Βίοι Παράλληλοι/Δίων

Από Βικιθήκη
Δίων
Συγγραφέας:
Βίοι Παράλληλοι


[1] Ἆρά γ', ὥσπερ ὁ Σιμωνίδης φησίν, ὦ Σόσσιε Σενεκίων, τοῖς Κορινθίοις οὐ μηνίειν τὸ Ἴλιον ἐπιστρατεύσασι μετὰ τῶν Ἀχαιῶν, ὅτι κἀκείνοις οἱ περὶ Γλαῦκον ἐξ ἀρχῆς Κορίνθιοι γεγονότες συνεμάχουν προθύμως, οὕτως εἰκὸς τῇ Ἀκαδημείᾳ μήτε Ῥωμαίους μήθ' Ἕλληνας ἐγκαλεῖν, ἴσον φερομένους ἐκ τῆς γραφῆς ταύτης, ἣ τόν τε Βρούτου περιέχει βίον καὶ τὸν Δίωνος; ὧν ὁ μὲν αὐτῷ Πλάτωνι πλησιάσας, ὁ δὲ τοῖς λόγοις ἐντραφεὶς τοῖς Πλάτωνος, ὥσπερ ἐκ μιᾶς ὥρμησαν ἀμφότεροι παλαίστρας ἐπὶ τοὺς μεγίστους ἀγῶνας. καὶ τὸ μὲν ὅμοια πολλὰ καὶ ἀδελφὰ πράξαντας μαρτυρῆσαι τῷ καθηγεμόνι τῆς ἀρετῆς, ὅτι δεῖ φρονήσει καὶ δικαιοσύνῃ δύναμιν ἐπὶ τὸ αὐτὸ καὶ τύχην συνελθεῖν, ἵνα κάλλος ἅμα καὶ μέγεθος αἱ πολιτικαὶ πράξεις λάβωσιν, οὐ θαυμαστόν ἐστιν. ὡς γὰρ Ἱππόμαχος ὁ ἀλείπτης ἔλεγε τοὺς γεγυμνασμένους παρ' αὐτῷ κἂν κρέας ἐξ ἀγορᾶς ἰδὼν φέροντας ἐπιγνῶναι πόρρωθεν, οὕτω τὸν λόγον ἐστὶν εἰκὸς τῶν πεπαιδευμένων ὁμοίως ἕπεσθαι ταῖς πράξεσιν, ἐμμέλειάν τινα καὶ ῥυθμὸν ἐπιφέροντα μετὰ τοῦ πρέποντος.


[2] Αἱ δὲ τύχαι, τοῖς συμπτώμασι μᾶλλον ἢ ταῖς προαιρέσεσιν οὖσαι αἱ αὐταί, συνάγουσι τῶν ἀνδρῶν τοὺς βίους εἰς ὁμοιότητα. προανῃρέθησαν γὰρ ἀμφότεροι τοῦ τέλους, εἰς ὃ προὔθεντο τὰς πράξεις ἐκ πολλῶν καὶ μεγάλων ἀγώνων καταθέσθαι μὴ δυνηθέντες. ὃ δὲ πάντων θαυμασιώτατον, ὅτι καὶ τὸ δαιμόνιον ἀμφοτέροις ὑπεδήλωσε τὴν τελευτήν, ὁμοίως ἑκατέρῳ φάσματος εἰς ὄψιν οὐκ εὐμενοῦς παραγενομένου. καίτοι λόγος τίς ἐστι τῶν ἀναιρούντων τὰ τοιαῦτα, μηδενὶ ἂν νοῦν ἔχοντι προσπεσεῖν φάντασμα δαίμονος μηδ' εἴδωλον, ἀλλὰ παιδάρια καὶ γύναια καὶ παραφόρους δι' ἀσθένειαν ἀνθρώπους ἔν τινι πλάνῳ ψυχῆς ἢ δυσκρασίᾳ σώματος γενομένους, δόξας ἐφέλκεσθαι κενὰς καὶ ἀλλοκότους, δαίμονα πονηρὸν ἐν αὑτοῖς [εἶναι] δεισιδαιμονίαν ἔχοντας. εἰ δὲ Δίων καὶ Βροῦτος, ἄνδρες ἐμβριθεῖς καὶ φιλόσοφοι καὶ πρὸς οὐδὲν ἀκροσφαλεῖς οὐδ' εὐάλωτοι πάθος, οὕτως ὑπὸ φάσματος διετέθησαν, ὥστε καὶ φράσαι πρὸς ἑτέρους, οὐκ οἶδα μὴ τῶν πάνυ παλαιῶν τὸν ἀτοπώτατον ἀναγκασθῶμεν προσδέχεσθαι λόγον, ὡς τὰ φαῦλα δαιμόνια καὶ βάσκανα, προσφθονοῦντα τοῖς ἀγαθοῖς ἀνδράσι καὶ ταῖς πράξεσιν ἐνιστάμενα, ταραχὰς καὶ φόβους ἐπάγει, σείοντα καὶ σφάλλοντα τὴν ἀρετήν, ὡς μὴ διαμείναντες ἀπτῶτες ἐν τῷ καλῷ καὶ ἀκέραιοι βελτίονος ἐκείνων μοίρας μετὰ τὴν τελευτὴν τύχωσιν.

Ἀλλὰ ταῦτα μὲν εἰς ἄλλον ἀνακείσθω λόγον. ἐν τούτῳ δέ, δωδεκάτῳ τῶν παραλλήλων ὄντι βίων, τὸν τοῦ πρεσβυτέρου προεισαγάγωμεν.


[3] Διονύσιος ὁ πρεσβύτερος εἰς τὴν ἀρχὴν καταστάς, εὐθὺς ἔγημε τὴν Ἑρμοκράτους τοῦ Συρακοσίου θυγατέρα. ταύτην, οὔπω τῆς τυραννίδος ἱδρυμένης βεβαίως, ἀποστάντες οἱ Συρακόσιοι δεινὰς καὶ παρανόμους ὕβρεις εἰς τὸ σῶμα καθύβρισαν, ἐφ' αἷς προήκατο τὸν βίον ἑκουσίως. Διονύσιος δὲ τὴν ἀρχὴν ἀναλαβὼν καὶ κρατυνάμενος, αὖθις ἄγεται δύο γυναῖκας ἅμα, τὴν μὲν ἐκ Λοκρῶν ὄνομα Δωρίδα, τὴν δ' ἐπιχώριον Ἀριστομάχην, θυγατέρα Ἱππαρίνου, πρωτεύσαντος ἀνδρὸς Συρακοσίων καὶ Διονυσίῳ συνάρξαντος, ὅτε πρῶτον αὐτοκράτωρ ἐπὶ τὸν πόλεμον ᾑρέθη στρατηγός. λέγεται δ' ἡμέρᾳ μὲν ἀμφοτέρας ἀγαγέσθαι μιᾷ, καὶ μηδενὶ γενέσθαι φανερὸς ἀνθρώπων, ὁποτέρᾳ προτέρᾳ συνέλθοι, τὸν δ' ἄλλον χρόνον ἴσον νέμων ἑαυτὸν διατελεῖν ἑκατέρᾳ, κοινῇ μὲν εἰθισμένων δειπνεῖν μετ' αὐτοῦ, παρὰ νύκτα δ' ἐν μέρει συναναπαυομένων. καίτοι τῶν Συρακοσίων ἐβούλετο τὸ πλῆθος τὴν ἐγγενῆ πλέον ἔχειν τῆς ξένης ἀλλ' ὑπῆρχεν ἐκείνῃ προτέρᾳ τεκούσῃ τὸν πρεσβεύοντα τῆς Διονυσίου γενεᾶς υἱὸν [αὐτῇ] βοηθεῖν πρὸς τὸ γένος. ἡ δ' Ἀριστομάχη πολὺν χρόνον ἄπαις συνῴκει τῷ Διονυσίῳ, καίπερ σπουδάζοντι περὶ τὴν ἐκ ταύτης τέκνωσιν, ὅς γε καὶ τὴν μητέρα τῆς Λοκρίδος, αἰτιασάμενος καταφαρμακεύειν Ἀριστομάχην, ἀπέκτεινε.


[4] Ταύτης ἀδελφὸς ὢν ὁ Δίων, ἐν ἀρχῇ μὲν εἶχε τιμὴν ἀπὸ τῆς ἀδελφῆς, ὕστερον δὲ τοῦ φρονεῖν διδοὺς πεῖραν ἤδη καθ' ἑαυτὸν ἠγαπᾶτο παρὰ τῷ τυράννῳ, καὶ πρὸς ἅπασι τοῖς ἄλλοις εἴρητο τοῖς ταμίαις, ὅ τι ἂν αἰτῇ Δίων διδόναι, [δι]δόντας δὲ πρὸς αὐτὸν αὐθημερὸν φράζειν. ὢν δὲ καὶ πρότερον ὑψηλὸς τῷ ἤθει καὶ μεγαλόφρων καὶ ἀνδρώδης, ἔτι μᾶλλον ἐπέδωκε πρὸς ταῦτα θείᾳ τινὶ τύχῃ Πλάτωνος εἰς Σικελίαν παραβαλόντος κατ' οὐδένα λογισμὸν ἀνθρώπινον· ἀλλὰ δαίμων τις ὡς ἔοικε, πόρρωθεν ἀρχὴν ἐλευθερίας [παρα]βαλλόμενος Συρακοσίοις καὶ τυραννίδος κατάλυσιν μηχανώμενος, ἐκόμισεν ἐξ Ἰταλίας εἰς Συρακούσας Πλάτωνα καὶ Δίωνα συνήγαγεν εἰς λόγους αὐτῷ, νέον μὲν ὄντα κομιδῇ, πολὺ δ' εὐμαθέστατον ἁπάντων τῶν Πλάτωνι συγγεγονότων καὶ ὀξύτατον ὑπακοῦσαι πρὸς ἀρετήν, ὡς αὐτὸς γέγραφε Πλάτων καὶ τὰ πράγματα μαρτυρεῖ. τραφεὶς γὰρ ἐν ἤθεσιν ὑπὸ τυράννῳ ταπεινοῖς, καὶ βίου μὲν ἀνίσου καὶ καταφόβου, θεραπείας δὲ νεοπλούτου καὶ τρυφῆς ἀπειροκάλου καὶ διαίτης ἐν ἡδοναῖς καὶ πλεονεξίαις τιθεμένης τὸ καλὸν ἐθὰς καὶ μεστὸς γενόμενος, ὡς πρῶτον ἐγεύσατο λόγου καὶ φιλοσοφίας ἡγεμονικῆς πρὸς ἀρετήν, ἀνεφλέχθη τὴν ψυχὴν ταχύ, καὶ τῇ περὶ αὐτὸν εὐπαθείᾳ τῶν καλῶν ἀκάκως πάνυ καὶ νεωτερικῶς προσδοκήσας ὑπὸ τῶν αὐτῶν λόγων ὅμοια πείσεσθαι Διονύσιον, ἐσπούδασε καὶ διεπράξατο ποιησάμενον σχολὴν αὐτὸν ἐντυχεῖν Πλάτωνι καὶ ἀκοῦσαι.


[5] Γενομένης δὲ τῆς συνουσίας αὐτοῖς τὸ μὲν ὅλον περὶ [ἀνδρὸς] ἀρετῆς, πλείστων δὲ περὶ ἀνδρείας διαπορηθέντων, ὡς πάντα μᾶλλον ὁ Πλάτων ἢ τοὺς τυράννους ἀπέφαινεν ἀνδρείους, ἐκ δὲ τούτου τραπόμενος περὶ δικαιοσύνης ἐδίδασκεν, ὡς μακάριος μὲν ὁ τῶν δικαίων, ἄθλιος δ' ὁ τῶν ἀδίκων βίος, οὔτε τοὺς λόγους ἔφερεν ὁ τύραννος, ὥσπερ ἐξελεγχόμενος, ἤχθετό τε τοῖς παροῦσι θαυμαστῶς ἀποδεχομένοις τὸν ἄνδρα καὶ κηλουμένοις ὑπὸ τῶν λεγομένων. τέλος δὲ θυμωθεὶς καὶ παροξυνθείς, ἠρώτησεν αὐτόν, ὅ τι δὴ βουλόμενος εἰς Σικελίαν παραγένοιτο. τοῦ δὲ φήσαντος ἀγαθὸν ἄνδρα ζητεῖν, ὑπολαβὼν ἐκεῖνος "ἀλλὰ νὴ τοὺς θεοὺς" εἶπε "καὶ φαίνῃ μήπω τοιοῦτον εὑρηκώς." οἱ μὲν οὖν περὶ τὸν Δίωνα τοῦτ' <οὔπω> τέλος ᾤοντο τῆς ὀργῆς γεγονέναι, καὶ τὸν Πλάτωνα σπεύδοντες συνεξέπεμπον ἐπὶ τριήρους, ἣ Πόλλιν ἐκόμιζεν εἰς τὴν Ἑλλάδα τὸν Σπαρτιάτην. ὁ δὲ Διονύσιος κρύφα τοῦ Πόλλιδος ἐποιήσατο δέησιν, μάλιστα μὲν ἀποκτεῖναι τὸν ἄνδρα κατὰ πλοῦν, εἰ δὲ μή, πάντως ἀποδόσθαι· βλαβήσεσθαι γὰρ οὐδέν, ἀλλ' εὐδαιμονήσειν ὁμοίως δίκαιον ὄντα, κἂν δοῦλος γένηται. διὸ καὶ λέγεται Πόλλις εἰς Αἴγιναν φέρων ἀποδόσθαι Πλάτωνα, πολέμου πρὸς Ἀθηναίους ὄντος αὐτοῖς καὶ ψηφίσματος ὅπως ὁ ληφθεὶς Ἀθηναίων ἐν Αἰγίνῃ πιπράσκηται.

Οὐ μὴν ὅ γε Δίων ἔλαττον εἶχε παρὰ τῷ Διονυσίῳ τιμῆς ἢ πίστεως, ἀλλὰ πρεσβείας τε τὰς μεγίστας διῴκει, πεμπόμενος πρὸς Καρχηδονίους, ἐθαυμάσθη τε διαφερόντως, καὶ τὴν παρρησίαν ἔφερεν αὐτοῦ μόνου σχεδόν, ἀδεῶς λέγοντος τὸ παριστάμενον, ὡς καὶ τὴν περὶ Γέλωνος ἐπίπληξιν. χλευαζομένης γὰρ ὡς ἔοικε τῆς Γέλωνος ἀρχῆς, αὐτόν τε τὸν Γέλωνα τοῦ Διονυσίου γέλωτα τῆς Σικελίας γεγονέναι φήσαντος, οἱ μὲν ἄλλοι τὸ σκῶμμα προσεποιοῦντο θαυμάζειν, ὁ δὲ Δίων δυσχεράνας "καὶ μὴν" ἔφη "σὺ τυραννεῖς διὰ Γέλωνα πιστευθείς· διὰ σὲ δ' οὐδεὶς ἕτερος πιστευθήσεται." τῷ γὰρ ὄντι φαίνεται κάλλιστον μὲν Γέλων ἐπιδειξάμενος θέαμα μοναρχουμένην πόλιν, αἴσχιστον δὲ Διονύσιος.


[6] Ὄντων δὲ Διονυσίῳ παίδων τριῶν μὲν ἐκ τῆς Λοκρίδος, τεττάρων δ' ἐξ Ἀριστομάχης, ὧν δύο ἦσαν θυγατέρες, Σωφροσύνη καὶ Ἀρετή, Σωφροσύνην μὲν Διονυσίῳ τῷ υἱῷ συνῴκισεν, Ἀρετὴν δὲ Θεαρίδῃ τῷ ἀδελφῷ. τελευτήσαντος δὲ τοῦ [ἀδελφοῦ] Θεαρίδου, Δίων ἔλαβε τὴν Ἀρετήν, ἀδελφιδῆν οὖσαν.

Ἐπεὶ δὲ νοσῶν ἔδοξεν ὁ Διονύσιος ἀβιώτως ἔχειν, ἐπεχείρησεν αὐτῷ διαλέγεσθαι περὶ τῶν ἐκ τῆς Ἀριστομάχης τέκνων ὁ Δίων, οἱ δ' ἰατροὶ τῷ μέλλοντι τὴν ἀρχὴν διαδέχεσθαι χαριζόμενοι, καιρὸν οὐ παρέσχον· ὡς δὲ Τίμαιός φησι, καὶ φάρμακον ὑπνωτικὸν αἰτοῦντι δόντες, ἀφείλοντο τὴν αἴσθησιν αὐτοῦ, θανάτῳ συνάψαντες τὸν ὕπνον. οὐ μὴν ἀλλὰ συλλόγου πρώτου τῶν φίλων γενομένου παρὰ τὸν νέον Διονύσιον, οὕτω διελέχθη περὶ τῶν συμφερόντων πρὸς τὸν καιρὸν ὁ Δίων, ὥστε τοὺς ἄλλους ἅπαντας τῇ μὲν φρονήσει παῖδας ἀποδεῖξαι, τῇ δὲ παρρησίᾳ δούλους τῆς τυραννίδος, ἀγεννῶς καὶ περιφόβως τὰ πολλὰ πρὸς χάριν τῷ μειρακίῳ συμβουλεύοντας. μάλιστα δ' αὐτοὺς ἐξέπληξε, τὸν ἀπὸ Καρχηδόνος κίνδυνον ἐπικρεμάμενον τῇ ἀρχῇ δεδοικότας, ὑποσχόμενος, εἰ μὲν εἰρήνης δέοιτο Διονύσιος, πλεύσας εὐθὺς εἰς Λιβύην ὡς ἄριστα διαθήσεσθαι τὸν πόλεμον· εἰ δὲ πολεμεῖν προθυμοῖτο, θρέψειν αὐτὸς ἰδίοις τέλεσι καὶ παρέξειν εἰς τὸν πόλεμον αὐτῷ πεντήκοντα τριήρεις πλεούσας.


[7] Ὁ μὲν οὖν Διονύσιος ὑπερφυῶς τὴν μεγαλοψυχίαν ἐθαύμασε καὶ τὴν προθυμίαν ἠγάπησεν· οἱ δ' ἐλέγχεσθαι τῇ λαμπρότητι καὶ ταπεινοῦσθαι τῇ δυνάμει τοῦ Δίωνος οἰόμενοι, ταύτην εὐθὺς ἀρχὴν λαβόντες οὐδεμιᾶς ἐφείδοντο φωνῆς, ᾗ τὸ μειράκιον ἐξαγριαίνειν ἔμελλον πρὸς αὐτόν, ὡς ὑπερχόμενον διὰ τῆς θαλάττης τυραννίδα καὶ περισπῶντα ταῖς ναυσὶ τὴν δύναμιν εἰς τοὺς Ἀριστομάχης παῖδας, ἀδελφιδοῦς ὄντας αὐτῷ. φανερώταται δὲ καὶ μέγισται τῶν εἰς φθόνον καὶ μῖσος αἰτιῶν ὑπῆρχον ἡ τοῦ βίου διαφορὰ καὶ τὸ τῆς διαίτης ἄμεικτον. οἱ μὲν γὰρ εὐθὺς ἐξ ἀρχῆς νέου τυράννου καὶ τεθραμμένου φαύλως ὁμιλίαν καὶ συνήθειαν ἡδοναῖς καὶ κολακείαις καταλαμβάνοντες, ἀεί τινας ἔρωτας καὶ διατριβὰς ἐμηχανῶντο ῥεμβώδεις περὶ πότους καὶ γυναῖκας καὶ παιδιὰς ἑτέρας ἀσχήμονας, ὑφ' ὧν ἡ τυραννὶς ὥσπερ σίδηρος μαλασσομένη, τοῖς μὲν ἀρχομένοις ἐφάνη φιλάνθρωπος καὶ τὸ λίαν ἀπάνθρωπον ὑπανῆκεν, οὐκ ἐπιεικείᾳ τινὶ μᾶλλον ἢ ῥᾳθυμίᾳ τοῦ κρατοῦντος ἀμβλυνομένη· ἐκ δὲ τούτου προϊοῦσα καὶ νεμομένη κατὰ μικρὸν ἡ περὶ τὸ μειράκιον ἄνεσις τοὺς ἀδαμαντίνους δεσμοὺς ἐκείνους, οἷς ὁ πρεσβύτερος Διονύσιος ἔφη δεδεμένην ἀπολείπειν τὴν μοναρχίαν, ἐξέτηξε καὶ διέφθειρεν. ἡμέρας γὰρ ὥς φασιν ἐνενήκοντα συνεχῶς ἔπινεν ἀρξάμενος, καὶ τὴν αὐλὴν ἐν τῷ χρόνῳ τούτῳ, σπουδαίοις ἀνδράσι καὶ λόγοις ἄβατον καὶ ἀνείσοδον οὖσαν, μέθαι καὶ σκώμματα καὶ ψαλμοὶ καὶ ὀρχήσεις καὶ βωμολοχίαι κατεῖχον.


[8] Ἦν οὖν ὡς εἰκὸς ὁ Δίων ἐπαχθής, εἰς οὐδὲν ἡδὺ καὶ νεωτερικὸν ἐνδιδοὺς ἑαυτόν. διὸ καὶ πιθανὰ κακιῶν προσρήματα ταῖς ἀρεταῖς ἐπιφέροντες αὐτοῦ διέβαλλον, ὑπεροψίαν τὴν σεμνότητα καὶ τὴν παρρησίαν αὐθάδειαν ἀποκαλοῦντες, καὶ νουθετῶν κατηγορεῖν ἐδόκει, καὶ μὴ συνεξαμαρτάνων καταφρονεῖν. ἀμέλει δὲ καὶ φύσει τινὰ τὸ ἦθος ὄγκον εἶχεν αὐτοῦ καὶ τραχύτητα δυσπρόσοδον ἐντεύξει καὶ δυσξύμβολον. οὐ γὰρ μόνον ἀνδρὶ νέῳ καὶ διατεθρυμμένῳ τὰ ὦτα κολακείαις ἄχαρις ἦν συγγενέσθαι καὶ προσάντης, πολλοὶ δὲ καὶ τῶν πάνυ χρωμένων αὐτῷ καὶ τὴν ἁπλότητα καὶ τὸ γενναῖον ἀγαπώντων τοῦ τρόπου κατεμέμφοντο τῆς ὁμιλίας, ὡς ἀγροικότερον καὶ βαρύτερον πολιτικῶν χρειῶν τοῖς δεομένοις συναλλάσσοντα. περὶ ὧν καὶ Πλάτων ὕστερον ὥσπερ ἀποθεσπίζων ἔγραψε πρὸς αὐτόν, ἐξευλαβεῖσθαι τὴν αὐθάδειαν, ὡς ἐρημίᾳ συνοικοῦσαν. οὐ μὴν ἀλλὰ τότε πλείστου δοκῶν ἄξιος ὑπάρχειν διὰ τὰ πράγματα, καὶ μόνος ἢ μάλιστα τὴν τυραννίδα σαλεύουσαν ἂν ὀρθοῦν καὶ διαφυλάττειν, ἐγίνωσκεν οὐ πρὸς χάριν ἀλλ' ἄκοντος ὑπὸ χρείας τοῦ τυράννου πρῶτος ὢν καὶ μέγιστος.


