Α. Ρητορίου, εκ των Αντιόχου θησαυρών επίλυσις και διήγησις πάσης αστρονομικής τέχνης
Α. Ῥητορίου, ἐκ τῶν Ἀντιόχου θησαυρῶν ἐπίλυσις καὶ διήγησις πάσης ἀστρονομικῆς τέχνης Συγγραφέας: |
Ι. Περὶ τοῦ ζῳδιακοῦ κύκλου→ |
Ἐπιτομή Τέχνης Ἀστρονομικῆς |
Ῥητορίου, ἐκ τῶν Ἀντιόχου θησαυρῶν ἐπίλυσις καὶ διήγησις πάσης ἀστρονομικῆς τέχνης.
[Επεξεργασία]Τίνος ἕνεκα τῶν δώδεκα ζῳδίων κυκλοειδῶς τετυχηκότων ἀπὸ Κριοῦ τὴν ἀρχὴν ἐποιησάμεθα καὶ μὴ μᾶλλον ἀπὸ Καρκίνου, καθ' ὃ ὁ κοσμικὸς ὡροσκόπος τετύχηκεν, ἢ ἀπὸ Λέοντος ὡς ἀπὸ ἡλιακοῦ ζῳδίου, ἀλλὰ μᾶλλον τῶν δύο φωστήρων προετιμήθη ὁ τοῦ Ἄρεως οἶκος ὁ Κριός; λέγομεν οὖν ὅτι ἐπειδὴ σωματικὰ ἐποίησαν οἱ παλαιοὶ τὰ δώδεκα ζῴδια κατὰ τὰ μέλη τοῦ ἀνθρώπου, τὴν ἀρχὴν ποιησάμενοι ἀπὸ Κριοῦ φάσκοντες αὐτὸν εἶναι κεφαλήν, τὸν δὲ Ταῦρον τράχηλον καὶ ἑξῆς ἀκολούθως μέχρι ποδῶν, τούτου χάριν ἀπὸ τοῦ ἠγεμονικωτέρου μέλους τοῦ σημαίνοντος τὸν ἐγκέφαλον καὶ πάντα ὅσα τῇ κεφαλῇ ἀνήκει, ἀπὸ Κριοῦ, τὴν ἀρχὴν ἐποιήσαντο. ἄλλως τε καὶ τὰς δ' ἡλικίας πρὸς τὰς δ' τροπὰς ἐποιήσαντο ἀπὸ τοῦ ἐαρινοῦ ζῳδίου τοῦτ' ἔστιν ἀπὸ Κριοῦ τὴν ἀρχὴν λαβόντες· τὸ γὰρ ἔαρ σημαινει τὴν γαλουχίαν, τὸ δὲ θέρος τὴν νεότητα, τὸ δὲ μετόπωρον τὴν μέσην ἡλικίαν, ὁ δὲ χειμὼν τὸ γῆρας, δ' οὖν εἰσι ζῴδια καὶ ταῦτα τροπικὰ λέγονται καὶ δ' στερεὰ καὶ δ' δίσωμα.
καὶ τροπικὰ μὲν λέγονται καθ' ὃ τοῦ Ἡλίου γινομένου ἐν τούτοις τοῖς ζῳδίοις αἱ τροπαὶ τῶν ἀέρων μεταβάλλονται· οἷον γινόμενος ἐν Κριῷ τροπικῷ ζῳδίῳ τροπὴν ἄγει ἐαρινὴν καὶ ἰσημερινὴν καὶ ἀπὸ τότε ὁ μὲν ἀὴρ εὐδιότερος γινεται, ἡ δὲ ἡμέρα μηκύνεται ἀπὸ τῶν ἴσων ὡρῶν· γινόμενος δὲ ἐν Ταύρῳ στερεῷ ζῳδίῳ καὶ ἐαρινῷ σταθερώτερον καὶ ἀμετάτρεπτον ποιεῖ τὸν ἀέρα, τὴν δὲ ἡμέραν ἐπὶ πλέον αὔξει· γινόμενος δὲ ἐν Διδύμοις δισώμῳ ζῳδίῳ ἐπαμφοτερίζει τὸν ἀέρα καὶ ποιεῖ τὴν σύγκρασιν αὐτοῦ μεταξὺ τοῦ ἔαρος καὶ τοῦ θέρους, τὴν δὲ ἡμέραν ἐπὶ πλέον αὔξει. ἐν ταύτῃ οὖν τῇ τριζῳδίῳ ἀπαρτίζεται τὸ ἔαρ ὅ ἐστιν ἀήρ. πάλιν δὲ γινόμενος ὁ Ἥλιος ἐν Καρκίνῳ τροπικῷ ζῳδίῳ τροπὴν ἄγει θερινὴν καὶ ὁ ἀὴρ θερμότερος ἄρχεται γίνεσθαι καὶ ἀπὸ τότε ἀπὸ τοῦ μεγέθους τῆς ἡμέρας ἀφαιρεΐ καὶ προστίθησι <εἰς> τὸ μέγεθος τῆς νυκτός· πάλιν γινομενος ἐν Λέοντι στερεῷ ζῳδίῳ καὶ θερινῷ σταθερώτερον καὶ ἀμετάτρεπτον ποιεῖ τὸν ἀέρα, ἀφαιρῶν ἀπὸ τοῦ μεγέθους τῆς ἡμέρας καὶ προστιθεὶς εἰς τὸ μέγεθος τῆς νυκτός· πάλιν γινόμενος ἐν Παρθένῳ δισώμῳ ζῳδίῳ ἐπαμφοτερίζει τὸν ἀέρα καὶ ποιεῖ τὴν σύγκρασιν αὐτοῦ μεταξὺ τοῦ θέρους καὶ τοῦ μετοπώρου, τὴν δὲ νύκτα ἐπὶ πλέον αὔξει καὶ τὴν ἡμέραν ἐλαττοῖ. ἐν ταύτῃ οὖν τῇ τριζῳδίῳ πληροῦται τὸ θέρος ὅ ἐστι πῦρ.
πάλιν γινόμενος ὁ ἥλιος ἐν Ζυγῶ τροπικῷ ζῳδίῳ τροπὴν ἄγει μετοπωρινὴν καὶ ἰσημερινὴν καὶ ἀπὸ τότε τρέπεται ὁ ἀὴρ ἐπὶ τὸ ψυχινώτερον· ἡ δὲ νὺξ μηκύνεται ἀπὸ τῶν ἴσων ὡρῶν· πάλιν γινόμενος ἐν Σκορπίῳ στερεῷ ζῳδίῳ σταθερώτερον καὶ ἀμετάτρεπτον ποιεῖ τὸν ἀέρα τοῦ μετοπώρου, ἀφαιρῶν τὸ μέγεθος τῆς ἡμέρας καὶ προστιθεὶς εἰς τὸ μέγεθος τῆς νυκτός· πάλιν γινόμενος ἐν Τοξότῃ δισώμῳ ζῳδίῳ ἐπαμφοτερίζει τὸν ἀέρα καὶ ποιεῖ τὴν σύγκρασιν αὐτοῦ μεταξὺ τοῦ μετοπώρου καὶ τοῦ χειμῶνος· ἐπὶ πλέον δὲ ἀφαιρεῖ ἀπὸ τοῦ μεγέθους τῆς ἡμέρας καὶ προστίθησι εἰς τὸ μέγεθος τῆς νυκτός, ἐν ταύτῃ οὖν τῇ τριζῳδίῳ πληροῦται τὸ μετόπωρον ὅ ἐστι γῆ. πάλιν γινόμενος ὁ ἥλιος ἐν Αἰγοκέρωτι τροπικῷ ζῳδίῳ ποιεῖ τροπὴν χειμερινήν· καὶ ἀπὸ τότε τρέπεται ὁ ἀὴρ ἐπὶ τὸ χειμονικότερον καὶ ἄρχεται ἡ ἥμερα αὔξειν, ἡ δὲ νὺξ λήγειν· πάλιν γινόμενος ἐν Ὑδροχόῳ στερεῷ καί. χειμερινῷ ζῳδίῳ σταθερώτερον καὶ ἀμετάτρεπτον ποιεῖ τὸν ἀέρα τοῦ χειμῶνος, ἀφαιρῶν ἀπὸ τοῦ μεγέθους τῆς νυκτὸς καὶ προστιθεὶς εἰς τὸ μέγεθος τῆς ἡμέρας · πάλιν γινόμενος ἐν Ἰχθύσι δισώμῳ ζῳδίῳ ἐπαμφοτερίζει τὸν ἀέρα καὶ ποιεῖ τὴν σύγκρασιν αὐτοῦ μεταξὺ τοῦ χειμῶνος καὶ τοῦ ἔαρος, ἀφαιρῶν τοῦ μεγέθους τῆς νυκτὸς καὶ προστιθεὶς τῷ μεγέθει τῆς ἡμέρας, ἐπὶ τὰς ἰσημερινὰς ὥρας. ἐν ταύτῃ τῇ τριζῳδίῳ ἀπαρτίζεται ὁ χειμερινὸς ἀὴρ ὅ ἐστιν ὕδωρ.
1. Περὶ ἀρρενικῶν καὶ θηλυκῶν ζῳδίων καὶ ἀρρενουμένων καὶ τεθηλυμμένων τόπων καὶ ἀστέρων.
