Βάτραχοι
Χρειάζεται να αναφερθεί η αρχική πηγή αυτού του κειμένου ώστε να είναι μπορεί να επαληθευθεί το περιεχόμενο του. Ως αρχική πηγή νοείται κάποια επίσημη δημοσιεύση του κειμένου, έντυπη ή ηλεκτρονική, και όχι κατ' ανάγκη κάποιος άλλος ιστότοπος που απλώς φιλοξενεί το κείμενο. |
ξανθιας Εἴπω τι τῶν εἰωθότων ὦ δέσποτα, ἐφ᾽ οἷς ἀεὶ γελῶσιν οἱ θεώμενοι; διονυσος νὴ τὸν Δί᾽ ὅ τι Βούλει γε, πλὴν ”πιέζομαι,“ τοῦτο δὲ φύλαξαι· πάνυ γάρ ἐστ᾽ ἤδη χολή. ξανθιας μηδ᾽ ἕτερον ἀστεῖόν τι; 5α
διονυσος πλήν γ᾽ ”ὡς θλίβομαι“. 5β
ξανθιας τί δαί; τὸ πάνυ γέλοιον εἴπω;
διονυσος νὴ Δία θαρρῶν γε· μόνον ἐκεῖν᾽ ὅπως μὴ ᾽ρεῖς, ξανθιας τὸ τί;
διονυσος μεταβαλλόμενος τἀνάφορον ὅτι ”χεζητιᾷς“.
ξανθιας μηδ᾽ ὅτι τοσοῦτον ἄχθος ἐπ᾽ ἐμαυτῷ φέρων, εἰ μὴ καθαιρήσει τις, ἀποπαρδήσομαι; 10 διονυσος μὴ δῆθ᾽, ἱκετεύω, πλήν γ᾽ ὅταν μέλλω ᾽ξεμεῖν.
ξανθιας τί δῆτ᾽ ἔδει με ταῦτα τὰ σκεύη φέρειν, εἴπερ ποιήσω μηδὲν ὧνπερ Φρύνιχος διονυσος μή νυν ποιήσῃς· ὡς ἐγὼ θεώμενος,ὅταν τι τούτων τῶν σοφισμάτων ἴδω, ξανθιας ὢ τρισκακοδαίμων ἄρ᾽ ὁ τράχηλος οὑτοσί, ὅτι θλίβεται μέν, τὸ δὲ γέλοιον οὐκ ἐρεῖ. 20 διονυσος εἶτ᾽ οὐχ ὕβρις ταῦτ᾽ ἐστὶ καὶ πολλὴ τρυφή, ὅτ᾽ ἐγὼ μὲν ὢν Διόνυσος υἱὸς Σταμνίου ξανθιας οὐ γὰρ φέρω ᾽γώ; 25α
διονυσος πῶς φέρεις γὰρ ὅς γ᾽ ὀχεῖ; 25β
ξανθιας φέρων γε ταυτί.
διονυσος τίνα τρόπον;
ξανθιας Βαρέως πάνυ.
διονυσος οὔκουν τὸ Βάρος τοῦθ᾽ ὃ σὺ φέρεις ὄνος φέρει;
ξανθιας οὐ δῆθ᾽ ὅ γ᾽ ἔχω ᾽γὼ καὶ φέρω μὰ τὸν Δί᾽ οὔ.
διονυσος πῶς γὰρ φέρεις, ὅς γ᾽ αὐτὸς ὑφ᾽ ἑτέρου φέρει;
ξανθιας οὐκ οἶδ᾽· ὁ δ᾽ ὦμος οὑτοσὶ πιέζεται. 30
διονυσος σὺ δ᾽ οὖν ἐπειδὴ τὸν ὄνον οὐ φῄς σ᾽ ὠφελεῖν, ἐν τῷ μέρει σὺ τὸν ὄνον ἀράμενος φέρε. ξανθιας οἴμοι κακοδαίμων· τί γὰρ ἐγὼ οὐκ ἐναυμάχουν; ἦ τἄν σε κωκύειν ἂν ἐκέλευον μακρά. διονυσος κατάβα πανοῦργε. καὶ γὰρ ἐγγὺς τῆς θύρας ἤδη βαδίζων εἰμὶ τῆσδ᾽, οἷ πρῶτά με ηρακλης τίς τὴν θύραν ἐπάταξεν; ὡς κενταυρικῶς ἐνήλαθ᾽ ὅστις· εἰπέ μοι τουτὶ τί ἦν; διονυσος ὁ παῖς.
ξανθιας τί ἔστιν;
διονυσος οὐκ ἐνεθυμήθης;
ξανθιας τὸ τί;
διονυσος ὡς σφόδρα μ᾽ ἔδεισε.
ξανθιας νὴ Δία μὴ μαίνοιό γε.
ηρακλης οὔ τοι μὰ τὴν Δήμητρα δύναμαι μὴ γελᾶν· καίτοι δάκνω γ᾽ ἐμαυτόν· ἀλλ᾽ ὅμως γελῶ. διονυσος ὦ δαιμόνιε πρόσελθε· δέομαι γάρ τί σου.
ηρακλης ἀλλ᾽ οὐχ οἷός τ᾽ εἴμ᾽ ἀποσοβῆσαι τὸν γέλων ὁρῶν λεοντῆν ἐπὶ κροκωτῷ κειμένην. διονυσος ἐπεβάτευον Κλεισθένει -
ηρακλης κἀναυμάχησας;
διονυσος καὶ κατεδύσαμέν γε ναῦς 50τῶν πολεμίων ἢ δώδεκ᾽ ἢ τρεῖς καὶ δέκα. ηρακλης σφώ;
διονυσος νὴ τὸν Ἀπόλλω.
ξανθιας κᾆτ᾽ ἔγωγ᾽ ἐξηγρόμην.
διονυσος καὶ δῆτ᾽ ἐπὶ τῆς νεὼς ἀναγιγνώσκοντί μοι τὴν Ἀνδρομέδαν πρὸς ἐμαυτὸν ἐξαίφνης πόθος ηρακλης πόθος; πόσος τις;
διονυσος μικρὸς ἡλίκος Μόλων.
ηρακλης γυναικός;
διονυσος οὐ δῆτ᾽.
ηρακλης ἀλλὰ παιδός;
διονυσος οὐδαμῶς.
ηρακλης ἀλλ᾽ ἀνδρός;
διονυσος ἀπαπαί.
ηρακλης ξυνεγένου τῷ Κλεισθένει;
διονυσος μὴ σκῶπτέ μ᾽ ὦδέλφ᾽· οὐ γὰρ ἀλλ᾽ ἔχω κακῶς· τοιοῦτος ἵμερός με διαλυμαίνεται. ηρακλης ποῖός τις ὦδελφίδιον; 60α
διονυσος οὐκ ἔχω φράσαι. 60βὅμως γε μέντοι σοι δι᾽ αἰνιγμῶν ἐρῶ. ηρακλης ἔτνους; βαβαιάξ, μυριάκις γ᾽ ἐν τῷ βίῳ.
διονυσος ἆρ᾽ ἐκδιδάσκω τὸ σαφὲς ἢ ᾽τέρᾳ φράσω;
ηρακλης μὴ δῆτα περὶ ἔτνους γε· πάνυ γὰρ μανθάνω. 65
διονυσος τοιουτοσὶ τοίνυν με δαρδάπτει πόθος Εὐριπίδου. ηρακλης καὶ ταῦτα τοῦ τεθνηκότος;
διονυσος κοὐδείς γέ μ᾽ ἂν πείσειεν ἀνθρώπων τὸ μὴ οὐκ ἐλθεῖν ἐπ᾽ ἐκεῖνον. ηρακλης πότερον εἰς Ἅιδου κάτω;
διονυσος καὶ νὴ Δί᾽ εἴ τί γ᾽ ἔστιν ἔτι κατωτέρω. 70
ηρακλης τί βουλόμενος;
διονυσος δέομαι ποιητοῦ δεξιοῦ. οἱ μὲν γὰρ οὐκέτ᾽ εἰσίν, οἱ δ᾽ ὄντες κακοί. ηρακλης τί δ᾽; οὐκ Ἰοφῶν ζῇ;
διονυσος τοῦτο γάρ τοι καὶ μόνον ἔτ᾽ ἐστὶ λοιπὸν ἀγαθόν, εἰ καὶ τοῦτ᾽ ἄρα· ηρακλης εἶτ᾽ οὐχὶ Σοφοκλέα πρότερον Εὐριπίδου μέλλεις ἀναγαγεῖν, εἴπερ ἐκεῖθεν δεῖ σ᾽ ἄγειν; διονυσος οὐ πρίν γ᾽ ἂν Ἰοφῶντ᾽, ἀπολαβὼν αὐτὸν μόνον, ἄνευ Σοφοκλέους ὅ τι ποιεῖ κωδωνίσω. ηρακλης Ἀγάθων δὲ ποῦ ᾽στιν;
διονυσος ἀπολιπών μ᾽ ἀποίχεται, ἀγαθὸς ποιητὴς καὶ ποθεινὸς τοῖς φίλοις. ηρακλης ποῖ γῆς ὁ τλήμων;
διονυσος ἐς Μακάρων εὐωχίαν.
ηρακλης ὁ δὲ Σενοκλέης;
διονυσος ἐξόλοιτο νὴ Δία.
ηρακλης Πυθάγγελος δέ;
ξανθιας περὶ ἐμοῦ δ᾽ οὐδεὶς λόγος ἐπιτριβομένου τὸν ὦμον οὑτωσὶ σφόδρα. ηρακλης οὔκουν ἕτερ᾽ ἔστ᾽ ἐνταῦθα μειρακύλλια τραγῳδίας ποιοῦντα πλεῖν ἢ μύρια, 90 διονυσος ἐπιφυλλίδες ταῦτ᾽ ἐστὶ καὶ στωμύλματα, χελιδόνων μουσεῖα, λωβηταὶ τέχνης, ηρακλης πῶς γόνιμον;
διονυσος ὡδὶ γόνιμον, ὅστις φθέγξεται τοιουτονί τι παρακεκινδυνευμένον, ηρακλης σὲ δὲ ταῦτ᾽ ἀρέσκει;
διονυσος μἀλλὰ πλεῖν ἢ μαίνομαι.
ηρακλης ἦ μὴν κόβαλά γ᾽ ἐστίν, ὡς καὶ σοὶ δοκεῖ.
διονυσος μὴ τὸν ἐμὸν οἴκει νοῦν· ἔχεις γὰρ οἰκίαν.
ηρακλης καὶ μὴν ἀτεχνῶς γε παμπόνηρα φαίνεται.
διονυσος δειπνεῖν με δίδασκε.
ξανθιας περὶ ἐμοῦ δ᾽ οὐδεὶς λόγος.
διονυσος ἀλλ᾽ ὦνπερ ἕνεκα τήνδε τὴν σκευὴν ἔχων ἦλθον κατὰ σὴν μίμησιν, ἵνα μοι τοὺς ξένους ξανθιας περὶ ἐμοῦ δ᾽ οὐδεὶς λόγος.
ηρακλης ὦ σχέτλιε τολμήσεις γὰρ ἰέναι καὶ σύ γε;
διονυσος μηδὲν ἔτι πρὸς ταῦτ᾽, ἀλλὰ φράζε τῶν ὁδῶν ὅπῃ τάχιστ᾽ ἀφιζόμεθ᾽ εἰς Ἅιδου κάτω· ηρακλης φέρε δὴ τίν᾽ αὐτῶν σοι φράσω πρώτην; τίνα; 120μία μὲν γὰρ ἔστιν ἀπὸ κάλω καὶ θρανίου, διονυσος παῦε, πνιγηρὰν λέγεις.
ηρακλης ἀλλ᾽ ἔστιν ἀτραπὸς ξύντομος τετριμμένη ἡ διὰ θυείας. διονυσος ἆρα κώνειον λέγεις;
ηρακλης μάλιστά γε.