[9] Αἰτίαν δὲ τούτου τὴν ἀπαιδευσίαν εἶναι νομίζων, ἐμβαλεῖν αὐτὸν εἰς διατριβὰς ἐλευθερίους ἐφιλοτιμεῖτο καὶ γεῦσαι λόγων καὶ μαθημάτων ἠθοποιῶν, ὡς ἀρετήν τε παύσαιτο δεδιὼς καὶ τοῖς καλοῖς χαίρειν ἐθισθείη. φύσει γὰρ οὐ γεγόνει τῶν φαυλοτάτων τυράννων ὁ Διονύσιος, ἀλλ' ὁ πατὴρ δεδοικώς, μὴ φρονήματος μεταλαβὼν καὶ συγγενόμενος νοῦν ἔχουσιν ἀνθρώποις ἐπιβουλεύσειεν αὐτῷ καὶ παρέλοιτο τὴν ἀρχήν, ἐφρούρει κατάκλειστον οἴκοι, δι' ἐρημίαν ὁμιλίας ἑτέρας καὶ ἀπειρίᾳ πραγμάτων ὥς φασιν ἁμάξια καὶ λυχνίας καὶ δίφρους ξυλίνους καὶ τραπέζας τεκταινόμενον. Οὕτω γὰρ ἦν ἄπιστος καὶ πρὸς ἅπαντας ἀνθρώπους ὕποπτος καὶ προβεβλημένος διὰ φόβον ὁ πρεσβύτερος Διονύσιος, ὥστε μηδὲ τῆς κεφαλῆς τὰς τρίχας ἀφελεῖν κουρικαῖς μαχαίραις, ἀλλὰ τῶν πλαστῶν τις ἐπιφοιτῶν ἄνθρακι τὴν κόμην περιέκαιεν. εἰσῄει δὲ πρὸς αὐτὸν εἰς τὸ δωμάτιον οὔτ' ἀδελφὸς οὔθ' υἱὸς ὡς ἔτυχεν ἠμφιεσμένος, ἀλλ' ἔδει πρὶν εἰσελθεῖν ἀποδύντα τὴν ἑαυτοῦ στολὴν ἕκαστον ἑτέραν ἀναλαβεῖν, ὁραθέντα γυμνὸν ὑπὸ τῶν φυλαττόντων. ἐπεὶ δὲ Λεπτίνης ὁ ἀδελφὸς αὐτῷ ποτε χωρίου φύσιν ἐξηγούμενος, λαβὼν λόγχην παρά τινος τῶν δορυφόρων, ὑπέγραψε τὸν τόπον, ἐκείνῳ μὲν ἰσχυρῶς ἐχαλέπηνε, τὸν δὲ δόντα τὴν λόγχην ἀπέκτεινεν. ἔλεγε δὲ τοὺς φίλους φυλάττεσθαι, νοῦν ἔχοντας εἰδὼς καὶ βουλομένους μᾶλλον τυραννεῖν ἢ τυραννεῖσθαι. καὶ Μαρσύαν δέ τινα τῶν προηγμένων ὑπ' αὐτοῦ καὶ τεταγμένων ἐφ' ἡγεμονίας ἀνεῖλε, δόξαντα κατὰ τοὺς ὕπνους σφάττειν αὐτόν, ὡς ἀπ' ἐννοίας μεθημερινῆς καὶ διαλογισμοῦ τῆς ὄψεως ταύτης εἰς τὸν ὕπνον αὐτῷ παραγενομένης. ὁ μὲν δὴ Πλάτωνι θυμωθείς, ὅτι μὴ πάντων αὐτὸν ἀνθρώπων ἀνδρειότατον [ὄντα] ἀπέφηνεν, οὕτω περίφοβον καὶ τοσούτων ὑπὸ δειλίας κακῶν μεστὴν εἶχε τὴν ψυχήν.


[10] Τὸν δ' υἱὸν αὐτοῦ καθάπερ εἴρηται διαλελωβημένον ἀπαιδευσίᾳ καὶ συντετριμμένον τὸ ἦθος ὁ Δίων ὁρῶν, παρεκάλει πρὸς παιδείαν τραπέσθαι καὶ δεηθῆναι τοῦ πρώτου τῶν φιλοσόφων πᾶσαν δέησιν, ἐλθεῖν εἰς Σικελίαν, ἐλθόντι δὲ παρασχεῖν αὑτόν, ὅπως διακοσμηθεὶς τὸ ἦθος εἰς ἀρετὴν λόγῳ, καὶ πρὸς τὸ θειότατον ἀφομοιωθεὶς παράδειγμα τῶν ὄντων καὶ κάλλιστον, ᾧ τὸ πᾶν ἡγουμένῳ πειθόμενον ἐξ ἀκοσμίας κόσμος ἐστί, πολλὴν μὲν εὐδαιμονίαν ἑαυτῷ μηχανήσεται, πολλὴν δὲ τοῖς πολίταις, ὅσα νῦν ἐν ἀθυμίᾳ διοικοῦσι πρὸς ἀνάγκην τῆς ἀρχῆς, ταῦτα σωφροσύνῃ καὶ δικαιοσύνῃ μετ' εὐμενείας πατρονομουμένοις παρασχών, καὶ γενόμενος βασιλεὺς ἐκ τυράννου. τοὺς γὰρ ἀδαμαντίνους δεσμοὺς οὐχ, ὥσπερ ὁ πατὴρ ἔλεγεν αὐτοῦ, φόβον καὶ βίαν καὶ νεῶν πλῆθος εἶναι καὶ βαρβάρων μυρίανδρον φυλακήν, εὔνοιαν δὲ καὶ προθυμίαν καὶ χάριν ἐγγενομένην ὑπ' ἀρετῆς καὶ δικαιοσύνης, ἃ καίπερ ὄντα μαλακώτερα τῶν συντόνων καὶ σκληρῶν ἐκείνων, ἰσχυρότερα πρὸς διαμονὴν ἡγεμονίας ὑπάρχειν. χωρὶς δὲ τούτων ἀφιλότιμον εἶναι καὶ ἄζηλον τὸν ἄρχοντα, τὸ μὲν σῶμα [τι] περιττῶς ἀμπεχόμενον, καὶ τῇ περὶ τὴν οἴκησιν ἁβρότητι καὶ κατασκευῇ λαμπρυνόμενον, ὁμιλίᾳ δὲ καὶ λόγῳ μηδὲν ὄντα τοῦ προστυχόντος σεμνότερον, μηδὲ τῆς ψυχῆς τὸ βασίλειον ἀξιοῦντα κεκοσμημένον ἔχειν βασιλικῶς καὶ πρεπόντως.


[11] Ταῦτα πολλάκις τοῦ Δίωνος παραινοῦντος, καὶ τῶν λόγων τοῦ Πλάτωνος ἔστιν οὕστινας ὑποσπείροντος, ἔσχεν ἔρως τὸν Διονύσιον ὀξὺς καὶ περιμανὴς τῶν τε λόγων καὶ τῆς συνουσίας τοῦ Πλάτωνος. εὐθὺς οὖν Ἀθήναζε πολλὰ μὲν ἐφοίτα γράμματα παρὰ τοῦ Διονυσίου, πολλαὶ δ' ἐπισκήψεις παρὰ τοῦ Δίωνος, ἄλλαι δ' ἐξ Ἰταλίας παρὰ τῶν Πυθαγορικῶν, διακελευομένων παραγενέσθαι καὶ νέας ψυχῆς ἐξουσίᾳ μεγάλῃ καὶ δυνάμει παραφερομένης ἐπιλαβέσθαι καὶ κατασχεῖν ἐμβριθεστέροις λογισμοῖς. Πλάτων μὲν οὖν, ὥς φησιν αὐτός, ἑαυτὸν αἰσχυνθεὶς μάλιστα, μὴ δόξειεν ἐν λόγοις εἶναί <τις> μόνον, ἔργου δ' ἑκὼν οὐδενὸς ἂν ἅψασθαι, καὶ προσδοκήσας δι' ἑνὸς ἀνδρὸς ὥσπερ ἡγεμονικοῦ μέρους ἐκκαθαρθέντος ὅλην ἰατρεύσειν Σικελίαν νοσοῦσαν, ὑπήκουσεν.

Οἱ δὲ τῷ Δίωνι πολεμοῦντες, φοβούμενοι τὴν τοῦ Διονυσίου μεταβολήν, ἔπεισαν αὐτὸν ἀπὸ τῆς φυγῆς μεταπέμπεσθαι Φίλιστον, ἄνδρα καὶ πεπαιδευμένον περὶ λόγους καὶ τυραννικῶν ἠθῶν ἐμπειρότατον, ὡς ἀντίταγμα πρὸς Πλάτωνα καὶ φιλοσοφίαν ἐκεῖνον ἕξοντες. ὁ γὰρ δὴ Φίλιστος ἐξ ἀρχῆς τε τῇ τυραννίδι καθισταμένῃ προθυμότατον ἑαυτὸν παρέσχε, καὶ τὴν ἄκραν διεφύλαξε φρουραρχῶν ἐπὶ πολὺν χρόνον. ἦν δὲ λόγος ὡς καὶ τῇ μητρὶ πλησιάζοι τοῦ πρεσβυτέρου Διονυσίου, τοῦ τυράννου μὴ παντάπασιν ἀγνοοῦντος. ἐπεὶ δὲ Λεπτίνης, ἐκ γυναικὸς ἣν διαφθείρας ἑτέρῳ συνοικοῦσαν ἔσχε γενομένων αὐτῷ δυοῖν θυγατέρων, τὴν ἑτέραν ἔδωκε Φιλίστῳ, μηδὲ φράσας πρὸς Διονύσιον, ὀργισθεὶς ἐκεῖνος τὴν μὲν γυναῖκα [τοῦ Λεπτίνου] δήσας ἐν πέδαις καθεῖρξε, τὸν δὲ Φίλιστον ἐξήλασε Σικελίας, φυγόντα παρὰ ξένους τινὰς εἰς τὸν Ἀδρίαν, ὅπου καὶ δοκεῖ τὰ πλεῖστα συνθεῖναι τῆς ἱστορίας σχολάζων. οὐ γὰρ ἐπανῆλθε τοῦ πρεσβυτέρου ζῶντος, ἀλλὰ μετὰ τὴν ἐκείνου τελευτήν, ὥσπερ εἴρηται, κατήγαγεν αὐτὸν ὁ πρὸς Δίωνα τῶν ἄλλων φθόνος, ὡς αὐτοῖς τε μᾶλλον ἐπιτήδειον ὄντα καὶ τῇ τυραννίδι βεβαιότερον.


[12] Οὗτος μὲν οὖν εὐθὺς κατελθὼν διεπεφύκει τῆς τυραννίδος· τῷ δὲ Δίωνι καὶ παρ' ἄλλων ἐτύγχανον οὖσαι διαβολαὶ καὶ κατηγορίαι πρὸς τὸν τύραννον, ὡς διειλεγμένῳ περὶ καταλύσεως τῆς ἀρχῆς πρός τε Θεοδότην καὶ πρὸς Ἡρακλείδην. ἤλπιζε μὲν γὰρ ὡς ἔοικε διὰ Πλάτωνος παραγενομένου τὸ δεσποτικὸν καὶ λίαν ἄκρατον ἀφελὼν τῆς τυραννίδος, ἐμμελῆ τινα καὶ νόμιμον ἄρχοντα τὸν Διονύσιον καταστήσειν· εἰ δ' ἀντιβαίνοι καὶ μὴ μαλάσσοιτο, καταλύσας ἐκεῖνον ἐγνώκει τὴν πολιτείαν ἀποδιδόναι Συρακοσίοις, οὐκ ἐπαινῶν μὲν δημοκρατίαν, πάντως δὲ βελτίω τυραννίδος ἡγούμενος τοῖς διαμαρτάνουσιν ὑγιαινούσης ἀριστοκρατίας.


[13] Ἐν τοιαύτῃ δὲ καταστάσει τῶν πραγμάτων ὄντων, Πλάτων εἰς Σικελίαν ἀφικόμενος περὶ μὲν τὰς πρώτας ἀπαντήσεις θαυμαστῆς ἐτύγχανε φιλοφροσύνης καὶ τιμῆς. καὶ γὰρ ἅρμα τῶν βασιλικῶν αὐτῷ παρέστη κεκοσμημένον διαπρεπῶς ἀποβάντι τῆς τριήρους, καὶ θυσίαν ἔθυσεν ὁ τύραννος ὡς εὐτυχήματος μεγάλου τῇ ἀρχῇ προσγεγονότος. αἰδὼς δὲ συμποσίων καὶ σχηματισμὸς αὐλῆς καὶ πρᾳότης αὐτοῦ τοῦ τυράννου περὶ ἕκαστα τῶν χρηματιζομένων θαυμαστὰς ἐνέδωκεν ἐλπίδας μεταβολῆς τοῖς πολίταις. φορὰ δέ τις ἦν ἐπὶ λόγους καὶ φιλοσοφίαν ἁπάντων, καὶ τὸ τυραννεῖον ὥς φασι κονιορτὸς ὑπὸ πλήθους τῶν γεωμετρούντων κατεῖχεν. ἡμερῶν δ' ὀλίγων διαγενομένων θυσία μὲν ἦν πάτριος ἐν τοῖς τυραννείοις· τοῦ δὲ κήρυκος ὥσπερ εἰώθει κατευξαμένου διαμένειν τὴν τυραννίδα ἀσάλευτον πολλοὺς χρόνους, ὁ Διονύσιος λέγεται παρεστὼς "οὐ παύσῃ" φάναι "καταρώμενος ἡμῖν;" τοῦτο κομιδῇ τοὺς περὶ τὸν Φίλιστον ἐλύπησεν, ἄμαχόν τινα τοῦ Πλάτωνος ἡγουμένους ἔσεσθαι χρόνῳ καὶ συνηθείᾳ τὴν δύναμιν, εἰ νῦν ἐκ συνουσίας ὀλίγης ἠλλοίωκεν οὕτω καὶ μεταβέβληκε τὴν γνώμην τὸ μειράκιον.


[14] Οὐκέτ' οὖν καθ' ἕνα καὶ λαθραίως, ἀλλὰ πάντες ἀναφανδὸν ἐλοιδόρουν τὸν Δίωνα, λέγοντες ὡς οὐ λέληθε κατεπᾴδων καὶ καταφαρμάσσων τῷ Πλάτωνος λόγῳ Διονύσιον, ὅπως ἀφέντος ἑκουσίως αὐτοῦ καὶ προεμένου τὴν ἀρχὴν ὑπολαβὼν εἰς τοὺς Ἀριστομάχης περιστήσῃ παῖδας, ὧν θεῖός ἐστιν. ἔνιοι δὲ προσεποιοῦντο δυσχεραίνειν, εἰ πρότερον μὲν Ἀθηναῖοι ναυτικαῖς καὶ πεζικαῖς δυνάμεσι μεγάλαις δεῦρο πλεύσαντες ἀπώλοντο καὶ διεφθάρησαν πρότερον ἢ λαβεῖν Συρακούσας, νυνὶ δὲ δι' ἑνὸς σοφιστοῦ καταλύσουσι τὴν Διονυσίου τυραννίδα, συμπείσαντες αὐτὸν ἐκ τῶν μυρίων δορυφόρων ἀποδράντα, καὶ καταλιπόντα τὰς τετρακοσίας τριήρεις καὶ τοὺς μυρίους ἱππεῖς καὶ τοὺς πολλάκις τοσούτους ὁπλίτας, ἐν Ἀκαδημείᾳ τὸ σιωπώμενον ἀγαθὸν ζητεῖν καὶ διὰ γεωμετρίας εὐδαίμονα γενέσθαι, τὴν ἐν ἀρχῇ καὶ χρήμασι καὶ τρυφαῖς εὐδαιμονίαν Δίωνι καὶ τοῖς Δίωνος ἀδελφιδοῖς προέμενον.

Ἐκ τούτων ὑποψίας πρῶτον, εἶτα καὶ φανερωτέρας ὀργῆς καὶ διαφορᾶς γενομένης, ἐκομίσθη τις ἐπιστολὴ κρύφα πρὸς Διονύσιον, ἣν ἐγεγράφει Δίων πρὸς τοὺς Καρχηδονίων ἐπιμελητάς, κελεύων ὅταν Διονυσίῳ περὶ τῆς εἰρήνης διαλέγωνται, μὴ χωρὶς αὐτοῦ ποιήσασθαι τὴν ἔντευξιν, ὡς πάντα θησομένους ἀμεταπτώτως δι' αὐτοῦ. ταύτην ἀναγνοὺς Διονύσιος Φιλίστῳ καὶ μετ' ἐκείνου βουλευσάμενος, ὥς φησι Τίμαιος, , ὑπῆλθε τὸν Δίωνα πεπλασμέναις διαλύσεσι· καὶ μέτρια σκηψάμενος διαλλάττεσθαί τε φήσας μόνον τ' ἀπαγαγὼν ὑπὸ τὴν ἀκρόπολιν πρὸς τὴν θάλασσαν, ἔδειξε τὴν ἐπιστολὴν καὶ κατηγόρησεν ὡς συνισταμένου μετὰ Καρχηδονίων ἐπ' αὐτόν. ἀπολογεῖσθαι δὲ βουλομένου τοῦ Δίωνος οὐκ ἀνασχόμενος, ἀλλ' εὐθὺς ὡς εἶχεν ἐνθέμενος εἰς ἀκάτιον, προσέταξε τοῖς ναύταις κομίζοντας αὐτὸν ἐκθεῖναι περὶ τὴν Ἰταλίαν.


[15] Γενομένου δὲ τούτου καὶ φανέντος ὠμοῦ τοῖς ἀνθρώποις, τὴν μὲν οἰκίαν τοῦ τυράννου πένθος εἶχε διὰ τὰς γυναῖκας, ἡ δὲ πόλις ἡ τῶν Συρακοσίων ἐπῆρτο, πράγματα νεώτερα καὶ μεταβολὴν προσδεχομένη ταχεῖαν ἐκ τοῦ περὶ Δίωνα θορύβου καὶ τῆς πρὸς τὸν τύραννον ἀπιστίας τῶν ἄλλων. ἃ δὴ συνορῶν ὁ Διονύσιος καὶ δεδοικώς, τοὺς μὲν φίλους παρεμυθεῖτο καὶ τὰς γυναῖκας, ὡς οὐ φυγῆς, ἀλλ' ἀποδημίας τῷ Δίωνι γεγενημένης, ὡς μή τι χεῖρον ὀργῇ πρὸς τὴν αὐθάδειαν αὐτοῦ παρόντος ἁμαρτεῖν βιασθείη· δύο δὲ ναῦς παραδοὺς τοῖς Δίωνος οἰκείοις ἐκέλευσεν ἐνθεμένοις ὅσα βούλοιντο τῶν ἐκείνου χρήματα καὶ θεράποντας ἀπάγειν πρὸς αὐτὸν εἰς Πελοπόννησον. ἦν δ' οὐσία μεγάλη τῷ Δίωνι καὶ σχεδόν τι τυραννικὴ πομπὴ καὶ κατασκευὴ περὶ τὴν δίαιταν, ἣν οἱ φίλοι συλλαβόντες ἐκόμιζον. ἄλλα δ' ἐπέμπετο πολλὰ παρὰ τῶν γυναικῶν καὶ τῶν ἑταίρων, ὥστε χρημάτων ἕνεκα καὶ πλούτου λαμπρὸν ἐν τοῖς Ἕλλησιν εἶναι, καὶ διαφανῆναι τῇ τοῦ φυγάδος εὐπορίᾳ τὴν τῆς τυραννίδος δύναμιν.


[16] Πλάτωνα δὲ Διονύσιος εὐθὺς μὲν εἰς τὴν ἀκρόπολιν μετέστησεν, ἔντιμον αὐτῷ σχήματι ξενίας φιλανθρώπου φρουρὰν μηχανησάμενος, ὡς μὴ συμπλέοι Δίωνι μάρτυς ὧν ἠδίκητο. χρόνῳ δὲ καὶ συνδιαιτήσει, καθάπερ ψαῦσιν ἀνθρώπου θηρίον ἐθισθεὶς ὑπομένειν [τε] τήν <θ'> ὁμιλίαν αὐτοῦ καὶ τὸν λόγον, ἠράσθη τυραννικὸν ἔρωτα, μόνος ἀξιῶν ὑπὸ Πλάτωνος ἀντερᾶσθαι καὶ θαυμάζεσθαι μάλιστα πάντων, ἕτοιμος ὢν ἐπιτρέπειν τὰ πράγματα καὶ τὴν τυραννίδα μὴ προτιμῶντι τὴν πρὸς Δίωνα φιλίαν τῆς πρὸς αὐτόν. ἦν οὖν τῷ Πλάτωνι συμφορὰ τὸ πάθος αὐτοῦ τοῦτο, μαινομένου καθάπερ οἱ δυσέρωτες ὑπὸ ζηλοτυπίας καὶ πολλὰς μὲν ὀργὰς ἐν ὀλίγῳ χρόνῳ, πολλὰς δὲ διαλλαγὰς καὶ δεήσεις ποιουμένου πρὸς αὐτόν, ἀκροᾶσθαι δὲ τῶν λόγων καὶ κοινωνεῖν τῆς περὶ φιλοσοφίαν πραγματείας σπουδάζοντος μὲν ὑπερφυῶς, αἰδουμένου δὲ τοὺς ἀποτρέποντας ὡς διαφθαρησομένου. ἐν τούτῳ δὲ πολέμου τινὸς ἐμπεσόντος, ἀποπέμπει τὸν Πλάτωνα, συνθέμενος εἰς ὥραν ἔτους μεταπέμψασθαι Δίωνα. καὶ τοῦτο μὲν εὐθὺς ἐψεύσατο, τὰς δὲ προσόδους τῶν κτημάτων ἀπέπεμψεν αὐτῷ, ἀξιῶν Πλάτωνα συγγνῶναι περὶ τοῦ χρόνου διὰ τὸν πόλεμον· εἰρήνης γὰρ γενομένης τάχιστα μεταπέμψεσθαι τὸν Δίωνα, καὶ ἀξιοῦν αὐτὸν ἡσυχίαν ἄγειν καὶ μηδὲν νεωτερίζειν μηδὲ βλασφημεῖν κατ' αὐτοῦ πρὸς τοὺς Ἕλληνας.


