῦτο κράτιστα ποιοῦσι μετὰ Σκύθας, καὶ σοφώτατόν ἐστιν ἀμυνομένους ἐπὶ τῷ σῴζεσθαι τῆς φυγῆς ἀφαιρεῖν τὸ αἰσχρόν.

[25]
[25.1] Ἄχρι μὲν οὖν ἤλπιζον αὐτοὺς ἐκχεαμένους τὰ βέλη σχήσεσθαι μάχης ἢ συνάψειν εἰς χεῖρας, ἐκαρτέρουν· ὡς δ' ἔγνωσαν ὅτι πολλαὶ κάμηλοι παρεστᾶσι τοξευμάτων πλήρεις, ἀφ' ὧν περιελαύνοντες οἱ πρῶτοι λαμβάνουσιν, οὐδὲν πέρας ὁρῶν ὁ Κράσσος ἠθύμει, καὶ σκοπεῖν ἐκέλευεν, ἀγγέλους πέμψας πρὸς τὸν υἱόν, ὅπως προσμεῖξαι βιάσαιτο τοῖς ἐναντίοις πρὶν ἢ κυκλωθῆναι· μάλιστα γὰρ ἐκείνῳ προσέκειντο καὶ περιίππευον τὸ κέρας ὡς κατὰ [25.2] νώτου γενησόμενοι. λαβὼν οὖν ὁ νεανίας ἱππεῖς τε χιλίους καὶ τριακοσίους, ὧν οἱ χίλιοι παρὰ Καίσαρος ἦσαν, καὶ τοξότας πεντακοσίους καὶ τῶν ἔγγιστα θυρεαφόρων ὀκτὼ [25.3] σπείρας, συνήγαγεν εἰς ἐμβολήν. τῶν δὲ Πάρθων οἱ περιελαύνοντες, εἴτε τέλμασιν ἐντυχόντες, ὡς ἔνιοί φασιν, εἴτε λαβεῖν τὸν Κράσσον ἀπωτάτω τοῦ πατρὸς στρατηγοῦντες, ὀπίσω στρέψαντες ἀπεδίωκον. ὁ δ' ἐμβοήσας ὡς οὐ μένουσιν οἱ ἄνδρες ἤλαυνε, καὶ σὺν αὐτῷ Κηνσωρῖνός τε καὶ Μεγάβακχος, ὁ μὲν εὐψυχίᾳ καὶ ῥώμῃ διαφέρων, Κηνσωρῖνος δὲ καὶ βουλευτικὸν ἔχων ἀξίωμα καὶ δεινὸς εἰπεῖν, [25.4] ἑταῖροι δὲ Κράσσου καὶ παραπλήσιοι καθ' ἡλικίαν. ἐπισπομένων δὲ τῶν ἱππέων οὐδὲ τὸ πεζὸν ἀπελείπετο προθυμίᾳ καὶ χαρᾷ τῆς ἐλπίδος· νικᾶν γὰρ ᾤοντο καὶ διώκειν, ἄχρι οὗ πολὺ προελθόντες ᾔσθοντο τὴν ἀπάτην, μεταβαλλομένων ἅμα τῶν φεύγειν δοκούντων καὶ πλειόνων ἄλλων ἐπιφερομένων. ἐνταῦθα δ' ἔστησαν, οἰόμενοι συνάψειν [25.5] αὐτοῖς εἰς χεῖρας ὀλίγοις οὖσι τοὺς πολεμίους. οἱ δὲ τοὺς καταφράκτους προτάξαντες ἐναντίους τοῖς Ῥωμαίοις, τὴν δ' ἄλλην ἵππον ἄτακτον περὶ αὐτοὺς ἐλαύνοντες καὶ συνταράσσοντες τὸ πεδίον, ἀνίστασαν ἐκ βυθοῦ θῖνας ἄμμου, κονιορτὸν ἐπαγούσας ἄπλετον, ὡς μήτε διορᾶν ῥᾳδίως μήτε φθέγγεσθαι τοὺς Ῥωμαίους, εἱλουμένους δ' ἐν ὀλίγῳ καὶ συμπίπτοντας ἀλλήλοις, βάλλεσθαι καὶ ἀποθνῄσκειν οὐ ῥᾴδιον οὐδ' ὀξὺν θάνατον, ἀλλ' ὑπὸ σπασμοῦ καὶ ὀδύνης δυσανασχετοῦντας καὶ κυλινδουμένους περὶ τοῖς ὀιστοῖς ἐναποθραύειν τοῖς τραύμασι, βίᾳ τε πειρωμένους ἐξέλκειν ἠγκιστρωμένας ἀκίδας καὶ δεδυκυίας διὰ φλεβῶν καὶ νεύρων, προσαναῤῥηγνύναι καὶ λυμαίνεσθαι σφᾶς αὐ[25.6]τούς. οὕτω δὲ πολλῶν ἀποθνῃσκόντων, ἄπρακτοι καὶ οἱ ζῶντες ἦσαν πρὸς ἀλκήν, καὶ τοῦ Ποπλίου παρακαλοῦντος ἐμβαλεῖν εἰς τὴν κατάφρακτον, ἐπεδείκνυσαν ἑαυτῶν χεῖράς τε θυρεοῖς προσπεπερονημένας καὶ πόδας διαμπὰξ προσεληλαμένους πρὸς τοὔδαφος, ὥστε καὶ πρὸς φυγὴν [25.7] ἀμηχάνους εἶναι καὶ πρὸς ἄμυναν. αὐτὸς οὖν τοὺς ἱππεῖς παρορμήσας, προσέβαλε μὲν ἐῤῥωμένως καὶ συνῆψε τοῖς ἀνδράσιν, ἦν δ' ἄνισος ἔν τε ταῖς πληγαῖς καὶ τῷ φυλάσσεσθαι, παίων μὲν ἀσθενέσι καὶ μικροῖς δορατίοις θώρακας ὠμοβύρσους ἢ σιδηροῦς, παιόμενος δὲ κοντοῖς εἰς εὐσταλῆ καὶ γυμνὰ σώματα τῶν Γαλατῶν· τούτοις γὰρ ἐθάῤῥει μάλιστα, καὶ μετὰ τούτων ἔργα θαυμαστὰ διεπράττετο. [25.8] τῶν τε γὰρ κοντῶν ἐπελαμβάνοντο, καὶ συμπλεκόμενοι τοὺς ἄνδρας ἀπὸ τῶν ἵππων ἐώθουν, τῇ βαρύτητι τοῦ ὁπλισμοῦ δυσκινήτους ὄντας, πολλοὶ δὲ τοὺς ἑαυτῶν ἀπολείποντες ἵππους καὶ ὑποδυόμενοι τοῖς ἐκείνων ἔτυπτον