διονυσος ψυχράν γε καὶ δυσχείμερον· εὐθὺς γὰρ ἀποπήγνυσι τἀντικνήμια. ηρακλης βούλει κατάντη καὶ ταχεῖαν σοι φράσω;
διονυσος νὴ τὸν Δί᾽ ὡς ὄντος γε μὴ βαδιστικοῦ.
ηρακλης καθέρπυσόν νυν ἐς Κεραμεικόν.
διονυσος κᾆτα τί;
ηρακλης ἀναβὰς ἐπὶ τὸν πύργον τὸν ὑψηλόν --
διονυσος τί δρῶ;
ηρακλης ἀφιεμένην τὴν λαμπάδ᾽ ἐντεῦθεν θεῶ, 131κἄπειτ᾽ ἐπειδὰν φῶσιν οἱ θεώμενοι διονυσος ποῖ
ηρακλης κάτω.
διονυσος ἀλλ᾽ ἀπολέσαιμ᾽ ἂν ἐγκεφάλου θρίω δύο. οὐκ ἂν βαδίσαιμι τὴν ὁδὸν ταύτην. ηρακλης τί δαί;
διονυσος ἥνπερ σὺ τότε κατῆλθες.
ηρακλης ἀλλ᾽ ὁ πλοῦς πολύς. εὐθὺς γὰρ ἐπὶ λίμνην μεγάλην ἥξεις πάνυ διονυσος εἶτα πῶς περαιωθήσομαι;
ηρακλης ἐν πλοιαρίῳ τυννουτῳί σ᾽ ἀνὴρ γέρων ναύτης διάξει δύ᾽ ὀβολὼ μισθὸν λαβών. 140 διονυσος φεῦ, ὡς μέγα δύνασθον πανταχοῦ τὼ δύ᾽ ὀβολώ. ηρακλης Θησεὺς ἤγαγεν. μετὰ ταῦτ᾽ ὄφεις καὶ θηρί᾽ ὄψει μυρία διονυσος μή μ᾽ ἔκπληττε μηδὲ δειμάτου· οὐ γάρ μ᾽ ἀποτρέψεις. ηρακλης εἶτα βόρβορον πολὺν καὶ σκῶρ ἀείνων· ἐν δὲ τούτῳ κειμένους, διονυσος νὴ τοὺς θεοὺς ἐχρῆν γε πρὸς τούτοισι κεἰ τὴν πυρρίχην τις ἔμαθε τὴν Κινησίου. ηρακλης ἐντεῦθεν αὐλῶν τίς σε περίεισιν πνοή, ὄψει τε φῶς κάλλιστον ὥσπερ ἐνθάδε, διονυσος οὗτοι δὲ δὴ τίνες εἰσίν;
ηρακλης οἱ μεμυημένοι -- ξανθιας νὴ τὸν Δί᾽ ἐγὼ γοῦν ὄνος ἄγω μυστήρια. ηρακλης οἵ σοι φράσουσ᾽ ἁπαξάπανθ᾽ ὧν ἂν δέῃ. οὗτοι γὰρ ἐγγύτατα παρ᾽ αὐτὴν τὴν ὁδὸν διονυσος νὴ Δία καὶ σύ γε ὑγίαινε. σὺ δὲ τὰ στρώματ᾽ αὖθις λάμβανε. ξανθιας πρὶν καὶ καταθέσθαι;
διονυσος καὶ ταχέως μέντοι πάνυ.
ξανθιας μὴ δῆθ᾽, ἱκετεύω σ᾽, ἀλλὰ μίσθωσαί τινα τῶν ἐκφερομένων, ὅστις ἐπὶ τοῦτ᾽ ἔρχεται. διονυσος ἐὰν δὲ μὴ εὕρω;
ξανθιας τότε μ᾽ ἄγειν.
διονυσος καλῶς λέγεις. καὶ γάρ τιν᾽ ἐκφέρουσι τουτονὶ νεκρόν, 170 νεκρος πόσ᾽ ἄττα;
διονυσος ταυτί.
νεκρος δύο δραχμὰς μισθὸν τελεῖς;
διονυσος μὰ Δί᾽ ἀλλ᾽ ἔλαττον.
νεκρος ὑπάγεθ᾽ ὑμεῖς τῆς ὁδοῦ.
διονυσος ἀνάμεινον ὦ δαιμόνι᾽, ἐὰν ξυμβῶ τί σοι.
νεκρος εἰ μὴ καταθήσεις δύο δραχμάς, μὴ διαλέγου. διονυσος λάβ᾽ ἐννέ᾽ ὀβολούς.
νεκρος ἀναβιοίην νυν πάλιν. ξανθιας ὡς σεμνὸς ὁ κατάρατος· οὐκ οἰμώξεται; ἐγὼ βαδιοῦμαι. διονυσος χρηστὸς εἶ καὶ γεννάδας. χωρῶμεν ἐπὶ τὸ πλοῖον. 180 χαρων ὠὸπ παραβαλοῦ.
ξανθιας τουτὶ τί ἔστι;
διονυσος τοῦτο; λίμνη νὴ Δία αὕτη ᾽στὶν ἣν ἔφραζε, καὶ πλοῖόν γ᾽ ὁρῶ. ξανθιας νὴ τὸν Ποσειδῶ κἄστι γ᾽ ὁ Χάρων οὑτοσί.
διονυσος χαῖρ᾽ ὦ Χάρων, χαῖρ᾽ ὦ Χάρων, χαῖρ᾽ ὦ Χάρων.
χαρων τίς εἰς ἀναπαύλας ἐκ κακῶν καὶ πραγμάτων; τίς ἐς τὸ Λήθης πεδίον, ἢ σ᾽ Ὄνου πόκας, διονυσος ἐγώ.
χαρων ταχέως ἔμβαινε.
διονυσος ποῖ σχήσειν δοκεῖς; ἐς κόρακας ὄντως; χαρων ναὶ μὰ Δία σοῦ γ᾽ οὕνεκα. ἔσβαινε δή. 190 διονυσος παῖ δεῦρο.
χαρων δοῦλον οὐκ ἄγω, εἰ μὴ νεναυμάχηκε τὴν περὶ τῶν κρεῶν. ξανθιας μὰ τὸν Δί᾽ οὐ γὰρ ἀλλ᾽ ἔτυχον ὀφθαλμιῶν.
χαρων οὔκουν περιθρέξει δῆτα τὴν λίμνην κύκλῳ;
ξανθιας ποῦ δῆτ᾽ ἀναμενῶ;
χαρων παρὰ τὸν Αὑαίνου λίθον ἐπὶ ταῖς ἀναπαύλαις. διονυσος μανθάνεις;
ξανθιας πάνυ μανθάνω. οἴμοι κακοδαίμων, τῷ ξυνέτυχον ἐξιών; χαρων κάθιζ᾽ ἐπὶ κώπην. εἴ τις ἔτι πλεῖ, σπευδέτω. οὗτος τί ποιεῖς; διονυσος ὅ τι ποιῶ; τί δ᾽ ἄλλο γ᾽ ἢ ἵζω ᾽πὶ κώπην, οὗπερ ἐκέλευές με σύ; χαρων οὔκουν καθεδεῖ δῆτ᾽ ἐνθαδὶ γάστρων; 200
διονυσος ἰδού.
χαρων οὔκουν προβαλεῖ τὼ χεῖρε κἀκτενεῖς;
διονυσος ἰδού.
χαρων οὐ μὴ φλυαρήσεις ἔχων ἀλλ᾽ ἀντιβὰς ἐλᾷς προθύμως; διονυσος κᾆτα πῶς δυνήσομαι ἄπειρος ἀθαλάττωτος ἀσαλαμίνιος χαρων ῥᾷστ᾽· ἀκούσει γὰρ μέλη κάλλιστ᾽, ἐπειδὰν ἐμβάλῃς ἅπαξ, διονυσος τίνων;
χαρων βατράχων κύκνων θαυμαστά.
διονυσος κατακέλευε δή.
χαρων ὦ ὀπὸπ ὦ ὀπόπ.
βατραχοι βρεκεκεκὲξ κοὰξ κοάξ, βρεκεκεκὲξ κοὰξ κοάξ. 210 διονυσος ἐγὼ δέ γ᾽ ἀλγεῖν ἄρχομαι τὸν ὄρρον ὦ κοὰξ κοάξ· βατραχοι βρεκεκεκὲξ κοὰξ κοάξ.
διονυσος ἀλλ᾽ ἐξόλοισθ᾽ αὐτῷ κοάξ· οὐδὲν γάρ ἐστ᾽ ἀλλ᾽ ἢ κοάξ. βατραχοι εἰκότως γ᾽ ὦ πολλὰ πράττων. ἐμὲ γὰρ ἔστερξαν εὔλυροί τε Μοῦσαι διονυσος ἐγὼ δὲ φλυκταίνας γ᾽ ἔχω, χὠ πρωκτὸς ἰδίει πάλαι, βατραχοι βρεκεκεκὲξ κοὰξ κοάξ.
διονυσος ἀλλ᾽ ὦ φιλῳδὸν γένος 240παύσασθε. βατραχοι μᾶλλον μὲν οὖν φθεγξόμεσθ᾽, εἰ δή ποτ᾽ εὐηλίοις διονυσος τουτὶ παρ᾽ ὑμῶν λαμβάνω. 250
βατραχοι δεινά τἄρα πεισόμεσθα.
διονυσος δεινότερα δ᾽ ἔγωγ᾽, ἐλαύνων εἰ διαρραγήσομαι. βατραχοι βρεκεκεκὲξ κοὰξ κοάξ.
διονυσος οἰμώζετ᾽· οὐ γάρ μοι μέλει.
βατραχοι ἀλλὰ μὴν κεκραξόμεσθά γ᾽ ὁπόσον ἡ φάρυξ ἂν ἡμῶν διονυσος τούτῳ γὰρ οὐ νικήσετε.
βατραχοι οὐδὲ μὴν ἡμᾶς σὺ πάντως.
διονυσος οὐδὲ μὴν ὑμεῖς γ᾽ ἐμὲ οὐδέποτε· κεκράξομαι γὰρ διονυσος ἔμελλον ἄρα παύσειν ποθ᾽ ὑμᾶς τοῦ κοάξ.
χαρων ὢ παῦε παῦε, παραβαλοῦ τὼ κωπίω, ἔκβαιν᾽, ἀπόδος τὸν ναῦλον. 270 διονυσος ἔχε δὴ τὠβολώ. ὁ Ξανθίας. ποῦ Ξανθίας; ἦ Ξανθία. ξανθιας ἰαῦ.
διονυσος βάδιζε δεῦρο.
ξανθιας χαῖρ᾽ ὦ δέσποτα.
διονυσος τί ἔστι τἀνταυθοῖ;
ξανθιας σκότος καὶ βόρβορος.
διονυσος κατεῖδες οὖν που τοὺς πατραλοίας αὐτόθι καὶ τοὺς ἐπιόρκους, οὓς ἔλεγεν ἡμῖν; ξανθιας σὺ δ᾽ οὔ;
διονυσος νὴ τὸν Ποσειδῶ ᾽γωγε, καὶ νυνί γ᾽ ὁρῶ. ἄγε δὴ τί δρῶμεν; ξανθιας προϊέναι βέλτιστα νῷν, ὡς οὗτος ὁ τόπος ἐστὶν οὗ τὰ θηρία διονυσος ὡς οἰμώξεται. ἠλαζονεύεθ᾽ ἵνα φοβηθείην ἐγώ, 280 ξανθιας νὴ τὸν Δία καὶ μὴν αἰσθάνομαι ψόφου τινός.
διονυσος ποῦ ποῦ ᾽στιν;
ξανθιας ἐξόπισθεν.
διονυσος ἐξόπισθ᾽ ἴθι.
ξανθιας ἀλλ᾽ ἐστὶν ἐν τῷ πρόσθε.
διονυσος πρόσθε νυν ἴθι.
ξανθιας καὶ μὴν ὁρῶ νὴ τὸν Δία θηρίον μέγα.