[17] Ταῦτ' ἐπειρᾶτο ποιεῖν Πλάτων, καὶ Δίωνα τρέψας ἐπὶ φιλοσοφίαν ἐν Ἀκαδημείᾳ συνεῖχεν. ᾤκει μὲν οὖν ἐν ἄστει παρὰ Καλλίππῳ τινὶ τῶν γνωρίμων, ἀγρὸν δὲ διαγωγῆς χάριν ἐκτήσατο, καὶ τοῦτον ὕστερον εἰς Σικελίαν πλέων Σπευσίππῳ δωρεὰν ἔδωκεν· ᾧ μάλιστα τῶν Ἀθήνησι φίλων ἐχρῆτο καὶ συνδιῃτᾶτο, βουλομένου τοῦ Πλάτωνος ὁμιλίᾳ χάριν ἐχούσῃ καὶ παιδιᾶς ἐμμελοῦς κατὰ καιρὸν ἁπτομένῃ κεραννύμενον ἐφηδύνεσθαι τοῦ Δίωνος τὸ ἦθος. τοιοῦτος δέ τις ὁ Σπεύσιππος ἦν· ᾗ καὶ " σκῶψαι ἀγαθὸν" αὐτὸν ἐν τοῖς Σίλλοις ὁ Τίμων προσηγόρευσεν. αὐτῷ δὲ Πλάτωνι χορηγοῦντι παίδων χορῷ τόν τε χορὸν ἤσκησεν ὁ Δίων, καὶ τὸ δαπάνημα πᾶν ἐτέλεσε παρ' ἑαυτοῦ, συγχωροῦντος τοῦ Πλάτωνος τὴν τοιαύτην φιλοτιμίαν πρὸς τοὺς Ἀθηναίους, ὡς ἐκείνῳ μᾶλλον εὔνοιαν ἢ δόξαν αὐτῷ φέρουσαν. ἐπεφοίτα δὲ καὶ ταῖς ἄλλαις πόλεσιν ὁ Δίων, καὶ συνεσχόλαζε καὶ συνεπανηγύριζε τοῖς ἀρίστοις καὶ πολιτικωτάτοις ἀνδράσιν, οὐδὲν ἐν τῇ διαίτῃ σόλοικον ἐπιδεικνύμενος οὐδὲ τυραννικὸν οὐδὲ διατεθρυμμένον, ἀλλὰ σωφροσύνην καὶ ἀρετὴν καὶ ἀνδρίαν καὶ περὶ λόγους καὶ περὶ φιλοσοφίαν εὐσχήμονας διατριβάς. ἐφ' οἷς εὔνοια παρὰ πάντων ἐγίνετο καὶ ζῆλος αὐτῷ, τιμαί τε δημοσίᾳ καὶ ψηφίσματα παρὰ τῶν πόλεων. Λακεδαιμόνιοι δὲ καὶ Σπαρτιάτην αὐτὸν ἐποιήσαντο, τῆς Διονυσίου καταφρονήσαντες ὀργῆς, καίπερ αὐτοῖς τότε προθύμως ἐπὶ τοὺς Θηβαίους συμμαχοῦντος. λέγεται δέ ποτε τὸν Δίωνα τοῦ Μεγαρέως Πτοιοδώρου δεόμενον ἐπὶ τὴν οἰκίαν ἐλθεῖν· ἦν δ' ὡς ἔοικε τῶν πλουσίων τις καὶ δυνατῶν ὁ Πτοιόδωρος· ὄχλον οὖν ἐπὶ θύραις ἰδὼν ὁ Δίων καὶ πλῆθος ἀσχολιῶν καὶ δυσέντευκτον αὐτὸν καὶ δυσπρόσοδον, ἀπιδὼν πρὸς τοὺς φίλους, δυσχεραίνοντας καὶ ἀγανακτοῦντας, "τί τοῦτον" ἔφη "μεμφόμεθα; καὶ γὰρ αὐτοὶ πάντως ἐν Συρακούσαις ὅμοια τούτοις ἐποιοῦμεν."


[18] Χρόνου δὲ προϊόντος, ὁ Διονύσιος ζηλοτυπῶν καὶ δεδοικὼς τοῦ Δίωνος τὴν παρὰ τοῖς Ἕλλησιν εὔνοιαν, ἐπαύσατο τὰς προσόδους ἀποστέλλων καὶ τὴν οὐσίαν παρέδωκεν ἰδίοις ἐπιτρόποις. βουλόμενος δὲ καὶ τὴν εἰς τοὺς φιλοσόφους διὰ Πλάτωνα κακοδοξίαν ἀναμάχεσθαι, πολλοὺς συνῆγε τῶν πεπαιδεῦσθαι δοκούντων. φιλοτιμούμενος δὲ τῷ διαλέγεσθαι περιεῖναι πάντων, ἠναγκάζετο τοῖς Πλάτωνος παρακούσμασι κακῶς χρῆσθαι, καὶ πάλιν ἐκεῖνον ἐπόθει καὶ κατεγίνωσκεν αὐτὸς αὑτοῦ μὴ χρησάμενος παρόντι μηδὲ διακούσας ὅσα καλῶς εἶχεν. οἷα δὲ τύραννος ἔμπληκτος ἀεὶ ταῖς ἐπιθυμίαις καὶ πρὸς πᾶσαν ὀξύρροπος σπουδήν, εὐθὺς ὥρμησεν ἐπὶ τὸν Πλάτωνα, καὶ πᾶσαν μηχανὴν αἴρων συνέπεισε τοὺς περὶ Ἀρχύταν Πυθαγορικούς, τῶν ὁμολογουμένων ἀναδόχους γενομένους καλεῖν Πλάτωνα· δι' ἐκείνου γὰρ αὐτοῖς ἐγεγόνει φιλία καὶ ξενία τὸ πρῶτον. οἱ δ' ἔπεμψαν Ἀρχέδημον παρ' αὐτόν· ἔπεμψε δὲ καὶ Διονύσιος τριήρεις καὶ φίλους δεησομένους τοῦ Πλάτωνος, αὐτός τε σαφῶς καὶ διαρρήδην ἔγραψεν, ὡς οὐδὲν ἂν γένοιτο τῶν μετρίων Δίωνι μὴ πεισθέντος Πλάτωνος ἐλθεῖν εἰς Σικελίαν, πεισθέντος δὲ πάντα. πολλαὶ δ' ἀφίκοντο πρὸς Δίωνα παρὰ τῆς ἀδελφῆς καὶ γυναικὸς ἐπισκήψεις, δεῖσθαι Πλάτωνος ὑπακοῦσαι Διονυσίῳ καὶ μὴ πρόφασιν παρασχεῖν. οὕτω μὲν δή φησιν ὁ Πλάτων ἐλθεῖν τὸ τρίτον εἰς τὸν πορθμὸν τὸν περὶ Σικελίαν,

ὄφρ' ἔτι τὴν ὀλοὴν ἀναμετρήσειε Χάρυβδιν.


[19] Ἐλθὼν δὲ μεγάλης μὲν αὐτὸν ἐνέπλησε χαρᾶς, μεγάλης δὲ πάλιν ἐλπίδος Σικελίαν, συνευχομένην καὶ συμφιλοτιμουμένην, Πλάτωνα μὲν Φιλίστου περιγενέσθαι, φιλοσοφίαν δὲ τυραννίδος. ἦν δὲ πολλὴ μὲν τῶν γυναικῶν σπουδὴ περὶ αὐτόν, ἐξαίρετος δὲ παρὰ τῷ Διονυσίῳ πίστις, ἣν οὐδεὶς ἄλλος εἶχεν, ἀδιερεύνητον αὐτῷ πλησιάζειν. δωρεὰς δὲ χρημάτων πολλῶν καὶ πολλάκις τοῦ μὲν διδόντος, τοῦ δὲ μὴ δεχομένου, παρὼν Ἀρίστιππος ὁ Κυρηναῖος ἀσφαλῶς ἔφη μεγαλόψυχον εἶναι Διονύσιον· αὐτοῖς μὲν γὰρ μικρὰ διδόναι πλειόνων δεομένοις, Πλάτωνι δὲ πολλὰ μηδὲν λαμβάνοντι.

Μετὰ δὲ τὰς πρώτας φιλοφροσύνας ἀρξαμένου Πλάτωνος ἐντυγχάνειν περὶ Δίωνος, ὑπερθέσεις τὸ πρῶτον ἦσαν, εἶτα μέμψεις καὶ διαφοραὶ λανθάνουσαι τοὺς ἐκτός, ἐπικρυπτομένου Διονυσίου καὶ ταῖς ἄλλαις τὸν Πλάτωνα θεραπείαις καὶ τιμαῖς πειρωμένου παράγειν ἀπὸ τῆς Δίωνος εὐνοίας, οὐδ' αὐτὸν ἔν γε τοῖς πρώτοις χρόνοις ἀποκαλύπτοντα τὴν ἀπιστίαν αὐτοῦ καὶ ψευδολογίαν, ἀλλ' ἐγκαρτεροῦντα καὶ σχηματιζόμενον. οὕτω δὲ διακειμένων πρὸς ἀλλήλους καὶ λανθάνειν πάντας οἰομένων, Ἑλίκων ὁ Κυζικηνός, εἷς τῶν Πλάτωνος συνήθων, ἡλίου προεῖπεν ἔκλειψιν, καὶ γενομένης ὡς προεῖπε, θαυμασθεὶς ὑπὸ τοῦ τυράννου δωρεὰν ἔλαβεν ἀργυρίου τάλαντον. Ἀρίστιππος δὲ παίζων πρὸς τοὺς ἄλλους φιλοσόφους ἔφη τι καὶ αὐτὸς ἔχειν τῶν παραδόξων προειπεῖν· ἐκείνων δὲ φράσαι δεομένων, "προλέγω τοίνυν" εἶπεν "ὀλίγου χρόνου Πλάτωνα καὶ Διονύσιον ἐχθροὺς γενησομένους." τέλος δὲ τὴν μὲν οὐσίαν τοῦ Δίωνος ὁ Διονύσιος ἐπώλει καὶ τὰ χρήματα κατεῖχε, Πλάτωνα δ' ἐν τῷ περὶ τὴν οἰκίαν κήπῳ διαιτώμενον εἰς τοὺς μισθοφόρους μετέστησε, πάλαι μισοῦντας αὐτὸν καὶ ζητοῦντας ἀνελεῖν ὡς πείθοντα Διονύσιον ἀφεῖναι τὴν τυραννίδα καὶ ζῆν ἀδορυφόρητον.


[20] Ἐν τοιούτῳ δὲ κινδύνῳ γενομένου τοῦ Πλάτωνος, οἱ περὶ Ἀρχύταν πυθόμενοι ταχὺ πέμπουσι πρεσβείαν καὶ τριακόντορον, ἀπαιτοῦντες τὸν ἄνδρα παρὰ Διονυσίου καὶ λέγοντες, ὡς αὐτοὺς λαβὼν ἀναδόχους τῆς ἀσφαλείας πλεύσειεν εἰς Συρακούσας. ἀπολεγομένου δὲ τοῦ Διονυσίου τὴν ἔχθραν ἑστιάσεσι καὶ φιλοφροσύναις περὶ τὴν προπομπήν, ἓν δέ τι προαχθέντος πρὸς αὐτὸν τοιοῦτον εἰπεῖν· "ἦ που Πλάτων πολλὰ καὶ δεινὰ κατηγορήσεις ἡμῶν πρὸς τοὺς συμφιλοσοφοῦντας," ὑπομειδιάσας ἐκεῖνος ἀπεκρίνατο· "μὴ τοσαύτη λόγων ἐν Ἀκαδημείᾳ γένοιτο σπάνις, ὥστε σοῦ τινα μνημονεῦσαι". τοιαύτην μὲν τὴν ἀποστολὴν τοῦ Πλάτωνος γενέσθαι λέγουσιν· οὐ μέντοι τὰ Πλάτωνος αὐτοῦ πάνυ τούτοις συνᾴδει.


[21] Δίων δὲ καὶ τούτοις ἐχαλέπαινε, καὶ μετ' ὀλίγον χρόνον ἐξεπολεμώθη παντάπασι πυθόμενος τὸ περὶ τὴν γυναῖκα, περὶ οὗ καὶ Πλάτων ᾐνίξατο γράφων πρὸς Διονύσιον. ἦν δὲ τοιοῦτον. μετὰ τὴν ἐκβολὴν τοῦ Δίωνος ἀποπέμπων Πλάτωνα Διονύσιος ἐκέλευσεν αὐτοῦ δι' ἀπορρήτων πυθέσθαι, μή τι κωλύοι τὴν γυναῖκα πρὸς γάμον ἑτέρῳ δοθῆναι· καὶ γὰρ ἦν λόγος, εἴτ' ἀληθὴς εἴτε συντεθεὶς ὑπὸ τῶν Δίωνα μισούντων, ὡς οὐ καθ' ἡδονὴν ὁ γάμος εἴη Δίωνι γεγονὼς οὐδ' εὐάρμοστος ἡ πρὸς τὴν γυναῖκα συμβίωσις. ὡς οὖν ἧκεν ὁ Πλάτων Ἀθήναζε καὶ τῷ Δίωνι περὶ πάντων ἐνέτυχε, γράφει πρὸς τὸν τύραννον ἐπιστολήν, τὰ μὲν ἄλλα σαφῶς πᾶσιν, αὐτὸ δὲ τοῦτο μόνῳ γνώριμον ἐκείνῳ φράζουσαν, ὡς διαλεχθείη Δίωνι περὶ τοῦ πράγματος ἐκείνου καὶ σφόδρα δῆλος εἴη χαλεπαίνων <ἄν>, εἰ τοῦτο Διονύσιος ἐξεργάσαιτο. καὶ τότε μὲν ἔτι πολλῶν ἐλπίδων οὐσῶν πρὸς τὰς διαλύσεις, οὐδὲν ἔπραξε περὶ τὴν ἀδελφὴν νεώτερον, ἀλλ' εἴα μένειν αὐτὴν μετὰ τοῦ παιδίου τοῦ Δίωνος οἰκοῦσαν. ἐπεὶ δὲ παντάπασιν ἀσυμβάτως εἶχε, καὶ Πλάτων αὖθις ἐλθὼν ἀπεπέμφθη πρὸς ἀπέχθειαν, οὕτω τὴν Ἀρετὴν ἄκουσαν ἑνὶ τῶν φίλων Τιμοκράτει δίδωσιν, οὐ μιμησάμενος τὴν κατά γε τοῦτο τοῦ πατρὸς ἐπιείκειαν. ἐγεγόνει γὰρ ὡς ἔοικε κἀκείνῳ Πολύξενος ὁ τὴν ἀδελφὴν ἔχων αὐτοῦ Θέστην πολέμιος· ἀποδράντος οὖν αὐτοῦ διὰ φόβον καὶ φυγόντος ἐκ Σικελίας, μεταπεμψάμενος ᾐτιᾶτο τὴν ἀδελφήν, ὅτι συνειδυῖα τὴν φυγὴν τοῦ ἀνδρὸς οὐ κατεῖπε πρὸς αὐτόν. ἡ δ' ἀνεκπλήκτως καὶ νὴ Δί' ἀφόβως "εἶθ' οὕτω σοι δοκῶ Διονύσιε φαύλη γυνὴ γεγονέναι καὶ ἄνανδρος, ὥστε προγνοῦσα τὴν φυγὴν τοῦ ἀνδρὸς οὐκ ἂν συνεκπλεῦσαι καὶ μετασχεῖν τῆς αὐτῆς τύχης; ἀλλ' οὐ προέγνων· ἐπεὶ καλῶς εἶχέ μοι μᾶλλον Πολυξένου γυναῖκα φεύγοντος ἢ σοῦ τυραννοῦντος ἀδελφὴν λέγεσθαι." ταῦτα τῆς Θέστης παρρησιασαμένης, θαυμάσαι λέγουσι τὸν τύραννον· ἐθαύμασαν δὲ καὶ οἱ Συρακόσιοι τὴν ἀρετὴν τῆς γυναικός, ὥστε καὶ μετὰ τὴν κατάλυσιν τῆς τυραννίδος ἐκείνῃ τιμὴν καὶ θεραπείαν βασιλικὴν παρέχειν, ἀποθανούσης δὲ δημοσίᾳ πρὸς τὴν ταφὴν ἐπακολουθῆσαι τοὺς πολίτας. ταῦτα μὲν οὖν οὐκ ἄχρηστον ἔχει τὴν παρέκβασιν.


[22] Ὁ δὲ Δίων ἐντεῦθεν ἤδη τρέπεται πρὸς πόλεμον, αὐτοῦ μὲν Πλάτωνος ἐκποδὼν ἱσταμένου δι' αἰδῶ τῆς πρὸς Διονύσιον ξενίας καὶ γῆρας, Σπευσίππου δὲ καὶ τῶν ἄλλων ἑταίρων τῷ Δίωνι συλλαμβανόντων καὶ παρακελευομένων ἐλευθεροῦν Σικελίαν, χεῖρας ὀρέγουσαν αὐτῷ καὶ προθύμως ὑποδεχομένην. ὅτε γὰρ ἐν Συρακούσαις Πλάτων διέτριβεν, οἱ περὶ Σπεύσιππον ὡς ἔοικε μᾶλλον ἀναμειγνύμενοι τοῖς ἀνθρώποις κατεμάνθανον τὴν διάνοιαν αὐτῶν. καὶ τὸ μὲν πρῶτον ἐφοβοῦντο τὴν παρρησίαν, ὡς διάπειραν οὖσαν ὑπὸ τοῦ τυράννου, χρόνῳ δ' ἐπίστευσαν. ὁ γὰρ αὐτὸς ἦν παρὰ πάντων λόγος, δεομένων καὶ παρακελευομένων ἐλθεῖν Δίωνα μὴ ναῦς ἔχοντα μηδ' ὁπλίτας μηδ' ἵππους, ἀλλ' αὐτὸν εἰς ὑπηρετικὸν ἐμβάντα χρῆσαι τὸ σῶμα καὶ τοὔνομα Σικελιώταις ἐπὶ τὸν Διονύσιον. ταῦτα τῶν περὶ Σπεύσιππον ἀγγελλόντων, ἐπιρρωσθεὶς ἐξενολόγει κρύφα καὶ δι' ἑτέρων, ἐπικρυπτόμενος τὴν διάνοιαν. συνέπραττον δὲ καὶ τῶν πολιτικῶν πολλοὶ καὶ τῶν φιλοσόφων, ὅ τε Κύπριος Εὔδημος, εἰς ὃν Ἀριστοτέλης ἀποθανόντα τὸν περὶ ψυχῆς διάλογον ἐποίησε, καὶ Τιμωνίδης ὁ Λευκάδιος. συνέστησαν δὲ καὶ Μιλτᾶν αὐτῷ τὸν Θεσσαλόν, ἄνδρα μάντιν καὶ μετεσχηκότα τῆς ἐν Ἀκαδημείᾳ διατριβῆς. τῶν δ' ὑπὸ τοῦ τυράννου πεφυγαδευμένων, οὐ μεῖον ἢ χιλίων ὄντων, πέντε καὶ εἴκοσι μόνοι τῆς στρατείας ἐκοινώνησαν, οἱ δ' ἄλλοι προὔδοσαν ἀποδειλιάσαντες.

Ὁρμητήριον δ' ἦν ἡ Ζακυνθίων νῆσος, εἰς ἣν οἱ στρατιῶται συνελέγησαν, ὀκτακοσίων ἐλάττους γενόμενοι, γνώριμοι δὲ πάντες ἐκ πολλῶν καὶ μεγάλων στρατειῶν καὶ τοῖς σώμασιν ἠσκημένοι διαφερόντως, ἐμπειρίᾳ δὲ καὶ τόλμῃ πολὺ πάντων κράτιστοι καὶ δυνάμενοι πλῆθος, ὅσον ἤλπιζεν ἕξειν ἐν Σικελίᾳ Δίων, ὑπεκκαῦσαι καὶ συνεξορμῆσαι πρὸς ἀλκήν.


[23] Οὗτοι τὸ μὲν πρῶτον ἀκούσαντες ἐπὶ Διονύσιον καὶ Σικελίαν αἴρεσθαι τὸν στόλον, ἐξεπλάγησαν καὶ κατέγνωσαν ὡς ὀργῆς τινος παραφροσύνῃ καὶ μανίᾳ τοῦ Δίωνος ἢ χρηστῶν ἐλπίδων ἀπορίᾳ ῥιπτοῦντος ἑαυτὸν εἰς ἀπεγνωσμένας πράξεις, καὶ τοῖς ἑαυτῶν ἡγεμόσι καὶ ξενολόγοις ὠργίζοντο, μὴ προειποῦσιν εὐθὺς ἐξ ἀρχῆς τὸν πόλεμον. ἐπεὶ δὲ Δίων τῷ λόγῳ τὰ σαθρὰ τῆς τυραννίδος ἐπεξιὼν ἐδίδασκεν, ὡς οὐ στρατιώτας, ἀλλὰ μᾶλλον ἡγεμόνας αὐτοὺς κομίζοι Συρακοσίων καὶ τῶν ἄλλων Σικελιωτῶν, πάλαι πρὸς ἀπόστασιν ἑτοίμων ὑπαρχόντων, μετὰ δὲ τὸν Δίωνα διαλεχθέντος αὐτοῖς Ἀλκιμένους, ὃς πρῶτος ὢν Ἀχαιῶν δόξῃ καὶ γένει συνεστράτευεν, ἐπείσθησαν. ἦν μὲν οὖν θέρους ἀκμή, καὶ κατεῖχον ἐτησίαι τὸ πέλαγος, ἡ δὲ σελήνη διχομηνίαν ἦγε· τῷ δ' Ἀπόλλωνι θυσίαν μεγαλοπρεπῆ παρασκευάσας ὁ Δίων ἐπόμπευσε μετὰ τῶν στρατιωτῶν, κεκοσμημένων ταῖς πανοπλίαις πρὸς τὸ ἱερόν, καὶ μετὰ τὴν θυσίαν ἐν τῷ σταδίῳ τῶν Ζακυνθίων κατακλιθέντας αὐτοὺς εἱστία, θαυμάζοντας ἀργυρῶν καὶ χρυσῶν ἐκπωμάτων καὶ τραπεζῶν ὑπερβάλλουσαν ἰδιωτικὸν πλοῦτον λαμπρότητα, καὶ λογιζομένους ὅτι παρηκμακὼς ἀνὴρ ἤδη καὶ τοσαύτης εὐπορίας κύριος οὐκ ἂν ἐπιχειροίη παραβόλοις πράγμασι χωρὶς ἐλπίδος βεβαίου καὶ φίλων ἐνδιδόντων ἐκεῖθεν αὐτῷ τὰς πλείστας καὶ μεγίστας ἀφορμάς.