[Επεξεργασία]Ἀρρενικὰ μὲν ζῴδιά ἐστιν ἕξ· Κριός, Δίδυμοι, Λέων, Ζυγός, Τοξότης, Ὑδροχόος· θηλυκὰ δὲ ἕξ· Ταῦρος, Καρκίνος, Παρθένος, Σκορπίος, Αἰγόκερως, Ἰχθύες. ἀρρενικοὶ δὲ τόποι εἰσὶν ἀπὸ τοῦ μεσουρανήματος ἕως τοῦ ὡροσκοπου · θηλυκοὶ δὲ ἀπὸ τοῦ ὡροσκόπου ἕως τοῦ ὑπὸ γῆν πάλιν ἀρρενικοὶ τόποι ἀπὸ τοῦ ὑπὸ γῆν ἕως τοῦ δυτικοῦ κέντρου- θηλυκοὶ δὲ ἀπὸ τοῦ δύνοντος ἕως τοῦ μεσουρανοῦντος. τούτων οὖν τῶν δ' τεταρτημορίων δύο μὲν ἀρρενοῦνται καὶ δύο θηλύνονται. πάλιν δὲ ἀρρενικοὶ ἀστέρες εἰσὶν Ἥλιος, Κρόνος, Ζεύς, Ἄρης, Ἑρμῆς· θηλυκοὶ δὲ Σελήνη καὶ Ἀφροδίτη. οὗτοι δὲ οἱ ἀστέρες ποτὲ μὲν ἀρρενοῦνται, ποτὲ δὲ θηλύνονται· καὶ ἀρρενοῦνται μὲν οἱ ἀστέρες, ἐὰν ἑῷοι ἀνατολικοὶ τυγχάνωσι πρὸς τὸν Ἥλιον, τοῦτ' ἐστὶν ἐν τοῖς ἡγουμένοις ζῳδίοις τοῦ Ἡλίου τετυχηκότες ἀπὸ μοίρας ιε' ἔγγιστα· θηλύνονται δέ, ἐπὰν ἑσπέριοι τύχωσι πρὸς τὸν Ἥλιον τετυχηκότες ἀπὸ μοίρας ιε' ἔγγιστα.
πάλιν ἀρρενοῦνται οἱ ἀστέρες <ἐν> ἀρρενικοὶς ζῳδίοις τετυχηκότες καὶ βόρειοι γινόμενοι· θηλύνονται δὲ ἐν θηλυκοῖς καὶ νοτείοις γινόμενοι, πάλιν ἀρρενοῦνται οἱ ἀστέρες ἐν ἀρρενικοῖς τεταρτημορίοις τετυχηκότες, ἀπὸ τοῦ μεσουρανήματος ἕως τοῦ ὡροσκόπου καὶ ἀπὸ τοῦ ὑπογείου ἕως τοῦ δύνοντος· θηλύνονται δὲ ἐν τοῖς θηλυκοῖς τεταρτημορίοις, τοῦτ' ἔστιν ἀπὸ τοῦ ὡροσκόπου ἕως τοῦ ὑπὸ γῆν ἢ ἀπὸ τοῦ δύνοντος ἕως τοῦ μεσουρανοῦντος. συμβάλλονται δὲ οἱ ἀρρενούμενοι ἀστέρες ἐν τοῖς ἠρρενωμένοις ζῳδίοις ἡ τοῖς ἠρρενωμένοις τεταρτημορίοις πρὸς τὰς ἀρρενικὰς γενέσεις· ποιοῦσι γὰρ αὐθάδεις, τολμηρούς, τὸ ἀνδρεῖον ἐν ἑαυτοῖς ἔχοντας· τὰς δὲ γυναῖκας ποιοῦσιν ἀσέμνους, ἀναισχύντους, τολμηράς, δυσυποτακτους καὶ πρὸς τὰς συνουσίας ἠρρενωμένας ἤτοι τριβάδας. θηλυνόμενοι δὲ οἱ ἀστέρες ἔκ τε τῶν φάσεων καὶ τῶν ζῳδίων καὶ τῶν τεταρτημορίων ποιοῦσι τοὺς ἄνδρας μαλακούς, μαλακοψύχους, ἀτόλμους, πανταρβεῖς, θηλυνομένους καὶ τὸ ἐπίπαν ἀποκόπους ἢ γυναικεῖα ἔργα ἀποτελοῦντας· τὰς δὲ γυναῖκας κατηφεῖς, αἰσχυντηλάς, εὐγνώμονας, σεμνάς, ὑποτασσομένας τοῖς ἀνδράσι καὶ τοὺς γυναικείους νόμους δεδιδαγμένας. καὶ ταῦτα μὲν περὶ τῶν ἑῴων καὶ ἑσπερίων ἀνατολικῶν ἀστέρων εἰρήκαμεν- οἱ γὰρ δυτικοὶ καὶ ἀφαιρεταὶ τῶν ἀστέρων ἀδρανεῖς καὶ ἀσθενέστεροι καὶ ἀνώμαλοι περὶ τὰ πρακτικὰ τετυχήκασιν πλὴν τῶν ἐγκαρδίων ἀστέρων. ἐγκάρδιοι δὲ ἀστέρες λέγονται οἱ συνοδεύοντες ἰσομοίρως τῷ Ἡλίῳ ἢ περὶ μοίρας ἢ παρὰ μοίρας, ταύτης δὲ τῆς φάσεως οὐδεὶς τῶν ἀρχαίων ἐμνήσθη, ἡμεῖς δὲ τῇ πείρᾳ λαβόντες ὑπετάξαμεν, ἐπειδὴ καὶ Πτολεμαῖος συνοδικὴν εἶπε τὴν φάσιν μὴ εἰρηκὼς αὐτῆς τὴν ἐνέργειαν.
2. Περὶ αἱρέσεως τῶν ἀστέρων.
[Επεξεργασία]Ἐπὶ τῶν ἡμερινῶν γενέσεων αἱρεσιαρχοῦσιν Ἥλιος, Κρόνος, Ζεύς, ἐπὶ δὲ τῶν νυκτερινῶν Σελήνη, Ἀφροδίτη, Ἄρης. ὁ γὰρ Ἑρμῆς ἐπίκοινος πρὸς τὰς αἱρέσεις καθέστηκεν. καὶ ἀγαθοποιοὶ μὲν νομίζονται Ἥλιος, Ζεύς, Σελήνη, Ἀφροδίτη, κακοποιοὶ δὲ Κρόνος καὶ Ἄρῃς· ὁ γὰρ Ἑρμῆς ἐπίκοινος μετὰ τῶν ἀγαθῶν ἀγαθός ἐστιν, καὶ μετὰ τῶν κακοποιῶν κακοποιὸς καθέστηκεν. περὶ δὲ τῶν ἀγαθοποιῶν καὶ κακοποιῶν εἶπον ὅτι νομίζονται ἐπεὶ πολλάκις ἐπὶ τινων γενέσεων οἱ κακοποιοὶ <κείμενοι> καλῶς φάσει καὶ αἱρέσει καὶ τόπῳ μεγαλύνουσι τὰς τύχας, οἱ δὲ ἀγαθοποιοῖ κακῶς κείμενοι βλάπτουσιν αὐτὰς. φησὶ γὰρ Δωρόθεος περὶ τούτου τοῦ κεφαλαίου εἰπών· τρίπλευροι γὰρ κακοεργοὶ ἀμβλυνονται· ἀστὴρ δὲ οὐκέτι φαῦλος ἐπεὶ ἀγαθὸν τόπον εὕροι · οὐδὲ τόπος δὲ κακὸς χρηστὸν ὅτε ἀσπάζεται.
3. Περὶ τῆς τῶν ιβ' ζῳδίων κράσεως.
[Επεξεργασία]Εἰρήκαμεν εἶναι τὸν Κριὸν πυρώδη, τὸν δὲ Ταῦρον γεώδη, τοὺς δὲ Διδύμους ἀερώδεις, τὸν δὲ Καρκίνον ὑδατώδη· πάλιν τὸν Λέοντα πυρώδη, τὴν δὲ Παρθένον γεώδη, τὸν δὲ Ζυγὸν ἀερώδη, τὸν δὲ Σκορπίον ὑδατώδη καὶ πάλιν τὸν Τοξότην πυρώδη, τὸν δὲ Αἰγοκέρωτα γεώδη, τὸν δὲ Ὑδροχόον ἀερώδη, τοὺς δὲ Ἰχθύας ὑδατώδεις. ὡς εἶναι τὸ μὲν τρίγωνον Κριὸς Λέων Τοξότης πυρῶδες, τὸ δὲ τρίγωνον Ταῦρος Παρθένος Αἰγόκερως γεῶδες, τὸ δὲ τρίγωνον Δίδυμοι Ζυγὸς Ὑδροχόος ἀερῶδες, τὸ δὲ τρίγωνον Καρκίνος Σκορπίος Ἰχθύες ὑδατῶδες. οὐκ ἀσκόπως δὲ εἴρηται τοῦτο παρὰ τοῖς παλαιοῖς· ἐπειδὴ γὰρ τὰ ὑλικὰ πάντα ἐκ τούτων τῶν δ' στοιχείων ἤτοι σωμάτων συνέστηκεν, ἀνάγκη καὶ τὸν ἄνθρωπον ὡς τῆς αὐτῆς φύσεως κεκοινωνηκότα μετέχειν τούτων τῶν δ' στοιχείων, καὶ προσέταξαν τὰ τέσσαρα κέντρα τῆς γενέσεως κατὰ τὰς τέσσαρας κράσεις τούτων τῶν δ' στοιχείων, οἷον ἐὰν Κριὸς ὡροσκοπήσῃ τοῦτ' ἐστὶν πυρῶδες ζῴδιον καὶ Αἰγόκερως μεσουρανήσῃ τοῦτ' ἐστὶν γεῶδες ζῴδιον καὶ Ζυγὸν δύνῃ ἀερῶδες ζῴδιον καὶ Καρκίνος ἐν τῷ ὑπὸ γῆν τύχῃ ὑδατῶδες ζῴδιον, ἔσται ἡ κρᾶσις ἀρίστη, πάλιν ἐὰν ζητῇς τὰς ἐπαναφορὰς καὶ τὰ ἀποκλίματα τῶν κέντρων, εὑρήσεις αὐτὰ κατὰ τὰ τέσσαρα στοιχεῖα ἀκολούθως κείμενα.