εἰς τὰς γαστέρας· οἱ δ' ἀνεσκίρτων ὑπ' ὀδύνης, καὶ συμπατοῦντες ἐν ταὐτῷ τοὺς ἐπιβάτας καὶ τοὺς πολεμίους ἀνα[25.9]πεφυρμένους, ἀπέθνῃσκον. ἐπίεζε δὲ τοὺς Γαλάτας μάλιστα τό τε θάλπος καὶ τὸ δίψος, ἀμφοτέρων ἀήθεις ὄντας, καὶ τῶν ἵππων ἀπολώλεισαν οἱ πλεῖστοι πρὸς ἐναντίους ἐλαυνόμενοι τοὺς κοντούς. ἐβιάσθησαν οὖν ἀναχωρῆσαι πρὸς τοὺς ὁπλίτας, ἔχοντες τὸν Πόπλιον ὑπὸ τραυμάτων ἤδη κακῶς [25.10] διακείμενον. ἰδόντες δὲ θῖνα βουνώδη πλησίον, ἐχώρουν ἐπ' αὐτήν, καὶ τοὺς μὲν ἵππους ἐν μέσῳ κατέδησαν, ἔξωθεν δὲ τοῖς θυρεοῖς συγκλείσαντες, ᾤοντο ῥᾷον ἀμυνεῖ[25.11]σθαι τοὺς βαρβάρους. ἀπέβαινε δὲ τοὐναντίον· ἐν μὲν γὰρ τῷ ὁμαλῷ τοῖς ὄπισθεν ἁμῶς γέ πως οἱ πρότακτοι παρέχουσι ῥᾳστώνην, ἐκεῖ δ' ἄλλον ὑπὲρ ἄλλου διὰ τὴν ἀνωμαλίαν ἀνέχοντος τοῦ χωρίου καὶ μᾶλλον ἀεὶ τοὺς κατόπιν ἐξαίροντος, οὐδὲν ἦν τὸ διαφεῦγον, ἀλλ' ἐβάλλοντο πάντες ὁμαλῶς, ὀδυρόμενοι τὴν ἀκλεῆ καὶ ἄπρακτον αὑτῶν τελευτήν. [25.12] Ἦσαν δὲ περὶ τὸν Πόπλιον ἄνδρες Ἕλληνες δύο τῶν αὐτόθι, κατοικοῦντες ἐν Κάῤῥαις, Ἱερώνυμος καὶ Νικόμαχος· οὗτοι συνέπειθον αὐτὸν ὑπεξελθεῖν μετ' αὐτῶν καὶ διαφυγεῖν εἰς Ἴχνας, πόλιν ᾑρημένην τὰ Ῥωμαίων [25.13] καὶ οὐ μακρὰν οὖσαν. ὁ δὲ φήσας οὐδένα δεινὸν οὕτως ἔσεσθαι θάνατον, ὃν φοβηθεὶς Πόπλιος ἀπολείψει τοὺς ἀπολλυμένους δι' αὑτόν, ἐκείνους μὲν ἐκέλευσε σῴζεσθαι καὶ δεξιωσάμενος ἀπέστειλεν, αὐτὸς δὲ τῇ χειρὶ χρήσασθαι μὴ δυνάμενος -- διελήλατο γὰρ βέλει -- τὸν ὑπασπιστὴν [25.14] ἐκέλευσε πατάξαι τῷ ξίφει παρασχὼν τὸ πλευρόν. ὁμοίως δὲ καὶ Κηνσωρῖνον ἀποθανεῖν λέγουσι· Μεγάβακχος δ' αὐτὸς ἑαυτὸν διεχρήσατο καὶ τῶν ἄλλων οἱ δοκιμώτατοι. τοὺς δ' ὑπολελειμμένους ἀναβαίνοντες οἱ Πάρθοι τοῖς κοντοῖς διήλαυνον μαχομένους· ζῶντας δ' οὐ πλείους φασὶν ἁλῶναι πεντακοσίων. τὰς δὲ κεφαλὰς τῶν περὶ τὸν Πόπλιον ἀποκόψαντες, ἤλαυνον εὐθὺς ἐπὶ τὸν Κράσσον.

[26]
[26.1] Εἶχε δὲ τὰ κατ' αὐτὸν οὕτως. ὡς ἐκέλευσε τὸν υἱὸν ἐμβαλεῖν τοῖς Πάρθοις καί τις ἤγγειλεν αὐτῷ μακρὰν τροπὴν εἶναι καὶ δίωξιν ἰσχυρὰν τῶν πολεμίων, ἑώρα δὲ καὶ τοὺς καθ' αὑτὸν οὐκέτι προσκειμένους ὁμοίως -- ἐκεῖ γὰρ ἐῤῥύησαν οἱ πλεῖστοι -- , μικρὸν ἀνεθάῤῥησε, καὶ συναγαγὼν ὑπέστειλε χωρίοις προσάντεσι τὸν στρατόν, αὐτίκα [26.2] προσδοκῶν τὸν υἱὸν ἐπανήξειν ἀπὸ τῆς διώξεως. τῶν δὲ πεμφθέντων ὑπὸ τοῦ Ποπλίου πρὸς αὐτόν, ὡς ἐκινδύνευεν, οἱ μὲν πρῶτοι διεφθάρησαν ἐμπεσόντες εἰς τοὺς βαρβάρους, οἱ δ' ὕστεροι μόγις διαφυγόντες ἀπήγγειλαν οἴχεσθαι τὸν Πόπλιον, εἰ μὴ ταχεῖα καὶ πολλὴ βοήθεια [26.3] παρ' ἐκείνου γένοιτο. τὸν δὲ Κράσσον ἅμα πολλὰ πάθη κατέσχε, καὶ λογισμῷ μὲν οὐδὲν ἔτι τῶν πραγμάτων ἑώρα, φόβῳ δὲ περὶ τοῦ σύμπαντος ἅμα καὶ πόθῳ τοῦ παιδὸς ἑλκόμενος βοηθεῖν ἢ μὴ βοηθεῖν, τέλος ὥρμησε προά[26.4]γειν τὴν δύναμιν. ἐν τούτῳ δ' οἱ πολέμιοι προσεφέροντο κραυγῇ καὶ παιᾶνι φοβερώτεροι, καὶ πολλὰ τῶν τυμπάνων αὖθις περιεμυκᾶτο τοὺς Ῥωμαίους, ἑτέρας μάχης ἀρχὴν προσδοκῶντας. οἱ δὲ τὴν κεφαλὴν τοῦ Ποπλίου κομίζοντες ὑπὲρ αἰχμῆς ἀναπεπηγυῖαν ἐγγὺς προσελάσαντες ἀνέδειξαν, ὕβρει πυνθανόμενοι τοκέας αὐτοῦ καὶ γένος· οὐ γὰρ δὴ πρέπειν γε Κράσσου πατρὸς