[24] Μετὰ δὲ τὰς σπονδὰς καὶ τὰς νενομισμένας κατευχὰς ἐξέλιπεν ἡ σελήνη. καὶ τοῖς μὲν περὶ τὸν Δίωνα θαυμαστὸν οὐδὲν ἦν, λογιζομένοις τὰς ἐκλειπτικὰς περιόδους καὶ τὴν γινομένην τοῦ σκιάσματος ἀπάντησιν πρὸς τὴν σελήνην καὶ τῆς γῆς τὴν ἀντίφραξιν πρὸς τὸν ἥλιον. ἐπεὶ δὲ τοῖς στρατιώταις διαταραχθεῖσιν ἔδει τινὸς παρηγορίας, Μιλτᾶς ὁ μάντις ἐν μέσῳ καταστὰς ἐκέλευε θαρρεῖν αὐτοὺς καὶ προσδοκᾶν τὰ κράτιστα· σημαίνειν γὰρ τὸ δαιμόνιον ἔκλειψίν τινος τῶν νῦν ἐπιφανῶν· ἐπιφανέστερον δὲ μηδὲν εἶναι τῆς Διονυσίου τυραννίδος, ἧς τὸ λαμπρὸν ἀποσβέσειν ἐκείνους εὐθὺς ἁψαμένους Σικελίας. τοῦτο μὲν οὖν ὁ Μιλτᾶς εἰς μέσον ἐξέθηκε πᾶσι· τὸ δὲ τῶν μελισσῶν, αἳ περὶ τὰ πλοῖα τοῦ Δίωνος ὤφθησαν ἑσμὸν λαμβάνουσαι κατὰ πρύμναν, ἰδίᾳ πρὸς αὐτὸν καὶ τοὺς φίλους ἔφραζε δεδιέναι, μὴ καλαὶ μὲν αἱ πράξεις αὐτοῦ γένωνται, χρόνον δ' ὀλίγον ἀνθήσασαι μαρανθῶσι.

Λέγεται δὲ καὶ τῷ Διονυσίῳ πολλὰ τερατώδη παρὰ τοῦ δαιμονίου γενέσθαι σημεῖα. ἀετὸς μὲν γὰρ ἁρπάσας δοράτιόν τινος τῶν δορυφόρων, ἀράμενος ὑψοῦ καὶ φέρων ἀφῆκεν εἰς τὸν βυθόν· ἡ δὲ προσκλύζουσα πρὸς τὴν ἀκρόπολιν θάλασσα μίαν ἡμέραν τὸ ὕδωρ γλυκὺ καὶ πότιμον παρέσχεν, ὥστε γευσαμένοις πᾶσι κατάδηλον εἶναι. χοῖροι δ' ἐτέχθησαν αὐτῷ τῶν μὲν ἄλλων οὐδενὸς ἐνδεεῖς μορίων, ὦτα δ' οὐκ ἔχοντες. ἀπεφαίνοντο δ' οἱ μάντεις, τοῦτο μὲν ἀποστάσεως καὶ ἀπειθείας εἶναι σημεῖον, ὡς οὐκέτι τῶν πολιτῶν ἀκουσομένων τῆς τυραννίδος, τὴν δὲ γλυκύτητα τῆς θαλάσσης μεταβολὴν καιρῶν ἀνιαρῶν καὶ πονηρῶν εἰς πράγματα χρηστὰ φέρειν Συρακοσίοις. ἀετὸς δὲ θεράπων Διός, λόγχη δὲ παράσημον ἀρχῆς καὶ δυναστείας· ἀφανισμὸν οὖν καὶ κατάλυσιν τῇ τυραννίδι δηλοῦν τὸν τῶν θεῶν μέγιστον. ταῦτα μὲν οὖν Θεόπομπος ἱστόρηκε.


[25] Τοὺς δὲ στρατιώτας τοῦ Δίωνος ἐξεδέξαντο στρογγύλαι δύο ναῦς, τρίτον δὲ πλοῖον οὐ μέγα καὶ δύο τριακόντοροι παρηκολούθουν. ὅπλα δέ, χωρὶς ὧν εἶχον οἱ στρατιῶται, δισχιλίας μὲν ἐκόμιζεν ἀσπίδας, βέλη δὲ καὶ δόρατα πολλὰ καὶ πλῆθος ἐφοδίων ἄφθονον, ὅπως ἐπιλίπῃ μηδὲν αὐτοὺς ποντοποροῦντας, ἅτε δὴ τὸ σύμπαν ἐπὶ πνεύμασι καὶ θαλάσσῃ πεποιημένους τὸν πλοῦν διὰ τὸ τὴν γῆν φοβεῖσθαι καὶ πυνθάνεσθαι Φίλιστον ἐν Ἰαπυγίᾳ ναυλοχοῦντα παραφυλάττειν. ἀραιῷ δὲ καὶ μαλακῷ πνεύματι πλεύσαντες ἡμέρας δώδεκα, τῇ τρισκαιδεκάτῃ κατὰ Πάχυνον ἦσαν, ἄκραν τῆς Σικελίας, καὶ Πρῶτος μὲν ὁ κυβερνήτης κατὰ τάχος ἐκέλευσεν ἀποβαίνειν, ὡς ἂν ἀποσπασθῶσι τῆς γῆς καὶ τὴν ἄκραν ἑκόντες ἀφῶσι, πολλὰς ἡμέρας καὶ νύκτας ἐν τῷ πελάγει τριβησομένους, ὥρᾳ θέρους νότον περιμένοντας. Δίων δὲ τὴν ἐγγὺς τῶν πολεμίων ἀπόβασιν δεδιὼς καὶ τῶν πρόσω μᾶλλον ἅψασθαι βουλόμενος, παρέπλευσε τὸν Πάχυνον. ἐκ δὲ τούτου τραχὺς μὲν ἀπαρκτίας ἐπιπεσὼν ἤλαυνε πολλῷ κλύδωνι τὰς ναῦς ἀπὸ τῆς Σικελίας, ἀστραπαὶ δὲ καὶ βρονταὶ φανέντος Ἀρκτούρου συμπεσοῦσαι πολὺν ἐξ οὐρανοῦ χειμῶνα καὶ ῥαγδαῖον ὄμβρον ἐξέχεαν· ᾧ τῶν ναυτῶν συνταραχθέντων καὶ πλάνης γενομένης, καθορῶσιν αἰφνίδιον ὑπὸ τοῦ κύματος ὠθουμένας τὰς ναῦς ἐπὶ τὴν πρὸς Λιβύῃ Κέρκιναν, ᾗ μάλιστα κρημνώδης ἀπήντα καὶ τραχεῖα προσφερομένοις αὐτοῖς ἡ νῆσος. μικρὸν οὖν δεήσαντες ἐκριφῆναι καὶ συντριβῆναι περὶ τὰς πέτρας, ἐβιάζοντο πρὸς κοντὸν παραφερόμενοι μόλις, ἕως ὁ χειμὼν ἐλώφησε καὶ πλοίῳ συντυχόντες ἔγνωσαν ἐπὶ ταῖς καλουμέναις κεφαλαῖς τῆς μεγάλης Σύρτεως ὄντες. ἀθυμοῦσι δ' αὐτοῖς πρὸς τὴν γαλήνην καὶ διαφερομένοις αὔραν τινὰ κατέσπειρεν ἡ χώρα νότιον, οὐ πάνυ προσδεχομένοις νότον οὐδὲ πιστεύουσι τῇ μεταβολῇ. κατὰ μικρὸν δὲ ῥωννυμένου τοῦ πνεύματος καὶ μέγεθος λαμβάνοντος, ἐκτείναντες ὅσον ἦν ἱστίων καὶ προσευξάμενοι τοῖς θεοῖς πελάγιοι πρὸς τὴν Σικελίαν ἔφευγον ἀπὸ τῆς Λιβύης, καὶ θέοντες ἐλαφρῶς πεμπταῖοι κατὰ Μίνῳαν ὡρμίσαντο, πολισμάτιον ἐν τῇ Σικελίᾳ τῆς Καρχηδονίων ἐπικρατείας.

Ἔτυχε δὲ παρὼν ὁ Καρχηδόνιος ἄρχων Σύναλος ἐν τῷ χωρίῳ, ξένος ὢν καὶ φίλος Δίωνος· ἀγνοῶν δὲ τὴν παρουσίαν αὐτοῦ καὶ τὸν στόλον, ἐπειρᾶτο κωλύειν τοὺς στρατιώτας ἀποβαίνοντας. οἱ δὲ μετὰ τῶν ὅπλων ἐκδραμόντες ἀπέκτειναν μὲν οὐδένα, ἀπειρήκει γὰρ ὁ Δίων διὰ τὴν οὖσαν αὐτῷ φιλίαν πρὸς τὸν Καρχηδόνιον, φεύγουσι δὲ συνεισπεσόντες αἱροῦσι τὸ χωρίον. ὡς δ' ἀπήντησαν ἀλλήλοις οἱ ἡγεμόνες καὶ ἠσπάσαντο, Δίων μὲν ἀπέδωκε τὴν πόλιν Συνάλῳ, οὐδὲν ἀδικήσας, Σύναλος δὲ τοὺς στρατιώτας ἐξένιζε καὶ συμπαρεσκεύαζεν ὧν Δίων ἐδεῖτο.


[26] Μάλιστα δ' αὐτοὺς ἐθάρρυνε τὸ συμβεβηκὸς αὐτομάτως περὶ τὴν ἀποδημίαν τοῦ Διονυσίου· νεωστὶ γὰρ ἐκπεπλευκὼς ἐτύγχανεν ὀγδοήκοντα ναυσὶν εἰς τὴν Ἰταλίαν. διὸ καὶ τοῦ Δίωνος παρακαλοῦντος ἐνταῦθα τοὺς στρατιώτας ἀναλαμβάνειν, πολὺν χρόνον ἐν τῇ θαλάσσῃ κεκακωμένους, οὐχ ὑπέμειναν, αὐτοὶ σπεύδοντες ἁρπάσαι τὸν καιρόν, ἀλλ' ἐκέλευον ἡγεῖσθαι τὸν Δίωνα πρὸς τὰς Συρακούσας. ἀποσκευασάμενος οὖν τὰ περιόντα τῶν ὅπλων καὶ τῶν φορτίων ἐκεῖ, καὶ τοῦ Συνάλου δεηθεὶς ὅταν ᾖ καιρὸς ἀποστεῖλαι πρὸς αὐτόν, ἐβάδιζεν ἐπὶ τὰς Συρακούσας. πορευομένῳ δ' αὐτῷ πρῶτον μὲν Ἀκραγαντίνων προσεχώρησαν ἱππεῖς διακόσιοι τῶν περὶ τὸ Ἔκνομον οἰκούντων, μετὰ δὲ τούτους Γελῷοι.

Ταχὺ δὲ τῆς φήμης διαδραμούσης εἰς Συρακούσας, Τιμοκράτης ὁ τῇ Δίωνος γυναικὶ συνοικῶν [Διονυσίου ἀδελφῇ], τῶν <δ'> ἀπολελειμμένων ἐν τῇ πόλει φίλων προεστώς, ἐκπέμπει κατὰ τάχος ἄγγελον τῷ Διονυσίῳ, γράμματα κομίζοντα περὶ τῆς Δίωνος ἀφίξεως. αὐτὸς δὲ τοῖς κατὰ τὴν πόλιν προσεῖχε θορύβοις καὶ κινήμασιν, ἐπηρμένων μὲν πάντων, διὰ δ' ἀπιστίαν ἔτι καὶ φόβον ἡσυχαζόντων. τῷ δὲ πεμφθέντι γραμματοφόρῳ τύχη τις συμπίπτει παράλογος. διαπλεύσας γὰρ εἰς τὴν Ἰταλίαν καὶ τὴν Ῥηγίνην διελθὼν ἐπειγόμενος εἰς Καυλωνίαν πρὸς Διονύσιον, ἀπήντησέ τινι τῶν συνήθων ἱερεῖον νεωστὶ τεθυμένον κομίζοντι, καὶ λαβὼν παρ' αὐτοῦ μοῖραν τῶν κρεῶν, ἐχώρει σπουδῇ. τῆς δὲ νυκτὸς μέρος ὁδεύσας καὶ μικρὸν ἀποδαρθεῖν ὑπὸ κόπου βιασθείς, ὡς εἶχε παρὰ τὴν ὁδὸν ἐν ὕλῃ τινὶ κατέκλινεν ἑαυτόν. πρὸς δὲ τὴν ὀσμὴν λύκος ἐπελθὼν καὶ λαβόμενος τῶν κρεῶν ἀναδεδεμένων ἐκ τῆς πήρας, ᾤχετο φέρων ἅμα σὺν αὐτοῖς τὴν πήραν, ἐν ᾗ τὰς ἐπιστολὰς ὁ ἄνθρωπος εἶχεν. ὡς δὲ διεγερθεὶς ᾔσθετο, καὶ πολλὰ μάτην πλανηθεὶς καὶ διώξας οὐχ εὗρεν, ἔγνω μὴ πορεύεσθαι δίχα τῶν γραμμάτων πρὸς τὸν τύραννον, ἀλλ' ἀποδρὰς ἐκποδὼν γενέσθαι.


[27] Διονύσιος μὲν οὖν ὀψὲ καὶ παρ' ἑτέρων ἔμελλε πυνθάνεσθαι τὸν ἐν Σικελίᾳ πόλεμον, Δίωνι δὲ πορευομένῳ Καμαριναῖοί τε προσέθεντο, καὶ τῶν κατ' ἀγροὺς Συρακοσίων ἀνισταμένων ἐπέρρει πλῆθος οὐκ ὀλίγον. οἱ δὲ μετὰ Τιμοκράτους τὰς Ἐπιπολὰς φυλάσσοντες Λεοντῖνοι καὶ Καμπανοί, λόγον ψευδῆ προσπέμψαντος εἰς αὐτοὺς τοῦ Δίωνος, ὡς ἐπὶ τὰς πόλεις πρῶτον τρέποιτο τὰς ἐκείνων, ἀπολιπόντες ᾤχοντο τὸν Τιμοκράτην, τοῖς οἰκείοις βοηθήσοντες. ὡς δ' ἀπηγγέλη ταῦτα πρὸς τὸν Δίωνα, περὶ τὰς Ἄκρας στρατοπεδεύοντα, νυκτὸς ἔτι τοὺς στρατιώτας ἀναστήσας πρὸς τὸν Ἄναπον ποταμὸν ἧκεν, ἀπέχοντα τῆς πόλεως δέκα σταδίους. ἐνταῦθα δὲ τὴν πορείαν ἐπιστήσας ἐσφαγιάζετο πρὸς τὸν ποταμόν, ἀνατέλλοντι τῷ ἡλίῳ προσευξάμενος· ἅμα δ' οἱ μάντεις παρὰ τῶν θεῶν νίκην ἔφραζον αὐτῷ, καὶ θεασάμενοι τὸν Δίωνα διὰ τὴν θυσίαν ἐστεφανωμένον οἱ παρόντες, ἀπὸ μιᾶς ὁρμῆς ἐστεφανοῦντο πάντες. ἦσαν δὲ πεντακισχιλίων οὐκ ἐλάττους <οἱ> προσγεγονότες κατὰ τὴν ὁδόν· ὡπλισμένοι δὲ φαύλως ἐκ τοῦ προστυχόντος, ἀνεπλήρουν τῇ προθυμίᾳ τὴν τῆς παρασκευῆς ἔνδειαν, ὥστε κινήσαντος τοῦ Δίωνος δρόμῳ χωρεῖν, μετὰ χαρᾶς καὶ βοῆς ἀλλήλους παρακαλοῦντας ἐπὶ τὴν ἐλευθερίαν.


[28] Τῶν δ' ἐν τῇ πόλει Συρακοσίων οἱ μὲν γνώριμοι καὶ χαρίεντες ἐσθῆτα καθαρὰν ἔχοντες ἀπήντων ἐπὶ τὰς πύλας, οἱ δὲ πολλοὶ τοῖς <τοῦ> τυράννου φίλοις ἐπετίθεντο καὶ συνήρπαζον τοὺς καλουμένους προσαγωγίδας, ἀνθρώπους ἀνοσίους καὶ θεοῖς ἐχθρούς, οἳ περιενόστουν ἐν τῇ πόλει καταμεμειγμένοι τοῖς Συρακοσίοις, πολυπραγμονοῦντες καὶ διαγγέλλοντες τῷ τυράννῳ τάς τε διανοίας καὶ τὰς φωνὰς ἑκάστων. οὗτοι μὲν οὖν πρῶτοι δίκην ἐδίδοσαν, ὑπὸ τῶν προστυγχανόντων ἀποτυμπανιζόμενοι· Τιμοκράτης δὲ συμμεῖξαι τοῖς φρουροῦσι τὴν ἀκρόπολιν μὴ δυνηθείς, ἵππον λαβὼν διεξέπεσε τῆς πόλεως, καὶ πάντα φεύγων ἐνέπλησε φόβου καὶ ταραχῆς, ἐπὶ μεῖζον αἴρων τὰ τοῦ Δίωνος, ὡς μὴ δοκοίη μέτριόν τι δείσας ἀποβεβληκέναι τὴν πόλιν. ἐν τούτῳ δὲ καὶ Δίων προσερχόμενος ἤδη καταφανὴς ἦν πρῶτος αὐτὸς ὡπλισμένος λαμπρῶς, καὶ παρ' αὐτὸν ἔνθεν μὲν ὁ ἀδελφὸς Μεγακλῆς, ἔνθεν δὲ Κάλλιππος ὁ Ἀθηναῖος, ἐστεφανωμένοι. τῶν δὲ ξένων ἑκατὸν μὲν εἵποντο φύλακες περὶ τὸν Δίωνα, τοὺς δ' ἄλλους ἦγον οἱ λοχαγοὶ διακεκοσμημένους, θεωμένων τῶν Συρακοσίων καὶ δεχομένων ὥσπερ ἱεράν τινα καὶ θεοπρεπῆ πομπὴν ἐλευθερίας καὶ δημοκρατίας, δι' ἐτῶν ὀκτὼ καὶ τετταράκοντα κατιούσης εἰς τὴν πόλιν.


[29] Ἐπεὶ δ' εἰσῆλθεν ὁ Δίων κατὰ τὰς <Τε>μενίτιδας πύλας, τῇ σάλπιγγι καταπαύσας τὸν θόρυβον ἐκήρυξεν, ὅτι Δίων καὶ Μεγακλῆς ἥκοντες ἐπὶ καταλύσει τῆς τυραννίδος ἐλευθεροῦσι Συρακοσίους καὶ τοὺς ἄλλους Σικελιώτας ἀπὸ τοῦ τυράννου. βουλόμενος δὲ καὶ δι' ἑαυτοῦ προσαγορεῦσαι τοὺς ἀνθρώπους, ἀνῄει διὰ τῆς Ἀχραδινῆς, ἑκατέρωθεν παρὰ τὴν ὁδὸν τῶν Συρακοσίων ἱερεῖα καὶ τραπέζας καὶ κρατῆρας ἱστάντων, καὶ καθ' οὓς γένοιτο προχύταις τε βαλλόντων καὶ προστρεπομένων ὥσπερ θεὸν κατευχαῖς. ἦν δ' ὑπὸ τὴν ἀκρόπολιν καὶ τὰ Πεντάπυλα, Διονυσίου κατασκευάσαντος, ἡλιοτρόπιον καταφανὲς καὶ ὑψηλόν. ἐπὶ τοῦτο προβὰς ἐδημηγόρησε καὶ παρώρμησε τοὺς πολίτας ἀντέχεσθαι τῆς ἐλευθερίας. οἱ δὲ χαίροντες καὶ φιλοφρονούμενοι κατέστησαν ἀμφοτέρους αὐτοκράτορας στρατηγούς, καὶ προσείλοντο βουλομένων καὶ δεομένων ἐκείνων αὐτοῖς συνάρχοντας εἴκοσιν, ὧν ἡμίσεις ἦσαν ἐκ τῶν μετὰ Δίωνος ἀπὸ τῆς φυγῆς συγκατερχομένων. τοῖς δὲ μάντεσιν αὖθις ἐδόκει τὸ μὲν ὑπὸ πόδας λαβεῖν τὸν Δίωνα δημηγοροῦντα τὴν φιλοτιμίαν καὶ τὸ ἀνάθημα τοῦ τυράννου λαμπρὸν εἶναι σημεῖον· ὅτι δ' ἡλιοτρόπιον ἦν ἐφ' οὗ βεβηκὼς ᾑρέθη στρατηγός, ὠρρώδουν μὴ τροπήν τινα τῆς τύχης αἱ πράξεις ταχεῖαν λάβωσιν. ἐκ τούτου τὰς μὲν Ἐπιπολὰς ἑλὼν τοὺς καθειργμένους τῶν πολιτῶν ἔλυσε, τὴν δ' ἀκρόπολιν ἀπετείχισεν.

Ἑβδόμῃ δ' ἡμέρᾳ Διονύσιος κατέπλευσεν εἰς τὴν ἀκρόπολιν, καὶ Δίωνι προσῆγον ἅμαξαι <τὰς> πανοπλίας ἃς Συνάλῳ κατέλιπε. ταύτας διένειμε τοῖς πολίταις, τῶν δ' ἄλλων ἕκαστος ἑαυτὸν ὡς δυνατὸν ἦν ἐκόσμει καὶ παρεῖχεν ὁπλίτην πρόθυμον.