διονυσος ποῖόν τι;
ξανθιας δεινόν· παντοδαπὸν γοῦν γίγνεται τοτὲ μέν γε βοῦς, νυνὶ δ᾽ ὀρεύς, τοτὲ δ᾽ αὖ γυνὴ 290 διονυσος ποῦ ᾽στι; φέρ᾽ ἐπ᾽ αὐτὴν ἴω.
ξανθιας ἀλλ᾽ οὐκέτ᾽ αὖ γυνή ᾽στιν, ἀλλ᾽ ἤδη κύων.
διονυσος Ἔμπουσα τοίνυν ἐστί.
ξανθιας πυρὶ γοῦν λάμπεται ἅπαν τὸ πρόσωπον. διονυσος καὶ σκέλος χαλκοῦν ἔχει;
ξανθιας νὴ τὸν Ποσειδῶ, καὶ βολίτινον θάτερον, σάφ᾽ ἴσθι. διονυσος ποῖ δῆτ᾽ ἂν τραποίμην;
ξανθιας ποῖ δ᾽ ἐγώ;
διονυσος ἱερεῦ διαφύλαξόν μ᾽, ἵν᾽ ὦ σοι ξυμπότης.
ξανθιας ἀπολούμεθ᾽ ὦναξ Ἡράκλεις.
διονυσος οὐ μὴ καλεῖς μ᾽ ὦνθρωφ᾽, ἱκετεύω, μηδὲ κατερεῖς τοὔνομα. ξανθιας Διόνυσε τοίνυν. 300
διονυσος τοῦτό γ᾽ ἧττον θατέρου. ἴθ᾽ ᾗπερ ἔρχει. ξανθιας δεῦρο δεῦρ᾽ ὦ δέσποτα.
διονυσος τί δ᾽ ἔστι;
ξανθιας θάρρει· πάντ᾽ ἀγαθὰ πεπράγαμεν, ἔξεστί θ᾽ ὥσπερ Ἡγέλοχος ἡμῖν λέγειν, διονυσος κατόμοσον.
ξανθιας νὴ τὸν Δία.
διονυσος καὖθις κατόμοσον.
ξανθιας νὴ Δί᾽.
διονυσος ὄμοσον.
ξανθιας νὴ Δία.
διονυσος οἴμοι τάλας, ὡς ὠχρίασ᾽ αὐτὴν ἰδών.
ξανθιας ὁδὶ δὲ δείσας ὑπερεπυρρίασέ σου.
διονυσος οἴμοι, πόθεν μοι τὰ κακὰ ταυτὶ προσέπεσεν; τίν᾽ αἰτιάσομαι θεῶν μ᾽ ἀπολλύναι; 310 ξανθιας αἰθέρα Διὸς δωμάτιον ἢ χρόνου πόδα; αὐλεῖ τις ἔνδοθεν διονυσος οὗτος.
ξανθιας τί ἔστιν;
διονυσος οὐ κατήκουσας;
ξανθιας τίνος;
διονυσος αὐλῶν πνοῆς.
ξανθιας ἔγωγε, καὶ δᾴδων γέ με αὔρα τις εἰσέπνευσε μυστικωτάτη. διονυσος ἀλλ᾽ ἠρεμὶ πτήξαντες ἀκροασώμεθα.
χορος Ἴακχ᾽ ὦ Ἴακχε. Ἴακχ᾽ ὦ Ἴακχε. ξανθιας τοῦτ᾽ ἔστ᾽ ἐκεῖν᾽ ὦ δέσποθ᾽· οἱ μεμυημένοι ἐνταῦθά που παίζουσιν, οὓς ἔφραζε νῷν. διονυσος κἀμοὶ δοκοῦσιν. ἡσυχίαν τοίνυν ἄγειν βέλτιστόν ἐσθ᾽, ἕως ἂν εἰδῶμεν σαφῶς. χορος Ἴακχ᾽ ὦ πολυτίμητ᾽ ἐν ἕδραις ἐνθάδε ναίων, Ἴακχ᾽ ὦ Ἴακχε, ξανθιας ὦ πότνια πολυτίμητε Δήμητρος κόρη, ὡς ἡδύ μοι προσέπνευσε χοιρείων κρεῶν. διονυσος οὔκουν ἀτρέμ᾽ ἕξεις, ἤν τι καὶ χορδῆς λάβῃς;
χορος ”ἔγειρε φλογέας λαμπάδας ἐν χερσὶ γὰρ ἥκει τινάσσων“, 340Ἴακχ᾽ ὦ Ἴακχε, διονυσος ἐγὼ δ᾽ ἀεί πως φιλακόλουθός εἰμι καὶ μετ᾽ αὐτῆς παίζων χορεύειν βούλομαι. ξανθιας κἄγωγε πρός.
χορος βούλεσθε δῆτα κοινῇ 420σκώψωμεν Ἀρχέδημον; διονυσος ἔχοιτ᾽ ἂν οὖν φράσαι νῷν
χορος μηδὲν μακρὰν ἀπέλθῃς, μηδ᾽ αὖθις ἐπανέρῃ με, διονυσος αἴροι᾽ ἂν αὖθις ὦ παῖ.
ξανθιας τουτὶ τί ἦν τὸ πρᾶγμα; ἀλλ᾽ ἢ Διὸς Κόρινθος ἐν τοῖς στρώμασιν. χορος χωρεῖτε νῦν ἱερὸν ἀνὰ κύκλον θεᾶς, ἀνθοφόρον ἀν᾽ ἄλσος διονυσος ἄγε δὴ τίνα τρόπον τὴν θύραν κόψω; τίνα; 460πῶς ἐνθάδ᾽ ἄρα κόπτουσιν οὑπιχώριοι; ξανθιας οὐ μὴ διατρίψεις, ἀλλὰ γεύσει τῆς θύρας, καθ᾽ Ἡρακλέα τὸ σχῆμα καὶ τὸ λῆμ᾽ ἔχων. διονυσος παῖ παῖ.
αιακος τίς οὗτος;
διονυσος Ἡρακλῆς ὁ καρτερός.
αιακος ὦ βδελυρὲ κἀναίσχυντε καὶ τολμηρὲ σὺ καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε, ξανθιας οὗτος τί δέδρακας;
διονυσος ἐγκέχοδα· κάλει θεόν.
ξανθιας ὦ καταγέλαστ᾽ οὔκουν ἀναστήσει ταχὺ 480πρίν τινά σ᾽ ἰδεῖν ἀλλότριον; διονυσος ἀλλ᾽ ὡρακιῶ. ἀλλ᾽ οἶσε πρὸς τὴν καρδίαν μου σφογγιάν. ξανθιας ἰδοὺ λαβέ, προσθοῦ.
διονυσος ποῦ ᾽στιν;
ξανθιας ὦ χρυσοῖ θεοὶ ἐνταῦθ᾽ ἔχεις τὴν καρδίαν; διονυσος δείσασα γὰρ ἐς τὴν κάτω μου κοιλίαν καθείρπυσεν. ξανθιας ὦ δειλότατε θεῶν σὺ κἀνθρώπων.
διονυσος ἐγώ; πῶς δειλὸς ὅστις σφογγιὰν ᾔτησά σε; ξανθιας ἀλλὰ τί;
διονυσος κατέκειτ᾽ ἂν ὀσφραινόμενος, εἴπερ δειλὸς ἦν· ἐγὼ δ᾽ ἀνέστην καὶ προσέτ᾽ ἀπεψησάμην. 490 ξανθιας ἀνδρεῖά γ᾽ ὦ Πόσειδον.
διονυσος οἶμαι νὴ Δία. σὺ δ᾽ οὐκ ἔδεισας τὸν ψόφον τῶν ῥημάτων ξανθιας οὐ μὰ Δί᾽ οὐδ᾽ ἐφρόντισα.
διονυσος ἴθι νυν ἐπειδὴ ληματίας κἀνδρεῖος εἶ, σὺ μὲν γενοῦ ᾽γὼ τὸ ῥόπαλον τουτὶ λαβὼν ξανθιας φέρε δὴ ταχέως αὔτ᾽· οὐ γὰρ ἀλλὰ πειστέον· καὶ βλέψον ἐς τὸν Ἡρακλειοξανθίαν, διονυσος μὰ Δί᾽ ἀλλ᾽ ἀληθῶς οὑκ Μελίτης μαστιγίας. φέρε νυν ἐγὼ τὰ στρώματ᾽ αἴρωμαι ταδί. θεραπαινα ὦ φίλταθ᾽ ἥκεις Ἡράκλεις; δεῦρ᾽ εἴσιθι. ἡ γὰρ θεός <σ᾽> ὡς ἐπύθεθ᾽ ἥκοντ᾽, εὐθέως ξανθιας κάλλιστ᾽, ἐπαινῶ.
θεραπαινα μὰ τὸν Ἀπόλλω οὐ μή σ᾽ ἐγὼ περιόψομἀπελθόντ᾽, ἐπεί τοι καὶ κρέα ξανθιας πάνυ καλῶς.
θεραπαινα ληρεῖς ἔχων οὐ γάρ σ᾽ ἀφήσω. καὶ γὰρ αὐλητρίς γέ σοι ξανθιας πῶς λέγεις; ὀρχηστρίδες;
θεραπαινα ἡβυλλιῶσαι κἄρτι παρατετιλμέναι. ἀλλ᾽ εἴσιθ᾽, ὡς ὁ μάγειρος ἤδη τὰ τεμάχη ξανθιας ἴθι νυν φράσον πρώτιστα ταῖς ὀρχηστρίσιν ταῖς ἔνδον οὔσαις αὐτὸς ὅτι εἰσέρχομαι. 520 διονυσος ἐπίσχες οὗτος. οὔ τί που σπουδὴν ποιεῖ, ὁτιή σε παίζων Ἡρακλέα ᾽νεσκεύασα; ξανθιας τί δ᾽ ἔστιν; οὔ τι πού μ᾽ ἀφελέσθαι διανοεῖ ἅδωκας αὐτός; διονυσος οὐ τάχ᾽, ἀλλ᾽ ἤδη ποιῶ. κατάθου τὸ δέρμα. ξανθιας ταῦτ᾽ ἐγὼ μαρτύρομαι καὶ τοῖς θεοῖσιν ἐπιτρέπω. διονυσος ποίοις θεοῖς; τὸ δὲ προσδοκῆσαί σ᾽ οὐκ ἀνόητον καὶ κενὸν 530 ξανθιας ἀμέλει καλῶς· ἔχ᾽ αὔτ᾽. ἴσως γάρ τοί ποτε ἐμοῦ δεηθείης ἄν, εἰ θεὸς θέλοι. χορος ταῦτα μὲν πρὸς ἀνδρός ἐστι νοῦν ἔχοντος καὶ φρένας καὶ διονυσος οὐ γὰρ ἂν γέλοιον ἦν, εἰ
ξανθιας μὲν δοῦλος ὢν ἐν στρώμασιν Μιλησίοις πανδοκευτρια Πλαθάνη, Πλαθάνη δεῦρ᾽ ἔλθ᾽, ὁ πανοῦργος οὑτοσί,
πλαθανη νὴ Δία ἐκεῖνος αὐτὸς δῆτα. ξανθιας κακὸν ἥκει τινί.
πανδοκευτρια καὶ κρέα γε πρὸς τούτοισιν ἀνάβραστ᾽ εἴκοσιν ἀν᾽ ἡμιωβολιαῖα. ξανθιας δώσει τις δίκην.
πανδοκευτρια καὶ τὰ σκόροδα τὰ πολλά. 555
διονυσος ληρεῖς ὦ γύναι κοὐκ οἶσθ᾽ ὅ τι λέγεις. πανδοκευτρια οὐ μὲν οὖν με προσεδόκας, ὁτιὴ κοθόρνους εἶχες, ἂν γνῶναί σ᾽ ἔτι; πλαθανη μὰ Δί᾽ οὐδὲ τὸν τυρόν γε τὸν χλωρὸν τάλαν, ὃν οὗτος αὐτοῖς τοῖς ταλάροις κατήσθιεν 560 πανδοκευτρια κἄπειτ᾽ ἐπειδὴ τἀργύριον ἐπραττόμην, ἔβλεψεν ἔς με δριμὺ κἀμυκᾶτό γε. ξανθιας τούτου πάνυ τοὔργον· οὗτος ὁ τρόπος πανταχοῦ.