4. Περὶ ζῳδίων λεπρωδῶν καὶ ἀλφωδῶν καὶ ψωροποιῶν ἢ λειχήνων.
[Επεξεργασία]Ψώρας λέπρας λειχῆνας ἀλφοὺς ποιεῖ ἡ Σελήνη κακουμένη ἐν Κριῷ Καρκίνῳ Σκορπίῳ Αἰγοκέρωτι Ἰχθύσιν· οὐ μόνον δὲ ἡ Σελήνη ἀλλὰ καὶ ὁ κλῆρος τῆς τύχης ἢ του δαίμονος ἐν τοῖς ζῳδίοις τούτοις τετυχηκότες καὶ ὑπὸ κακοποιῶν μόνον θεωρούμενοι. ποιοῦσι δὲ καὶ ὑποκύρτους τοὺς οὕτω γεννηθέντας.
5. Περὶ ζῳδίων ἀσελγῶν.
[Επεξεργασία]Ἀσελγῆ καὶ παθοποιὰ ζῴδια εἰσιν Κριὸς Ταῦρος Αἰγόκερως, Ἰχθύες, ἀπὸ μέρους δὲ καὶ Ζυγός· περὶ δὲ τούτων ἀκριβῶς ἐν τοῖς πρόσθεν εὑρήσεις.
6. Περὶ ζῳδίων σινοποιῶν εἰς τοὺς ὀφθαλμούς.
[Επεξεργασία]Σινοποιὰ δὲ ζῴδια εἰσιν ἐπὶ τοὺς ὀφθαλμοὺς Ταῦρος διὰ τὴν πλειάδα, Καρκίνος διὰ τὸ νεφέλιον, Σκορπίος διὰ τὸ κέντρον, Τοξότης διὰ τὴν ἀκίδα, Αἰγόκερως διὰ τὴν ἄκανθαν, Ὑδροχόος διὰ τὴν κάλπην, ἀπὸ μέρους δὲ καὶ Λέων καὶ περὶ τούτων δὲ ἀκριβέστερον εὑρήσεις ἐν τοῖς ἔμπροσθεν.
7. Περὶ ὑψωμάτων καὶ ταπεινωμάτων.
[Επεξεργασία]Εἰρηκότες οὖν ἀκολούθως πᾶσαν τὴν φυσικὴν σύγκρασιν τῶν ζῳδίων, ἐπὶ τὰς αἰτίας τῶν ὑψωμάτων καὶ ταπεινωμάτων καὶ ἐναντιωμάτων τῶν ἀστέρων <ἐλευσόμεθα>· τινὸς ἕνεκεν ἔνθα ὑψοῦται ὁ Ἥλιος, ἐκεῖ ταπεινοῦται ὁ Κρόνος, καὶ ἔνθα ὑψοῦται ὁ Κρόνος, ἐκεῖ ταπεινοῦται ὁ Ἥλιος; λέγομεν γὰρ εἶναι τὸν Ἥλιον πυρὸς καὶ φωτὸς ταμεῖον καὶ τῆς ἡμέρας δεσπότην· τὸν δὲ Κρόνον πάλιν ψυχρὸν σημαίνοντα τὸ σκότος, ἔνθα οὖν ὑψοῦται τὸ τῆς ἡμέρας φῶς, ἐκεῖ ταπεινοῦται τὸ σκότος καὶ ἡ νὺξ καὶ θερμαίνεται τὸ ψυχρὸν ἔνθα δὲ τὸ σκότος ὕψουται, ἐκεῖ ταπεινοῦται τὸ φῶς καὶ <ἡ> ἥμερα μικρότερα γίνεται, πάλιν τινὸς ἕνεκα ἔνθα ὑψοῦται ὁ Ζεύς, ἐκεῖ ταπεινοῦται ὁ Ἄρης, καὶ ἔνθα ὑψοῦται <ὁ> Ἄρης, ἐκεῖ ταπεινοῦται ὁ Ζεύς; λέγομεν εἶναι τὸν Δία ἔφορον τοῦ ζωτικοῦ πνεύματος καὶ δαψιλείας, τὸν δὲ Ἄρεα θανάτου, ἔνθα οὖν αὔξει τὸ ζωτικὸν πνεῦμα, ἐκεῖ ταπεινοῦται ἡ του θανάτου ποιότης· ἔνθα δὲ αὔξει ὁ θάνατος, ἐκεῖ ταπεινοῦται ἡ ζωή.
πάλιν τινὸς ἕνεκα ἔνθα ὑψοῦται ἡ Ἀφροδίτη, ἐκεῖ ταπεινοῦται ὁ Ἑρμῆς, καὶ ἔνθα ὑψοῦται ὁ Ἑρμῆς, ἐκεῖ ταπεινοῦται ἡ Ἀφροδίτη; λέγομεν εἶναι τὸν Ἑρμῆν λόγων δεσπότην, τὴν δὲ Ἀφροδίτην ἐπιθυμίας καὶ μίξεως ἔφορον. ἔνθα οὖν αὔξει τὸ λογικόν, ἐκεῖ ταπεινοῦται τὸ ἐπιθυμητικὸν καὶ ἡδονικὸν τῆς μίξεως· ἔνθα δὲ ὑψοῦται τὸ ὀρεκτικὸν καὶ ἡδονικόν, ἐκεῖ ταπεινοῦται τὸ λογικόν. τινὸς οὖν ἕνεκεν ἔνθα ὑψοῦται ἡ Σελήνη, ἐκεῖ οὐδεὶς ταπεινοῦται, καὶ ἔνθα ταπεινοῦται ἡ Σελήνη, ἐκεῖ οὐδεὶς ὑψοῦται; λέγομεν εἶναι τὴν Σελήνην τύχην τοῦ παντός- καὶ ὂν ὑψοὶ ἡ τύχη, οὐδεὶς ταπεινοί, καὶ ὂν ταπεινοὶ ἡ τύχη, οὐδεὶς ὑψῶσαι δυναταί
8. Περὶ ἐναντιωμάτων τῶν ἀστέρων.
[Επεξεργασία]Τινὸς ἕνεκεν οἱ οἶκοι Ἡλίου καὶ Σελήνης ἐναντιοῦνται τοῖς οἴκοις τοῦ Κρόνου; λέγομεν εἶναι τὸν μὲν Ἥλιον καὶ τὴν Σελήνην φωστῆρας κόσμου, τὸν δὲ Κρόνον σκότους <δεσπότην>· ὅθεν ἀεὶ τὸ φῶς ἐναντιοῦται τῷ σκότει, καὶ τὸ σκότος τῷ φωτί. πάλιν τινὸς χάριν ἐναντιοῦνται οἱ οἶκοι τοῦ Ἑρμοῦ τοῖς οἴκοις τοῦ Διὸς καὶ οἱ οἶκοι τοῦ Διὸς τοῖς οἴκοις τοῦ Ἑρμοῦ; λέγομεν εἶναι τὸν Δία ἔφορον χρήματος καὶ δαψιλείας, τὸν δὲ Ἑρμῆν λόγων ἀεὶ δεσπότην ἀεὶ οὖν τὸ λογικὸν ἐναντιοῦται καὶ καταφρονεὶ <τῆς> τῶν χρημάτων ἐπιθυμίας καὶ ἡ δαψίλεια ἐναντιοῦται τῷ λογικῷ· τινὸς οὖν ἕνεκα πάλιν οἱ οἶκοι τοῦ Ἄρεως ἐναντιοῦνται τοῖς οἴκοις τῆς Ἀφροδίτης; λέγομεν εἶναι τὴν Ἀφροδίτην ἔφορον πάσης ἐπιθυμίας καὶ τέρψεως καὶ ἡδονῆς, τὸν δὲ Ἄρεα παντὸς φοβοῦ καὶ πολεμοῦ καὶ θυμοῦ ἐναντιοῦται οὖν ἀεὶ τὸ τερπνὸν καὶ ὀρεκτικὸν καὶ ἡδονικὸν τῷ φοβερῷ καὶ θυμικῷ καὶ πολεμικῷ.