ἀνανδροτάτου καὶ κακίστου γενναῖον οὕτω παῖδα καὶ λαμπρὸν ἀρετῇ γενέ[26.5]σθαι. τοῦτο τὸ θέαμα Ῥωμαίων ὑπὲρ ἅπαντα τὰ ἄλλα δεινὰ τὰς ψυχὰς κατέκλασε καὶ παρέλυσεν, οὐ θυμοῦ πρὸς ἄμυναν, ὥσπερ ἦν εἰκός, ἀλλὰ φρίκης καὶ τρόμου πᾶσιν [26.6] ἐγγενομένου. καίτοι τόν γε Κράσσον αὐτὸν αὑτοῦ λαμπρότατον ἐν τῷ τότε πάθει φανῆναι λέγουσιν· ἐβόα γὰρ ἐπιὼν τὰς τάξεις· "ἐμὸν ὦ Ῥωμαῖοι τοῦτο τὸ πάθος ἴδιόν ἐστιν· ἡ δὲ μεγάλη δόξα καὶ τύχη τῆς Ῥώμης ἐν ὑμῖν [26.7] ἕστηκε σῳζομένοις ἄθραυστος καὶ ἀήττητος. εἰ δὲ καὶ ἐμοῦ τις οἶκτος ἀφῃρημένου παῖδα πάντων ἄριστον, ἐπιδείξασθε τοῦτον ὀργῇ τῇ πρὸς τοὺς πολεμίους. ἀφέλεσθε τὴν χαρὰν αὐτῶν, τιμωρήσασθε τὴν ὠμότητα, μὴ καταπλαγῆτε τοῖς γεγενημένοις. <ἐπ>εὶ δεῖ τι καὶ παθεῖν [26.8] <τοὺς> μεγάλων ἐφιεμένους. οὐδὲ Λεύκολλος Τιγράνην ἀναιμωτὶ καθεῖλεν, οὐδὲ Σκιπίων Ἀντίοχον, χιλίας δὲ ναῦς οἱ παλαιοὶ περὶ Σικελίαν ἀπώλεσαν, ἐν δ' Ἰταλίᾳ πολλοὺς αὐτοκράτορας καὶ στρατηγούς, ὧν οὐδεὶς προηττηθεὶς [26.9] ἐκώλυσεν αὐτοὺς κρατῆσαι τῶν νενικηκότων. οὐ γὰρ εὐτυχίᾳ τὰ Ῥωμαίων, ἀλλὰ τλημοσύνῃ καὶ ἀρετῇ πρὸς τὰ δεινὰ χωρούντων, εἰς τοσοῦτο προῆλθε δυνάμεως."

[27]
[27.1] Τοιαῦτα λέγων καὶ παραθαρσύνων ὁ Κράσσος οὐ πολλοὺς ἑώρα προθύμως ὑπακούοντας, ἀλλὰ καὶ συναλαλάξαι κελεύσας ἤλεγξε τοῦ στρατοῦ τὴν κατήφειαν, ἀσθενῆ καὶ ὀλίγην καὶ ἀνώμαλον κραυγὴν ποιήσαντος· ἡ δὲ παρὰ [27.2] τῶν βαρβάρων λαμπρὰ καὶ θρασεῖα κατεῖχε. τραπομένων δὲ πρὸς ἔργον, οἱ μὲν ἱππόται πλάγιοι περιελαύνοντες ἐτόξευον, αὐτοὶ δὲ τοῖς κοντοῖς οἱ πρότακτοι χρώμενοι, συνέστελλον εἰς ὀλίγον τοὺς Ῥωμαίους, πλὴν ὅσοι τὸν ὑπὸ τῶν τοξευμάτων φεύγοντες θάνατον ἀπετόλμων παραβόλως εἰς αὐτοὺς φέρεσθαι, μικρὰ μὲν βλάπτοντες, ὀξέως δὲ θνῄσκοντες ὑπὸ τραυμάτων μεγάλων καὶ καιρίων, παχὺν ἐπωθούντων τῷ σιδήρῳ τὸν κοντόν, ¶ τοὺς ἵππους, πολλάκις δὲ καὶ διὰ δυοῖν ἀνδρῶν ὑπὸ ῥύμης διαπορευό[27.3]μενον. οὕτω δὲ διαγωνισάμενοι, νυκτὸς ἐπιούσης ἀπηλλάγησαν, εἰπόντες ὅτι Κράσσῳ χαρίζονται νύκτα μίαν ἀποθρηνῆσαι τὸν υἱόν, ἢν ἄρα μὴ βέλτιον ὑπὲρ αὑτοῦ σκεψάμενος ἐλθεῖν μᾶλλον ἐθελήσῃ πρὸς Ἀρσάκην ἢ κομι[27.4]σθῆναι. οὗτοι μὲν οὖν ἐπαυλισάμενοι πλησίον ἐν ἐλπίσι μεγάλαις ἦσαν· νὺξ δὲ χαλεπὴ τοὺς Ῥωμαίους κατελάμβανεν, οὔτε ταφῆς τῶν κειμένων οὔτε θεραπείας τῶν τετρωμένων καὶ ψυχοῤῥαγούντων ποιουμένους λόγον, ἑκάστου δ' [27.5] ἑαυτὸν ἀποκλαίοντος. ἀνέκφυκτα γὰρ ἐφαίνετο, τήν θ' ἡμέραν αὐτοῦ προσμείνασι, καὶ νύκτωρ εἰς πεδίον ἀχανὲς ἐμβαλοῦσιν, οἵ τε τραυματίαι πολλὴν ἀπορίαν παρεῖχον, καὶ κομίζειν, ἐμποδὼν τῷ τάχει τῆς φυγῆς ἐσόμενοι, καὶ [27.6] ἀπολείπειν, βοῇ τὴν ἀπόδρασιν ἐξαγγελοῦντες. τοῦ δὲ Κράσσου, καίπερ αἴτιον ἁπάντων νομίζοντες, ἐπόθουν ὅμως τήν τ' ὄψιν καὶ τὴν φωνήν. ὁ δὲ καθ' ἑαυτὸν ἐγκεκαλυμμένος ὑπὸ σκότος ἔκειτο, παράδειγμα τοῖς πολλοῖς τύχης, τοῖς δ' εὖ φρονοῦσιν ἀβουλίας καὶ φιλοτιμίας, δι' ἣν οὐκ ἠγάπα πρῶτος ὢν καὶ μέγιστος ἐν μυριάσιν ἀνθρώπων τοσαύταις, ἀλλ' ὅτι δυοῖν μόνον ἀνδρῶν ὕστερος [27.7] ἐκρίνετο, τοῦ παντὸς ἀποδεῖν ἐνόμιζε. τότε δ' οὖν αὐτὸν Ὀκτάβιος θ' ὁ πρεσβευτὴς καὶ Κάσσιος ἀνίστασαν καὶ παρεθάῤῥυνον. ὡς