[30] Διονύσιος δὲ πρῶτον ἰδίᾳ πρὸς Δίωνα πρέσβεις ἔπεμπεν ἀποπειρώμενος· ἔπειτα κελεύσαντος ἐκείνου διαλέγεσθαι κοινῇ Συρακοσίοις ὡς ἐλευθέροις οὖσιν, ἐγένοντο λόγοι διὰ τῶν πρέσβεων παρὰ τοῦ τυράννου φιλάνθρωποι, φόρων ὑπισχνουμένου μετριότητα καὶ ῥᾳστώνην στρατειῶν, ὧν <ἂν μὴ> αὐτοὶ σύμψηφοι γένωνται. ταῦτ' ἐχλεύαζον οἱ Συρακόσιοι. Δίων δ' ἀπεκρίνατο τοῖς πρέσβεσι μὴ διαλέγεσθαι πρὸς αὐτοὺς Διονύσιον, εἰ μὴ τὴν ἀρχὴν ἀφίησιν· ἀφέντι δὲ συμπράξειν ἄδει<αν> αὐτός, κἂν ἄλλο τι τῶν μετρίων δύνηται, μεμνημένος τῆς οἰκειότητος. ταῦτα Διονύσιος ἐπῄνει καὶ πάλιν ἔπεμπε πρέσβεις, κελεύων ἥκειν τινὰς εἰς τὴν ἀκρόπολιν τῶν Συρακοσίων, οἷς τὰ μὲν πείθων, τὰ δὲ πειθόμενος, διαλέξεται περὶ τῶν κοινῇ συμφερόντων. ἐπέμφθησαν οὖν ἄνδρες πρὸς αὐτὸν οὓς Δίων ἐδοκίμασε, καὶ λόγος πολὺς ἐκ τῆς ἄκρας εἰς τοὺς Συρακοσίους κατῄει, Διονύσιον ἀφήσειν τὴν τυραννίδα καὶ μᾶλλον ἑαυτοῦ ποιήσεσθαι χάριν ἢ Δίωνος. ἦν δὲ δόλος ἡ προσποίησις αὕτη τοῦ τυράννου καὶ σκευωρία κατὰ τῶν Συρακοσίων. τοὺς μὲν γὰρ ἐλθόντας πρὸς αὐτὸν ἐκ τῆς πόλεως συγκλείσας εἶχε, τοὺς δὲ μισθοφόρους πρὸς ὄρθρον ἐμπλήσας ἀκράτου, δρόμῳ πρὸς τὸ περιτείχισμα τῶν Συρακοσίων ἀφῆκε. γενομένης δὲ τῆς προσβολῆς ἀνελπίστου, καὶ τῶν βαρβάρων θράσει πολλῷ καὶ θορύβῳ καθαιρούντων τὸ διατείχισμα καὶ τοῖς Συρακοσίοις ἐπιφερομένων, οὐδεὶς ἐτόλμα μένων ἀμύνεσθαι πλὴν τῶν ξένων τοῦ Δίωνος, οἳ πρῶτον αἰσθόμενοι τὸν θόρυβον ἐξεβοήθησαν. οὐδ' οὗτοι δὲ τῆς βοηθείας τὸν τρόπον συνεφρόνουν οὐδ' εἰσήκουον ὑπὸ κραυγῆς καὶ πλάνης τῶν φευγόντων Συρακοσίων, ἀναπεφυρμένων αὐτοῖς καὶ διεκθεόντων, πρίν γε δὴ Δίων, ἐπεὶ λέγοντος οὐδεὶς κατήκουεν, ἔργῳ τὸ πρακτέον ὑφηγήσασθαι βουλόμενος ἐμβάλλει πρῶτος εἰς τοὺς βαρβάρους. καὶ γίνεται περὶ αὐτὸν ὀξεῖα καὶ δεινὴ μάχη, γινωσκόμενον οὐχ ἧττον ὑπὸ τῶν πολεμίων ἢ τῶν φίλων· ὥρμησαν γὰρ ἅμα πάντες ἐμβοήσαντες. ὁ δ' ἦν μὲν ἤδη βαρύτερος δι' ἡλικίαν ἢ κατὰ τοιούτους ἀγῶνας, ἀλκῇ δὲ καὶ θυμῷ <τοὺς> προσφερομένους ὑφιστάμενος καὶ ἀνακόπτων, τιτρώσκεται λόγχῃ τὴν χεῖρα, πρὸς δὲ τὰ ἄλλα βέλη καὶ τὰς ἐκ χειρὸς πληγὰς μόλις ὁ θώραξ ἤρκεσε, διὰ τῆς ἀσπίδος δόρασι πολλοῖς καὶ λόγχαις τυπτόμενος· ὧν κατακλασθέντων κατέπεσεν ὁ Δίων. εἶτ' ἀναρπασθεὶς ὑπὸ τῶν στρατιωτῶν, ἐκείνοις μὲν ἡγεμόνα Τιμωνίδην ἐπέστησεν, αὐτὸς δὲ τὴν πόλιν ἵππῳ περιελαύνων, τούς τε Συρακοσίους ἔπαυε φυγῆς καὶ τῶν ξένων τοὺς φυλάττοντας τὴν Ἀχραδινὴν ἀναστήσας ἐπῆγε τοῖς βαρβάροις, ἀκμῆτας ἐκπεπονημένοις καὶ προθύμους ἀπαυδῶσιν ἤδη πρὸς τὴν πεῖραν. ἐλπίσαντες γὰρ ἅμα τῇ πρώτῃ ῥύμῃ τὴν πόλιν ἅπασαν ἐξ ἐπιδρομῆς καθέξειν, εἶτα παρὰ δόξαν ἐντυγχάνοντες ἀνδράσι πλήκταις καὶ μαχίμοις, ἀνεστέλλοντο πρὸς τὴν ἀκρόπολιν. ἔτι δὲ μᾶλλον ὡς ἐνέδωκαν ἐπικειμένων τῶν Ἑλλήνων, τραπόμενοι κατεκλείσθησαν εἰς τὸ τεῖχος, ἑβδομήκοντα μὲν καὶ τέσσαρας ἀποκτείναντες τῶν μετὰ Δίωνος, ἑαυτῶν δὲ πολλοὺς ἀποβαλόντες.


[31] Γενομένης δὲ λαμπρᾶς τῆς νίκης οἱ μὲν Συρακόσιοι τοὺς ξένους ἑκατὸν μναῖς ἐστεφάνωσαν, οἱ δὲ ξένοι Δίωνα χρυσῷ στεφάνῳ.

Κήρυκες δὲ παρὰ τοῦ Διονυσίου κατέβαινον, ἐπιστολὰς πρὸς Δίωνα παρὰ τῶν οἰκείων γυναικῶν κομίζοντες· μία δ' ἦν ἔξωθεν ἐπιγεγραμμένη "τῷ πατρὶ παρ' Ἱππαρίνου·" τοῦτο γὰρ ἦν ὄνομα τῷ Δίωνος υἱῷ. καίτοι φησὶ Τίμαιος Ἀρεταῖον αὐτὸν ἀπὸ τῆς μητρὸς Ἀρετῆς καλεῖσθαι. Τιμωνίδῃ δὲ μᾶλλον ὡς οἴομαι περί γε τούτων πιστευτέον, ἀνδρὶ φίλῳ καὶ συστρατιώτῃ Δίωνος. αἱ μὲν οὖν ἄλλαι τοῖς Συρακοσίοις ἀνεγνώσθησαν ἐπιστολαί, πολλὰς ἱκεσίας καὶ δεήσεις ἔχουσαι παρὰ τῶν γυναικῶν, τὴν δὲ παρὰ τοῦ παιδὸς εἶναι δοκοῦσαν οὐκ ἐώντων φανερῶς λυθῆναι, βιασάμενος ὁ Δίων ἔλυσεν. ἦν δὲ παρὰ τοῦ Διονυσίου, τοῖς μὲν γράμμασι πρὸς τὸν Δίωνα, τοῖς δὲ πράγμασι πρὸς τοὺς Συρακοσίους διαλεγομένου, σχῆμα μὲν ἔχουσα δεήσεως καὶ δικαιολογίας, συγκειμένη δὲ πρὸς διαβολὴν τοῦ Δίωνος. ὑπομνήσεις τε γὰρ ἦσαν ὧν ὑπὲρ τῆς τυραννίδος ἔπραξε προθύμως, καὶ κατὰ τῶν φιλτάτων ἀπειλαὶ σωμάτων, ἀδελφῆς καὶ τέκνου καὶ γυναικός, ἐπισκήψεις τε δειναὶ μετ' ὀλοφυρμῶν ... καί, τὸ μάλιστα κινῆσαν αὐτόν, ἀξιοῦντος μὴ καθαιρεῖν, ἀλλὰ παραλαμβάνειν τὴν τυραννίδα, μηδ' ἐλευθεροῦν μισοῦντας ἀνθρώπους καὶ μνησικακοῦντας, ἀλλ' αὐτὸν ἄρχειν, παρέχοντα τοῖς φίλοις καὶ οἰκείοις τὴν ἀσφάλειαν.


[32] Ἀναγινωσκομένων δὲ τούτων οὐχ, ὅπερ ἦν δίκαιον, εἰσῄει τοὺς Συρακοσίους ἐκπλήττεσθαι τὴν ἀπάθειαν καὶ τὴν μεγαλοψυχίαν τοῦ Δίωνος, ὑπὲρ τῶν καλῶν καὶ δικαίων ἀπισχυριζομένου πρὸς τοιαύτας οἰκειότητας, ἀλλ' ὑποψίας καὶ φόβου λαβόντες ἀρχήν, ὡς μεγάλης οὔσης ἀνάγκης ἐκείνῳ φείδεσθαι τοῦ τυράννου, πρὸς ἑτέρους ἤδη προστάτας ἀπέβλεπον, καὶ μάλιστα πυνθανόμενοι καταπλεῖν Ἡρακλείδην ἀνεπτοήθησαν.

Ἦν δὲ τῶν φυγάδων Ἡρακλείδης, στρατηγικὸς μὲν ἄνθρωπος καὶ γνώριμος ἀφ' ἡγεμονίας ἣν ἔσχε παρὰ τοῖς τυράννοις, οὐκ ἀραρὼς δὲ τὴν γνώμην, ἀλλὰ πρὸς πάντα κοῦφος, ἥκιστα δὲ βέβαιος ἐν κοινωνίᾳ πραγμάτων ἀρχὴν ἐχόντων καὶ δόξαν. οὗτος ἐν Πελοποννήσῳ πρὸς Δίωνα στασιάσας ἔγνω καθ' αὑτὸν ἰδιόστολος πλεῖν ἐπὶ τὸν τύραννον, εἴς τε Συρακούσας ἀφικόμενος ἑπτὰ τριήρεσι καὶ τρισὶ πλοίοις Διονύσιον μὲν αὖθις εὗρε περιτετειχισμένον, ἐπηρμένους δὲ τοὺς Συρακοσίους. εὐθὺς οὖν ὑπεδύετο τὴν τῶν πολλῶν χάριν, ἔχων μέν τι καὶ φύσει πιθανὸν καὶ κινητικὸν ὄχλου θεραπεύεσθαι ζητοῦντος, ὑπολαμβάνων δὲ καὶ μετάγων ῥᾷον αὐτούς, οἳ τὸ σεμνὸν τοῦ Δίωνος ὡς βαρὺ καὶ δυσπολίτευτον ἀπεστρέφοντο, διὰ τὴν γεγενημένην ἐκ τοῦ κρατεῖν ἄνεσιν καὶ θρασύτητα πρὸ τοῦ δῆμος εἶναι τὸ δημαγωγεῖσθαι θέλοντες.


[33] Καὶ πρῶτον μὲν εἰς ἐκκλησίαν ἐφ' αὑτῶν συνδραμόντες, εἵλοντο τὸν Ἡρακλείδην ναύαρχον. ἐπεὶ δὲ Δίων παρελθὼν ᾐτιᾶτο τὴν ἐκείνῳ διδομένην ἀρχὴν ἀφαίρεσιν εἶναι τῆς πρότερον αὐτῷ δεδομένης, οὐκέτι γὰρ αὐτοκράτωρ μένειν, ἂν ἄλλος ἡγῆται τῶν κατὰ θάλασσαν, ἄκοντες οἱ Συρακόσιοι πάλιν ἀπεψηφίσαντο τὸν Ἡρακλείδην. γενομένων δὲ τούτων, μεταπεμψάμενος αὐτὸν ὁ Δίων οἴκαδε καὶ μικρὰ μεμψάμενος, ὡς οὐ καλῶς οὐδὲ συμφερόντως ὑπὲρ δόξης στασιάζοντα πρὸς αὐτὸν ἐν καιρῷ ῥοπῆς ὀλίγης δεομένῳ πρὸς ἀπώλειαν, αὖθις ἐκκλησίαν αὐτὸς συναγαγών, ναύαρχον ἀπέδειξε τὸν Ἡρακλείδην καὶ τοῦ σώματος ἔπεισε φυλακὴν δοῦναι τοὺς πολίτας, ὥσπερ αὐτὸς εἶχεν. ὁ δὲ τῷ μὲν λόγῳ καὶ τῷ σχήματι τὸν Δίωνα θεραπεύων καὶ χάριν ὁμολογῶν ἔχειν παρηκολούθει ταπεινός, ὑπηρετῶν τὸ κελευόμενον, κρύφα δὲ τοὺς πολλοὺς καὶ νεωτεριστὰς διαφθείρων καὶ ὑποκινῶν θορύβοις τὸν Δίωνα περιέβαλλεν, εἰς ἅπασαν ἀπορίαν καθιστάμενον. εἴτε γὰρ ἀφιέναι κελεύοι Διονύσιον ὑπόσπονδον ἐκ τῆς ἄκρας, διαβολὴν εἶχε φείδεσθαι καὶ περισῴζειν ἐκεῖνον, εἴτε λύειν μὴ βουλόμενος ἐπὶ τῆς πολιορκίας ἡσυχάζοι, διατηρεῖν ἐδόκει τὸν πόλεμον, ὡς μᾶλλον ἄρχοι καὶ καταπλήττοιτο τοὺς πολίτας.


[34] Ἦν δέ τις Σῶσις, ἄνθρωπος ἐκ πονηρίας καὶ θρασύτητος εὐδοκιμῶν παρὰ τοῖς Συρακοσίοις, περιουσίαν ἡγουμένοις ἐλευθερίας τὸ μέχρι τοιούτων ἀνεῖσθαι τὴν παρρησίαν. οὗτος ἐπιβουλεύων Δίωνι, πρῶτον μὲν ἐκκλησίας οὔσης ἀναστὰς πολλὰ τοὺς Συρακοσίους ἐλοιδόρησεν, εἰ μὴ συνιᾶσιν ὡς ἐμπλήκτου καὶ μεθυούσης ἀπηλλαγμένοι τυραννίδος ἐγρηγορότα καὶ νήφοντα δεσπότην εἰλήφασιν· ἔπειτα, φανερὸν τοῦ Δίωνος ἐχθρὸν ἀναδείξας ἑαυτόν, τότε μὲν ἐκ τῆς ἀγορᾶς ἀπῆλθε, τῇ δ' ὑστεραίᾳ γυμνὸς ὤφθη διὰ τῆς πόλεως θέων, ἀνάπλεως αἵματος τὴν κεφαλὴν καὶ τὸ πρόσωπον, ὡς δή τινας φεύγων διώκοντας. ἐμβαλὼν δὲ τοιοῦτος εἰς τὴν ἀγορὰν ἔλεγεν ὑπὸ τῶν ξένων τοῦ Δίωνος ἐπιβεβουλεῦσθαι, καὶ τὴν κεφαλὴν ἐπεδείκνυε τετρωμένην, καὶ πολλοὺς εἶχε τοὺς συναγανακτοῦντας καὶ συνισταμένους κατὰ τοῦ Δίωνος, ὡς δεινὰ καὶ τυραννικὰ πράττοντος, εἰ φόνοις καὶ κινδύνοις τῶν πολιτῶν ἀφαιρεῖται τὴν παρρησίαν. οὐ μὴν ἀλλὰ καίπερ ἀκρίτου καὶ ταραχώδους ἐκκλησίας γενομένης, παρελθὼν ὁ Δίων ἀπελογεῖτο, καὶ τὸν Σῶσιν ἀπέφαινε τῶν Διονυσίου δορυφόρων ἑνὸς ἀδελφὸν ὄντα καὶ δι' ἐκείνου πεπεισμένον στασιάσαι καὶ συνταράξαι τὴν πόλιν, οὐδεμιᾶς Διονυσίῳ σωτηρίας οὔσης πλὴν τῆς ἐκείνων ἀπιστίας καὶ διαφορᾶς πρὸς αὑτούς. ἅμα δ' οἱ μὲν ἰατροὶ τοῦ Σώσιδος τὸ τραῦμα καταμανθάνοντες εὕρισκον ἐξ ἐπιπολῆς μᾶλλον ἢ καταφορᾶς γεγενημένον. αἱ μὲν γὰρ ὑπὸ [τοῦ] ξίφους πληγαὶ μάλιστα τὸ μέσον ὑπὸ βάρους πιέζουσι, τὸ δὲ τοῦ Σώσιδος λεπτὸν ἦν διόλου καὶ πολλὰς εἶχεν ἀρχάς, ὡς εἰκὸς ὑπ' ἀλγηδόνος ἀνιέντος, εἶτ' αὖθις ἐπάγοντος. ἧκον δέ τινες τῶν γνωρίμων, ξυρὸν κομίζοντες εἰς τὴν ἐκκλησίαν καὶ διηγούμενοι βαδίζουσιν αὐτοῖς καθ' ὁδὸν ἀπαντῆσαι τὸν Σῶσιν ᾑμαγμένον καὶ λέγοντα φεύγειν τοὺς Δίωνος ξένους, ὡς ἀρτίως ὑπ' ἐκείνων τετρωμένον· εὐθὺς οὖν διώκοντες ἄνθρωπον μὲν οὐδένα λαβεῖν, ὑπὸ πέτραν δὲ κοίλην κείμενον ἰδεῖν ξυρὸν ὅθεν ἐκεῖνος ὤφθη προσερχόμενος.


[35] Ἦν μὲν οὖν ἤδη μοχθηρὰ τὰ περὶ τὸν Σῶσιν· προσγενομένων δὲ τούτοις τοῖς ἐλέγχοις οἰκετῶν καταμαρτυρούντων, ὡς ἔτι νυκτὸς ἐξέλθοι μόνος ἔχων τὸ ξυρόν, οἵ τε κατηγοροῦντες τοῦ Δίωνος ὑπεχώρησαν, ὅ τε δῆμος καταψηφισάμενος θάνατον τοῦ Σώσιδος διηλλάσσετο τῷ Δίωνι.

Τοὺς δὲ μισθοφόρους οὐδὲν ἧττον ἐν ὑποψίαις εἶχον, καὶ μάλιστα τῶν πλείστων ἀγώνων πρὸς τὸν τύραννον ἤδη γινομένων κατὰ θάλατταν, ἐπειδὴ Φίλιστος ἧκεν ἐξ Ἰαπυγίας ἔχων πολλὰς τριήρεις Διονυσίῳ βοηθήσων, καὶ τῶν ξένων ὄντων ὁπλιτῶν οὐδεμίαν ἔτι χρῆσιν ἐνόμιζον εἶναι πρὸς τὸν πόλεμον, ἀλλὰ κἀκείνους ἐφ' ἑαυτοῖς ἔσεσθαι, ναυβάταις οὖσι καὶ τὸ κράτος ἐκ τῶν νεῶν κτωμένοις. ἔτι δὲ μᾶλλον αὐτοὺς ἐπῆρεν εὐτυχία τις γενομένη κατὰ θάλασσαν, ἐν ᾗ νικήσαντες τὸν Φίλιστον, ὠμῶς καὶ βαρβαρικῶς αὐτῷ προσηνέχθησαν. Ἔφορος μὲν οὖν φησιν, ὡς ἁλισκομένης τῆς νεὼς ἑαυτὸν ἀνέλοι, Τιμωνίδης δέ, πραττομέναις ἐξ ἀρχῆς ταῖς πράξεσι ταύταις μετὰ Δίωνος παραγενόμενος καὶ γράφων πρὸς Σπεύσιππον τὸν φιλόσοφον, ἱστορεῖ ζῶντα ληφθῆναι τῆς τριήρους εἰς τὴν γῆν ἐκπεσούσης τὸν Φίλιστον· καὶ πρῶτον μὲν ἀποδύσαντας αὐτοῦ τὸν θώρακα τοὺς Συρακοσίους καὶ γυμνὸν ἐπιδειξαμένους τὸ σῶμα προπηλακίζειν ὄντος ἤδη γέροντος· ἔπειτα τὴν κεφαλὴν ἀποτεμεῖν καὶ τοῖς παισὶ παραδοῦναι τὸ σῶμα, κελεύσαντας ἕλκειν διὰ τῆς Ἀχραδινῆς καὶ καταβαλεῖν εἰς τὰς Λατομίας. ἔτι δὲ μᾶλλον ἐφυβρίζων ὁ Τίμαιος ἐκ τοῦ σκέλους φησὶ τοῦ χωλοῦ τὰ παιδάρια τὸν νεκρὸν ἐφαψάμενα τοῦ Φιλίστου σύρειν διὰ τῆς πόλεως, χλευαζόμενον ὑπὸ τῶν Συρακοσίων πάντων, ὁρώντων τοῦ σκέλους ἑλκόμενον τὸν εἰπόντα μὴ δεῖν ἐκ τυραννίδος φεύγειν Διονύσιον ἵππῳ ταχεῖ χρώμενον, ἀλλὰ τοῦ σκέλους ἑλκόμενον. καίτοι τοῦτο Φίλιστος ὡς ὑφ' ἑτέρου λεχθέν, οὐχ ὑφ' αὑτοῦ, πρὸς Διονύσιον ἐξήγγελκεν.