πανδοκευτρια καὶ τὸ ξίφος γ᾽ ἐσπᾶτο μαίνεσθαι δοκῶν.
πλαθανη νὴ Δία τάλαινα. 565
πανδοκευτρια νὼ δὲ δεισάσα γέ που ἐπὶ τὴν κατήλιφ᾽ εὐθὺς ἀνεπηδήσαμεν· ξανθιας καὶ τοῦτο τούτου τοὔργον.
πλαθανη ἀλλ᾽ ἐχρῆν τι δρᾶν.
πανδοκευτρια ἴθι δὴ κάλεσον τὸν προστάτην Κλέωνά μοι.
πλαθανη σὺ δ᾽ ἔμοιγ᾽ ἐάνπερ ἐπιτύχῃς Ὑπέρβολον, 570ἵν᾽ αὐτὸν ἐπιτρίψωμεν. πανδοκευτρια ὦ μιαρὰ φάρυξ, ὡς ἡδέως ἄν σου λίθῳ τοὺς γομφίους πλαθανη ἐγὼ δέ γ᾽ ἐς τὸ βάραθρον ἐμβάλοιμί σε.
πανδοκευτρια ἐγὼ δὲ τὸν λάρυγγ᾽ ἂν ἐκτέμοιμί σου 575δρέπανον λαβοῦσ᾽, ᾧ τὰς χόλικας κατέσπασας. πλαθανη ἀλλ᾽ εἶμ᾽ ἐπὶ τὸν Κλέων᾽, ὃς αὐτοῦ τήμερον ἐκπηνιεῖται ταῦτα προσκαλούμενος. διονυσος κάκιστ᾽ ἀπολοίμην, Ξανθίαν εἰ μὴ φιλῶ.
ξανθιας οἶδ᾽ οἶδα τὸν νοῦν· παῦε παῦε τοῦ λόγου. 580οὐκ ἂν γενοίμην Ἡρακλῆς ἄν. διονυσος μηδαμῶς ὦ Ξανθίδιον. ξανθιας καὶ πῶς ἂν Ἀλκμήνης ἐγὼ υἱὸς γενοίμην δοῦλος ἅμα καὶ θνητὸς ὤν; διονυσος οἶδ᾽ οἶδ᾽ ὅτι θυμοῖ, καὶ δικαίως αὐτὸ δρᾷς· κἂν εἴ με τύπτοις, οὐκ ἂν ἀντείποιμί σοι. 585 ξανθιας δέχομαι τὸν ὅρκον κἀπὶ τούτοις λαμβάνω.
χορος νῦν σὸν ἔργον ἔστ᾽, ἐπειδὴ 590τὴν στολὴν εἴληφας ἥνπερ ξανθιας οὐ κακῶς ὦνδρες παραινεῖτ᾽, ἀλλὰ καὐτὸς τυγχάνω ταῦτ᾽ αιακος ξυνδεῖτε ταχέως τουτονὶ τὸν κυνοκλόπον, 605ἵνα δῷ δίκην· ἀνύετον. διονυσος ἥκει τῳ κακόν.
ξανθιας οὐκ ἐς κόρακας; μὴ πρόσιτον.
αιακος εἶεν, καὶ μάχει; ὁ Διτύλας χὠ Σκεβλύας χὠ Παρδόκας διονυσος εἶτ᾽ οὐχὶ δεινὰ ταῦτα, τύπτειν τουτονὶ 610κλέπτοντα πρὸς τἀλλότρια; αιακος μἀλλ᾽ ὑπερφυᾶ.
διονυσος σχέτλια μὲν οὖν καὶ δεινά.
ξανθιας καὶ μὴν νὴ Δία εἰ πώποτ᾽ ἦλθον δεῦρ᾽, ἐθέλω τεθνηκέναι, αιακος καὶ πῶς βασανίσω;
ξανθιας πάντα τρόπον, ἐν κλίμακι δήσας κρεμάσας ὑστριχίδι μαστιγῶν, δέρων, αιακος δίκαιος ὁ λόγος· κἄν τι πηρώσω γέ σου τὸν παῖδα τύπτων, τἀργύριόν σοι κείσεται. ξανθιας μὴ δῆτ᾽ ἔμοιγ᾽. οὕτω δὲ βασάνιζ᾽ ἀπαγαγών. 625
αιακος αὐτοῦ μὲν οὖν, ἵνα σοὶ κατ᾽ ὀφθαλμοὺς λέγῃ. κατάθου σὺ τὰ σκεύη ταχέως, χὤπως ἐρεῖς διονυσος ἀγορεύω τινὶ ἐμὲ μὴ βασανίζειν ἀθάνατον ὄντ᾽· εἰ δὲ μή, αιακος λέγεις δὲ τί;
διονυσος ἀθάνατος εἶναί φημι Διόνυσος Διός, τοῦτον δὲ δοῦλον. αιακος ταῦτ᾽ ἀκούεις;
ξανθιας φήμ᾽ ἐγώ. καὶ πολύ γε μᾶλλόν ἐστι μαστιγωτέος· διονυσος τί δῆτ᾽, ἐπειδὴ καὶ σὺ φῂς εἶναι θεός, 635οὐ καὶ σὺ τύπτει τὰς ἴσας πληγὰς ἐμοί; ξανθιας δίκαιος ὁ λόγος· χὠπότερόν γ᾽ ἂν νῷν ἴδῃς κλαύσαντα πρότερον ἢ προτιμήσαντά τι αιακος οὐκ ἔσθ᾽ ὅπως οὐκ εἶ σὺ γεννάδας ἀνήρ· 640χωρεῖς γὰρ ἐς τὸ δίκαιον. ἀποδύεσθε δή. ξανθιας πῶς οὖν βασανιεῖς νὼ δικαίως;
αιακος ῥᾳδίως· πληγὴν παρὰ πληγὴν ἑκάτερον. ξανθιας καλῶς λέγεις.
αιακος ἰδού.
ξανθιας σκόπει νυν ἤν μ᾽ ὑποκινήσαντ᾽ ἴδῃς.
αιακος ἤδη ᾽πάταξά σ᾽. 645
ξανθιας οὐ μὰ Δί᾽.
αιακος οὐδ᾽ ἐμοὶ δοκεῖς. ἀλλ᾽ εἶμ᾽ ἐπὶ τονδὶ καὶ πατάξω. διονυσος πηνίκα;
αιακος καὶ δὴ ᾽πάταξα.
διονυσος κᾆτα πῶς οὐκ ἔπταρον;
αιακος οὐκ οἶδα· τουδὶ δ᾽ αὖθις ἀποπειράσομαι.
ξανθιας οὔκουν ἀνύσεις τι; ἀτταταῖ.
αιακος τί τἀτταταῖ;
ξανθιας οὐ μὰ Δί᾽ ἀλλ᾽ ἐφρόντισα ὁπόθ᾽ Ἡράκλεια τἀν Διομείοις γίγνεται. αιακος ἅνθρωπος ἱερός. δεῦρο πάλιν βαδιστέον.
διονυσος ἰοὺ ἰού.
αιακος τί ἔστιν;
διονυσος ἱππέας ὁρῶ.
αιακος τί δῆτα κλάεις;
διονυσος κρομμύων ὀσφραίνομαι.
αιακος ἐπεὶ προτιμᾷς γ᾽ οὐδέν. 655
διονυσος οὐδέν μοι μέλει.
αιακος βαδιστέον τἄρ᾽ ἐστὶν ἐπὶ τονδὶ πάλιν.
ξανθιας οἴμοι.
αιακος τί ἔστι;
ξανθιας τὴν ἄκανθαν ἐξελε.
αιακος τί τὸ πρᾶγμα τουτί; δεῦρο πάλιν βαδιστέον.
διονυσος Ἄπολλον - ὅς που Δῆλον ἢ Πυθῶν᾽ ἔχεις.
ξανθιας ἤλγησεν· οὐκ ἤκουσας; 660
διονυσος οὐκ ἔγωγ᾽, ἐπεὶ ἴαμβον Ἱππώνακτος ἀνεμιμνῃσκόμην. ξανθιας οὐδὲν ποιεῖς γάρ· ἀλλὰ τὰς λαγόνας σπόδει.
αιακος μὰ τὸν Δί᾽ ἀλλ᾽ ἤδη πάρεχε τὴν γαστέρα.
διονυσος Πόσειδον
ξανθιας ἤλγησέν τις.
διονυσος ὃς Αἰγαίου πρῶνας ἢ γλαυκᾶς μέδεις ἁλὸς ἐν βένθεσιν. 665
αιακος οὔ τοι μὰ τὴν Δήμητρα δύναμαί πω μαθεῖν ὁπότερος ὑμῶν ἐστι θεός. ἀλλ᾽ εἴσιτον· διονυσος ὀρθῶς λέγεις· ἐβουλόμην δ᾽ ἂν τοῦτό σε πρότερον νοῆσαι, πρὶν ἐμὲ τὰς πληγὰς λαβεῖν. χορος Μοῦσα χορῶν ἱερῶν· ἐπίβηθι καὶ ἔλθ᾽ ἐπὶ τέρψιν ἀοιδᾶς ἐμᾶς, 675 τὸν πολὺν ὀψομένη λαῶν· ὄχλον, οὗ σοφίαι αιακος νὴ τὸν Δία τὸν σωτῆρα γεννάδας ἀνὴρ ὁ δεσπότης σου. ξανθιας πῶς γὰρ οὐχὶ γεννάδας, ὅστις γε πίνειν οἶδε καὶ βινεῖν μόνον; 740 αιακος τὸ δὲ μὴ πατάξαι σ᾽ ἐξελεγχθέντ᾽ ἄντικρυς, ὅτι δοῦλος ὢν ἔφασκες εἶναι δεσπότης. ξανθιας ᾤμωξε μέντἄν.
αιακος τοῦτο μέντοι δουλικὸν εὐθὺς πεποίηκας, ὅπερ ἐγὼ χαίρω ποιῶν. ξανθιας χαίρεις, ἱκετεύω; 745
αιακος μἀλλ᾽ ἐποπτεύειν δοκῶ, ὅταν καταράσωμαι λάθρᾳ τῷ δεσπότῃ. ξανθιας τί δὲ τονθορύζων, ἡνίκ᾽ ἂν πληγὰς λαβὼν πολλὰς ἀπίῃς θύραζε; αιακος καὶ τοῦθ᾽ ἥδομαι.
ξανθιας τί δὲ πολλὰ πράττων;
αιακος ὡς μὰ Δί᾽ οὐδὲν οἶδ᾽ ἐγώ.
ξανθιας ὁμόγνιε Ζεῦ· καὶ παρακούων δεσποτῶν 750ἅττ᾽ ἂν λαλῶσι; αιακος μἀλλὰ πλεῖν ἢ μαίνομαι.
ξανθιας τί δὲ τοῖς θύραζε ταῦτα καταλαλῶν;
αιακος ἐγώ; μὰ Δί᾽ ἀλλ᾽ ὅταν δρῶ τοῦτο, κἀκμιαίνομαι. ξανθιας ὦ Φοῖβ᾽ Ἄπολλον ἔμβαλέ μοι τὴν δεξιάν, καὶ δὸς κύσαι καὐτὸς κύσον, καί μοι φράσον 755 αιακος Αἰσχύλου κεὐριπίδου.
ξανθιας ἆ.
αιακος πρᾶγμα πρᾶγμα μέγα κεκίνηται μέγα ἐν τοῖς νεκροῖσι καὶ στάσις πολλὴ πάνυ. 760 ξανθιας ἐκ τοῦ;
αιακος νόμος τις ἐνθάδ᾽ ἐστὶ κείμενος ἀπὸ τῶν τεχνῶν ὅσαι μεγάλαι καὶ δεξιαί, ξανθιας μανθάνω.