δ' ἀπηγορεύκει παντάπασιν, αὐτοὶ συγκαλέσαντες ἑκατοντάρχας καὶ λοχαγούς, ὡς ἔδοξε βουλευομένοις μὴ μένειν, ἀνίστασαν τὸν στρατὸν ἄνευ σάλπιγγος καὶ δι' ἡσυχίας τὸ πρῶτον, εἶτ' αἰσθομένων ὡς ἀπολείποιντο τῶν ἀδυνάτων, ἀκοσμία δεινὴ καὶ σύγχυσις μετ' [27.8] οἰμωγῆς καὶ βοῆς τὸ στρατόπεδον κατεῖχεν. ἐκ τούτου δὲ ταραχὴ καὶ πτοία προϊόντας αὐτοὺς ὑπελάμβανεν, ὡς ἐπιφερομένων τῶν πολεμίων, καὶ πολλάκις μὲν ἐκτρεπόμενοι, πολλάκις δ' εἰς τάξιν καθιστάμενοι, τῶν τε τραυματιῶν ὅσοι παρηκολούθουν τοὺς μὲν ἀναλαμβάνοντες, τοὺς δ' ἀποτιθέμενοι, διατριβὴν εἶχον, πλὴν τριακοσίων ἱππέων οὓς Ἐγνάτιος ἔχων προσέμειξε ταῖς Κάῤῥαις περὶ [27.9] μέσας νύκτας, φθεγξάμενος δὲ Ῥωμαϊστὶ τοῖς τειχοφυλακοῦσιν, ὡς ὑπήκουσαν, ἐκέλευε Κοπωνίῳ τῷ ἄρχοντι φράζειν, ὅτι μάχη γέγονε μεγάλη Κράσσῳ πρὸς Πάρθους, ἄλλο δ' οὐδὲν εἰπὼν οὐδ' αὑτὸν ὅστις ἦν, ἀπήλαυνεν ἐπὶ τὸ Ζεῦγμα, καὶ διέσωσε μὲν τοὺς σὺν αὑτῷ, κακῶς δ' [27.10] ἤκουσε καταλιπὼν τὸν στρατηγόν. οὐ μὴν ἀλλ' ὤνησέ γε τὸν Κράσσον ἡ προσριφεῖσα τότε τῷ Κοπωνίῳ φωνή· συμφρονήσας γὰρ ὅτι χρηστὸν οὐδὲν ἀγγέλλειν ἔχοντός ἐστι τὸ τάχος καὶ τὸ συγκεχυμένον τοῦ λόγου, παρήγγειλεν εὐθὺς ἐξοπλίζεσθαι τοὺς στρατιώτας, καὶ ἅμα τῷ πρῶτον αἰσθέσθαι τὸν Κράσσον ἐν ὁδῷ γεγενημένον, ἀπαντήσας ἀνελάμβανε καὶ παρέπεμπε τὴν στρατιὰν εἰς τὴν πόλιν.

[28]
[28.1] Οἱ δὲ Πάρθοι νυκτὸς μὲν αἰσθόμενοι τὴν ἀπόδρασιν οὐκ ἐδίωκον, ἅμα δ' ἡμέρᾳ τοὺς μὲν ἐπὶ τῷ στρατοπέδῳ καταλειφθέντας οὐ μείους τετρακισχιλίων ἐπελθόντες ἀπέσφαξαν, ἐν δὲ τῷ πεδίῳ πλανωμένους πολλοὺς ἱππα[28.2]σάμενοι συνέλαβον. τέσσαρας δ' ὁμοῦ σπείρας, ἃς ἔτι νυκτὸς ἀπέῤῥηξε Βαργοντήιος ὁ πρεσβευτής, ἐκπεσούσας τῆς ὁδοῦ περισχόντες ἔν τισι στενοῖς, διέφθειραν ἀμυνομένας πλὴν ἀνδρῶν εἴκοσι. τούτους δὲ γυμνοῖς τοῖς ξίφεσιν ὠθουμένους δι' αὐτῶν θαυμάσαντες, εἶξαν καὶ διέσχον ἀπιοῦσι [28.3] βάδην εἰς τὰς Κάῤῥας. τῷ δὲ Σουρήνᾳ προσέπεσε ψευδὴς λόγος ἐκπεφευγέναι Κράσσον μετὰ τῶν ἀρίστων, τὸ δ' εἰς Κάῤῥας συνεῤῥυηκὸς ὄχλον εἶναι σύμμεικτον οὐκ ἀξίων [28.4] σπουδῆς ἀνθρώπων. οἰόμενος οὖν ἀποβεβληκέναι τὸ τῆς νίκης τέλος, ἔτι δ' ἀμφιδοξῶν καὶ μαθεῖν βουλόμενος τὸ ἀληθές, ὅπως ἢ προσμένων ἐνταῦθα πολιορκοίη Κράσσον ἢ διώκοι χαίρειν ἐάσας Καῤῥηνούς, ὑποπέμπει τινὰ τῶν παρ' αὐτῷ διγλώσσων πρὸς τὰ τείχη, κελεύσας ἱέντα Ῥωμαϊκὴν διάλεκτον καλεῖν Κράσσον αὐτὸν ἢ Κάσσιον, ὡς Σουρήνα διὰ λόγων θέλοντος αὐτοῖς [[[Βίοι Παράλληλοι/Κράσσος#p[συγ]|[συγ]]]]γενέσθαι. [28.5] ταῦτα τοῦ διγλώσσου φράσαντος ὡς ἀπηγγέλη τοῖς περὶ Κράσσον, ἐδέχοντο τὰς προκλήσεις, καὶ μετὰ μικρὸν ἧκον ἀπὸ τῶν βαρβάρων Ἄραβες, οἳ Κράσσον εὖ καὶ Κάσσιον ἀπ' ὄψεως ἐγνώριζον, ἐν τῷ στρατοπέδῳ πρὸ τῆς μάχης [28.6] γεγονότες. οὗτοι τὸν Κάσσιον ἰδόντες ἐπὶ τοῦ τείχους, ἔλεγον ὅτι Σουρήνας σπένδεται καὶ δίδωσιν αὐτοῖς φίλοις οὖσι βασιλέως σῴζεσθαι, Μεσοποταμίαν ἐκλιποῦσι· τοῦτο γὰρ ὁρᾶν λυσιτελὲς ἀμφοτέροις πρὸ τῆς ἐσχάτης ἀνάγκης. [28.7] δεξαμένου δὲ τοῦ Κασσίου, καὶ τόπον ὁρισθῆναι καὶ χρόνον ἀξιοῦντος ἐν ᾧ συνίασι Σουρήνας καὶ Κράσσος, οὕτω φάμενοι ποιήσειν ἀπήλαυνον.