[36] Ἀλλὰ Τίμαιος, οὐκ ἄδικον λαβὼν πρόφασιν τὴν ὑπὲρ τῆς τυραννίδος τοῦ Φιλίστου σπουδὴν καὶ πίστιν, ἐμπίπλαται τῶν κατ' αὐτοῦ βλασφημιῶν, ᾧ τοὺς μὲν ἀδικηθέντας τότε συγγνωστόν ἐστιν ἴσως ἄχρι τῆς εἰς ἀναίσθητον ὀργῆς χαλεποὺς γενέσθαι, τοὺς δ' ὕστερον συγγράφοντας τὰ πεπραγμένα, καὶ τῷ μὲν βίῳ μὴ λυπηθέντας αὐτοῦ, τῷ δὲ λόγῳ χρωμένους, ἡ δόξα παραιτεῖται μὴ μεθ' ὕβρεως μηδὲ μετὰ βωμολοχίας ὀνειδίζειν τὰς συμφοράς, ὧν οὐδὲν ἀπέχει καὶ τὸν ἄριστον ἀνδρῶν ἐκ τύχης μετασχεῖν. οὐ μὴν οὐδ' Ἔφορος ὑγιαίνει τὸν Φίλιστον ἐγκωμιάζων, ὃς καίπερ ὢν δεινότατος ἀδίκοις πράγμασι καὶ πονηροῖς ἤθεσιν εὐσχήμονας αἰτίας περιβαλεῖν καὶ λόγους ἔχοντας κόσμον ἐξευρεῖν, αὐτὸς αὑτὸν οὐ δύναται πάντα μηχανώμενος ἐξελέσθαι τῆς γραφῆς, ὡς οὐ φιλοτυραννότατος ἀνθρώπων γένοιτο καὶ μάλιστα πάντων ἀεὶ ζηλώσας καὶ θαυμάσας τρυφὴν καὶ δύναμιν καὶ πλούτους καὶ γάμους τοὺς τῶν τυράννων. ἀλλὰ γὰρ Φιλίστου μὲν ὁ μήτε τὰς πράξεις ἐπαινῶν μήτε τὰς τύχας ὀνειδίζων ἐμμελέστατος.


[37] Μετὰ δὲ τὴν Φιλίστου τελευτὴν Διονύσιος ἔπεμπε πρὸς Δίωνα, τὴν μὲν ἀκρόπολιν ἐκείνῳ παραδιδοὺς καὶ τὰ ὅπλα καὶ τοὺς μισθοφόρους καὶ πέντε μηνῶν ἐντελῆ τούτοις μισθόν, αὐτὸς δ' ἀξιῶν ὑπόσπονδος εἰς Ἰταλίαν ἀπελθεῖν, κἀκεῖ κατοικῶν καρποῦσθαι τῆς Συρακοσίας τὸν καλούμενον Γύατα, πολλὴν καὶ ἀγαθὴν χώραν ἀνήκουσαν ἀπὸ θαλάττης εἰς τὴν μεσόγειον. οὐ προσδεξαμένου δὲ τοῦ Δίωνος, ἀλλὰ δεῖσθαι τῶν Συρακοσίων κελεύσαντος, οἱ μὲν Συρακόσιοι ζῶντα λήψεσθαι τὸν Διονύσιον ἐλπίσαντες ἀπήλασαν τοὺς πρέσβεις, ἐκεῖνος δὲ τὴν μὲν ἄκραν Ἀπολλοκράτει τῷ πρεσβυτέρῳ τῶν παίδων παρέδωκεν, αὐτὸς δὲ πνεῦμα τηρήσας ἐπίφορον, καὶ τὰ τιμιώτατα τῶν σωμάτων καὶ τῶν χρημάτων ἐνθέμενος εἰς τὰς ναῦς, λαθὼν τὸν ναύαρχον Ἡρακλείδην ἐξέπλευσεν. ὁ δὲ κακῶς ἀκούων καὶ θορυβούμενος ὑπὸ τῶν πολιτῶν, Ἵππωνά τινα τῶν δημαγωγῶν καθίησι προκαλεῖσθαι τὸν δῆμον ἐπὶ γῆς ἀναδασμόν, ὡς ἐλευθερίας ἀρχὴν οὖσαν τὴν ἰσότητα, δουλείας δὲ τὴν πενίαν τοῖς ἀκτήμοσι. συνηγορῶν δὲ τούτῳ καὶ τὸν Δίωνα καταστασιάζων ἐναντιούμενον, ἔπεισε τοὺς Συρακοσίους ταῦτά <τε> ψηφίσασθαι καὶ τῶν ξένων τὸν μισθὸν ἀποστερεῖν καὶ στρατηγοὺς ἑτέρους ἑλέσθαι, τῆς ἐκείνου βαρύτητος ἀπαλλαγέντας. οἱ δ' ὥσπερ ἐκ μακρᾶς ἀρρωστίας τῆς τυραννίδος εὐθὺς ἐπιχειροῦντες ἐξανίστασθαι καὶ πράττειν τὰ τῶν αὐτονομουμένων παρὰ καιρόν, ἐσφάλλοντο μὲν αὐτοὶ ταῖς πράξεσιν, ἐμίσουν δὲ τὸν Δίωνα, βουλόμενον ὥσπερ ἰατρὸν ἐν ἀκριβεῖ καὶ σωφρονούσῃ διαίτῃ κατέχειν τὴν πόλιν.


[38] Ἐκκλησιάζουσι δ' αὐτοῖς ἐπὶ νέαις ἀρχαῖς θέρους μεσοῦντος ἐξαίσιοι βρονταὶ καὶ διοσημίαι πονηραὶ συνέβαινον ἐφ' ἡμέρας δεκαπέντε συνεχῶς, ἀνιστᾶσαι τὸν δῆμον, ὑπὸ δεισιδαιμονίας κωλυόμενον ἑτέρους ἀποδεῖξαι στρατηγούς. ἐπεὶ δὲ φυλάξαντες εὐδίαν σταθερὰν οἱ δημαγωγοὶ συνετέλουν τὰς ἀρχαιρεσίας, βοῦς ἁμαξεὺς οὐκ ἀήθης οὐδ' ἄπειρος ὄχλων, ἄλλως δέ πως τότε πρὸς τὸν ἐλαύνοντα θυμωθεὶς καὶ φυγὼν ἀπὸ τοῦ ζυγοῦ, δρόμῳ πρὸς τὸ θέατρον ὥρμησε, καὶ τὸν μὲν δῆμον εὐθὺς ἀνέστησε καὶ διεσκέδασεν, οὐδενὶ κόσμῳ φεύγοντα, τῆς δ' ἄλλης πόλεως ἐπέδραμε σκιρτῶν καὶ ταράττων ὅσον ὕστερον οἱ πολέμιοι κατέσχον. οὐ μὴν ἀλλὰ ταῦτα χαίρειν ἐάσαντες οἱ Συρακόσιοι πέντε καὶ εἴκοσι στρατηγοὺς ἐχειροτόνησαν, ὧν εἷς ἦν Ἡρακλείδης, καὶ τοὺς ξένους ὑποπέμποντες κρύφα τοῦ Δίωνος ἀφίστασαν καὶ μετεκάλουν πρὸς αὑτούς, ἐπαγγελλόμενοι καὶ τῆς πολιτείας ἰσομοιρίαν. οἱ δὲ ταῦτα μὲν οὐ προσεδέξαντο, τὸν δὲ Δίωνα πιστῶς καὶ προθύμως μετὰ τῶν ὅπλων ἀναλαβόντες καὶ συμφράξαντες ὑπῆγον ἐκ τῆς πόλεως, ἀδικοῦντες μὲν οὐδένα, πολλὰ δὲ τοὺς ἐντυγχάνοντας εἰς ἀχαριστίαν καὶ μοχθηρίαν ὀνειδίζοντες. οἱ δὲ καὶ τῆς ὀλιγότητος αὐτῶν καὶ τοῦ μὴ προεπιχειρεῖν καταφρονήσαντες, καὶ γενόμενοι πολὺ πλείους ἐκείνων, ἐφώρμησαν ὡς ῥᾳδίως ἐπικρατήσοντες ἐν τῇ πόλει καὶ πάντας αὐτοὺς κατακτενοῦντες.


[39] Ἐν τούτῳ δὲ γεγονὼς ἀνάγκης καὶ τύχης ὁ Δίων, ἢ μάχεσθαι τοῖς πολίταις ἢ μετὰ τῶν ξένων ἀποθανεῖν, πολλὰ μὲν ἱκέτευεν ὀρέγων τὰς χεῖρας τοῖς Συρακοσίοις καὶ τὴν ἀκρόπολιν περίπλεων πολεμίων οὖσαν ὑπερφαινομένων τὰ τείχη καὶ τὰ γινόμενα καθορώντων ἐπιδεικνύμενος· ὡς δ' ἦν ἀπαραίτητος ἡ τῶν πολλῶν φορά, καὶ κατεῖχεν ὥσπερ ἐν πελάγει τὸ τῶν δημαγωγῶν πνεῦμα τὴν πόλιν, ἐμβολῆς μὲν ἀποσχέσθαι τοῖς ξένοις προσέταξεν, ὅσον δ' ἐπιδραμόντων μετὰ βοῆς καὶ τοῖς ὅπλοις τιναξαμένων, οὐδεὶς ἔμεινε τῶν Συρακοσίων, ἀλλ' ᾤχοντο φεύγοντες ἀνὰ τὰς ἀγυιάς, οὐδενὸς ἐπιδιώκοντος· εὐθὺς γὰρ ἀπέστρεψεν ὁ Δίων τοὺς ξένους καὶ προῆγεν εἰς Λεοντίνους. οἱ δ' ἄρχοντες τῶν Συρακοσίων καταγέλαστοι γεγονότες ὑπὸ τῶν γυναικῶν καὶ τὴν αἰσχύνην ἀναλαβεῖν ζητοῦντες, αὖθις ὁπλίσαντες τοὺς πολίτας ἐδίωκον τὸν Δίωνα, καὶ κατέλαβον μὲν ἐπὶ διαβάσει τινὸς ποταμοῦ, καὶ προσίππευσαν ἁψιμαχοῦντες· ὡς δ' ἑώρων οὐκέτι πρᾴως οὐδὲ πατρικῶς ὑπομένοντα τὰς ἁμαρτίας αὐτῶν, ἀλλὰ θυμῷ τοὺς ξένους ἐπιστρέφοντα καὶ παραταττόμενον, αἰσχίονα φυγὴν τῆς προτέρας φυγόντες ὑπεχώρησαν εἰς τὴν πόλιν, οὐ πολλῶν ἀποθανόντων.


[40] Δίωνα δὲ Λεοντῖνοι λαμπραῖς ἐδέχοντο τιμαῖς, καὶ τοὺς ξένους ἀνελάμβανον μισθοῖς καὶ πολιτείαις, πρὸς δὲ τοὺς Συρακοσίους ἐπρέσβευον, ἀξιοῦντες τὰ δίκαια τοῖς ξένοις ποιεῖν. οἱ δὲ πρέσβεις ἔπεμψαν κατηγορήσοντας Δίωνος· τῶν δὲ συμμάχων ἁπάντων εἰς Λεοντίνους ἁθροισθέντων καὶ γενομένων λόγων ἐν αὐτοῖς, ἔδοξαν ἀδικεῖν οἱ Συρακόσιοι· τοῖς δὲ κριθεῖσιν ὑπὸ τῶν συμμάχων οὐκ ἐνέμειναν, τρυφῶντες ἤδη καὶ μεγαλοφρονοῦντες ἐπὶ τῷ μηδενὸς ἀκούειν, ἀλλὰ χρῆσθαι δουλεύουσι καὶ φοβουμένοις τὸν δῆμον στρατηγοῖς.


[41] Ἐκ τούτου καταπλέουσιν εἰς τὴν πόλιν παρὰ Διονυσίου τριήρεις, Νύψιον ἄγουσαι τὸν Νεαπολίτην, σῖτον καὶ χρήματα κομίζοντα τοῖς πολιορκουμένοις. γενομένης δὲ ναυμαχίας ἐνίκων μὲν οἱ Συρακόσιοι καὶ τέσσαρας τῶν τυραννικῶν νεῶν ἔλαβον, ὑβρίσαντες δὲ τῇ νίκῃ καὶ δι' ἀναρχίαν τὸ χαῖρον εἰς πότους καὶ συνουσίας νεανικὰς τρέψαντες, οὕτω τῶν χρησίμων ἠμέλησαν, ὥστε τὴν ἀκρόπολιν ἔχειν δοκοῦντες ἤδη, καὶ τὴν πόλιν προσαπέβαλον. ὁ γὰρ Νύψιος ὁρῶν οὐδὲν ὑγιαῖνον ἐν τῇ πόλει μέρος, ἀλλὰ τὸν μὲν ὄχλον αὐλήμασι καὶ μέθαις εἰς νύκτα βαθεῖαν ἀφ' ἡμέρας κατεχόμενον, τοὺς δὲ στρατηγοὺς ἐπιτερπομένους τε τούτῳ τῷ πανηγυρισμῷ καὶ προσάγειν ἀνάγκην μεθύουσιν ἀνθρώποις ὀκνοῦντας, ἄριστα τῷ καιρῷ χρησάμενος ἐπεχείρησε τῷ τειχίσματι, καὶ κρατήσας καὶ διαθρύψας ἀφῆκε τοὺς βαρβάρους, κελεύσας χρῆσθαι τοῖς προστυγχάνουσιν ὡς βούλονται καὶ δύνανται. ταχέως μὲν οὖν οἱ Συρακόσιοι τὸ κακὸν ᾔσθοντο, βραδέως δὲ καὶ χαλεπῶς συνεβοήθουν ἐκπεπληγμένοι. πόρθησις γὰρ ἦν τὰ γινόμενα τῆς πόλεως, τῶν μὲν ἀνδρῶν φονευομένων, τῶν δὲ τειχῶν κατασκαπτομένων, γυναικῶν δὲ καὶ παίδων ἀγομένων εἰς τὴν ἀκρόπολιν μετ' οἰμωγῆς, ἀπεγνωκότων δὲ τὰ πράγματα τῶν στρατηγῶν καὶ χρῆσθαι μὴ δυναμένων τοῖς πολίταις πρὸς τοὺς πολεμίους, ἀναπεφυρμένους καὶ συμμεμειγμένους αὐτοῖς πανταχόθεν.


[42] Οὕτω δὲ τῶν κατὰ τὴν πόλιν ἐχόντων καὶ τοῦ κινδύνου πρὸς τὴν Ἀχραδινὴν πλησιάζοντος, εἰς ὃν μόνον ἦν καὶ λοιπὸν ἀπερείσασθαι τὴν ἐλπίδα, πάντες μὲν ἐφρόνουν, ἔλεγε δ' οὐδείς, αἰσχυνόμενοι τὴν ἀχαριστίαν καὶ τὴν ἀβουλίαν τὴν πρὸς Δίωνα. πλήν γε δὴ τῆς ἀνάγκης ἐκβιαζομένης, παρὰ τῶν συμμάχων καὶ τῶν ἱππέων γίνεται φωνὴ καλεῖν Δίωνα καὶ μεταπέμπεσθαι τοὺς Πελοποννησίους ἐκ Λεοντίνων. ὡς δὲ πρῶτον ἠκούσθη καὶ ἀπετολμήθη τοῦτο, κραυγὴ καὶ χαρὰ καὶ δάκρυα τοὺς Συρακοσίους κατεῖχεν, εὐχομένους ἐπιφανῆναι τὸν ἄνδρα καὶ ποθοῦντας τὴν ὄψιν αὐτοῦ καὶ μεμνημένους τῆς παρὰ τὰ δεινὰ ῥώμης καὶ προθυμίας, ὡς οὐ μόνον αὐτὸς ἦν ἀνέκπληκτος, ἀλλὰ κἀκείνους παρεῖχε θαρροῦντας καὶ ἀδεῶς τοῖς πολεμίοις συμφερομένους. εὐθὺς οὖν ἐκπέμπουσι πρὸς αὐτὸν ἀπὸ μὲν τῶν συμμάχων Ἀρχωνίδην καὶ Τελεσίδην, ἀπὸ δὲ τῶν ἱππέων πέντε τοὺς περὶ Ἑλλάνικον. οὗτοι διελάσαντες τὴν ὁδὸν ἵπποις ἀπὸ ῥυτῆρος, ἧκον εἰς Λεοντίνους τῆς ἡμέρας ἤδη καταφερομένης. ἀποπηδήσαντες δὲ τῶν ἵππων καὶ τῷ Δίωνι πρώτῳ προσπεσόντες δεδακρυμένοι, τὰς συμφορὰς τῶν Συρακοσίων ἔφραζον. ἤδη δὲ καὶ τῶν Λεοντίνων τινὲς ἀπήντων, καὶ τῶν Πελοποννησίων ἡθροίζοντο πρὸς τὸν Δίωνα πολλοί, τῇ σπουδῇ καὶ τῇ δεήσει τῶν ἀνδρῶν ὑπονοοῦντες εἶναί τι καινότερον. εὐθὺς οὖν ἡγεῖτο πρὸς τὴν ἐκκλησίαν αὐτοῖς, καὶ συνδραμόντων προθύμως, οἱ περὶ τὸν Ἀρχωνίδην καὶ τὸν Ἑλλάνικον εἰσελθόντες ἐξήγγειλάν τε βραχέως τὸ μέγεθος τῶν κακῶν καὶ παρεκάλουν τοὺς ξένους ἐπαμῦναι τοῖς Συρακοσίοις, τὸ μνησικακεῖν ἀφέντας, ὡς μείζονα δίκην δεδωκότων αὐτῶν, ἢ λαβεῖν ἂν οἱ κακῶς πεπονθότες ἠξίωσαν.


[43] Παυσαμένων δὲ τούτων, σιγὴ μὲν εἶχε πολλὴ τὸ θέατρον· ἀναστάντος δὲ τοῦ Δίωνος καὶ λέγειν ἀρξαμένου πολλὰ τῶν δακρύων ἐκπίπτοντα τὴν φωνὴν ἐπέσχεν· οἱ δὲ ξένοι παρεκάλουν θαρρεῖν καὶ συνήχθοντο. μικρὸν οὖν ἀναλαβὼν ἐκ τοῦ πάθους ἑαυτὸν ὁ Δίων, "ἄνδρες" ἔφη "Πελοποννήσιοι καὶ σύμμαχοι, βουλευσομένους ὑμᾶς ἐνταῦθα περὶ ὑμῶν αὐτῶν συνήγαγον. ἐμοὶ δὲ περὶ ἐμαυτοῦ βουλεύεσθαι καλῶς οὐκ ἔχει Συρακουσῶν ἀπολλυμένων, ἀλλ' εἰ σῶσαι μὴ δυναίμην, ἄπειμι τῷ πυρὶ καὶ τῷ πτώματι τῆς πατρίδος ἐνταφησόμενος. ὑμεῖς δὲ βουλόμενοι μὲν ἔτι καὶ νῦν βοηθεῖν τοῖς ἀβουλοτάτοις ἡμῖν καὶ δυστυχεστάτοις, ὑμέτερον ἔργον οὖσαν ὀρθοῦτε τὴν Συρακοσίων πόλιν· εἰ δὲ μεμφόμενοι Συρακοσίοις ὑπερόψεσθε, τῆς γε πρότερον ἀρετῆς καὶ προθυμίας περὶ ἐμὲ χάριν ἀξίαν κομίζοισθε παρὰ τῶν θεῶν, μεμνημένοι Δίωνος ὡς οὔθ' ὑμᾶς ἀδικουμένους πρότερον οὔθ' ὕστερον τοὺς πολίτας δυστυχοῦντας ἐγκαταλιπόντος." ἔτι δ' αὐτοῦ λέγοντος οἱ μὲν ξένοι μετὰ κραυγῆς ἀνεπήδησαν, ἄγειν καὶ βοηθεῖν κατὰ τάχος κελεύοντες, οἱ δὲ πρέσβεις τῶν Συρακοσίων περιβαλόντες ἠσπάσαντο, πολλὰ μὲν ἐκείνῳ, πολλὰ δὲ τοῖς ξένοις ἀγαθὰ παρὰ τῶν θεῶν εὐχόμενοι. καταστάντος δὲ τοῦ θορύβου παρήγγειλεν ὁ Δίων εὐθὺς ἀπιόντας παρασκευάζεσθαι καὶ δειπνήσαντας ἥκειν μετὰ τῶν ὅπλων εἰς αὐτὸν ἐκεῖνον τὸν τόπον, ἐγνωκὼς διὰ νυκτὸς βοηθεῖν.


[44] Ἐν δὲ ταῖς Συρακούσαις τῶν Διονυσίου στρατηρῶν, ἄχρι μὲν ἦν ἡμέρα, πολλὰ κακὰ τὴν πόλιν ἐργασαμένων, γενομένης δὲ νυκτὸς ἀναχωρησάντων εἰς τὴν ἀκρόπολιν, καί τινας ἐξ ἑαυτῶν ὀλίγους ἀποβαλόντων, ἀναθαρρήσαντες οἱ δημαγωγοὶ τῶν Συρακοσίων καὶ τοὺς πολεμίους ἐλπίσαντες ἀτρεμήσειν ἐπὶ τοῖς διαπεπραγμένοις, παρεκάλουν τοὺς πολίτας αὖθις ἐᾶν Δίωνα, κἂν προσίῃ μετὰ τῶν ξένων, μὴ δέχεσθαι μηδὲ παραχωρεῖν τῆς ἀρετῆς ἐκείνοις ὡς κρείττοσιν, ἀλλὰ σῴζειν τὴν πόλιν καὶ τὴν ἐλευθερίαν αὐτοὺς δι' ἑαυτῶν. πάλιν οὖν ἐπέμποντο πρὸς τὸν Δίωνα, παρὰ μὲν τῶν στρατηγῶν ἀποτρέποντες, παρὰ δὲ τῶν ἱππέων καὶ τῶν γνωρίμων πολιτῶν ἐπισπεύδοντες τὴν πορείαν. καὶ διὰ τοῦτο βραδέως ἅμα καὶ κατὰ σχολὴν πορευόμενος προσῄει. τῆς δὲ νυκτὸς προελθούσης οἱ μὲν μισοῦντες τὸν Δίωνα κατεῖχον τὰς πύλας ὡς ἀποκλείσοντες αὐτόν, ὁ δὲ Νύψιος ἐκ τῆς ἄκρας αὖθις πολλῷ προθυμοτέρους γεγονότας καὶ πλείονας ἐφιεὶς τοὺς μισθοφόρους, τὸ μὲν προτείχισμα πᾶν εὐθὺς κατέσκαπτε, τὴν δὲ πόλιν κατέτρεχε καὶ διήρπαζεν. ἦν δὲ φόνος μὲν οὐκέτι μόνον ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν καὶ παίδων, ἁρπαγαὶ δ' ὀλίγαι, φθόρος δὲ πάντων πολύς. ἀπεγνωκότος γὰρ ἤδη τὰ πράγματα τοῦ <υἱοῦ τοῦ> Διονυσίου καὶ τοὺς Συρακοσίους δεινῶς μεμισηκότος, ὥσπερ ἐνταφιάσαι τὴν τυραννίδα τῇ πόλει πίπτουσαν ἐβούλετο. καὶ τοῦ Δίωνος προκαταλαμβάνοντες τὴν βοήθειαν, ἐπὶ τὸν ὀξύτατον διὰ πυρὸς πάντων ὄλεθρον καὶ ἀφανισμὸν ἐχώρησαν, τὰ μὲν ἐγγὺς ἀπὸ χειρῶν δᾳσὶ καὶ λαμπάσιν ὑποπιμπράντες, εἰς δὲ τὰ πρόσω διασπείροντες ἀπὸ τόξων πυροβόλους. φευγόντων δὲ τῶν Συρακοσίων οἱ μὲν ἐν ταῖς ὁδοῖς ἐφονεύοντο καταλαμβανόμενοι, τὸ δ' εἰς τὰς οἰκίας καταδυόμενον αὖθις ὑπὸ τοῦ πυρὸς ἐξέπιπτε, πολλῶν ἤδη φλεγομένων καὶ καταφερομένων ἐπὶ τοὺς διαθέοντας.