ὅτι δὲ τοῦτο οὕτως ἔχει, καὶ δεῖ κατὰ τὸ ἀληθὲς οὕτως κρίνειν ἐν πᾶσι τοῖς κεφαλαίοις τὰς τῶν ἀστέρων φύσεις πρὸς τὰς ἀλλήλων σχηματουργίας. τινὸς γὰρ ἕνεκεν ὁ Ἄρης μετὰ τῆς Ἀφροδίτης μοιχείας ἀποτελεῖ; οὔκ ἐστι δῆλον ὅτι πᾶσα μοιχεία ἐξ ἡδονῆς καὶ φοβοῦ συνέστηκε, τοῦτ' ἐστὶν ἀπὸ Ἄρεως καὶ Ἀφροδίτης; ὅρα δὲ πάλιν τὴν Ἀφροδίτην συνοῦσαν τῷ Κρόνῳ, πὼς ποιεῖ τοὺς οὕτω γεννηθέντας ἀσπέρμους, δυστέκνους, ῥυπαροὺς ἢ καὶ ἀγάμους, μίξας ἀμφοτέρων τὰς φύσεις, εὑρήσεις τὴν αἰτίαν τοῦ γὰρ Κρόνου ψυχρὰς καὶ ξηρὰς φύσεως τετυχηκότος καί, περὶ ὧν προείρηται, ψύχοντος καὶ ξηραίνοντος τὸ ἡδονικὸν καὶ σπερματικὸν πνεῦμα, πῶς τεκνογόνος γενήσεται ἢ γάμους ἀρυπάρους ἕξει διὰ τὸ πρεσβυτικὸν ἢ ῥυπαρὸν τῆς φύσεως τοῦ ἀστέρος;
9. Περὶ τῆς τῶν τριγωνικῶν δεσποτῶν αἱρέσεως.
[Επεξεργασία]Ἑκάστης οὖν τριγωνικῆς πλευρὰς — τριγωνικῆς δὲ λέγω τῆς διὰ ε' ζῳδίων ἀριθμουμένης- οἷον ἀπὸ Κριοῦ εἰς Λέοντα, καὶ ἀπὸ Λέοντος εἰς Τοξότην, καὶ ἀπὸ Τοξότου εἰς Κριὸν γινονται ζῴδια ε' καὶ ἀποτελοῦσι τριγωνικὴν πλευρὰν <ἢ> γραμμὴν ἐν τῷ ζῳδιακῷ κύκλῳ ἀπὸ μοιρῶν ρκ'· τρις γὰρ ἑκατὸν εἴκοσι γίνονται μοῖραι τξ', ἃς τινας ἔχει μοίρας ὁ πᾶς ζῳδιακὸς κύκλος — ταύτης οὖν τῆς τριγωνικῆς πλευρᾶς δεσπόζουσιν ἡμέρας μὲν Ἥλιος, νυκτὸς δὲ Ζεύς- τούτων δὲ τρίτος καὶ ἐπίκοινος ἐστὶ Κρόνος, πάλιν Ταύρου Παρθένου Αἰγοκέρωτος δεσπόζουσιν ἡμέρας μὲν Ἀφροδίτη, νυκτὸς δὲ Σελήνη, τρίτος δὲ καὶ ἐπίκοινος Ἄρης. πάλιν Διδύμων Ζυγοῦ Ὑδροχόου δεσπόζουσιν ἡμέρας μὲν Κρόνος, νυκτὸς δὲ Ἑρμῆς, τρίτος δὲ καὶ ἐπίκοινος Ζεύς. πάλιν Καρκίνου Σκορπίου Ἰχθύων δεσπόζουσιν ἡμέρας μὲν Ἀφροδίτη, νυκτὸς δὲ Ἄρῃς, τρίτος δὲ καὶ ἐπίκοινος Σελήνη. τούτων δὲ τῶν τριγωνικῶν δεσποτῶν τὰς χρήσεις καὶ τὰ ἀποτελέσματα ἐν τοῖς ἔμπροσθεν εὑρήσεις.
10. Περὶ τῶν λς' δεκανῶν καὶ τῶν παρανατελλόντων αὐτοῖς καὶ προσώπων.
[Επεξεργασία]Est caput Porphyrii περὶ τῶν λς' δεκανῶν κτλ., p. 199 sq. Ad quod afferam ex Laurentiani discrepantiis haec : Porph. 199, 48: β] ιβ'. 51 καταμέρισαν. 52 δὲ τούτοις. 53 προειρημένοι. 54 ἃ τινα. 200, 1 προειρημένους ἢ ἐπικειμένους. 5 φιλότιμον] φίλοπλον. 6 τοῦ] τὸν ἥλιον. 9 οὗτοι οὐκέτι. Cod. r addit post ὑπεδείχθησαν:
Ταῦτα δὲ πάνυ καλῶς Τεῦκρος ὁ Βαβυλώνιος ἐξέθετο· ἡμεῖς δὲ μερικῶς ὑπομνήσομεν οὕτως.
Ἰστέον ὅτι ἕν ἕκαστον ζῴδιον δεκανοὺς ἔχει τρεῖς· ἕκαστος δὲ δεκανὸς κεκλήρωται μοίρας δέκα· ἐν ἑκάστῃ δὲ μοῖρᾳ ποιεῖ ὁ Ἥλιος ὥρας κδ' ἤτοι νυχθήμερον ἕν.
Δεκανῷ α' Κριοῦ ποιεῖ κινδύνους, ἐπιβουλάς, ῥεύματα· ἐν δὲ τῷ β' πλουσίους καὶ ἐνδόξους, πλὴν ταχυθάνατοι· ἐν δὲ τῷ γ' νόσους, θορύβους, ἐν νεότητι κακοπάθειαν, εἰς δὲ τὸ γῆρας εὐφροσύνην.
Δεκανῷ α' Ταύρου ποιεῖ τὸν γεννηθέντα ἐξ ἄλλοτρίων πλούσιον καὶ ἐπίδοξον· ἐν δὲ τῷ β' ποιεῖ τὴν νεότητα μοχθηρὰν καὶ τοὺς κινδύνους ταχέως διαφεύγοντας· ἐν δὲ τῷ γ' ποιεῖ στρατιώτας, εὐποριστὰς, βεβαίους, συστατικούς, πολυχρονίους.
Δεκανῷ α' Διδύμων ὁ γήμας οὐκ εὐτυχήσει, οὐκ ἐπιτηδεύσει, καὶ ἐπὶ τέκνοις λυπηθήσεται· ἐν τῷ β' ἕξει γάμον οὐκ ἐπιτήδειον, σημαίνει δὲ εὐφορίαν στρατιῶν· ἐν δὲ τῷ τρίτῳ ποιεῖ πλουσίους, ἐνδόξους, ἄρχοντας, πλὴν ταχυθάνατοι.
Δεκανῷ α' Καρκίνου ποιεῖ δημοσιοπράκτους, καὶ ἐπὶ τέκνοις λυπηθήσονται, περιλύπους ἐν νεότητι, εἰς δὲ τὸ γῆρας εὐτυχεστάτους· ἐν δὲ τῷ β' ὁ γήμας εὐχρηματίσει καὶ ἐξ ἄλλοτρίων πραγμάτων ὠφεληθήσεται καὶ λυπηθήσεται ὑπὸ γυναικός· ἐν δὲ τῷ γ' ὁ γεννηθεὶς εὔγλωττος καὶ ἐν νεότητι περίλυπος, εἰς δὲ τὸ γῆρας εὐφρανθήσεται.
Δεκανῷ α' Λέοντος ἄρχοντας ποιεῖ καὶ πλουσίους, καὶ ἐν τῷ τέλει εὐπορήσει, καὶ γυναῖκα προθάψει- ἐν δὲ τῷ β' καὶ γ' φαυλότητα ποιεῖ καὶ μοχθηρίαν ἀποτελεῖ καὶ τὸν ξενιτεύοντα διαφθείρει.
Δεκανῷ α' Παρθένου κινδύνους ποιεῖ, καὶ οἱ γεννώμενοι ὀρφανοὶ ταχέως γενήσονται· ἐν δὲ τῷ β' καὶ γ' εὐτυχεῖς ποιεῖ καὶ ἀπὸ γυναικείων συναφειῶν πλουτήσουσιν- πλὴν λυπηθήσονται ἐν γονεῦσι καὶ τέκνοις.
Δεκανῷ α' Ζυγοῦ ὁ γεννηθεὶς ἐν νεότητι κινδυνεύσει, ὕστερον δὲ κτήσεται προφάσει ὑπογείων <ἢ> ἀπὸ εὐρημάτων· ἐν δὲ τῷ β' πλουτήσει ἐν τετραπόδοις πλὴν ταχυθάνατος· ἐν δὲ τῷ γ' νόσους καὶ θορύβους ὑποστήσεται ἐν νεότητι, ἐν δὲ τῷ γηραϊ εὐφρανθήσεται ὑπὸ πολλῶν τρόπων.
Δεκανῷ α' Σκορπίου ἐξ ἑρμαικῶν ὠφεληθήσεται καὶ κληρονόμος ἀναφανεῖται ἐνδόξων πραγμάτων· ἐν δὲ τῷ β' κινδύνους ὑποστήσεται ἐν νεότητι· ἐν δὲ τῷ γ' ὁ γεννηθεὶς στρατεύσει καὶ πολυχρονίσει πολλὰ καὶ γυναῖκα προθάψει καὶ ἐν τῷ γηραι πλουτήσει.
Δεκανῷ α' Τοξότου ὁ γεννηθεὶς οὐκ ἐπιτηδεύσει ἐν γυναιξὶ καὶ ἐπὶ τέκνοις λυπηθήσεται· ἐν δὲ τῷ β' ἄλυπον βίον ζήσεται, πλὴν ἐπὶ ξένοις τελευτήσει· ἐν δὲ τῷ γ' πλουσίους καὶ ἐνδόξους ποιεῖ καὶ κληρονομίαν λήψεται ἐκ γυναικός.