[29]
[29.1] Ἡσθεὶς οὖν ὁ Σουρήνας ἐπὶ τῷ τοὺς ἄνδρας ἐνέχεσθαι τῇ πολιορκίᾳ, μεθ' ἡμέραν ἐπῆγε τοὺς Πάρθους, πολλὰ καθυβρίζοντας καὶ κελεύοντας, εἰ βούλονται τυχεῖν σπονδῶν Ῥωμαῖοι, Κράσσον ἐγχειρίσαι σφίσι καὶ Κάσσιον [29.2] δεδεμένους. οἱ δ' ἤχθοντο μὲν ἠπατημένοι, μακρὰς δὲ καὶ κενὰς τὰς ἀπ' Ἀρμενίων ἐλπίδας καταβάλλειν τῷ Κράσσῳ φράσαντες, εἴχοντο δρασμοῦ. καὶ τοῦτ' ἔδει μηδένα πρὸ καιροῦ Καῤῥηνῶν πυθέσθαι· πυνθάνεται δ' ὁ πάντων ἀπιστότατος Ἀνδρόμαχος, ὑπὸ Κράσσου καὶ τοῦτο [29.3] πιστευθεὶς καὶ τῆς ὁδοῦ τὴν ἡγεμονίαν. οὐδὲν οὖν ἔλαθε τοὺς Πάρθους, ἐξαγγέλλοντος τοῦ Ἀνδρομάχου καθ' ἕκαστον. ἐπεὶ δὲ νυκτομαχεῖν οὐ πάτριον αὐτοῖς ἐστιν οὐδὲ ῥᾴδιον, ἐξῄει δὲ νυκτὸς ὁ Κράσσος, ὅπως μὴ πολὺ καθυστερήσωσι τῇ διώξει στρατηγῶν ὁ Ἀνδρόμαχος ἄλλοτ' ἄλλας ὁδοὺς ὑφηγεῖτο, καὶ τέλος ἐξέτρεψεν εἰς ἕλη βαθέα καὶ χωρία τάφρων μεστὰ τὴν πορείαν, χαλεπὴν καὶ πολυ[29.4]πλανῆ γινομένην τοῖς ἐπισπομένοις. ἐγένοντο δέ τινες, οἳ μηδὲν ὑγιὲς <φρονοῦντα> τὸν Ἀνδρόμαχον στρέφειν καὶ περιελίττειν εἰκάσαντες οὐκ ἠκολούθησαν, ἀλλὰ Κάσσιος μὲν ἐπανῆλθεν εἰς Κάῤῥας πάλιν, καὶ τῶν ὁδηγῶν (Ἄραβες δ' ἦσαν) ἀναμεῖναι κελευόντων, ἄχρι ἂν ἡ σελήνη παραλλάξῃ τὸν σκορπίον, "ἀλλ' ἔγωγε" εἰπών "μᾶλλον φοβοῦμαι τὸν τοξότην", ἀπήλαυνεν εἰς Συρίαν μεθ' ἱππέων πεντακοσίων· ἄλλοι δὲ χρησάμενοι πιστοῖς ὁδηγοῖς, ἐλάβοντο χωρίων ὀρεινῶν ἃ καλεῖται Σίννακα, καὶ κατέστησαν ἐν [29.5] ἀσφαλεῖ πρὸ ἡμέρας. οὗτοι περὶ πεντακισχιλίους ἦσαν, ἡγεῖτο δ' αὐτῶν ἀνὴρ ἀγαθὸς Ὀκτάβιος. τὸν δὲ Κράσσον ἡμέρα κατελάμβανεν ἔτι ἀγόμενον ὑπ' Ἀνδρομάχου περὶ [29.6] τὰς δυσχωρίας καὶ τὸ ἕλος. ἦσαν δὲ τέσσαρες σπεῖραι σὺν αὐτῷ θυρεαφόρων, ἱππεῖς δὲ παντελῶς ὀλίγοι καὶ πέντε ῥαβδοῦχοι, μεθ' ὧν ἐπιπόνως καὶ μόλις εἰς τὴν ὁδὸν καταστάς, ἤδη τῶν πολεμίων ἐπικειμένων, ὅσον δώδεκα σταδίους ἀπολιπὼν τοῦ συμμεῖξαι τοῖς περὶ Ὀκτάβιον, ἐπ' ἄλλον διαφεύγει λόφον, οὐχ οὕτω μὲν ἄφιππον οὐδ' ὀχυρόν, ὑποκείμενον δὲ τοῖς Σιννάκοις καὶ συνηρτημένον αὐχένι μακρῷ διὰ μέσου κατατείνοντι τοῦ πεδίου πρὸς [29.7] τοῦτον. ἦν οὖν ἐν ὄψει τοῖς περὶ τὸν Ὀκτάβιον ὁ κίνδυνος αὐτοῦ, καὶ πρῶτος Ὀκτάβιος ἔθει μετ' ὀλίγων ἄνωθεν ἐπιβοηθῶν, εἶθ' οἱ λοιποὶ κακίσαντες ἑαυτοὺς ἐφέροντο, καὶ προσπεσόντες καὶ ὠσάμενοι τοὺς πολεμίους ἀπὸ τοῦ λόφου, περιέσχον ἐν μέσῳ τὸν Κράσσον καὶ προὐβάλοντο τοὺς θυρεούς, μεγαληγοροῦντες ὡς οὐκ ἔστι Πάρθοις βέλος ὃ προσπεσεῖται τῷ σώματι τοῦ αὐτοκράτορος πρὶν ἢ σφᾶς ἅπαντας ὑπὲρ αὐτοῦ μαχομένους ἀποθανεῖν.