αιακος ἕως ἀφίκοιτο τὴν τέχνην σοφώτερος ἕτερός τις αὐτοῦ· τότε δὲ παραχωρεῖν ἔδει. ξανθιας τί δῆτα τουτὶ τεθορύβηκεν Αἰσχύλον;
αιακος ἐκεῖνος εἶχε τὸν τραγῳδικὸν θρόνον, ὡς ὢν κράτιστος τὴν τέχνην. 770 ξανθιας νυνὶ δὲ τίς;
αιακος ὅτε δὴ κατῆλθ᾽ Εὐριπίδης, ἐπεδείκνυτο τοῖς λωποδύταις καὶ τοῖσι βαλλαντιοτόμοις ξανθιας κοὐκ ἐβάλλετο;
αιακος μὰ Δί᾽ ἀλλ᾽ ὁ δῆμος ἀνεβόα κρίσιν ποιεῖν ὁπότερος εἴη τὴν τέχνην σοφώτερος. 780 ξανθιας ὁ τῶν πανούργων;
αιακος νὴ Δί᾽ οὐράνιόν γ᾽ ὅσον.
ξανθιας μετ᾽ Αἰσχύλου δ᾽ οὐκ ἦσαν ἕτεροι σύμμαχοι;
αιακος ὀλίγον τὸ χρηστόν ἐστιν, ὥσπερ ἐνθάδε.
ξανθιας τί δῆθ᾽ ὁ Πλούτων δρᾶν παρασκευάζεται;
αιακος ἀγῶνα ποιεῖν αὐτίκα μάλα καὶ κρίσιν 785κἄλεγχον αὐτῶν τῆς τέχνης. ξανθιας κἄπειτα πῶς οὐ καὶ Σοφοκλέης ἀντελάβετο τοῦ θρόνου; αιακος μὰ Δί᾽ οὐκ ἐκεῖνος, ἀλλ᾽ ἔκυσε μὲν Αἰσχύλον, ὅτε δὴ κατῆλθε, κἀνέβαλε τὴν δεξιάν, ξανθιας τὸ χρῆμ᾽ ἄρ᾽ ἔσται; 795
αιακος νὴ Δί᾽ ὀλίγον ὕστερον. κἀνταῦθα δὴ τὰ δεινὰ κινηθήσεται. ξανθιας τί δέ; μειαγωγήσουσι τὴν τραγῳδίαν;
αιακος καὶ κανόνας ἐξοίσουσι καὶ πήχεις ἐπῶν
ξανθιας πλινθεύσουσι γάρ;
αιακος καὶ διαμέτρους καὶ σφῆνας. ὁ γὰρ Εὐριπίδης ξανθιας ἦ που βαρέως οἶμαι τὸν Αἰσχύλον φέρειν. αιακος ἔβλεψε γοῦν ταυρηδὸν ἐγκύψας κάτω. ξανθιας κρινεῖ δὲ δὴ τίς ταῦτα; 805 αιακος τοῦτ᾽ ἦν δύσκολον· σοφῶν γὰρ ἀνδρῶν ἀπορίαν ηὑρισκέτην. ξανθιας πολλοὺς ἴσως ἐνόμιζε τοὺς τοιχωρύχους. αιακος λῆρόν τε τἄλλ᾽ ἡγεῖτο τοῦ γνῶναι πέρι φύσεις ποιητῶν· εἶτα τῷ σῷ δεσπότῃ 810 χορος ἦ που δεινὸν ἐριβρεμέτας χόλον ἔνδοθεν ἕξει, ἡνίκ᾽ ἂν ὀξύλαλον παρίδῃ θήγοντος ὀδόντα 815 ευριπιδης οὐκ ἂν μεθείμην τοῦ θρόνου, μὴ νουθέτει. 830κρείττων γὰρ εἶναί φημι τούτου τὴν τέχνην. διονυσος Αἰσχύλε τί σιγᾷς; αἰσθάνει γὰρ τοῦ λόγου.
ευριπιδης ἀποσεμνυνεῖται πρῶτον, ἅπερ ἑκάστοτε ἐν ταῖς τραγῳδίαισιν ἐτερατεύετο. διονυσος ὦ δαιμόνι᾽ ἀνδρῶν μὴ μεγάλα λίαν λέγε. 835
ευριπιδης ἐγᾦδα τοῦτον καὶ διέσκεμμαι πάλαι, ἄνθρωπον ἀγριοποιὸν αὐθαδόστομον, αισχυλος ἄληθες ὦ παῖ τῆς ἀρουραίας θεοῦ; 840σὺ δή με ταῦτ᾽ ὦ στωμυλιοσυλλεκτάδη διονυσος παῦ᾽ Αἰσχύλε, καὶ μὴ πρὸς ὀργὴν σπλάγχνα θερμήνῃς κότῳ. αισχυλος οὐ δῆτα πρίν γ᾽ ἂν τοῦτον ἀποφήνω σαφῶς 845τὸν χωλοποιὸν οἷος ὢν θρασύνεται. διονυσος ἄρν᾽ ἄρνα μέλανα παῖδες ἐξενέγκατε· τυφὼς γὰρ ἐκβαίνειν παρασκευάζεται. αισχυλος ὦ Κρητικὰς μὲν συλλέγων μονῳδίας,
διονυσος ἐπίσχες οὗτος ὦ πολυτίμητ᾽ Αἰσχύλε. ἀπὸ τῶν χαλαζῶν δ᾽ ὦ πόνηρ᾽ Εὐριπίδη ευριπιδης ἕτοιμός εἰμ᾽ ἔγωγε, κοὐκ ἀναδύομαι, 860δάκνειν δάκνεσθαι πρότερος, εἰ τούτῳ δοκεῖ, διονυσος τί δαὶ σὺ βουλεύει ποιεῖν; λέγ᾽ Αἰσχύλε. 865
αισχυλος ἐβουλόμην μὲν οὐκ ἐρίζειν ἐνθάδε· οὐκ ἐξ ἴσου γάρ ἐστιν ἁγὼν νῷν. διονυσος τί δαί;
αισχυλος ὅτι ἡ ποίησις οὐχὶ συντέθνηκέ μοι, τούτῳ δὲ συντέθνηκεν, ὥσθ᾽ ἕξει λέγειν. διονυσος ἴθι νυν λιβανωτὸν δεῦρό τις καὶ πῦρ δότω. ὅπως ἂν εὔξωμαι πρὸ τῶν σοφισμάτων χορος ὦ Διὸς ἐννέα παρθένοι ἁγναὶ 875Μοῦσαι, λεπτολόγους ξυνετὰς φρένας αἳ καθορᾶτε διονυσος εὔχεσθε δὴ καὶ σφώ τι πρὶν τἄπη λέγειν. 885
αισχυλος Δήμητερ ἡ θρέψασα τὴν ἐμὴν φρένα, εἶναί με τῶν σῶν ἄξιον μυστηρίων. διονυσος ἐπίθες λαβὼν δὴ καὶ σὺ λιβανωτόν.
ευριπιδης καλῶς· ἕτεροι γάρ εἰσιν οἷσιν εὔχομαι θεοῖς. διονυσος ἴδιοί τινές σοι, κόμμα καινόν; 890
ευριπιδης καὶ μάλα.
διονυσος ἴθι δὴ προσεύχου τοῖσιν ἰδιώταις θεοῖς.
ευριπιδης αἰθὴρ ἐμὸν βόσκημα καὶ γλώσσης στρόφιγξ καὶ ξύνεσι καὶ μυκτῆρες ὀσφραντήριοι, χορος καὶ μὴν ἡμεῖς ἐπιθυμοῦμεν 895παρὰ σοφοῖν ἀνδροῖν ἀκοῦσαι διονυσος ἀλλ᾽ ὡς τάχιστα χρὴ λέγειν· οὕτω δ᾽ ὅπως ἐρεῖτον 905ἀστεῖα καὶ μήτ᾽ εἰκόνας μήθ᾽ οἷ᾽ ἂν ἄλλος εἴποι. ευριπιδης καὶ μὴν ἐμαυτὸν μέν γε τὴν ποίησιν οἷός εἰμι, ἐν τοῖσιν ὑστάτοις φράσω, τοῦτον δὲ πρῶτ᾽ ἐλέγξω, διονυσος μὰ τὸν Δί᾽ οὐ δῆθ᾽.
ευριπιδης ὁ δὲ χορός γ᾽ ἤρειδεν ὁρμαθοὺς ἂν μελῶν ἐφεξῆς τέτταρας ξυνεχῶς ἄν οἱ δ᾽ ἐσίγων. 915 διονυσος ἐγὼ δ᾽ ἔχαιρον τῇ σιωπῇ, καί με τοῦτ᾽ ἔτερπεν οὐχ ἧττον ἢ νῦν οἱ λαλοῦντες. ευριπιδης ἠλίθιος γὰρ ἦσθα, σάφ᾽ ἴσθι. διονυσος κἀμαυτῷ δοκῶ. τί δὲ ταῦτ᾽ ἔδρασ᾽ ὁ δεῖνα;
ευριπιδης ὑπ᾽ ἀλαζονείας, ἵν᾽ ὁ θεατὴς προσδοκῶν καθοῖτο, ὁπόθ᾽ ἡ Νιόβη τι φθέγξεται· τὸ δρᾶμα δ᾽ ἂν διῄει. 920 διονυσος ὢ παμπόνηρος, οἷ᾽ ἄρ᾽ ἐφενακιζόμην ὑπ᾽ αὐτοῦ. τί σκορδινᾷ καὶ δυσφορεῖς; ευριπιδης ὅτι αὐτὸν ἐξελέγχω. κἄπειτ᾽ ἐπειδὴ ταῦτα ληρήσειε καὶ τὸ δρᾶμα αισχυλος οἴμοι τάλας.
διονυσος σιώπα.
ευριπιδης σαφὲς δ᾽ ἂν εἶπεν οὐδὲ ἕν --
διονυσος μὴ πρῖε τοὺς ὀδόντας.
ευριπιδης ἀλλ᾽ ἢ Σκαμάνδρους ἢ τάφρους ἢ ᾽π᾽ ἀσπίδων ἐπόντας γρυπαιέτους χαλκηλάτους καὶ ῥήμαθ᾽ ἱππόκρημνα, διονυσος νὴ τοὺς θεοὺς ἐγὼ γοῦν ἤδη ποτ᾽ ἐν μακρῷ χρόνῳ νυκτὸς διηγρύπνησα αισχυλος σημεῖον ἐν ταῖς ναυσὶν ὦμαθέστατ᾽ ἐνεγέγραπτο.
διονυσος ἐγὼ δὲ τὸν Φιλοξένου γ᾽ ᾤμην Ἔρυξιν εἶναι.
ευριπιδης εἶτ᾽ ἐν τραγῳδίαις ἐχρῆν κἀλεκτρυόνα ποιῆσαι; 935
αισχυλος σὺ δ᾽ ὦ θεοῖσιν ἐχθρὲ ποῖ᾽ ἄττ᾽ ἐστὶν ἅττ᾽ ἐποίεις;
ευριπιδης οὐχ ἱππαλεκτρυόνας μὰ Δί᾽ οὐδὲ τραγελάφους, ἅπερ σύ, ἃν τοῖσι παραπετάσμασιν τοῖς Μηδικοῖς γράφουσιν· διονυσος Κηφισοφῶντα μιγνύς.
ευριπιδης εἶτ᾽ οὐκ ἐλήρουν ὅ τι τύχοιμ᾽ οὐδ᾽ ἐμπεσὼν ἔφυρον, 945ἀλλ᾽ οὑξιὼν πρώτιστα μέν μοι τὸ γένος εἶπ᾽ ἂν εὐθὺς διονυσος κρεῖττον γὰρ ἦν σοι νὴ Δί᾽ ἢ τὸ σαυτοῦ.