Δεκανῷ α' Αἰγοκέρωτος δημοσιοπράκτους ποιεῖ, καὶ ἐπὶ τέκνοις λυπηθήσονται, καὶ ἐν νεότητι κινδυνεύσουσιν καὶ εἰς τὸ γῆρας εὐτυχήσουσιν· ἐν δὲ τῷ β' εὐχρήστους ποιεῖ καὶ ἐξ ἑτέρων πραγμάτων ὠφελουμένους· ἐν δὲ τῷ γ' ὀξὺς γενήσεται, εὔγλωττος, πατρικὰ χρήματα ἀπολέσας· ἐν νεότητι κακοπαθησει, ἐν δὲ τῷ γηραϊ εὐφρανθήσεται.
Δεκανῷ α' Ὑδροχόου ἀγαθὸς γενήσεται καὶ εὐμετάβουλος καὶ ἐν γυναιξὶν εὐάρμοστος· ἐν δὲ τῷ β' καὶ γ' φαύλους ποιεῖ, καὶ ἐν νεότητι μοχθηρίαν πραγμάτων φθορεὺς καὶ ἔνυλός τε καὶ ἔνυγρος.
Δεκανῷ α' Ἰχθύων ὁ γεννηθεὶς πονηρός, ἔνυγρος, ψευδολόγος, πλὴν ταχυθάνατος· ἐν δὲ τῷ β' καὶ γ' ποιεῖ εὐτυχεῖς καὶ ἐξ ἑτέρων πραγμάτων ὠφελουμένους καὶ ἐν γάμοις εὐτυχοῦντας καὶ ἐν τέκνοις λυπηθήσονται.
11. Περὶ <τῶν> τῶν ἀπλανῶν λαμπρῶν ἀστέρων καὶ τῶν παρανατελλόντων δυνάμεων
[Επεξεργασία]Est caput Porphyrii Περὶ τῶν ἀπλανῶν λαμπρῶν ἀστέρων κτλ. (p. 200). Hae sunt codicum L et r lectiones memoratu dignae: Porph. p. 200, 20 ὁ τύπος ὁ L. τύπος δὲ r. 24 αὐτῶν εἶναι L. 27 εὗρον αὐτοὺς post ἕκτου μεγέθους habent Lr. 29 καθ' ἃ προειρήκαμεν L, καθ' ἃ προείρηται r. 33 λ'] λη' r. τοῦ α' καὶ τοῦ β' μεγέθους L, τοῦ α' καὶ β' μεγ. r. 34 ἐπὶ τῷ ὡροσκόπῳ et ἐπὶ τῷ μεσουρανήματι Lr. 36 σχηματιζοντες om. Lr. 39 ἀγαθώτερα Porph. et L; quod r sic correxit : εὔχρηστον ἔσται τὸ ἀποτέλεσμα τῆς ψυχῆς, εἰ δὲ κακοποιοῦ, χεῖρον. 40 post ultimum verbum addit Rhetorius : εὑρήσεις δὲ τὰ ἀποτελέσματα τῶν εἰρήμενων ἀστέρων ἐν τοῖς ἑξῆς
12. Περὶ τῶν ὁρίων κατ' Αἰγυπτίους καὶ Πτολεμαῖον καὶ λαμπρῶν καὶ σκιερῶν μοιρῶν.
[Επεξεργασία]35 Est caput Porphyrii Περὶ (cditum ἐπί) τῶν ὁρίων κτλ., ῥ. 200 sq. Has codd. Lr lectiones notavi: 200, 40 ζῴδια] ὅρια Lr. 45 δέκα r. 46 κατὰ τὴν Lr. ἃς τίνας-εὑρήσεις om. r. 45) pro αὐταὶ scriptum in L : μετὰ δὲ τῶν ὁρίων αὐταὶ. 51 καὶ ἄλλαι-πλανήτων om. Lr. 52 pro ὅταν — 54 τύχην haec inveniuntur in Lr : ὅταν οὖν τὶς τῶν ἀστέρων εὑρεθῇ <ἐν> οἰκῶ ἀγαθοποιοῦ καὶ ὁρίοις ἀγαθοποιοῦ λόγον ἔχων πρὸς τὴν γένεσιν, ἀγαθοποιοὶ τὴν τύχην· ἐὰν δὲ εὑρεθῇ <ἐν> οἰκῶ μὲν ἀγαθοποιοῦ, ὁρίοις δὲ κακοποιοῦ, ἐλαττοῖ τὸ ἀγαθὸν τῆς τύχης. εἰ δὲ τύχοι <ἐν> οἰκῶ κακοποιοῦ καὶ ὁρίοις κακοποιοῦ, κακοὶ καὶ ἀμαυροὶ τὴν τύχην. 54 ἡ] εἰ L. 201, 1 ἀποτελεσματουργίαν r. 4 τὴν ὑπόμνησιν r. 5 συμβαλλόντων-μόνοις om. r. συμβαλλόντων δὲ τὰ ὅρια αὐτοῦ ἐν τοῖς αὐτῶν ἀποτελέσμασιν μόνοις L. 6 οἱ δὲ L, οἱ οὖν r. 8 οἵπερ r. 9 ταύτας r. 10 ἠναγκάσθην r.
13. Περὶ τῶν ἀναφορῶν τῶν ζ' κλιμάτων.
[Επεξεργασία]Τὰς ἀναφορὰς τῶν ζ' κλιμάτων ὑπέταξεν ὁ Πτολεμαῖος ἀκριβῶς κατὰ λεπτὸν διερευνήσας καὶ τούτων δεόμεθα ἐν πάσαις γενεθλιακαῖς μεθόδοις καθὼς ὑπέταξεν ἐν τῷ προχείρῳ κανόνι αὐτοῦ· οἱ δὲ Αἰγύπτιοι καὶ Οὐάλης παχυμερεστέρως μὲν ὑπέταξαν τὰ ζ' κλίματα, ἐνεργῶς δὲ καὶ τούτων δεόμεθα ἐν ταῖς τῶν ζῳδίων καὶ τῶν ἀστέρων συνανατολαῖς καθ' ἕκαστον κλίμα, καθὼς φησίν ἐν τοῖς ἑαυτοῦ ἀποτελέσμασιν Οὐάλης.
14. Περὶ τῆς τῶν ζῳδίων μελοθεσίας.
[Επεξεργασία]Est caput Porphyrii p.201. Haec adnotavi ex cod. L : p. 201, 12 Τὰς μελοθεσίας τῶν ἀνθρώπων L. 14 τὰ ἀσινῆ] τὸν ἀσίνη L (pro τὰ σίνη ,cf. Ptol. Tettttdfsfdftt rab.lll, 17). 15των κλήρων L. 16 αὐτῶν L. καί] γὰρ L. 19 σαφῶς ποιησάμενος L. κατὰ etiam in L habetur.
15. Περὶ τριγώνων καὶ τετραγώνων καὶ διαμέτρων καὶ τῶν ἀσυνδέτων λόγον ἐχόντων πρὸς ἄλληλα ὡς ἐν τύπῳ διαμέτρων.
[Επεξεργασία]Est caput Porphyrii p. 201 sq. In codd. Lr has inveni varias lectiones : p. 201, 24 συσχηματισμῶν L. 25 καθεστήκασι τρεῖς r καὶ μείζων et πασῶν om. r. 26 κατὰ - ἀπεδείξαμεν om. r. 28 ἀποδείξομεν L. post χρονικὴ praebet r : ὡς ὑπέταξαν τινὲς τῶν ἀναφορῶν τῶν ζῳδίων· ἡ δὲ γ'κτλ. 29 ἂν recte om. r. 30 ὑπέταξαν L r. 31 καὶ τῶν ἀναφ. L. 32 καὶ κοινὴ] ἢ κοινὴ L, ἢ καινὴ r. καθολικὴ λέγεται r. καθ'] εἰς L. καθ' - πλανώμεθα om. r. 34 ὁ τοῦ ἡλίου r. 35 ἐφάνθη ] ἐθαυμάσθη L r. προσήλιον L. 37 πλατυκῶς] βλαπτικῶς r. 38 οὔτε μὴν ἐντὸς τῶν 39 οὔτε δὲ 40 τῶν] τοῦτων 42 ἐπειδὴ οὐ 43 συνίσχεν μερικὴ 45 διὰ - πτολεμαίου om. r. 47 ἐνήθην 48 δι' ὑποδείγματος : διὰ ὑποδείγματος 49 ἐν κριῷ εἶναι] ὧν 50 β] ιβ καὶ τὸν ἄρεα] τὸν δὲ ἄρεα , τὸν δὲ ἄρεα καὶ 51 ε'] ιε' ποιῶν ἀναφορὰ , ἀναφορὰν κα' λεπτὰ μ' 52 ς' καὶ , καὶ (ς' ) ἀναφοραὶ διδ. ἀναφοραὶ καρκίνου 54 ρμ'] ρκ' εὑρίσκων περὶ τὴν
p. 202, 1 ὥρας] ς' μοίρας , μοίραν τοὺς - εὑρίσκω] τὴν ἀναφορὰν τοῦ λέοντος, τοῦτ' ἔστιν τοὺς λε' γίνονται ο' · τούτους ποιήσας ἑνδεκάκις ἥμισυ εὑρίσκονται 2 ἐνδεκάκη καὶ ς] καὶ ἥμισυ 3 ποιῶν διὰ τῶν ξ' γίνονται χρόνοι ρκε' ( ἔσται - ὁμοῦ), ξ' ἔσται χρόνοι] ἐξήντα γίνονται χρόνοι 5 ια' ς] ια' 7 πρώτην τὸν
16. Περὶ ἀσυνδέτων ζῳδίων καὶ συμπάθειαν ἐχόντων πρὸς ἄλληλα.