[45] Τοῦτο τὸ πάθος μάλιστα τὴν πόλιν ἀνέῳξε Δίωνι, πάντων συμφωνησάντων. ἔτυχε μὲν γὰρ οὐκέτι σπουδῇ πορευόμενος, ὡς ἤκουσεν εἰς τὴν ἀκρόπολιν κατακεκλεῖσθαι τοὺς πολεμίους. προϊούσης δὲ τῆς ἡμέρας πρῶτον ἱππεῖς ἀπήντησαν αὐτῷ, τὴν δευτέραν κατάληψιν ἀπαγγέλλοντες· ἔπειτα καὶ τῶν ὑπεναντιουμένων ἔνιοι παρῆσαν, ἐπείγεσθαι δεόμενοι· συντείνοντος δὲ τοῦ κακοῦ μᾶλλον, Ἡρακλείδης τὸν ἀδελφὸν ἐξέπεμψεν, εἶτα Θεοδότην τὸν θεῖον, ἱκετεύων ἀρήγειν, ὡς μηδενὸς ἀντέχοντος τοῖς πολεμίοις, αὐτοῦ δὲ τετρωμένου, τῆς δὲ πόλεως μικρὸν ἀπεχούσης ἀνατετράφθαι καὶ καταπεπρῆσθαι. τοιούτων ἀγγελμάτων τῷ Δίωνι προσπεσόντων ἔτι μὲν ἑξήκοντα σταδίους τῶν πυλῶν ἀπεῖχε· φράσας δὲ τὸν κίνδυνον τοῖς ξένοις καὶ παρακελευσάμενος, οὐκέτι βάδην ἦγεν ἀλλὰ δρόμῳ τὸ στράτευμα πρὸς τὴν πόλιν, ἄλλων ἐπ' ἄλλοις ἀντιαζόντων καὶ δεομένων ἐπείγεσθαι. χρησάμενος δὲ θαυμαστῷ τάχει καὶ προθυμίᾳ τῶν ξένων, εἰσέβαλε διὰ τῶν πυλῶν εἰς τὴν Ἑκατόμπεδον λεγομένην· καὶ τοὺς μὲν ἐλαφροὺς εὐθὺς εἰσελθὼν ἀφῆκε πρὸς τοὺς πολεμίους, ὡς ἰδοῦσι θαρσῆσαι τοῖς Συρακοσίοις ἐγγένοιτο, τοὺς δ' ὁπλίτας αὐτὸς συνέταττε καὶ τῶν πολιτῶν τοὺς ἐπιρρέοντας καὶ συνισταμένους, ὀρθίους λόχους ποιῶν καὶ διαιρῶν τὰς ἡγεμονίας, ὅπως [ὁμοῦ] πολλαχόθεν ἅμα προσφέροιτο φοβερώτερον.


[46] Ἐπεὶ δὲ ταῦτα παρασκευασάμενος καὶ τοῖς θεοῖς προσευξάμενος ὤφθη διὰ τῆς πόλεως ἄγων ἐπὶ τοὺς πολεμίους, κραυγὴ καὶ χαρὰ καὶ πολὺς ἀλαλαγμὸς εὐχαῖς ὁμοῦ καὶ παρακλήσεσι μεμειγμένος ἐγίνετο παρὰ τῶν Συρακοσίων, τὸν μὲν Δίωνα <πατέρα καὶ> σωτῆρα καὶ θεὸν ἀποκαλούντων, τοὺς δὲ ξένους ἀδελφοὺς καὶ πολίτας. οὐδεὶς δὲ φίλαυτος <οὕτως> ἦν καὶ φιλόψυχος παρὰ τὸν τότε καιρόν, ὃς οὐ μᾶλλον ὑπὲρ μόνου Δίωνος ἢ τῶν ἄλλων ἁπάντων ἀγωνιῶν ἐφαίνετο, πρώτου πρὸς τὸν κίνδυνον πορευομένου δι' αἵματος καὶ πυρὸς καὶ νεκρῶν πολλῶν κειμένων ἐν ταῖς πλατείαις. ἦν μὲν οὖν καὶ τὰ παρὰ τῶν πολεμίων φοβερά, παντάπασιν ἀπηγριωμένων καὶ παρατεταγμένων παρὰ τὸ τείχισμα, χαλεπὴν ἔχον καὶ δυσεκβίαστον τὴν πρόσοδον· ὁ δ' ἐκ τοῦ πυρὸς κίνδυνος ἐτάραττε μᾶλλον τοὺς ξένους καὶ δύσεργον ἐποίει τὴν πορείαν. κύκλῳ γὰρ ὑπὸ τῆς φλογὸς περιελάμποντο, τὰς οἰκίας περινεμομένης, καὶ διαπύροις ἐπιβαίνοντες ἐρειπίοις καὶ καταφερομένοις ἀπορρήγμασι μεγάλοις ὑποτρέχοντες ἐπισφαλῶς, καὶ πολὺν ὁμοῦ καπνῷ διαπορευόμενοι κονιορτόν, ἐπειρῶντο συνέχειν καὶ μὴ διασπᾶν τὴν τάξιν. ὡς δὲ προσέμειξαν τοῖς πολεμίοις, ἐν χερσὶ μὲν ὀλίγων πρὸς ὀλίγους ἐγίνετο μάχη διὰ τὴν στενότητα καὶ τὴν ἀνωμαλίαν τοῦ τόπου, κραυγῇ δὲ καὶ προθυμίᾳ τῶν Συρακοσίων ἐπιρρωσάντων, ἐβιάσθησαν οἱ περὶ τὸν Νύψιον, καὶ τὸ μὲν πλεῖστον αὐτῶν εἰς τὴν ἀκρόπολιν ἐγγὺς οὖσαν ἀναφεῦγον ἐσῴζετο, τοὺς δ' ἐναπολειφθέντας ἔξω καὶ διασπαρέντας ἀνῄρουν οἱ ξένοι διώκοντες. ἀπόλαυσιν δὲ τῆς νίκης ἐν τῷ παραυτίκα καὶ χαρὰν καὶ περιβολὰς ἔργῳ τηλικούτῳ πρεπούσας οὐ παρέσχεν ὁ καιρός, ἐπὶ τὰς οἰκίας τραπομένων τῶν Συρακοσίων καὶ τὸ πῦρ μόλις ἐν τῇ νυκτὶ κατασβεσάντων.


[47] Ἡμέρα δ' ὡς ἦν, τῶν μὲν ἄλλων οὐδεὶς ὑπέμεινε δημαγωγῶν, ἀλλὰ καταγνόντες ἑαυτῶν ἔφυγον, Ἡρακλείδης δὲ καὶ Θεοδότης αὐτοὶ κομίσαντες ἑαυτοὺς τῷ Δίωνι παρέδωκαν, ἀδικεῖν ὁμολογοῦντες καὶ δεόμενοι βελτίονος ἐκείνου τυχεῖν, ἢ γεγόνασιν αὐτοὶ περὶ ἐκεῖνον· πρέπειν δὲ Δίωνι, τὴν ἄλλην ἅπασαν ἀρετὴν ἀσύγκριτον ἔχοντι, καὶ πρὸς ὀργὴν κρείττονι φανῆναι τῶν ἠγνωμονηκότων, οἳ περὶ οὗ πρότερον ἐστασίασαν πρὸς αὐτόν, νῦν ἥκουσιν ἡττᾶσθαι τῆς ἀρετῆς ὁμολογοῦντες. ταῦτα τῶν περὶ τὸν Ἡρακλείδην δεομένων, οἱ μὲν φίλοι παρεκελεύοντο τῷ Δίωνι μὴ φείδεσθαι κακῶν καὶ βασκάνων ἀνθρώπων, ἀλλὰ καὶ τοῖς στρατιώταις χαρίσασθαι τὸν Ἡρακλείδην, καὶ τοῦ πολιτεύματος ἐξελεῖν δημοκοπίαν, ἐπιμανὲς νόσημα τυραννίδος οὐκ ἔλαττον. ὁ δὲ Δίων παραμυθούμενος αὐτοὺς ἔλεγεν, ὡς τοῖς μὲν ἄλλοις στρατηγοῖς πρὸς ὅπλα καὶ πόλεμον ἡ πλείστη τῆς ἀσκήσεώς ἐστιν, αὐτῷ δὲ πολὺν χρόνον ἐν Ἀκαδημείᾳ μεμελέτηται θυμοῦ περιεῖναι καὶ φθόνου καὶ φιλονικίας ἁπάσης· ὧν ἐπίδειξίς ἐστιν οὐχ ἡ πρὸς φίλους καὶ χρηστοὺς μετριότης, ἀλλ' εἴ τις ἀδικούμενος εὐπαραίτητος εἴη καὶ πρᾷος τοῖς ἁμαρτάνουσι· βούλεσθαι δ' Ἡρακλείδου μὴ τοσοῦτον δυνάμει καὶ φρονήσει κρατῶν ὅσον χρηστότητι καὶ δικαιοσύνῃ φανῆναι. τὸ γὰρ ἀληθῶς βέλτιον ἐν τούτοις· αἱ δὲ τοῦ πολέμου κατορθώσεις, εἰ καὶ ἀνθρώπων μηδένα, τήν γε τύχην διαμφισβητοῦσαν ἔχουσιν. εἰ δ' Ἡρακλείδης ἄπιστος καὶ κακὸς διὰ φθόνον, οὔ τοι καὶ Δίωνα δεῖ θυμῷ διαφθεῖραι τὴν ἀρετήν· τὸ γὰρ ἀντιτιμωρεῖσθαι τοῦ προαδικεῖν νόμῳ δικαιότερον ὡρίσθαι, φύσει γινόμενον ἀπὸ μιᾶς ἀσθενείας. ἀνθρώπου δὲ κακίαν, εἰ καὶ χαλεπόν ἐστιν, οὐχ οὕτως ἄγριον εἶναι παντάπασι καὶ δύσκολον, ὥστε μὴ μεταβάλλειν χάριτι νικηθεῖσαν ὑπὸ τῶν πολλάκις εὖ ποιούντων.


[48] Τοιούτοις χρησάμενος λογισμοῖς ὁ Δίων ἀφῆκε τοὺς περὶ τὸν Ἡρακλείδην.

Τραπόμενος δὲ πρὸς τὸ διατείχισμα, τῶν μὲν Συρακοσίων ἕκαστον ἐκέλευσεν ἕνα κόψαντα σταυρὸν ἐγγὺς καταβάλλειν, τοὺς δὲ ξένους ἐπιστήσας διὰ νυκτός, ἀναπαυομένων τῶν Συρακοσίων, ἔλαθεν ἀποσταυρώσας τὴν ἀκρόπολιν, ὥστε μεθ' ἡμέραν τὸ τάχος καὶ τὴν ἐργασίαν θεασαμένους ὁμοίως θαυμάζειν τοὺς πολίτας καὶ τοὺς πολεμίους. θάψας δὲ τοὺς τεθνηκότας τῶν Συρακοσίων καὶ λυσάμενος τοὺς ἑαλωκότας, δισχιλίων οὐκ ἐλάττονας ὄντας, ἐκκλησίαν συνήγαγε. καὶ παρελθὼν Ἡρακλείδης εἰσηγήσατο γνώμην, αὐτοκράτορα στρατηγὸν ἑλέσθαι Δίωνα κατὰ γῆν καὶ κατὰ θάλασσαν. ἀποδεξαμένων δὲ τῶν ἀρίστων καὶ χειροτονεῖν κελευόντων, ἐθορύβησεν ὁ ναυτικὸς ὄχλος καὶ βάναυσος, ἀχθόμενος ἐκπίπτοντι τῆς ναυαρχίας τῷ Ἡρακλείδῃ καὶ νομίζων αὐτόν, εἰ καὶ τἆλλα μηδενὸς ἄξιός ἐστι, δημοτικώτερόν γε πάντως εἶναι τοῦ Δίωνος καὶ μᾶλλον ὑπὸ χεῖρα τοῖς πολλοῖς. ὁ δὲ Δίων τοῦτο μὲν ἐφῆκεν αὐτοῖς καὶ τὴν κατὰ θάλατταν ἀρχὴν ἀπέδωκε τῷ Ἡρακλείδῃ, πρὸς δὲ τῆς γῆς καὶ τῶν οἰκιῶν τὸν ἀναδασμὸν ὡρμημένοις ἐναντιωθείς, καὶ τὰ πρότερον ψηφισθέντα περὶ τούτων ἀκυρώσας, ἐλύπησεν. ὅθεν εὐθὺς ἑτέραν ἀρχὴν λαβὼν ὁ Ἡρακλείδης, τοὺς συνεκπλεύσαντας μετ' αὐτοῦ στρατιώτας καὶ ναύτας ἐν Μεσσήνῃ καθήμενος ἐδημαγώγει καὶ παρώξυνε κατὰ τοῦ Δίωνος, ὡς τυραννεῖν μέλλοντος· αὐτὸς δὲ πρὸς Διονύσιον ἐποιεῖτο συνθήκας κρύφα διὰ Φάρακος τοῦ Σπαρτιάτου. καὶ τοῦτο τῶν γνωριμωτάτων Συρακοσίων ὑπονοησάντων, στάσις ἦν ἐν τῷ στρατοπέδῳ καὶ δι' αὐτὴν ἀπορία καὶ σπάνις ἐν ταῖς Συρακούσαις· ὥστε παντάπασιν ἀμηχανεῖν τὸν Δίωνα καὶ κακῶς ἀκούειν ὑπὸ τῶν φίλων, οὕτω δυσμεταχείριστον ἄνθρωπον καὶ διεφθαρμένον ὑπὸ φθόνου καὶ πονηρίας αὐξήσαντα καθ' αὑτοῦ τὸν Ἡρακλείδην.


[49] Φάρακος δὲ πρὸς Νέᾳ πόλει τῆς Ἀκραγαντίνης στρατοπεδεύοντος, ἐξαγαγὼν τοὺς Συρακοσίους ἐβούλετο μὲν ἐν ἑτέρῳ καιρῷ διαγωνίσασθαι πρὸς αὐτόν, Ἡρακλείδου δὲ καὶ τῶν ναυτῶν καταβοώντων, ὡς οὐ βούλεται μάχῃ κρῖναι τὸν πόλεμον Δίων, ἀλλ' ἀεὶ μένοντος ἄρχειν, ἀναγκασθεὶς συνέβαλε καὶ ἡττήθη. γενομένης δὲ τῆς τροπῆς οὐ βαρείας, ἀλλὰ μᾶλλον ὑφ' ἑαυτῶν καὶ τοῦ στασιάζειν ταραχθέντων, αὖθις ὁ Δίων παρεσκευάζετο μάχεσθαι καὶ συνέταττε πείθων καὶ παραθαρρύνων. τῆς δὲ νυκτὸς ἀρχομένης ἀγγέλλεται πρὸς αὐτὸν Ἡρακλείδην ἄραντα τὸν στόλον πλεῖν ἐπὶ Συρακουσῶν, ἐγνωκότα τὴν πόλιν καταλαβεῖν κἀκεῖνον ἀποκλεῖσαι μετὰ τοῦ στρατεύματος. εὐθὺς οὖν ἀναλαβὼν τοὺς δυνατωτάτους καὶ προθυμοτάτους ἱππάσατο διὰ τῆς νυκτός, καὶ περὶ τρίτην ὥραν τῆς ἡμέρας πρὸς ταῖς πύλαις ἦν, σταδίους κατηνυκὼς ἑπτακοσίους. Ἡρακλείδης δὲ ταῖς ναυσὶν ὡς ἁμιλλώμενος ὑστέρησεν, ἀποπλεύσας καὶ πλανώμενος ἐν ταῖς πράξεσιν ἀσκόπως, ἐπιτυγχάνει Γαισύλῳ τῷ Σπαρτιάτῃ, φάσκοντι πλεῖν ἐφ' ἡγεμονίᾳ Σικελιωτῶν ἐκ Λακεδαίμονος, ὡς πρότερόν ποτε Γύλιππος. ἄσμενος οὖν ἀναλαβὼν τοῦτον τὸν ἄνδρα, καὶ περιαψάμενος ὥσπερ ἀλεξιφάρμακον τοῦ Δίωνος, ἐπεδείκνυτο τοῖς συμμάχοις, καὶ κήρυκα πέμπων εἰς τὰς Συρακούσας ἐκέλευε δέχεσθαι τὸν Σπαρτιάτην ἄρχοντα τοὺς πολίτας. ἀποκριναμένου δὲ τοῦ Δίωνος ὡς εἰσὶν ἄρχοντες ἱκανοὶ τοῖς Συρακοσίοις, εἰ δὲ πάντως δέοι καὶ Σπαρτιάτου τοῖς πράγμασιν, αὐτὸς οὗτος εἶναι, κατὰ ποίησιν γεγονὼς Σπαρτιάτης, τὴν μὲν ἀρχὴν ὁ Γαισύλος ἀπέγνω, πλεύσας δὲ πρὸς τὸν Δίωνα διήλλαξε τὸν Ἡρακλείδην, ὅρκους δόντα καὶ πίστεις τὰς μεγίστας, αἷς αὐτὸς ὁ Γαισύλος ὤμοσε τιμωρὸς ἔσεσθαι Δίωνι καὶ κολαστὴς Ἡρακλείδου κακοπραγμονοῦντος.


[50] Ἐκ τούτου κατέλυσαν μὲν οἱ Συρακόσιοι τὸ ναυτικόν· οὐδὲν γὰρ ἦν ἔργον αὐτοῦ, μεγάλαι δὲ δαπάναι τοῖς πλέουσι καὶ στάσεως ἀφορμαὶ τοῖς ἄρχουσι· τὴν δ' ἄκραν ἐπολιόρκουν, ἐξοικοδομήσαντες τὸ περιτείχισμα. μηδενὸς δὲ τοῖς πολιορκουμένοις βοηθοῦντος, ἐπιλείποντος δὲ σίτου, τῶν δὲ μισθοφόρων γινομένων πονηρῶν, ἀπογνοὺς ὁ υἱὸς τοῦ Διονυσίου τὰ πράγματα καὶ σπεισάμενος πρὸς τὸν Δίωνα, τὴν μὲν ἄκραν ἐκείνῳ μετὰ τῶν ὅπλων καὶ τῆς ἄλλης κατασκευῆς παρέδωκεν, αὐτὸς δὲ τὴν μητέρα καὶ τὰς ἀδελφὰς ἀναλαβὼν καὶ πέντε πληρωσάμενος τριήρεις, ἐξέπλει πρὸς τὸν πατέρα, τοῦ Δίωνος ἀσφαλῶς μὲν ἐκπέμποντος, οὐδενὸς δὲ τῶν ἐν Συρακούσαις ἀπολείποντος ἐκείνην τὴν ὄψιν, ἀλλὰ καὶ τοὺς μὴ περιόντας ἐπιβοωμένων, ὅτι τὴν ἡμέραν ταύτην καὶ τὸν ἥλιον ἐλευθέραις ἀνίσχοντα ταῖς Συρακούσαις οὐκ ἐφορῶσιν. ὅπου γὰρ ἔτι νῦν τῶν λεγομένων κατὰ τῆς τύχης παραδειγμάτων ἐμφανέστατόν ἐστι καὶ μέγιστον ἡ Διονυσίου φυγή, τίνα χρὴ δοκεῖν αὐτῶν ἐκείνων τὴν τότε χαρὰν γενέσθαι, καὶ πηλίκον φρονῆσαι τοὺς τὴν μεγίστην τῶν πώποτε τυραννίδων καθελόντας ἐλαχίσταις ἀφορμαῖς;


[51] Ἐκπλεύσαντος δὲ τοῦ Ἀπολλοκράτους καὶ τοῦ Δίωνος εἰς τὴν ἀκρόπολιν βαδίζοντος, οὐκ ἐκαρτέρησαν αἱ γυναῖκες οὐδ' ἀνέμειναν εἰσελθεῖν αὐτόν, ἀλλ' ἐπὶ τὰς θύρας ἐξέδραμον, ἡ μὲν Ἀριστομάχη τὸν υἱὸν ἄγουσα τοῦ Δίωνος, ἡ δ' Ἀρετὴ κατόπιν εἵπετο δακρύουσα καὶ διαποροῦσα, πῶς ἀσπάσηται καὶ προσείπῃ τὸν ἄνδρα, κοινωνίας αὐτῇ πρὸς ἕτερον γεγενημένης. ἀσπασαμένου δ' αὐτοῦ πρῶτον τὴν ἀδελφήν, εἶτα τὸ παιδίον, ἡ Ἀριστομάχη προσαγαγοῦσα τὴν Ἀρετήν, "ἠτυχοῦμεν" ἔφη "ὦ Δίων σοῦ φεύγοντος· ἥκων δὲ καὶ νικῶν ἀφῄρηκας ἡμῶν ἁπάντων τὰς κατηφείας, πλὴν μόνης ταύτης, ἣν ἐπεῖδον ἡ δυστηχὴς ἐγὼ σοῦ ζῶντος ἑτέρῳ συνελθεῖν βιασθεῖσαν. ὅτ' οὖν σε κύριον ἡμῶν ἡ τύχη πεποίηκε, πῶς αὐτῇ διαιτᾷς ἐκείνην τὴν ἀνάγκην; πότερον ὡς θεῖον ἢ καὶ ὡς ἄνδρα σ' ἀσπάσεται;" τοιαῦτα τῆς Ἀριστομάχης λεγούσης, ὁ Δίων ἐκδακρύσας προσηγάγετο φιλοστόργως τὴν γυναῖκα, καὶ παραδοὺς αὐτῇ τὸν υἱὸν ἐκέλευσεν εἰς τὴν οἰκίαν τὴν αὑτοῦ βαδίζειν, ὅπου καὶ αὐτὸς διῃτᾶτο, τὴν ἄκραν ἐπὶ τοῖς Συρακοσίοις ποιησάμενος.