[30]
[30.1] Ὁρῶν οὖν ὁ Σουρήνας τούς τε Πάρθους ἀμβλύτερον ἤδη κινδυνεύοντας, ἤν τε νὺξ ἐπίσχῃ καὶ τῶν ὀρῶν οἱ Ῥωμαῖοι λάβωνται, παντάπασιν αὐτοὺς ἐσομένους ἀλήπτους, [30.2] ἐπῆγε τῷ Κράσσῳ δόλον. ἀφείθησαν μὲν γὰρ ἔνιοι τῶν αἰχμαλώτων, ἀκηκοότες ἐν τῷ στρατοπέδῳ τῶν βαρβάρων πρὸς ἀλλήλους ἐπίτηδες διαλεγομένων, ὡς οὐ βούλεται βασιλεὺς ἄσπονδον αὑτῷ πόλεμον εἶναι πρὸς Ῥωμαίους, ἀλλὰ τὴν φιλίαν ἀναλαβεῖν χάριτι, Κράσσῳ χρησάμενος φιλανθρώπως, ἔσχοντο δὲ μάχης οἱ βάρβαροι, Σουρήνας δὲ μετὰ τῶν ἀρίστων προσελάσας ἀτρέμα τῷ λόφῳ, τοῦ μὲν τόξου τὸν τόνον ἀνῆκε, τὴν δὲ δεξιὰν προὔτεινεν, ἐκάλει δὲ τὸν Κράσσον ἐπὶ συμβάσεις, ὑπειπὼν ὅτι τῆς μὲν ἀνδρείας καὶ δυνάμεως ἄκοντος πεπείραται βασιλέως, πρᾳότητα δ' αὐτοῖς καὶ φιλοφροσύνην ἑκὼν ἐπιδείκνυται, [30.3] σπενδόμενος ἀπιοῦσι καὶ παρέχων σῴζεσθαι. ταῦτα τοῦ Σουρήνα λέγοντος, οἱ μὲν ἄλλοι προθύμως ἐδέξαντο καὶ περιχαρεῖς ἦσαν, ὁ δὲ Κράσσος οὐδὲν ὅ τι μὴ δι' ἀπάτης ἐσφαλμένος ὑπ' αὐτῶν, καὶ τὸ αἰφνίδιον τῆς μεταβολῆς [30.4] ἄλογον ἡγούμενος, οὐχ ὑπήκουεν, ἀλλ' ἐβουλεύετο. τῶν δὲ στρατιωτῶν βοώντων καὶ <ἰέναι> κελευόντων, εἶτα λοιδορούντων καὶ κακιζόντων ὡς προβάλλοντα μαχουμένους αὐτοὺς οἷς αὐτὸς ἀνόπλοις εἰς λόγους οὐ θαῤῥεῖ συνελθεῖν, πρῶτον μὲν ἐπειρᾶτο δεῖσθαι καὶ λέγειν, ὅτι τὸ λειπόμενον μέρος τῆς ἡμέρας διακαρτερήσαντες, ἐν τοῖς ὀρεινοῖς καὶ τραχέσι δύνανται διὰ νυκτὸς ἰέναι, καὶ τὴν ὁδὸν ἐδείκνυε καὶ παρεκάλει τὴν ἐλπίδα μὴ προέσθαι τῆς [30.5] σωτηρίας ἐγγὺς οὔσης. ὡς δὲ χαλεπαίνοντες αὐτῷ καὶ τὰ ὅπλα κρούοντες ἠπείλουν, φοβηθεὶς ἐχώρει, καὶ τοσοῦτον εἶπε μεταστραφείς· "Ὀκτάβιε καὶ Πετρώνιε καὶ ὅσοι πάρεστε Ῥωμαίων ἄρχοντες, ὑμεῖς ὁρᾶτε τῆς ἐμῆς ὁδοῦ τὴν ἀνάγκην, καὶ σύνιστε παρόντες ὡς αἰσχρὰ πάσχω καὶ βίαια· τοῖς δ' ἄλλοις ἅπασιν ἀνθρώποις λέγετε σωθέντες, ὡς Κράσσος ἀπατηθεὶς ὑπὸ τῶν πολεμίων, οὐκ ἐκδοθεὶς ὑπὸ τῶν πολιτῶν ἀπόλωλε."