[Επεξεργασία]Ἀσύνδετα μὲν ζῴδια εἰσι, συμπάθειαν δὲ ἔχοντα πρὸς ἄλληλα πάντα τὰ ἰσανάφορα ζῴδια καὶ ἰσοδυναμοῦντα καὶ ὁμοζωνοῦντα οἷον ἰσανάφορα μὲν Κριὸς καὶ Ἰχθύες, Δίδυμοι καὶ Αἰγόκερως, Καρκίνος καὶ Τοξότης, Παρθένος καὶ Ζυγός· ἰσοδυναμοῦντα δὲ Δίδυμοι <καί> Καρκίνος, Παρθένος καὶ Κριός, Ζυγὸς καὶ Ἰχθύες, Τοξότης καὶ Αἰγόκερως· ὁμοζωνοῦντα δὲ Ταῦρος πρὸς Ζυγόν, Κριὸς πρὸς Σκορπίον. καὶ τὰ μὲν πλησία ἀλλήλων ζῴδια ἀσύνδετα παντάπασιν ἄχρηστα πρὸς συμπάθειαν καθεστήκασιν. συμβάλλεται δὲ τοῦτο τὸ κεφάλαιον εἰς τὰς συναναφορὰς τῶν ζῳδίων καὶ τὰς συνανατολὰς τῶν ἀστέρων, καὶ πρὸς τὰς φιλίας τε καὶ συμπαθείας ἀνδρῶν τε καὶ γυναικῶν καὶ γονέων καὶ ἀδελφῶν καὶ φιλῶν καὶ δουλῶν.
17. Περὶ τετραγώνων συμπαθῶν τε καὶ ἀσυμπαθῶν.
[Επεξεργασία]Τὰ μὲν οὖν συμπάθειαν ἔχοντα πρὸς ἀλλῆλα ζῴδια κατὰ τετράγωνον ζῳδιακὴν πλευράν εἰσι ταῦτα· Ταῦρος πρὸς Ὑδροχόον, καὶ Λέων πρὸς Σκορπίον διὰ τὸ ἰσανάφορον· πάλιν Λέων πρὸς Ταῦρον καὶ Σκορπίος πρὸς Ὑδροχόον διὰ τὴν ἰσοδυναμίαν· καὶ Δίδυμοι πρὸς Παρθένον καὶ Τοξότης πρὸς Ἰχθύας διὰ τὴν ὁμοζωνίαν. τὰ δὲ ἄλλα πάντα τετράγωνα ἄχρηστα εἰς συμπάθειαν τυγχάνουσιν. πᾶσα δὲ τετράγωνος πλευρὰ καθέστηκε διὰ μοιρῶν q', ἡ δὲ ἑξάγωνος διὰ μοιρῶν ξ', τετράκις γὰρ q' τξ' καὶ ἑξάκις ξ' τξ', ἡ δὲ διάμετρος διὰ μοιρῶν ρπ', δὶς γὰρ ρπ' γινονται τξ', ἅς τινας ὁ πᾶς κύκλος ἔχει μοίρας.
18. Περὶ τῶν δωδεκατημορίων τῶν ἀστέρων.
[Επεξεργασία]Τὰ δωδεκατημόρια τῶν μοιρῶν τῶν ἀστέρων τριχῶς οἱ παλαιοὶ ἐξέθεντο· καὶ ὁ μὲν Παῦλος ἐν τῇ εἰσαγωγῇ αὐτοῦ εἶπεν ποιεῖσθαι ἴσας τὰς τοῦ ἀστέρος μοίρας παρὰ τὸν ιγ' καὶ ἀπολύειν ἀπὸ τοῦ αὐτοῦ ζῳδίου ἀνὰ μοιρῶν λ' καὶ ὅπου ἂν καταντήσῃ ὁ ἀριθμός, ἐν ἐκείνῳ τῷ ζῳδίῳ ἐστὶ τὸ δωδεκατημόριον τοῦ ἀστέρος. ὁ δὲ Δωρόθεος λέγει ἐν τῷ ια' βιβλίῳ παρὰ τὸν ιβ' ποιεῖσθαι τὰς μοίρας. ὁ δὲ Πτολεμαῖος λέγει ἐν τῷ κς' κεφαλαίῳ τοῦ α' βιβλίου παρὰ τὸν δύο ἥμισυ ἀπολύειν τὰς μοίρας κατὰ ζῴδιον. ἐγὼ δὲ ἐκ πείρας μᾶλλον εὗρον συναινοῦσαν τὴν μέθοδον Δωροθέου τῇ Πτολεμαίου· καὶ ταύταις μᾶλλον συναινῶ ταῖς μεθόδοις, λέγω δὲ ταῖς παρὰ τὸν ιβ', καὶ ταῖς παρὰ τὸν β' ἥμισυ· οὕτως γὰρ καταλήγουσιν αἱ δύο μέθοδοι εἰς τὸ αὐτὸ ζῴδιον, οἷον ὡς ἐν ὑποδείγματι· ἔτυχεν Σελήνη Ταύρῳ μοῖρα κε'· ταῦτα δωδεκάκις ποιήσας εὗρον μοίρας τ' · ταύτας ἀπέλυσα ἀπὸ Ταύρου ἀνὰ μοιρῶν λ' καὶ κατεληξεν 'Ὑδροχόῳ μοίρας λ' εἰς ἀναπλήρωσιν τῶν ζῳδίων· πάλιν δὲ ταύτας τὰς κε' μοίρας ἀπέλυσα ἀπὸ Ταύρου ἀνὰ δύο ἥμισυ· καταλήγει ἐν Ὑδροχόῳ εἰς ἀναπλήρωσιν τοῦ ζῳδίου πρὸς τὰς δύο ἥμισυ μοίρας. εἰ δὲ ποιήσω τὰς κε' παρὰ τὸν ιγ' καταλήγει ὁ ἀριθμὸς εἰς τοὺς Ἰχθύας μοίρας κε' καὶ αὔτη ἡ διαφορὰ πολλὴ καθέστηκεν. τὸ δὲ ἀναγκαῖόν ἐστιν ἡ τῶν δωδεκατημορίων μέθοδος εἰς τὰς γενέσεις· ὑπεθέμην δὲ αὐτῶν καὶ τὰ ἀποτελέσματα, ἵνα μὴ ὡς ἐν παρέργῳ τινὲς ταῦτα χρήσωνται.
19. Περὶ ἀκουόντων καὶ βλεπόντων.
[Επεξεργασία]Συμβάλλονται δὲ καὶ τὰ ἀκούοντα καὶ βλέποντα ζῴδια ἐπὶ φυγῶν καὶ κινδύνων, φάσεων ἅμα δὲ καὶ ἀγγελιῶν, τῆς Σελήνης πρὸς τόν τοῦ Ἑρμοῦ ἢ τοὺς ἀγαθοποιοὺς κατὰ πάροδον φερομένης κατ' ἀρχῆς τῶν εἰς τοῦτο τὸ μέρος ἐξεταζομένων. εἰσὶν δὲ τὰ βλέποντα ζῴδια ἄλληλα ταῦτα· οἱ Δίδυμοι βλέπουσιν τὸν Λέοντα· καὶ ὁ Λέων βλέπει τοὺς Διδύμους· ὁμοίως δὲ καὶ ἀκούουσιν ἀλλήλων ὁ Σκορπίος τῆς Παρθένου καὶ ἡ Παρθένος τοῦ Σκορπίου καὶ ἑξῆς ἀκολούθως.
20. Περὶ ἐπιθεωρίας.
[Επεξεργασία]Τούτων οὕτως διαιρουμένων ἐπιθεωρεῖν λέγεται ἤτοι ἐπιμαρτυρεῖν ὁ ἡγούμενος τὸν ἑπόμενον ἤτοι κατὰ ἑξάγωνον ἢ τετράγωνον ἢ τρίγωνον ἢ διάμετρον· ἀπέρχεται γὰρ εἰς τὰ προηγούμενα φερομένου αὐτοῦ. τὴν γὰρ ἐναντίαν κίνησιν οἱ πλανῆται κινοῦνται τῶν ζῳδίων· ὅμως μέντοι ποιοῦνται τὸν ἴδιον δρόμον καὶ συμπεριφέρονται αὐτῷ καθ' ἑκάστην ἡμέραν καὶ νύκτα.
21. Περὶ ἀκτινοβολίας.
[Επεξεργασία]Ἀκτινοβολεῖν λέγεται κατὰ τὰ εἰρήμενα δ' σχήματα ὁ ἑπόμενος τὸν ἡγούμενον· ἡ γὰρ τοῦ πυρὸς αὐτοῦ ἀκτὶς ἐπὶ τὰ ἑπόμενα φέρεται αὐτοῦ ἀπιόντος ἐπὶ τὰ ἡγούμενα· οἷον ὁ ἐν Κριῷ ἐπιθεωρεῖ τὸν ἐν Καρκίνῳ· καὶ ὁ ἐν Καρκίνῳ ἀκτινοβολεῖ τὸν ἐν Κριῷ.
22. Περὶ δεξιῶν καὶ ἀριστερῶν πλευρῶν.