ευριπιδης ἔπειτ᾽ ἀπὸ τῶν πρώτων ἐπῶν οὐδὲν παρῆκ᾽ ἂν ἀργόν, ἀλλ᾽ ἔλεγεν ἡ γυνή τέ μοι χὠ δοῦλος οὐδὲν ἧττον, αισχυλος εἶτα δῆτα οὐκ ἀποθανεῖν σε ταῦτ᾽ ἐχρῆν τολμῶντα; ευριπιδης μὰ τὸν Ἀπόλλω· δημοκρατικὸν γὰρ αὔτ᾽ ἔδρων. διονυσος τοῦτο μὲν ἔασον ὦ τᾶν. οὐ σοὶ γάρ ἐστι περίπατος κάλλιστα περί γε τούτου. ευριπιδης ἔπειτα τουτουσὶ λαλεῖν ἐδίδαξα --
αισχυλος φημὶ κἀγώ. ὡς πρὶν διδάξαι γ᾽ ὤφελες μέσος διαρραγῆναι. 955 ευριπιδης λεπτῶν τε κανόνων ἐσβολὰς ἐπῶν τε γωνιασμούς, νοεῖν ὁρᾶν ξυνιέναι στρέφειν ἐρᾶν τεχνάζειν, αισχυλος φημὶ κἀγώ.
ευριπιδης οἰκεῖα πράγματ᾽ εἰσάγων, οἷς χρώμεθ᾽, οἷς ξύνεσμεν, ἐξ ὧν γ᾽ ἂν ἐξηλεγχόμην· ξυνειδότες γὰρ οὗτοι 960 διονυσος Θηραμένης; σοφός γ᾽ ἀνὴρ καὶ δεινὸς ἐς τὰ πάντα, ὃς ἢν κακοῖς που περιπέσῃ καὶ πλησίον παραστῇ, ευριπιδης τοιαῦτα μέντοὐγὼ φρονεῖν τούτοισιν εἰσηγησάμην, διονυσος νὴ τοὺς θεοὺς νῦν γοῦν Ἀθηναίων 980ἅπας τις εἰσιὼν χορος τάδε μὲν λεύσσεις φαίδιμ᾽ Ἀχιλλεῦ· σὺ δὲ τί φέρε πρὸς ταῦτα λέξεις; διονυσος ἀλλ᾽ ὦ πρῶτος τῶν Ἑλλήνων πυργώσας ῥήματα σεμνὰ καὶ κοσμήσας τραγικὸν λῆρον, θαρρῶν τὸν κρουνὸν ἀφίει. 1005 αισχυλος θυμοῦμαι μὲν τῇ ξυντυχίᾳ, καὶ μου τὰ σπλάγχν᾽ ἀγανακτεῖ, εἰ πρὸς τοῦτον δεῖ μ᾽ ἀντιλέγειν· ἵνα μὴ φάσκῃ δ᾽ ἀπορεῖν με, ευριπιδης δεξιότητος καὶ νουθεσίας, ὅτι βελτίους τε ποιοῦμεν τοὺς ἀνθρώπους ἐν ταῖς πόλεσιν. 1010 αισχυλος τοῦτ᾽ οὖν εἰ μὴ πεποίηκας, ἀλλ᾽ ἐκ χρηστῶν καὶ γενναίων μοχθηροτάτους ἀπέδειξας, διονυσος τεθνάναι· μὴ τοῦτον ἐρώτα.
αισχυλος σκέψαι τοίνυν οἵους αὐτοὺς παρ᾽ ἐμοῦ παρεδέξατο πρῶτον, εἰ γενναίους καὶ τετραπήχεις, καὶ μὴ διαδρασιπολίτας, διονυσος καὶ δὴ χωρεῖ τουτὶ τὸ κακόν· κρανοποιῶν αὖ μ᾽ ἐπιτρίψει.
ευριπιδης καὶ τί σὺ δράσας οὕτως αὐτοὺς γενναίους ἐξεδίδαξας;
διονυσος Αἰσχύλε λέξον, μηδ᾽ αὐθάδως σεμνυνόμενος χαλέπαινε. 1020
αισχυλος δρᾶμα ποιήσας Ἄρεως μεστόν.
διονυσος ποῖον;
αισχυλος τοὺς ἕπτ᾽ ἐπὶ Θήβας· ὃ θεασάμενος πᾶς ἄν τις ἀνὴρ ἠράσθη δάιος εἶναι. διονυσος τουτὶ μέν σοι κακὸν εἴργασται· Θηβαίους γὰρ πεποίηκας ἀνδρειοτέρους ἐς τὸν πόλεμον, καὶ τούτου γ᾽ οὕνεκα τύπτου. αισχυλος ἀλλ᾽ ὑμῖν αὔτ᾽ ἐξῆν ἀσκεῖν, ἀλλ᾽ οὐκ ἐπὶ τοῦτ᾽ ἐτράπεσθε. 1025εἶτα διδάξας Πέρσας μετὰ τοῦτ᾽ ἐπιθυμεῖν ἐξεδίδαξα διονυσος ἐχάρην γοῦν, ”ἡνίκ᾽ ἤκουσα περὶ Δαρείου τεθνεῶτος“, ὁ χορὸς δ᾽ εὐθὺς τὼ χεῖρ᾽ ὡδὶ συγκρούσας εἶπεν ”ἰαυοῖ“. αισχυλος ταῦτα γὰρ ἄνδρας χρὴ ποιητὰς ἀσκεῖν. σκέψαι γὰρ ἀπ᾽ ἀρχῆς 1030ὡς ὠφέλιμοι τῶν ποιητῶν οἱ γενναῖοι γεγένηνται. διονυσος καὶ μὴν οὐ Παντακλέα γε ἐδίδαξεν ὅμως τὸν σκαιότατον· πρώην γοῦν, ἡνίκ᾽ ἔπεμπεν, αισχυλος ἀλλ᾽ ἄλλους τοι πολλοὺς ἀγαθούς, ὧν ἦν καὶ Λάμαχος ἥρως· ὅθεν ἡμὴ φρὴν ἀπομαξαμένη πολλὰς ἀρετὰς ἐποίησεν, 1040 ευριπιδης μὰ Δί᾽ οὐ γὰρ ἐπῆν τῆς Ἀφροδίτης οὐδέν σοι. 1045
αισχυλος μηδέ γ᾽ ἐπείη. ἀλλ᾽ ἐπί τοι σοὶ καὶ τοῖς σοῖσιν πολλὴ πολλοῦ ᾽πικαθῆτο, διονυσος νὴ τὸν Δία τοῦτό γέ τοι δή. ἃ γὰρ ἐς τὰς ἀλλοτρίας ἐποίεις, αὐτὸς τούτοισιν ἐπλήγης. ευριπιδης καὶ τί βλάπτουσ᾽ ὦ σχέτλι᾽ ἀνδρῶν τὴν πόλιν ἁμαὶ Σθενέβοιαι;
αισχυλος ὅτι γενναίας καὶ γενναίων ἀνδρῶν ἀλόχους ἀνέπεισας 1050κώνεια πιεῖν αἰσχυνθείσας διὰ τοὺς σοὺς Βελλεροφόντας. ευριπιδης πότερον δ᾽ οὐκ ὄντα λόγον τοῦτον περὶ τῆς Φαίδρας ξυνέθηκα;
αισχυλος μὰ Δί᾽ ἀλλ᾽ ὄντ᾽· ἀλλ᾽ ἀποκρύπτειν χρὴ τὸ πονηρὸν τόν γε ποιητήν, καὶ μὴ παράγειν μηδὲ διδάσκειν. τοῖς μὲν γὰρ παιδαρίοισιν ευριπιδης ἢν οὖν σὺ λέγῃς Λυκαβηττοὺς καὶ Παρνασσῶν ἡμῖν μεγέθη, τοῦτ᾽ ἐστὶ τὸ χρηστὰ διδάσκειν, αισχυλος ἀλλ᾽ ὦ κακόδαιμον ἀνάγκη μεγάλων γνωμῶν καὶ διανοιῶν ἴσα καὶ τὰ ῥήματα τίκτειν. ευριπιδης τί δράσας;
αισχυλος πρῶτον μὲν τοὺς βασιλεύοντας ῥάκι᾽ ἀμπισχών, ἵν᾽ ἐλεινοὶ τοῖς ἀνθρώποις φαίνοιντ᾽ εἶναι. ευριπιδης τοῦτ᾽ οὖν ἔβλαψά τι δράσας;
αισχυλος οὔκουν ἐθέλει γε τριηραρχεῖν πλουτῶν οὐδεὶς διὰ ταῦτα, 1065ἀλλὰ ῥακίοις περιειλάμενος κλάει καὶ φησὶ πένεσθαι. διονυσος νὴ τὴν Δήμητρα χιτῶνά γ᾽ ἔχων οὔλων ἐρίων ὑπένερθεν. κἂν ταῦτα λέγων ἐξαπατήσῃ, παρὰ τοὺς ἰχθῦς ἀνέκυψεν. αισχυλος εἶτ᾽ αὖ λαλιὰν ἐπιτηδεῦσαι καὶ στωμυλίαν ἐδίδαξας, ἣ ᾽ξεκένωσεν τάς τε παλαίστρας καὶ τὰς πυγὰς ἐνέτριψεν 1070 διονυσος νὴ τὸν Ἀπόλλω, καὶ προσπαρδεῖν γ᾽ ἐς τὸ στόμα τῷ θαλάμακι, καὶ μινθῶσαι τὸν ξύσσιτον κἀκβάς τινα λωποδυτῆσαι· αισχυλος ποίων δὲ κακῶν οὐκ αἴτιός ἐστ᾽; οὐ προαγωγοὺς κατέδειξ᾽ οὗτος, διονυσος μὰ Δί᾽ οὐ δῆθ᾽, ὥστ᾽ ἐπαφαυάνθην Παναθηναίοισι γελῶν, ὅτε δὴ 1090 χορος μέγα τὸ πρᾶγμα, πολὺ τὸ νεῖκος, ἁδρὸς ὁ πόλεμος ἔρχεται.
ευριπιδης καὶ μὴν ἐπ᾽ αὐτοὺς τοὺς προλόγους σου τρέψομαι, ὅπως τὸ πρῶτον τῆς τραγῳδίας μέρος 1120 διονυσος καὶ ποῖον αὐτοῦ βασανιεῖς;
ευριπιδης πολλοὺς πάνυ. πρῶτον δέ μοι τὸν ἐξ Ὀρεστείας λέγε. διονυσος ἄγε δὴ σιώπα πᾶς ἀνήρ. λέγ᾽ Αἰσχύλε. 1125
αισχυλος ”Ἑρμῆ χθόνιε πατρῷ᾽ ἐποπτεύων κράτη, σωτὴρ γενοῦ μοι σύμμαχός τ᾽ αἰτουμένῳ. διονυσος τούτων ἔχεις ψέγειν τι;
ευριπιδης πλεῖν ἢ δώδεκα.
διονυσος ἀλλ᾽ οὐδὲ πάντα ταῦτά γ᾽ ἔστ᾽ ἀλλ᾽ ἢ τρία. 1130
ευριπιδης ἔχει δ᾽ ἕκαστον εἴκοσίν γ᾽ ἁμαρτίας.
διονυσος Αἰσχύλε παραινῶ σοι σιωπᾶν· εἰ δὲ μή, πρὸς τρισὶν ἰαμβείοισι προσοφείλων φανεῖ. αισχυλος ἐγὼ σιωπῶ τῷδ᾽;
διονυσος ἐὰν πείθῃ γ᾽ ἐμοί.
ευριπιδης εὐθὺς γὰρ ἡμάρτηκεν οὐράνιόν γ᾽ ὅσον. 1135
αισχυλος ὁρᾷς ὅτι ληρεῖς;
διονυσος ἀλλ᾽ ὀλίγον γέ μοι μέλει.
αισχυλος πῶς φῄς μ᾽ ἁμαρτεῖν;
ευριπιδης αὖθις ἐξ ἀρχῆς λέγε.