[52] Οὕτω δὲ τῶν πραγμάτων αὐτῷ προκεχωρηκότων, οὐδὲν ἀπολαῦσαι πρότερον ἠξίωσε τῆς παρούσης εὐτυχίας, ἢ τὸ καὶ φίλοις χάριτας καὶ συμμάχοις δωρεάς, μάλιστα δὲ τοῖς ἐν ἄστει συνήθεσι καὶ ξένοις ἀπονεῖμαί τινα φιλανθρωπίας καὶ τιμῆς μερίδα, τῇ μεγαλοψυχίᾳ τὴν δύναμιν ὑπερβαλλόμενος. ἑαυτὸν δὲ λιτῶς καὶ σωφρόνως ἐκ τῶν τυχόντων διῴκει, θαυμαζόμενος ὅτι μὴ μόνον Σικελίας τε καὶ Καρχηδόνος, ἀλλὰ καὶ τῆς Ἑλλάδος ὅλης ἀποβλεπούσης πρὸς αὐτὸν εὐημεροῦντα, καὶ μηδὲν οὕτω μέγα τῶν τότε νομιζόντων, μηδ' ἐπιφανεστέρας περὶ ἄλλον ἡγεμόνα τόλμης καὶ τύχης γεγονέναι δοκούσης, οὕτω παρεῖχεν ἑαυτὸν ἐσθῆτι καὶ θεραπείᾳ καὶ τραπέζῃ μέτριον, ὥσπερ ἐν Ἀκαδημείᾳ συσσιτῶν μετὰ Πλάτωνος, οὐκ ἐν ξεναγοῖς καὶ μισθοφόροις διαιτώμενος, οἷς αἱ καθ' ἑκάστην ἡμέραν πλησμοναὶ καὶ ἀπολαύσεις παραμυθία τῶν πόνων καὶ τῶν κινδύνων εἰσίν. ἀλλ' ἐκείνῳ μὲν Πλάτων ἔγραφεν, ὡς πρὸς ἕνα νῦν τῆς οἰκουμένης τοῦτον ἅπαντες ἀποβλέπουσιν· αὐτὸς δ' ἐκεῖνος ὡς ἔοικεν ἀφεώρα πρὸς ἓν χωρίον μιᾶς πόλεως τὴν Ἀκαδήμειαν, καὶ τοὺς αὐτόθι καὶ θεατὰς καὶ δικαστὰς ἐγίνωσκεν οὔτε πρᾶξιν οὔτε τόλμαν οὔτε νίκην τινὰ θαυμάζοντας, ἀλλὰ μόνον εἰ κοσμίως καὶ σωφρόνως τῇ τύχῃ χρῆται καὶ παρέχει μέτριον ἑαυτὸν ἐν πράγμασι μεγάλοις ἀποσκοποῦντας. τοῦ μέντοι περὶ τὰς ὁμιλίας ὄγκου καὶ τοῦ πρὸς τὸν δῆμον ἀτενοῦς ἐφιλονίκει μηδὲν ὑφελεῖν μηδὲ χαλάσαι, καίτοι τῶν πραγμάτων αὐτῷ χάριτος ἐνδεῶν ὄντων καὶ Πλάτωνος ἐπιτιμῶντος, ὡς εἰρήκαμεν, καὶ γράφοντος, ὅτι ἡ αὐθάδεια ἐρημίᾳ σύνοικός ἐστιν. ἀλλὰ φύσει τε φαίνεται πρὸς τὸ πιθανὸν δυσκεράστῳ κεχρημένος, ἀντισπᾶν τε τοὺς Συρακοσίους ἄγαν ἀνειμένους καὶ διατεθρυμμένους προθυμούμενος.


[53] Ὁ γὰρ Ἡρακλείδης αὖθις ἐπέκειτο· καὶ πρῶτον μὲν εἰς συνέδριον παρακαλούμενος, οὐκ ἐβούλετο βαδίζειν· ἰδιώτης γὰρ ὤν, μετὰ τῶν ἄλλων ἐκκλησιάζειν πολιτῶν. ἔπειτα κατηγόρει τοῦ Δίωνος, ὅτι τὴν ἄκραν οὐ κατέσκαψε καὶ τῷ δήμῳ τὸν Διονυσίου τάφον ὡρμημένῳ λῦσαι καὶ τὸν νεκρὸν ἐκβαλεῖν οὐκ ἐπέτρεψε, μεταπέμπεται δ' ἐκ Κορίνθου συμβούλους καὶ συνάρχοντας, ἀπαξιῶν τοὺς πολίτας. τῷ δ' ὄντι μετεπέμπετο τοὺς Κορινθίους ὁ Δίων, ἣν ἐπενόει πολιτείαν ῥᾷον ἐλπίζων καταστήσειν ἐκείνων παραγενομένων. ἐπενόει δὲ τὴν μὲν ἄκρατον δημοκρατίαν, ὡς οὐ πολιτείαν ἀλλὰ παντοπώλιον οὖσαν πολιτειῶν κατὰ τὸν Πλάτωνα, καταλύειν, Λακωνικὸν δέ τι καὶ Κρητικὸν σχῆμα μειξάμενος ἐκ δήμου καὶ βασιλείας, ἀριστοκρατίαν ἔχον τὴν ἐπιστατοῦσαν καὶ βραβεύουσαν τὰ μέγιστα, καθιστάναι καὶ κοσμεῖν, ὁρῶν καὶ τοὺς Κορινθίους ὀλιγαρχικώτερόν τε πολιτευομένους καὶ μὴ πολλὰ τῶν κοινῶν ἐν τῷ δήμῳ πράττοντας. ὡς οὖν μάλιστα πρὸς ταῦτα τὸν Ἡρακλείδην ἐναντιώσεσθαι προσεδόκα, καὶ τἆλλα ταραχώδης καὶ εὐμετάβολος καὶ στασιαστικὸς ἦν, οὓς πάλαι βουλομένους αὐτὸν ἀνελεῖν ἐκώλυεν, τούτοις ἐπέτρεψε τότε· καὶ παρελθόντες εἰς τὴν οἰκίαν ἀποκτιννύουσιν αὐτόν. ἐλύπησε δὲ σφόδρα τοὺς Συρακοσίους ἀποθανών· ὅμως δὲ τοῦ Δίωνος ταφάς τε λαμπρὰς παρασκευάσαντος καὶ μετὰ τοῦ στρατεύματος ἑπομένου προπέμψαντος τὸν νεκρόν, εἶτα διαλεχθέντος αὐτοῖς, συνέγνωσαν ὡς οὐ δυνατὸν ἦν ταρασσομένην παύσασθαι τὴν πόλιν Ἡρακλείδου καὶ Δίωνος ἅμα πολιτευομένων.


[54] Ἦν δέ τις ἑταῖρος τοῦ Δίωνος ἐξ Ἀθηνῶν, Κάλλιππος, ὅν φησιν ὁ Πλάτων οὐκ ἀπὸ παιδείας, ἀλλ' ἐκ μυσταγωγιῶν καὶ τῆς περιτρεχούσης ἑταιρείας γνώριμον αὐτῷ γενέσθαι καὶ συνήθη, μετασχὼν δὲ τῆς στρατείας καὶ τιμώμενος, ὥστε καὶ συνεισελθεῖν εἰς τὰς Συρακούσας πρῶτος τῶν ἑταίρων ἁπάντων ἐστεφανωμένος· ἦν <δὲ> καὶ λαμπρὸς ἐν τοῖς ἀγῶσι καὶ διάσημος. ἐπεὶ δὲ τῶν πρώτων καὶ βελτίστων φίλων τοῦ Δίωνος ἀνηλωμένων ὑπὸ τοῦ πολέμου, καὶ τεθνηκότος Ἡρακλείδου, τόν τε δῆμον ἑώρα τῶν Συρακοσίων ἔρημον ἡγεμόνος ὄντα, καὶ τοὺς στρατιώτας τοὺς μετὰ Δίωνος προσέχοντας αὐτῷ μάλιστα, μιαρώτατος ἀνθρώπων γενόμενος καὶ παντάπασιν ἐλπίσας Σικελίαν ἆθλον ἕξειν τῆς ξενοκτονίας, ὡς δέ φασιν ἔνιοι, καὶ τάλαντα προσλαβὼν εἴκοσι τοῦ φόνου μισθὸν παρὰ τῶν πολεμίων, διέφθειρε καὶ παρεσκεύαζέ τινας τῶν ξένων ἐπὶ τὸν Δίωνα, κακοηθεστάτην ἀρχὴν καὶ πανουργοτάτην ποιησάμενος. ἀεὶ γάρ τινας φωνὰς τῶν στρατιωτῶν πρὸς ἐκεῖνον ἢ λελεγμένας ἀληθῶς ἀναφέρων ἢ πεπλασμένας ὑπ' αὐτοῦ, τοιαύτην ἐξουσίαν ἔλαβε διὰ τὴν πίστιν, ὥστ' ἐντυγχάνειν κρύφα καὶ διαλέγεσθαι μετὰ παρρησίας οἷς βούλοιτο κατὰ τοῦ Δίωνος, αὐτοῦ κελεύοντος, ἵνα μηδεὶς λανθάνῃ τῶν ὑπούλως καὶ δυσμενῶς ἐχόντων. ἐκ δὲ τούτων συνέβαινε τοὺς μὲν πονηροὺς καὶ νοσοῦντας εὑρίσκειν ταχὺ καὶ συνιστάναι τὸν Κάλλιππον, εἰ δέ τις ἀπωσάμενος τοὺς λόγους αὐτοῦ καὶ τὴν πεῖραν ἐξείποι πρὸς τὸν Δίωνα, μὴ ταράττεσθαι μηδὲ χαλεπαίνειν ἐκεῖνον, ὡς ἃ προσέταττε τοῦ Καλλίππου περαίνοντος.


[55] Συνισταμένης δὲ τῆς ἐπιβουλῆς, φάσμα γίνεται τῷ Δίωνι μέγα καὶ τερατῶδες. ἐτύγχανε μὲν γὰρ ὀψὲ τῆς ἡμέρας καθεζόμενος ἐν παστάδι τῆς οἰκίας, μόνος ὢν πρὸς ἑαυτῷ τὴν διάνοιαν. ἐξαίφνης δὲ ψόφου γενομένου πρὸς θατέρῳ πέρατι τῆς στοᾶς, ἀποβλέψας ἔτι φωτὸς ὄντος εἶδε γυναῖκα μεγάλην, στολῇ μὲν καὶ προσώπῳ μηδὲν Ἐρινύος τραγικῆς παραλλάττουσαν, σαίρουσαν δὲ καλλύντρῳ τινὶ τὴν οἰκίαν. ἐκπλαγεὶς δὲ δεινῶς καὶ περίφοβος γενόμενος, μετεπέμψατο τοὺς φίλους καὶ διηγεῖτο τὴν ὄψιν αὐτοῖς, καὶ παραμένειν ἐδεῖτο καὶ συννυκτερεύειν, παντάπασιν ἐκστατικῶς ἔχων καὶ δεδοικὼς μὴ πάλιν εἰς ὄψιν αὐτῷ μονωθέντι τὸ τέρας ἀφίκηται. τοῦτο μὲν οὖν αὖθις οὐ συνέπεσε. μεθ' ἡμέρας δ' ὀλίγας ὁ υἱὸς αὐτοῦ, σχεδὸν ἀντίπαις ὤν, ἔκ τινος λύπης καὶ ὀργῆς μικρὰν καὶ παιδικὴν ἀρχὴν λαβούσης ἔρριψεν ἑαυτὸν ἀπὸ τοῦ τέγους ἐπὶ τὴν κεφαλὴν καὶ διεφθάρη.


[56] Ἐν τοιούτοις δὲ τοῦ Δίωνος ὄντος, ὁ Κάλλιππος ἔτι μᾶλλον εἴχετο τῆς ἐπιβουλῆς, καὶ λόγον εἰς τοὺς Συρακοσίους ἐξέδωκεν, ὡς ὁ Δίων ἄπαις γεγονὼς ἔγνωκε τὸν <υἱὸν> τοῦ Διονυσίου καλεῖν Ἀπολλοκράτην καὶ ποιεῖσθαι διάδοχον, ἀδελφιδοῦν μὲν ὄντα τῆς ἑαυτοῦ γυναικός, θυγατριδοῦν δὲ τῆς ἀδελφῆς. ἤδη δὲ καὶ τὸν Δίωνα καὶ τὰς γυναῖκας ὑπόνοια τῶν πραττομένων εἶχε, καὶ μηνύσεις ἐγίγνοντο πανταχόθεν. ἀλλ' ὁ μὲν Δίων ὡς ἔοικεν ἐπὶ τοῖς κατὰ τὸν Ἡρακλείδην ἀχθόμενος, καὶ τὸν φόνον ἐκεῖνον ὥς τινα τοῦ βίου καὶ τῶν πράξεων αὐτῷ κηλῖδα περικειμένην δυσχεραίνων ἀεὶ καὶ βαρυνόμενος, εἶπεν ὅτι πολλάκις ἤδη θνῄσκειν ἕτοιμός ἐστι καὶ παρέχειν τῷ βουλομένῳ σφάττειν αὐτόν, εἰ ζῆν δεήσει μὴ μόνον τοὺς ἐχθρούς, ἀλλὰ καὶ τοὺς φίλους φυλαττόμενον. τὰς δὲ γυναῖκας ὁρῶν ὁ Κάλλιππος ἐξεταζούσας ἀκριβῶς τὸ πρᾶγμα καὶ φοβηθείς, ἦλθε πρὸς αὐτὰς ἀρνούμενος καὶ δακρύων, καὶ πίστιν ἣν βούλονται διδόναι βουλόμενος. αἱ δ' ἠξίουν αὐτὸν ὀμόσαι τὸν μέγαν ὅρκον. ἦν δὲ τοιοῦτος· καταβὰς εἰς τὸ τῶν Θεσμοφόρων τέμενος ὁ διδοὺς τὴν πίστιν, ἱερῶν τινων γενομένων, περιβάλλεται τὴν πορφυρίδα τῆς θεοῦ καὶ λαβὼν δᾷδα καιομένην ἀπόμνυσι. ταῦτα ποιήσας ὁ Κάλλιππος πάντα καὶ τὸν ὅρκον ἀπομόσας, οὕτω κατεγέλασε τῶν θεῶν, ὥστε περιμείνας τὴν ἑορτὴν ἧς ὤμοσε θεοῦ δρᾷ τὸν φόνον ἐν τοῖς Κορείοις, οὐδὲν ἴσως τὸ περὶ τὴν ἡμέραν τῆς θεοῦ ποιησάμενος, ὡς ἀσεβουμένης πάντως, εἰ καὶ κατ' ἄλλον χρόνον ἔσφαττε τὸν μύστην αὐτῆς ὁ μυσταγωγός.


[57] Ὄντων δὲ πλειόνων ἐν τῇ κοινωνίᾳ τῆς πράξεως, καθεζομένου Δίωνος ἐν οἰκήματι κλίνας τινὰς ἔχοντι μετὰ τῶν φίλων, οἱ μὲν ἔξω τὴν οἰκίαν περιέστησαν, οἱ δὲ πρὸς ταῖς θύραις τοῦ οἴκου καὶ ταῖς θυρίσιν ἦσαν. αὐτοὶ δ' οἱ προσφέρειν τὰς χεῖρας μέλλοντες Ζακύνθιοι παρῆλθον ἄνευ ξιφῶν ἐν τοῖς χιτῶσιν· ἅμα δ' οἱ μὲν ἔξω τὰς θύρας ἐπισπασάμενοι κατεῖχον, οἱ δὲ τῷ Δίωνι προσπεσόντες κατάγχειν ἐπειρῶντο καὶ συντρίβειν αὐτόν. ὡς δ' οὐδὲν ἐπέραινον, ᾔτουν ξίφος· οὐδεὶς δ' ἐτόλμα τὰς θύρας ἀνοῖξαι, συχνοὶ γὰρ ἦσαν ἔνδον οἱ μετὰ τοῦ Δίωνος, ὧν ἕκαστος οἰόμενος, ἂν ἐκεῖνον προῆται, διασώσειν ἑαυτόν, οὐκ ἐτόλμα βοηθεῖν. διατριβῆς δὲ γενομένης, Λύκων ὁ Συρακόσιος ὀρέγει τινὶ τῶν Ζακυνθίων διὰ τῆς θυρίδος ἐγχειρίδιον, ᾧ καθάπερ ἱερεῖον τὸν Δίωνα κρατούμενον πάλαι καὶ δεδιττόμενον ἀπέσφαξαν. εὐθὺς δὲ καὶ τὴν ἀδελφὴν μετὰ τῆς γυναικὸς ἐγκύμονος οὔσης εἰς τὴν εἱρκτὴν ἐνέβαλον, καὶ συνέβη τῇ γυναικὶ τλημονέστατα λοχευθείσῃ τεκεῖν ἐν τῷ δεσμωτηρίῳ παιδάριον ἄρρεν, ὅπερ θρέψαι καὶ μᾶλλον παρεβάλοντο πείσασαι τοὺς φύλακας, ἤδη τοῦ Καλλίππου θορυβουμένου τοῖς πράγμασιν.


[58] Ἐν ἀρχῇ μὲν γὰρ ἀποκτείνας τὸν Δίωνα λαμπρὸς ἦν καὶ κατεῖχε τὰς Συρακούσας, καὶ πρὸς τὴν Ἀθηναίων ἔγραφε πόλιν, ἣν μάλιστα μετὰ τοὺς θεοὺς ὤφειλεν αἰδεῖσθαι καὶ δεδιέναι, τηλικούτου μύσους ἁψάμενος. ἀλλ' ἔοικεν ἀληθῶς λέγεσθαι τὸ τὴν πόλιν ἐκείνην φέρειν ἄνδρας ἀρετῇ τε τοὺς ἀγαθοὺς ἀρίστους καὶ κακίᾳ τοὺς φαύλους πονηροτάτους, καθάπερ αὐτῶν καὶ ἡ χώρα κάλλιστον μέλι καὶ κώνειον ὠκυμορώτατον ἀναδίδωσιν. οὐ μὴν πολὺν χρόνον ὁ Κάλλιππος ἔγκλημα τῆς τύχης καὶ τῶν θεῶν περιῆν, ὡς περιορώντων ἐξ ἀσεβήματος ἄνθρωπον τηλικούτου κτώμενον ἡγεμονίας καὶ πράγματα, ταχὺ δ' ἀξίαν δίκην ἔδωκεν. ὁρμήσας μὲν γὰρ Κατάνην λαβεῖν, εὐθὺς ἀπέβαλε τὰς Συρακούσας· ὅτε καί φασιν αὐτὸν εἰπεῖν ὅτι πόλιν ἀπολωλεκὼς τυρόκνηστιν εἴληφεν. ἐπιθέμενος δὲ Μεσσηνίοις, καὶ τοὺς πλείστους στρατιώτας ἀπολέσας, ἐν οἷς ἦσαν οἱ Δίωνα κατακτείναντες, οὐδεμιᾶς δὲ πόλεως αὐτὸν ἐν Σικελίᾳ προσδεχομένης, ἀλλὰ μισούντων ἁπάντων καὶ προβαλλομένων, Ῥήγιον κατέσχεν. ἐκεῖ δὲ λυπρῶς πράττων καὶ κακῶς διατρέφων τοὺς μισθοφόρους, ὑπὸ Λεπτίνου καὶ Πολυπέρχοντος ἀνῃρέθη, χρησαμένων ξιφιδίῳ <τῷ αὐτῷ> κατὰ τύχην ᾧ καὶ Δίωνα πληγῆναί φασιν. ἐγνώσθη δὲ τῷ μεγέθει (βραχὺ γὰρ ἦν ὥσπερ τὰ Λακωνικά) καὶ τῇ κατασκευῇ τῆς τέχνης, εἰργασμένον γλαφυρῶς καὶ περιττῶς. τοιαύτην μὲν οὖν τίσιν Κάλλιππος ἔδωκε.

Τὴν δ' Ἀριστομάχην καὶ τὴν Ἀρετήν, ὡς ἀφείθησαν ἐκ τῆς εἱρκτῆς, ἀναλαβὼν Ἱκέτης ὁ Συρακόσιος, εἷς τῶν Δίωνος φίλων γεγονώς, ἐδόκει πιστῶς καὶ καλῶς περιέπειν. εἶτα συμπεισθεὶς ὑπὸ τῶν Δίωνος ἐχθρῶν καὶ παρασκευάσας πλοῖον αὐταῖς, ὡς εἰς Πελοπόννησον ἀποσταλησομέναις, ἐκέλευσε κατὰ πλοῦν ἀποσφάξαντας ἐκβαλεῖν εἰς τὴν θάλασσαν· οἱ δὲ ζώσας ἔτι καταποντισθῆναι λέγουσι, καὶ τὸ παιδίον μετ' αὐτῶν. περιῆλθε δὲ καὶ τοῦτον ἀξία ποινὴ τῶν τετολμημένων· αὐτός τε γὰρ ὑπὸ Τιμολέοντος ἁλοὺς ἀπέθανε, καὶ θυγατέρας δύο προσαπέκτειναν αὐτοῦ Δίωνι τιμωροῦντες οἱ Συρακόσιοι· περὶ ὧν ἐν τῷ Τιμολέοντος βίῳ <τὰ> καθ' ἕκαστα γέγραπται.