[Επεξεργασία]Δεξιὰ δὲ σχήματά ἐστιν τὰ ἐν τοῖς ἡγουμένοις τοῦ ζῳδιακοῦ, ἀριστερὰ δὲ τὰ ἑπόμενα, οἷον Καρκίνος ὡροσκοπεῖ μοίρας λ', δεξιὸν ἑξάγωνον Δίδυμοι μοίρας α', τετράγωνον δὲ Ταῦρος μοίρας α', τρίγωνον Κριὸς μοίρας α' καὶ πᾶν τὸ ὑπὲρ γῆν ἠμισφαίριον. ἀριστερὸν δὲ ἑξάγωνον Παρθένος μοίρας λ', τετράγωνον Ζυγὸς μοίρας λ', τρίγωνον Σκορπιος μοίρας λ' καὶ πᾶν τὸ ὑπὸ γῆν ἠμισφαίριον. δεξιὰ οὖν σχήματά ἐστιν ὅσα ἐν τοῖς ἡγουμένοις ἐστὶν ἀφ' οἵου δήποτε οὖν μέρους τοῦ ζῳδίου, ἀριστερὰ δὲ τὰ ἑπόμενα.
23. Περὶ δορυφορίας τῶν ἀστέρων.
[Επεξεργασία]Δορυφορία δέ ἐστιν, ὅταν ἐν οἴκῳ ἢ ὑψώματι ἰδίῳ ἀστέρα ἐπίκεντρον ἕτερος ἐν οἴκῳ ἡ ὑψώματι ἰδίῳ ἀκτινοβολῇ οἷον τῆς Ἀφροδίτης ἐν Ζυγῶ οὔσης, Κρόνου δὲ ἐν Αἰγοκέρωτι ἀκτινοβοληθήσεται ὑπὸ Κρόνου· ἢ πάλιν Κρόνου ἐν Ζυγῶ ὄντος ἀκτινοβολήσει αὐτὸν ἀπὸ τοῦ Αἰγοκέρωτος Ἄρης, ἢ πάλιν ἀντὶ τοῦ Κρόνου τὴν Ἀφροδίτην· ἢ πάλιν ὁ Ζεὺς ἀπὸ τοῦ Τοξότου, καὶ Ἀφροδίτη ἐν Ζυγῶ· ἢ ἔμπαλιν κειμένων τῶν ἀστέρων εἰς τὸν ὡροσκόπον ἢ τὸ μεσουράνημα ἐν ἡμερινῇ γενέσει ἡμερινός, νυκτερινῇ δὲ νυκτερινὸς δορυφορήσει, κἄν ἐν ἄλλοτρίῳ οἴκῳ ἢ ὑψώματι τυγχάνῃ ὅ τε δορυφορῶν καὶ ὁ δορυφορούμενος· ἢ ὅταν ἐπίκεντρος ἐν τῷ ὡροσκόπῳ ἢ τῳ μεσουρανήματι φωστὴρ ἢ, κἄν ἐν ἄλλοτρίῳ οἴκῳ τυγχάνῃ ἀστὴρ τῆς αἱρέσεως, ἀκτινοβολήσει Ἥλιον μὲν εἰς τὴν προαναφερομένην μοῖραν, Σελήνην δὲ εἰς τὴν ἐπαναφερομένην· οἷον ἐπὶ τοῦ ὡροσκόπου Σελήνης οὔσης ἡ Ἀφροδίτη ἐκ Παρθένου ἢ ἀπὸ Ζυγοῦ ἀκτινοβολήσει. ἔτι δὲ δορυφορία λέγεται, ὅταν τοῦ Ἡλίου ἢ τῆς Σελήνης ἐπικέντρων ὄντων ἀστὴρ τῆς αἱρέσεως δορυφορήσῃ.
24. Περὶ δορυφορίας παραιρέτων.
[Επεξεργασία]Παρ' αἵρεσιν δὲ δορυφοροῦσιν, ὅταν οἱ ἡμερινοὶ τοὺς νυκτερινοὺς δορυφορήσωσιν καὶ οἱ νυκτερινοὶ τοὺς ἡμερινούς.
25. Περὶ συμφωνίας
[Επεξεργασία]Σύμφωνοι δὲ καὶ ἄλλων μείζονες αἱ τριγωνικαὶ δορυφορίαι καὶ αἱ τετράγωνοι· αἱ γὰρ ἑξάγωνοι ἀνειμένως ἐνεργοῦσιν.
26. Περὶ ἐπιδεκατείας.
[Επεξεργασία]Ἐπιδεκατεία καὶ καθυπερτέρησίς ἐστίν, ὅταν <ἀστὴρ> ἐν τῷ δεκάτῳ τόπῳ κείμενος τῷ εὐωνύμῳ τετραγωνιζῃ. Καρκίνος ὡροσκόπος ἔσται· καθυπερτεροῦσιν οὖν οἱ ἐν Κριῷ τὸν ἐν Καρκίνῳ. ἑτέρα δὲ λέγεται καθυπερτέρησις, ὅταν ἐν δεξιῷ τόπῳ ὑπάρχων τὶς τὸν ἐν τῷ ἀριστερῷ τριγώνῳ ἢ τετραγώνῳ ἢ ἑξαγώνῳ ἐπιθεωρῇ.
27. Περὶ κακώσεως καὶ ἀχρηματίστων τόπων.
[Επεξεργασία]Κάκωσις λέγεται, ὅταν ὑπὸ κακοποιῶν τὶς ἀκτινοβολῆται ἢ ἐμπεριέχηται, ἢ ἐν συναφῆ φθοροποιοῦ ἢ ἐν κολλήσει γένηται, ἢ διαμετρῆται, ἢ οἰκοδεσποτῆται ὑπὸ κακῶς κειμένου ἐν τοῖς ἀχρηματίστοις τόποις, οἱ εἰσιν τὸ ἕκτον ἀπὸ ὡροσκόπου καὶ ὁ τρίτος καὶ ὁ δεύτερος καὶ ὁ ὄγδοος καὶ ὁ δωδέκατος.
28. Περὶ χρηματιζόντων <τόπων>.
[Επεξεργασία]Χρηματιστικοὶ μὲν τόποι εἰσὶ τὰ τέσσαρα κέντρα καὶ τὰ β' τρίγωνα ἑκάτερα τὰ ὡροσκόπου καὶ ἡ ἐπαναφορὰ τοῦ μεσουρανήματος.
29. Περὶ ἰδιοπροσωπίας.
[Επεξεργασία]Ἰδιοπροσωπεῖν λέγεται, ὅταν πρὸς <τὸν>"Ἥλιον ἢ τὴν Σελήνην ἀστήρ τις προσεγγιζηται, ὥσπερ ὁ οἶκος αὐτοῦ πρὸς τοὺς αὐτῶν οἴκους, πρὸς Ἥλιον μὲν ἑσπέριος, πρὸς δὲ τὴν Σελήνην ἑῷος· οἷον Ἥλιος μέν ἐστιν Λέοντι, Σελήνη δὲ Καρκίνῳ, Ἀφροδίτη δὲ Ταύρῳ· τοῦ Ἡλίου ὄντος ἐν Λέοντι γνωστὸν ὅτι ἰδιοπροσωπεῖ· ἐστὶ γὰρ ἐν ἰδίῳ οἴκῳ καὶ ἀρρενικῷ ζῳδίῳ· εἰ δὲ ἧν ἐν Ταύρῳ Ἀφροδίτη, ὁμοίως ἰδιοπροσωπεῖ οὔσης τῆς Σελήνης ἑῴας καὶ ἐν θηλυκῷ ζῳδίῳ.
30. Περὶ μετοχῆς.
[Επεξεργασία]Μετοχὴ δέ ἐστιν, ὅταν δύο πλάνητες ἐπιπαρῶσι ζῳδίῳ ἑνὶ ἢ ἐφορῶσιν αὐτό, τυγχάνει δὲ τοῦ μὲν οἶκος, τοῦ δὲ ὕψωμα.
31. Περὶ ἀνταναλύσεως.
[Επεξεργασία]Ἀντανάλυσις δέ ἐστιν, ὅταν οἱ ἡμερινοὶ τοὺς τῶν νυκτερινῶν τόπους ἔχωσι καὶ οἱ νυκτερινοὶ τοὺς τῶν ἡμερινῶν, ἢ ὅταν ἐπικείμενοι τοῖς ζῳδίοις ἀστέρες καλῶς χρηματισθῶσιν, οἱ δὲ οἰκοδεσπόται τῶν ζῳδίων ἐν κακώσει ὑπάρχωσι μὴ χρηματίζοντες.
32. Περὶ δεσποτείας ἀλλήλων.
[Επεξεργασία]Δεσπόται δὲ ἀλλήλων λέγονται, ὅταν τοῦ μὲν ὕψωμα, τοῦ δὲ οἶκος ἡ, ἐν οἷς τυγχάνουσι ζῳδίοις οἱ ἀστέρες.
33. Περὶ οἰκοδεσπότου.
[Επεξεργασία]Οἰκοδεσπότης δὲ λέγεται, ὅταν πλείονας ἔχῃ λόγους οἰκοδεσποτείας ἔν τινι τῶν ζῳδίων· λέγω δὲ οἴκου ὑψώματος τριγώνου ὁρίου φάσεως ἢ συσχηματισμοῦ.
34. Περὶ κολλήσεως.
[Επεξεργασία]Κόλλησίς ἐστιν ἤτοι συναφὴ κυριωτάτη, ὅταν ἄστρον ἄστρῳ προσέρχηται τὸ τάχιον τῷ βραδίονι, εἰ μὴ πλέον ἀπέχει μοιρῶν τριῶν.
35. Περὶ συναφῆς.