[31]
[31.1] Οὐ μὴν ἔμειναν οἱ περὶ τὸν Ὀκτάβιον, ἀλλὰ συγκατέβαινον ἀπὸ τοῦ λόφου· τοὺς δὲ ῥαβδούχους ἑπομένους ὁ Κράσσος ἀπήλλασσε. πρῶτοι δὲ τῶν βαρβάρων ἀπήντησαν αὐτοῖς δύο μειξέλληνες, οἳ καὶ προσεκύνησαν τὸν Κράσσον, ἀπὸ τῶν ἵππων ἁλάμενοι, καὶ προσαγορεύσαντες ἑλλάδι φωνῇ παρεκάλουν προπέμψαι τινάς, οἷς ἐπιδείξεται Σουρήνας ἑαυτὸν καὶ τοὺς περὶ αὑτὸν ἀνό[31.2]πλους καὶ ἀσιδήρους προσερχομένους. ὁ δὲ Κράσσος ἀπεκρίνατο μέν, ὡς εἰ καὶ τὸν ἐλάχιστον εἶχε τοῦ ζῆν λόγον, οὐκ ἂν εἰς χεῖρας αὐτοῖς ἦλθεν· ὅμως δὲ δύο Ῥωσκίους ἀδελφοὺς ἔπεμψε πευσομένους ἐπὶ τίσι καὶ πόσοι συνίασιν. [31.3] οὓς εὐθὺς συλλαβὼν ὁ Σουρήνας κατέσχεν, αὐτὸς δὲ μετὰ τῶν ἀρίστων ἱππότης προσῄει καὶ "τί τοῦτο;" ἔφη "πεζὸς ὁ Ῥωμαίων αὐτοκράτωρ, ἡμεῖς δ' ὀχούμεθα;" [31.4] καὶ προσαγαγεῖν ἐκέλευσεν ἵππον αὐτῷ. τοῦ δὲ Κράσσου φήσαντος οὔθ' ἑαυτὸν ἁμαρτάνειν οὔτ' ἐκεῖνον, ὡς ἑκατέρῳ πάτριόν ἐστι ποιουμένους τὴν σύνοδον, εἶναι μὲν αὐτόθεν ἔφη σπονδὰς καὶ εἰρήνην ὁ Σουρήνας Ὁρώδῃ τε βασιλεῖ καὶ Ῥωμαίοις, δεῖν δὲ γράψασθαι τὰς συνθήκας ἐπὶ τὸν ποταμὸν προελθόντας· "οὐ γὰρ ὑμεῖς γε" ἔφη "πάνυ μνήμονες ὁμολογιῶν οἱ Ῥωμαῖοι", καὶ προὔτεινε τὴν δεξιὰν αὐτῷ. μεταπεμπομένου δ' ἵππον, οὐδὲν ἔφη δεῖν· [31.5] "βασιλεὺς γάρ σοι δίδωσι τοῦτον." ἅμα δ' ἵππος τε τῷ Κράσσῳ παρέστη χρυσοχάλινος, οἵ τ' ἀναβολεῖς αὐτὸν ἀράμενοι περιεβίβασαν καὶ παρείποντο, πληγῇ τὸν ἵππον ἐπιταχύνοντες. Ὀκτάβιος δὲ πρῶτος ἀντιλαμβάνεται τῶν χαλινῶν, καὶ μετ' ἐκεῖνον εἷς τῶν χιλιάρχων Πετρώνιος, εἶθ' οἱ λοιποὶ περιίσταντο, τόν θ' ἵππον ἀνακόπτειν πειρώμενοι καὶ τοὺς πιεζοῦντας τὸν Κράσσον ἐξ ἑκατέρου μέρους [31.6] ἀφέλκοντες. ὠθισμοῦ δὲ γενομένου καὶ ταραχῆς, εἶτα πληγῶν, Ὀκτάβιος μὲν ἀνασπάσας τὸ ξίφος ἑνὸς τῶν βαρβάρων κτείνει τὸν ἱπποκόμον, ἕτερος δὲ τὸν Ὀκτάβιον ἐκ τῶν ὄπισθεν πατάξας· Πετρώνιος δ' ὅπλου μὲν οὐκ ηὐπόρησεν, εἰς δὲ τὸν θώρακα πληγεὶς ἀπεπήδησεν ἄτρωτος· τὸν δὲ Κράσσον ὄνομα Ἐξάθρης Πάρθος ἀπέ[31.7]κτεινεν. οἱ δ' οὔ φασιν, ἀλλ' ἕτερον μὲν εἶναι τὸν ἀποκτείναντα, τοῦτον δὲ κειμένου τὴν κεφαλὴν ἀποκόψαι καὶ τὴν δεξιάν. εἰκάζεται δὲ ταῦτα μᾶλλον ἢ γινώσκεται· τῶν γὰρ παρόντων οἱ μὲν ἐκεῖ μαχόμενοι περὶ τὸν Κράσσον ἀνῃρέθησαν, οἱ δ' εὐθὺς ἀνεχώρησαν ἐπὶ τὸν λόφον. [31.8] Ἐπελθόντων δὲ τῶν Πάρθων καὶ λεγόντων ὅτι Κράσσος μὲν δίκην δέδωκε, τοὺς δ' ἄλλους κελεύει Σουρήνας κατιέναι θαῤῥοῦντας, οἱ μὲν ἐνεχείρισαν αὑτοὺς καταβάντες, οἱ δὲ τῆς νυκτὸς ἐσπάρησαν, καὶ τούτων ὀλίγοι παντάπασιν διεσώθησαν· τοὺς δ' ἄλλους ἐκθηρεύοντες οἱ Ἄραβες συνελάμβανον καὶ διέφθειρον. λέγονται δ' οἱ πάντες δισμύριοι μὲν ἀποθανεῖν, μύριοι δ' ἁλῶναι ζῶντες.

[32]
[32.1] Ὁ δὲ Σουρήνας τὴν κεφαλὴν τοῦ Κράσσου καὶ τὴν χεῖρα πρὸς Ὁρώδην ἔπεμψεν εἰς Ἀρμενίαν, αὐτὸς δὲ διαδοὺς λόγον ὑπ' ἀγγέλων εἰς Σελεύκειαν ὡς ζῶντα Κράσσον ἄγοι, παρεσκεύαζε πομπήν τινα γελοίαν, ὕβρει προσ[32.2]αγορεύων θρίαμβον. ὁ μὲν γὰρ ἐμφερέστατος Κράσσῳ τῶν αἰχμαλώτων, Γάιος Πακκιανός, ἐσθῆτα βασιλικὴν γυναικὸς ἐνδὺς καὶ διδαχθεὶς Κράσσος ὑπακούειν καὶ αὐτοκράτωρ τοῖς καλοῦσιν, ἐφ' ἵππου καθήμενος ἤγετο· πρὸ αὐτοῦ δὲ σαλπιγκταὶ καὶ ῥαβδοῦχοί τινες ὀχούμενοι καμήλοις εἰσήλαυνον· ἐξήρτητο δὲ τῶν ῥάβδων βαλάντια καὶ περὶ τοὺς πελέκεις πρόσφατοι κεφαλαὶ Ῥωμαίων [32.3] ἀποτετμημέναι. κατόπιν δ' εἵποντο Σελευκίδες ἑταῖραι μουσουργοί, πολλὰ βωμολόχα καὶ γελοῖα δι' ᾀσμάτων εἰς θηλύτητα καὶ ἀνανδρίαν τοῦ Κράσσου λέγουσαι. ταῦτα [32.4] μὲν οὖν πάντες ἐθεῶντο. τὴν δὲ γερουσίαν τῶν Σελευκέων ἀθροίσας, εἰσήνεγκεν ἀκόλαστα βιβλία τῶν Ἀριστείδου Μιλησιακῶν, οὔτι ταῦτά γε καταψευσάμενος· εὑρέθη γὰρ ἐν τοῖς Ῥουστίου σκευοφόροις, καὶ παρέσχε τῷ Σουρήνᾳ καθυβρίσαι πολλὰ καὶ κατασκῶψαι τοὺς Ῥωμαίους, εἰ μηδὲ πολεμοῦντες ἀπέχεσθαι πραγμάτων καὶ γραμμά[32.5]των δύνανται τοιούτων. τοῖς μέντοι Σελευκεῦσιν ἐδόκει σοφὸς ἀνὴρ ὁ Αἴσωπος εἶναι, τὸν Σουρήναν ὁρῶσι τὴν μὲν τῶν Μιλησιακῶν ἀκολαστημάτων πήραν ἐξηρτημένον πρόσθεν, ὄπισθεν δὲ Παρθικὴν Σύβαριν ἐφελκόμενον ἐν τοσαῖσδε παλλακίδων ἁμάξαις, τρόπον τινὰ ταῖς λεγομέναις ἐχίδναις καὶ σκυτάλαις ἀντιμόρφως τὰ μὲν ἐμφανῆ καὶ πρόσθια μέρη φοβερὰ καὶ φρικώδη δόρασι καὶ τόξοις καὶ ἵπποις προβαλλομένην, κατ' οὐρὰν δὲ τῆς φάλαγγος εἰς χορείαν καὶ κρόταλα καὶ ψαλμοὺς καὶ παννυχίδας ἀκολάστους μετὰ γυναικῶν τελευτῶσαν. [32.6] ψεκτὸς μὲν γὰρ ὁ Ῥούστιος, ἀναιδεῖς δὲ Πάρθοι τὰ Μιλησιακὰ ψέγοντες, ὧν πολλοὶ βεβασιλεύκασιν ἐκ Μιλησίων καὶ Ἰωνίδων ἑταιρῶν γεγονότες Ἀρσακίδαι.