αισχυλος ”Ἑρμῆ χθόνιε πατρῷ᾽ ἐποπτεύων κράτη“.
ευριπιδης οὔκουν Ὀρέστης τοῦτ᾽ ἐπὶ τῷ τύμβῳ λέγει τῷ τοῦ πατρὸς τεθνεῶτος; 1140 αισχυλος οὐκ ἄλλως λέγω.
ευριπιδης πότερ᾽ οὖν τὸν Ἑρμῆν, ὡς ὁ πατὴρ ἀπώλετο αὐτοῦ βιαίως ἐκ γυναικείας χερὸς αισχυλος οὐ δῆτ᾽ ἐκεῖνον, ἀλλὰ τὸν Ἐριούνιον Ἑρμῆν χθόνιον προσεῖπε, κἀδήλου λέγων 1145 ευριπιδης ἔτι μεῖζον ἐξήμαρτες ἢ ᾽γὼ ᾽βουλόμην· εἰ γὰρ πατρῷον τὸ χθόνιον ἔχει γέρας-- διονυσος οὕτω γ᾽ ἂν εἴη πρὸς πατρὸς τυμβωρύχος.
αισχυλος Διόνυσε πίνεις οἶνον οὐκ ἀνθοσμίαν. 1150
διονυσος λέγ᾽ ἕτερον αὐτῷ· σὺ δ᾽ ἐπιτήρει τὸ βλάβος.
αισχυλος ”σωτὴρ γενοῦ μοι σύμμαχός τ᾽ αἰτουμένῳ. ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι --“ ευριπιδης δὶς ταὐτὸν ἡμῖν εἶπεν ὁ σοφὸς Αἰσχύλος.
διονυσος πῶς δίς; 1155
ευριπιδης σκόπει τὸ ῥῆμ᾽· ἐγὼ δέ σοι φράσω. ”ἥκω γὰρ ἐς γῆν“, φησί, “καὶ κατέρχομαι“· διονυσος νὴ τὸν Δί᾽ ὥσπερ γ᾽ εἴ τις εἴποι γείτονι, ”χρῆσον σὺ μάκτραν, εἰ δὲ βούλει, κάρδοπον“. αισχυλος οὐ δῆτα τοῦτό γ᾽ ὦ κατεστωμυλμένε 1160ἄνθρωπε ταὔτ᾽ ἔστ᾽, ἀλλ᾽ ἄριστ᾽ ἐπῶν ἔχον. ευριπιδης πῶς δή; δίδαξον γάρ με καθ᾽ ὅ τι δὴ λέγεις;
αισχυλος ”ἐλθεῖν“ μὲν ἐς γῆν ἔσθ᾽ ὅτῳ μετῇ πάτρας· χωρὶς γὰρ ἄλλης συμφορᾶς ἐλήλυθεν· διονυσος εὖ νὴ τὸν Ἀπόλλω. τί σὺ λέγεις Εὐριπίδη;
ευριπιδης οὐ φημὶ τὸν Ὀρέστην κατελθεῖν οἴκαδε· λάθρᾳ γὰρ ἦλθεν οὐ πιθὼν τοὺς κυρίους. διονυσος εὖ νὴ τὸν Ἑρμῆν· ὅ τι λέγεις δ᾽ οὐ μανθάνω.
ευριπιδης πέραινε τοίνυν ἕτερον. 1170
διονυσος ἴθι πέραινε σὺ Αἰσχύλ᾽ ἀνύσας· σὺ δ᾽ ἐς τὸ κακὸν ἀπόβλεπε. αισχυλος ”τύμβου δ᾽ ἐπ᾽ ὄχθῳ τῷδε κηρύσσω πατρὶ κλύειν ἀκοῦσαι“. ευριπιδης τοῦθ᾽ ἕτερον αὖθις λέγει, ”κλύειν ἀκοῦσαι“, ταὐτὸν ὂν σαφέστατα. διονυσος τεθνηκόσιν γὰρ ἔλεγεν ὦ μόχθηρε σύ, 1175οἷς οὐδὲ τρὶς λέγοντες ἐξικνούμεθα. αισχυλος σὺ δὲ πῶς ἐποίεις τοὺς προλόγους;
ευριπιδης ἐγὼ φράσω. κἄν που δὶς εἴπω ταὐτόν, ἢ στοιβὴν ἴδῃς διονυσος ἴθι δὴ λέγ᾽· οὐ γάρ μοὔστιν ἀλλ᾽ ἀκουστέα 1180τῶν σῶν προλόγων τῆς ὀρθότητος τῶν ἐπῶν. ευριπιδης ”ἦν Οἰδίπους τὸ πρῶτον εὐδαίμων ἀνήρ“--
αισχυλος μὰ τὸν Δί᾽ οὐ δῆτ᾽, ἀλλὰ κακοδαίμων φύσει, ὅντινά γε πρὶν φῦναι μὲν Ἁπόλλων ἔφη ευριπιδης ”εἶτ᾽ ἐγένετ᾽ αὖθις ἀθλιώτατος βροτῶν“.
αισχυλος μὰ τὸν Δί᾽ οὐ δῆτ᾽, οὐ μὲν οὖν ἐπαύσατο. πῶς γάρ; ὅτε δὴ πρῶτον μὲν αὐτὸν γενόμενον διονυσος εὐδαίμων ἄρ᾽ ἦν, εἰ κἀστρατήγησέν γε μετ᾽ Ἐρασινίδου. ευριπιδης ληρεῖς· ἐγὼ δὲ τοὺς προλόγους καλοὺς ποιῶ.
αισχυλος καὶ μὴν μὰ τὸν Δί᾽ οὐ κατ᾽ ἔπος γέ σου κνίσω τὸ ῥῆμ᾽ ἕκαστον, ἀλλὰ σὺν τοῖσιν θεοῖς ευριπιδης ἀπὸ ληκυθίου σὺ τοὺς ἐμούς;
αισχυλος ἑνὸς μόνου. ποιεῖς γὰρ οὕτως ὥστ᾽ ἐναρμόττειν ἅπαν, ευριπιδης ἰδού, σὺ δείξεις; 1205
αισχυλος φημί.
διονυσος καὶ δὴ χρὴ λέγειν.
ευριπιδης ”Αἴγυπτος, ὡς ὁ πλεῖστος ἔσπαρται λόγος, ξὺν παισὶ πεντήκοντα ναυτίλῳ πλάτῃ αισχυλος ληκύθιον ἀπώλεσεν.
διονυσος τουτὶ τί ἦν τὸ ληκύθιον; οὐ κλαύσεται; λέγ᾽ ἕτερον αὐτῷ πρόλογον, ἵνα καὶ γνῶ πάλιν. 1210 ευριπιδης ”Διόνυσος, ὃς θύρσοισι καὶ νεβρῶν δοραῖς καθαπτὸς ἐν πεύκαισι Παρνασσὸν κάτα αισχυλος ληκύθιον ἀπώλεσεν.
διονυσος οἴμοι πεπλήγμεθ᾽ αὖθις ὑπὸ τῆς ληκύθου.
ευριπιδης ἀλλ᾽ οὐδὲν ἔσται πρᾶγμα· πρὸς γὰρ τουτονὶ 1215τὸν πρόλογον οὐχ ἕξει προσάψαι λήκυθον. αισχυλος ληκύθιον ἀπώλεσεν.
διονυσος Εὐριπίδη -- 1220
ευριπιδης τί ἔσθ᾽;
διονυσος ὑφέσθαι μοι δοκεῖ· τὸ ληκύθιον γὰρ τοῦτο πνευσεῖται πολύ. ευριπιδης οὐδ᾽ ἂν μὰ τὴν Δήμητρα φροντίσαιμί γε· διονυσος ἴθι δὴ λέγ᾽ ἕτερον κἀπέχου τῆς ληκύθου.
ευριπιδης ”Σιδώνιόν ποτ᾽ ἄστυ Κάδμος ἐκλιπὼν 1225Ἀγήνορος παῖς“-- αισχυλος ληκύθιον ἀπώλεσεν.
διονυσος ὦ δαιμόνι᾽ ἀνδρῶν ἀποπρίω τὴν λήκυθον, ἵνα μὴ διακναίσῃ τοὺς προλόγους ἡμῶν. ευριπιδης τὸ τί; ἐγὼ πρίωμαι τῷδ᾽; διονυσος ἐὰν πείθῃ γ᾽ ἐμοί.
ευριπιδης οὐ δῆτ᾽, ἐπεὶ πολλοὺς προλόγους ἕξω λέγειν 1230ἵν᾽ οὗτος οὐχ ἕξει προσάψαι ληκύθιον. αισχυλος ληκύθιον ἀπώλεσεν.
διονυσος ὁρᾷς, προσῆψεν αὖθις αὖ τὴν λήκυθον. ἀλλ᾽ ὦγάθ᾽ ἔτι καὶ νῦν ἀπόδος πάσῃ τέχνῃ· 1235 ευριπιδης μὰ τὸν Δί᾽ οὔπω γ᾽· ἔτι γὰρ εἰσί μοι συχνοί. ”Οἰνεύς ποτ᾽ ἐκ γῆς“-- αισχυλος ληκύθιον ἀπώλεσεν.
ευριπιδης ἔασον εἰπεῖν πρῶθ᾽ ὅλον με τὸν στίχον. ”Οἰνεύς ποτ᾽ ἐκ γῆς πολύμετρον λαβὼν στάχυν 1240 αισχυλος ληκύθιον ἀπώλεσεν.
διονυσος μεταξὺ θύων; καὶ τίς αὔθ᾽ ὑφείλετο;
ευριπιδης ἔα αὐτὸν ὦ τᾶν· πρὸς τοδὶ γὰρ εἰπάτω. ”Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο“-- διονυσος ἀπολεῖ σ᾽· ἐρεῖ γάρ, ”ληκύθιον ἀπώλεσεν“. 1245τὸ ληκύθιον γὰρ τοῦτ᾽ ἐπὶ τοῖς προλόγοισί σου ευριπιδης καὶ μὴν ἔχω γ᾽ οἷς αὐτὸν ἀποδείξω κακὸν 1250μελοποιὸν ὄντα καὶ ποιοῦντα ταὔτ᾽ ἀεί. χορος τί ποτε πρᾶγμα γενήσεται; φροντίζειν γὰρ ἔγωγ᾽ ἔχω, ευριπιδης πάνυ γε μέλη θαυμαστά· δείξει δὴ τάχα. εἰς ἓν γὰρ αὐτοῦ πάντα τὰ μέλη ξυντεμῶ. διονυσος :καὶ μὴν λογιοῦμαι ταῦτα τῶν ψήφων λαβών· διαύλιον προσαυλεῖ τις
ευριπιδης Φθιῶτ᾽ Ἀχιλλεῦ, τί ποτ᾽ ἀνδροδάικτον ἀκούων ἰὴ κόπον οὐ πελάθεις ἐπ᾽ ἀρωγάν; 1265 διονυσος δύο σοὶ κόπω Αἰσχύλε τούτω.
ευριπιδης κύδιστ᾽ Ἀχαιῶν Ἀτρέως πολυκοίρανε μάνθανέ μου παῖ. 1270ἰὴ κόπον οὐ πελάθεις ἐπ᾽ ἀρωγάν; διονυσος τρίτος ᾠσχύλε σοὶ κόπος οὗτος.
ευριπιδης εὐφαμεῖτε· μελισσονόμοι δόμον Ἀρτέμιδος πέλας οἴγειν. ἰὴ κόπον οὐ πελάθεις ἐπ᾽ ἀρωγάν; 1275 διονυσος ὦ Ζεῦ βασιλεῦ τὸ χρῆμα τῶν κόπων ὅσον. ἐγὼ μὲν οὖν ἐς τὸ βαλανεῖον βούλομαι· ευριπιδης μὴ πρίν γ᾽ <ἂν> ἀκούσῃς χἀτέραν στάσιν μελῶν ἐκ τῶν κιθαρῳδικῶν νόμων εἰργασμένην. διονυσος ἴθι δὴ πέραινε, καὶ κόπον μὴ προστίθει.
ευριπιδης ὅπως Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας, 1285τοφλαττοθρατ τοφλαττοθρατ, διονυσος τί τὸ ”φλαττοθρατ“ τοῦτ᾽ ἐστίν; ἐκ Μαραθῶνος ἢ πόθεν συνέλεξας ἱμονιοστρόφου μέλη; αισχυλος ἀλλ᾽ οὖν ἐγὼ μὲν ἐς τὸ καλὸν ἐκ τοῦ καλοῦ ἤνεγκον αὔθ᾽, ἵνα μὴ τὸν αὐτὸν Φρυνίχῳ διονυσος αὕτη ποθ᾽ ἡ Μοῦσ᾽ οὐκ ἐλεσβίαζεν, οὔ.
αισχυλος ἀλκυόνες, αἳ παρ᾽ ἀενάοις θαλάσσης κύμασι στωμύλλετε, 1310 διονυσος ὁρῶ.
αισχυλος τί δαί; τοῦτον ὁρᾷς;
διονυσος ὁρῶ.
αισχυλος τοιαυτὶ μέντοι σὺ ποιῶν 1325τολμᾷς τἀμὰ μέλη ψέγειν, διονυσος παύσασθον ἤδη τῶν μελῶν.
αισχυλος κἄμοιγ᾽ ἅλις. ἐπὶ τὸν σταθμὸν γὰρ αὐτὸν ἀγαγεῖν βούλομαι, 1365 διονυσος ἴτε δεῦρό νυν, εἴπερ γε δεῖ καὶ τοῦτό με ἀνδρῶν ποιητῶν τυροπωλῆσαι τέχνην. χορος ἐπίπονοί γ᾽ οἱ δεξιοί. 1370τόδε γὰρ ἕτερον αὖ τέρας διονυσος ἴθι δὴ παρίστασθον παρὰ τὼ πλάστιγγ᾽,
αισχυλος καί Εὐριπίδης ἰδού.
διονυσος καὶ λαβομένω τὸ ῥῆμ᾽ ἑκάτερος εἴπατον, καὶ μὴ μεθῆσθον, πρὶν ἂν ἐγὼ σφῷν κοκκύσω. 1380 αισχυλος καὶ Εὐριπίδης ἐχόμεθα.
διονυσος τοὔπος νῦν λέγετον ἐς τὸν σταθμόν.
ευριπιδης ”εἴθ᾽ ὤφελ᾽ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος“.
αισχυλος ”Σπερχειὲ ποταμὲ βουνόμοι τ᾽ ἐπιστροφαί“.
διονυσος κόκκυ, μέθεσθε· καὶ πολύ γε κατωτέρω χωρεῖ τὸ τοῦδε. 1385 ευριπιδης καὶ τί ποτ᾽ ἐστὶ ταἴτιον;
διονυσος ὅτι εἰσέθηκε ποταμόν, ἐριοπωλικῶς ὑγρὸν ποιήσας τοὔπος ὥσπερ τἄρια, ευριπιδης ἀλλ᾽ ἕτερον εἰπάτω τι κἀντιστησάτω.
διονυσος λάβεσθε τοίνυν αὖθις. 1390
αισχυλος καί Εὐριπίδης ἢν ἰδού.
διονυσος λέγε.
ευριπιδης ”οὐκ ἔστι Πειθοῦς ἱερὸν ἄλλο πλὴν λόγος“.
αισχυλος ”μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾷ“.
διονυσος μέθεσθε μέθεσθε· καὶ τὸ τοῦδέ γ᾽ αὖ ῥέπει· θάνατον γὰρ εἰσέθηκε βαρύτατον κακόν. ευριπιδης ἐγὼ δὲ πειθώ γ᾽ ἔπος ἄριστ᾽ εἰρημένον. 1395
διονυσος πειθὼ δὲ κοῦφόν ἐστι καὶ νοῦν οὐκ ἔχον. ἀλλ᾽ ἕτερον αὖ ζήτει τι τῶν βαρυστάθμων, ευριπιδης φέρε ποῦ τοιοῦτον δῆτά μοὐστί; ποῦ;
διονυσος φράσω·
ευριπιδης ”σιδηροβριθές τ᾽ ἔλαβε δεξιᾷ ξύλον“.
αισχυλος ”ἐφ᾽ ἅρματος γὰρ ἅρμα καὶ νεκρῷ νεκρός“.
διονυσος ἐξηπάτηκεν αὖ σὲ καὶ νῦν.
ευριπιδης τῷ τρόπῳ;
διονυσος δύ᾽ ἅρματ᾽ εἰσέθηκε καὶ νεκρὼ δύο, 1405οὓς οὐκ ἂν ἄραιντ᾽ οὐδ᾽ ἑκατὸν Αἰγύπτιοι. αισχυλος καὶ μηκέτ᾽ ἔμοιγε κατ᾽ ἔπος, ἀλλ᾽ ἐς τὸν σταθμὸν αὐτὸς τὰ παιδί᾽ ἡ γυνὴ Κηφισοφῶν διονυσος ἅνδρες φίλοι, κἀγὼ μὲν αὐτοὺς οὐ κρινῶ. οὐ γὰρ δι᾽ ἔχθρας οὐδετέρῳ γενήσομαι. πλουτων οὐδὲν ἄρα πράξεις ὧνπερ ἦλθες οὕνεκα;
διονυσος ἐὰν δὲ κρίνω; 1415
πλουτων τὸν ἕτερον λαβὼν ἄπει, ὁπότερον ἂν κρίνῃς, ἵν᾽ ἔλθῃς μὴ μάτην. διονυσος εὐδαιμονοίης. φέρε πύθεσθέ μου ταδί. ἐγὼ κατῆλθον ἐπὶ ποιητήν. τοῦ χάριν; ευριπιδης ἔχει δὲ περὶ αὐτοῦ τίνα γνώμην;
διονυσος τίνα; ποθεῖ μέν, ἐχθαίρει δέ, βούλεται δ᾽ ἔχειν. 1425 ευριπιδης μισῶ πολίτην, ὅστις ὠφελεῖν πάτραν βραδὺς πέφυκε μεγάλα δὲ βλάπτειν ταχύς, διονυσος εὖ γ᾽ ὦ Πόσειδον· σὺ δὲ τίνα γνώμην ἔχεις; 1430
δις. οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν, {μάλιστα μὲν λέοντα μὴ ν᾽ πόλει τρέφειν,} διονυσος νὴ τὸν Δία τὸν σωτῆρα δυσκρίτως γ᾽ ἔχω· ὁ μὲν σοφῶς γὰρ εἶπεν, ὁ δ᾽ ἕτερος σαφῶς. ευριπιδης εἴ τις πτερώσας Κλεόκριτον Κινησίᾳ, αἴροιεν αὖραι πελαγίαν ὑπὲρ πλάκα. διονυσος γέλοιον ἂν φαίνοιτο· νοῦν δ᾽ ἔχει τίνα;
ευριπιδης εἰ ναυμαχοῖεν κᾆτ᾽ ἔχοντες ὀξίδας 1440ῥαίνοιεν ἐς τὰ βλέφαρα τῶν ἐναντίων. διονυσος λέγε.
ευριπιδης ὅταν τὰ νῦν ἄπιστα πίσθ᾽ ἡγώμεθα, τὰ δ᾽ ὄντα πίστ᾽ ἄπιστα. διονυσος πῶς; οὐ μανθάνω. ἀμαθέστερόν πως εἰπὲ καὶ σαφέστερον. 1445 ευριπιδης εἰ τῶν πολιτῶν οἷσι νῦν πιστεύομεν, τούτοις ἀπιστήσαιμεν, οἷς δ᾽ οὐ χρώμεθα, διονυσος εὖ γ᾽ ὦ Παλάμηδες, ὦ σοφωτάτη φύσις. ταυτὶ πότερ᾽ αὐτὸς ηὗρες ἢ Κηφισοφῶν; ευριπιδης ἐγὼ μόνος· τὰς δ᾽ ὀξίδας Κηφισοφῶν. τί δαὶ σύ; τί λέγεις; αισχυλος τὴν πόλιν νῦν μοι φράσον πρῶτον τίσι χρῆται· πότερα τοῖς χρηστοῖς; διονυσος πόθεν; 1455μισεῖ κάκιστα. αισχυλος τοῖς πονηροῖς δ᾽ ἥδεται;
διονυσος οὐ δῆτ᾽ ἐκείνη γ᾽, ἀλλὰ χρῆται πρὸς βίαν.
αισχυλος πῶς οὖν τις ἂν σώσειε τοιαύτην πόλιν, ᾗ μήτε χλαῖνα μήτε σισύρα συμφέρει; διονυσος εὕρισκε νὴ Δί᾽, εἴπερ ἀναδύσει πάλιν. 1460
αισχυλος ἐκεῖ φράσαιμ᾽ ἄν· ἐνθαδὶ δ᾽ οὐ βούλομαι.
διονυσος μὴ δῆτα σύ γ᾽, ἀλλ᾽ ἐνθένδ᾽ ἀνίει τἀγαθά.
αισχυλος τὴν γῆν ὅταν νομίσωσι τὴν τῶν πολεμίων εἶναι σφετέραν, τὴν δὲ σφετέραν τῶν πολεμίων, διονυσος εὖ, πλήν γ᾽ ὁ δικαστὴς αὐτὰ καταπίνει μόνος.
πλουτων κρίνοις ἄν.
διονυσος αὕτη σφῷν κρίσις γενήσεται· αἱρήσομαι γὰρ ὅνπερ ἡ ψυχὴ θέλει. ευριπιδης μεμνημένος νυν τῶν θεῶν οὓς ὤμοσας ἦ μὴν ἀπάξειν μ᾽ οἴκαδ᾽, αἱροῦ τοὺς φίλους. 1470 διονυσος ”ἡ γλῶττ᾽ ὀμώμοκ᾽“, Αἰσχύλον δ᾽ αἱρήσομαι.
ευριπιδης τί δέδρακας ὦ μιαρώτατ᾽ ἀνθρώπων;
διονυσος ἐγώ; ἔκρινα νικᾶν Αἰσχύλον. τιὴ γὰρ οὔ; ευριπιδης αἴσχιστον ἔργον προσβλέπεις μ᾽ εἰργασμένος;
διονυσος τί δ᾽ αἰσχρόν, ἢν μὴ τοῖς θεωμένοις δοκῇ; 1475
ευριπιδης ὦ σχέτλιε περιόψει με δὴ τεθνηκότα;
διονυσος τίς οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, τὸ πνεῖν δὲ δειπνεῖν, τὸ δὲ καθεύδειν κῴδιον; πλουτων χωρεῖτε τοίνυν ὦ Διόνυσ᾽ εἴσω.
διονυσος τί δαί;
πλουτων ἵνα ξενίσω <᾽γὼ> σφὼ πρὶν ἀποπλεῖν. 1480
διονυσος εὖ λέγεις νὴ τὸν Δί᾽· οὐ γὰρ ἄχθομαι τῷ πράγματι. χορος μακάριός γ᾽ ἀνὴρ ἔχων ξύνεσιν ἠκριβωμένην. πλουτων ἄγε δὴ χαίρων Αἰσχύλε χώρει, 1500καὶ σῷζε πόλιν τὴν ἡμετέραν αισχυλος ταῦτα ποιήσω· σὺ δὲ τὸν θᾶκον 1515τὸν ἐμὸν παράδος Σοφοκλεῖ τηρεῖν πλουτων φαίνετε τοίνυν ὑμεῖς τούτῳ λαμπάδας ἱεράς, χἄμα προπέμπετε 1525 χορος πρῶτα μὲν εὐοδίαν ἀγαθὴν ἀπιόντι ποιητῇ ἐς φάος ὀρνυμένῳ δότε δαίμονες οἱ κατὰ γαίας, |