[33]
[33.1] Τούτων δὲ πραττομένων Ὁρώδης ἐτύγχανεν ἤδη διηλλαγμένος Ἀρταβάζῃ τῷ Ἀρμενίῳ καὶ τὴν ἀδελφὴν αὐτοῦ γυναῖκα Πακόρῳ τῷ παιδὶ καθωμολογημένος, ἑστιάσεις τε καὶ πότοι δι' ἀλλήλων ἦσαν αὐτοῖς, καὶ πολλὰ [33.2] παρεισήγετο τῶν ἀπὸ τῆς Ἑλλάδος ἀκουσμάτων. ἦν γὰρ οὔτε φωνῆς οὔτε γραμμάτων ὁ Ὁρώδης Ἑλληνικῶν ἄπειρος, ὁ δ' Ἀρταβάζης καὶ τραγῳδίας ἐποίει καὶ λόγους ἔγρα[33.3]φε καὶ ἱστορίας, ὧν ἔνιαι διασῴζονται. τῆς δὲ κεφαλῆς τοῦ Κράσσου κομισθείσης ἐπὶ θύρας, ἀπηρμέναι μὲν ἦσαν αἱ τράπεζαι, τραγῳδιῶν δ' ὑποκριτὴς Ἰάσων ὄνομα Τραλλιανὸς ᾖδεν Εὐριπίδου Βακχῶν τὰ περὶ τὴν Ἀγαύην. εὐδοκιμοῦντος δ' αὐτοῦ, Σιλάκης ἐπιστὰς τῷ ἀνδρῶνι καὶ προσκυνήσας, προὔβαλεν εἰς μέσον τοῦ Κράσσου τὴν [33.4] κεφαλήν. κρότον δὲ τῶν Πάρθων μετὰ χαρᾶς καὶ κραυγῆς ἀραμένων, τὸν μὲν Σιλάκην κατέκλιναν οἱ ὑπηρέται βασιλέως κελεύσαντος, ὁ δ' Ἰάσων τὰ μὲν τοῦ Πενθέως σκευοποιήματα παρέδωκέ τινι τῶν χορευτῶν, τῆς δὲ τοῦ Κράσσου κεφαλῆς λαβόμενος καὶ ἀναβακχεύσας ἐπέραινεν ἐκεῖνα τὰ μέλη μετ' ἐνθουσιασμοῦ καὶ ᾠδῆς

[33.5] φέρομεν ἐξ ὄρεος
ἕλικα νεότομον ἐπὶ μέλαθρα,
μακάριον θήραμα.

[33.6] καὶ ταῦτα μὲν πάντας ἔτερπεν· ᾀδομένων δὲ τῶν ἑξῆς ἀμοιβαίων πρὸς τὸν χορόν

<Α.> τίς ἐφόνευσεν;
<Β.> ἐμὸν τὸ γέρας,

ἀναπηδήσας ὁ Ἐξάθρης -- ἐτύγχανε γὰρ δειπνῶν -- ἀντελαμβάνετο τῆς κεφαλῆς, ὡς αὐτῷ λέγειν ταῦτα μᾶλλον [33.7] ἢ ἐκείνῳ προσῆκον. ἡσθεὶς δ' ὁ βασιλεὺς τὸν μὲν οἷς πάτριόν ἐστιν ἐδωρήσατο, τῷ δ' Ἰάσονι τάλαντον ἔδωκεν. εἰς τοιοῦτόν φασιν ἐξόδιον τὴν Κράσσου στρατηγίαν ὥσπερ τραγῳδίαν τελευτῆσαι. Δίκη μέντοι καὶ τῆς ὠμότητος Ὁρώδην καὶ τῆς ἐπιορ[33.8]κίας Σουρήναν ἀξία μετῆλθε. Σουρήναν μὲν γὰρ οὐ μετὰ πολὺν χρόνον Ὁρώδης φθονῶν τῆς δόξης ἀπέκτεινεν, Ὁρώδῃ δ' ἀποβαλόντι Πάκορον ὑπὸ Ῥωμαίων μάχῃ κρατηθέντα καὶ νοσήσαντι νόσον εἰς ὕδερον τραπεῖσαν Φρα[33.9]άτης ὁ υἱὸς ἐπιβουλεύων ἀκόνιτον ἔδωκεν. ἀναδεξαμένης δὲ τῆς νόσου τὸ φάρμακον εἰς ἑαυτὴν ὥστε συνεκκριθῆναι, καὶ τοῦ σώματος κουφισθέντος, ἐπὶ τὴν ταχίστην τῶν ὁδῶν ἐλθὼν ὁ Φραάτης ἀπέπνιξεν αὐτόν.