[Επεξεργασία]Συναφὴ δέ ἐστιν ἡ κόλλησις Σελήνης, ὅταν νυχθημέρου δρόμον ἀπέχῃ κατὰ τὴν συνοδικὴν μοῖραν.
36. Περὶ μεσεμβολήσεως.
[Επεξεργασία]Μεσεμβόλησις δέ ἐστιν, ὅταν ἀστὴρ εἰς τὰς μέσας μοίρας τῆς συναφῆς τὰς ἀκτῖνας βάλλῃ.
37. Περὶ παραλλαγῇς.
[Επεξεργασία]Παραλλαγὴ δέ ἐστιν, ὅταν τὶς τῶν ἀστέρων παραλλάξῃ ἤτοι σωματικῶς ἢ κατὰ σχῆμα τήν τοῦ ἑτέρου ἀστέρος μοῖραν.
38. Περὶ συνδέσμου.
[Επεξεργασία]Ὑπὸ συνδεσμον δὲ λέγεται φέρεσθαι τὴν Σελήνην, ὅταν ἀπὸ ιε' μοιρῶν τοῦ Ἡλίου γένηται· λύειν δὲ αὐτόν, ὅταν παραλλάξασα αὐτὸν ἀπέχῃ τὰς αὐτὰς μοίρας τοῦ Ἡλίου· τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῆς πανσελήνου λέγεται, οὖσα γὰρ πρὸ ιε' μοιρῶν τῆς πανσελήνου ἔρχεται ἐπὶ τὸν σύνδεσμον· ἀποστᾶσα δὲ εἰς τὸ ὀπίσω λύει αὐτόν.
39. Περὶ κενοδρομίας.
[Επεξεργασία]Κενοδρομία δέ ἐστι Σελήνης, ὅταν μηδενὶ συνάπτῃ μήτε σωματικῶς μήτε κατὰ σχῆμα.
40. Περὶ ὁμοροήσεως.
[Επεξεργασία]Ὁμοροησις δέ ἐστιν, ὅταν ἐν τοῖς αὐτοῖς ὁρίοις ἀστέρες ὧσιν ἤτοι κατὰ σῶμα ἢ σχῆμα ἢ ἀλλήλους ἐφορῶσιν ὁρίοις ἀστέρος τοῦ αὐτοῦ.
41. Περὶ ἐμπερισχέσεως.
[Επεξεργασία]Ἐμπερίσχεσις δέ ἐστιν, ὅταν δὐο πλάνητες ἕνα μέσον ἔχωσι καθ' οἷον δήποτε σχῆμα, μηδενὸς ἑτέρου ἐν τοῖς μέσοις ἀκτῖνα βάλλοντος ἐντὸς ἑπτὰ μοιρῶν ἐπὶ τὰ πρόσω ἢ ὀπίσω.
42. Περὶ τῶν ἐν δυνάμει ἀστέρων.
[Επεξεργασία]Ἐν δυνάμει δὲ εἷς ἕκαστος λέγεται εἶναι τῶν πλανητῶν, ὅταν ἐν οἴκῳ ἰδίῳ ἢ ὑψώματι ἢ ὁρίοις ἢ οἰκεία φάσει ἢ συσχηματισμῷ τύχῃ ἢ εὐτονωτέρῳ τινὶ τόπῳ τῆς δωδεκατοπίας.
43. Περὶ λαμπηνῶν.
[Επεξεργασία]Ἐν λαμπήναις δὲ ἰδίαις εἰσιν οἱ πλάνητες, ἐπειδὰν ἐν οἰκῶ ἰδίῳ ἢ ὑψώματι ἢ ὁρίοις εὑρεθῶσι· χαίρουσι δὲ τοῖς τόποις τούτοις κἄν ὑπὸ τὰς αὐγὰς τοῦ Ἡλίου εὑρίσκωνται· ἐπαύξουσι γὰρ οἱ μὲν ἀγαθαποιοὶ τὰ ἀγαθά, οἱ δὲ κακοποιοὶ μεταβάλλονται εἰς ἀγαθοποιίαν.
44. Περὶ τοῦ πῶς χαίρουσιν οἱ ἀστέρες.
[Επεξεργασία]Χαίρειν δὲ λέγονται οἱ ἀστέρες Κρόνος μὲν καὶ Ζεὺς καὶ Ἄρῃς ἑῷοι ὄντες καὶ συσχηματιζόμενοι, Σελήνη δὲ καὶ Ἀφροδίτη ἑσπέριοι. ἔτι Κρόνος μὲν καὶ Ζεὺς καὶ Ἄρῃς χαίρουσι σχηματιζόμενοι ἐν τοῖς τεταρτημορίοις τοῖς ἀπὸ τοῦ ὡροσκόπου μέχρι τοῦ μεσουρανήματος καὶ ἀπὸ τοῦ δύνοντος μέχρι τοῦ ὑπὸ γῆν· ἡ δὲ Σελήνη καὶ Ἀφροδίτη ἐν τοῖς ἐναλλὰξ τεταρτημορίοις· ὁ δὲ Ἑρμῆς ἀμφοτέραις ταῖς αἱρέσεσι διὰ τὸ ἐπίκοινον εἶναι αὐτόν. καὶ οἱ μὲν ἡμερινοὶ δι' ἡμέρας ὑπέργειοι χαίρουσιν, οἱ δὲ νυκτερινοὶ ὑπόγειοι· καὶ πάλιν οἱ νυκτερινοὶ διὰ νυκτὸς ὑπέργειοι χαίρουσιν, οἱ δὲ ἡμερινοὶ ὑπόγειοι.
45. Περὶ τῶν ὑπαυγῶν ἀστέρων.
[Επεξεργασία]Ὕπαυγοι δὲ λέγονται εἶναι ὅσοι ὑπὸ τὰς αὐγὰς τοῦ Ἡλίου τυγχανουσιν ὄντες ἐπὶ προσῶ ἡ ὀπίσω, τοῦτο δὲ γνωστεον ἀπὸ τῆς τῶν φάσεων ψηφοφορίας.
46. Περὶ τῶν χρόνων τῶν κέντρων καὶ ἐπαναφορῶν καὶ ἀποκλιμάτων.
[Επεξεργασία]...
47. Περὶ κλήρων σημασίας.
[Επεξεργασία]Σελήνης ὁ κλῆρος τῆς τύχης σημαίνει πάντα τὰ ἐπὶ τοῦ σώματος τῶν ἀνθρώπων καὶ τὰς κατὰ τὸν βίον πράξεις καὶ δόξας καὶ τὰ τῆς ψυχῆς πάθη καὶ τὰς συμβιώσεις. Ἡλίου ὁ κλῆρος τοῦ δαίμονος σημαίνει τὰ περὶ τῆς ψυχῆς καὶ τρόπου καὶ δυναστείας καὶ ἀξίας καὶ δόξῃς καὶ θρησκείας. ὡροσκόπου ὁ κλῆρος τῆς βάσεως ζωῆς καὶ πνεύματος παραίτιος καθέστηκεν· αὐτὴ γὰρ ἡ βάσις πνεύματός ἐστι δοτικὴ τοῦ ὡροσκόπου καὶ τὰ σωματικὰ καὶ τὰς ξενιτείας σημαινει. Κρόνου ὁ κλῆρος τῆς νεμέσεως δαιμόνων χθονίων καὶ κεκρυμμένων πάντων καὶ ἀποδείξεως καὶ ἀνδρείας καὶ φυγῆς καὶ ἀπωλείας καὶ πένθους καὶ ποιότητος θανάτου καθέστηκεν. Διὸς ὁ κλῆρος νίκης πίστεως καὶ ἐλπίδος ἀγαθῆς καὶ ἀγῶνος καὶ κοινωνίας, ἔτι δὲ καὶ ἐπιβολῆς καὶ ἐπιτυχίας. Ἄρεως ὁ κλῆρος τῆς τόλμης θράσους καὶ ἐπιβουλῆς καὶ ἰσχῦος καὶ κακουργίας πάσης ἐστὶ δηλωτικός. Ἀφροδίτης ὁ κλῆρος τοῦ ἔρωτος σημαινει τὰς ὀρέξεις καὶ ἐπιθυμίας καὶ τὰς κατὰ προαίρεσιν γινομένας φιλίας καὶ χάριτός ἐστι δηλωτικός. Ἑρμοῦ ὁ κλῆρος τῆς ἀνάγκης σημαινει συνοχὰς καὶ πολέμους καὶ μῖσος καὶ καταδίκας καὶ τὰ ἄλλα πάντα ἐν ἀνθρώποις ἀποτελούμενα βίαια πράγματα.
48. Τὰ αὐτῶν ἀποτελέσματα.
[Επεξεργασία]Ἥλιος ἐπιβλέπων τὸν κλῆρον τοῦ δαίμονος ἀτέκνους ποιεῖ. Ἥλιος λαχὼν τὸν κλῆρον τοῦ σίνους καρδιακὸν σίνος ποιεῖ. Ζεὺς θεωρῶν τὸν κλῆρον τοῦ δαίμονος ποιεῖ τὸν τοιοῦτον ὑπὸ θεῶν καὶ ἐνυπνίων χρηματισθῆναι καὶ πάντη τὰ θεῖα εὐμενῆ ἕξει, κἄν τετραγωνῇ κἄν διαμετρῇ. ὁ κύριος τοῦ κλήρου τῆς τύχης ὕπαυγος ὤν βιοθανάτους ποιεῖ κατὰ τὴν φύσιν τοῦ ζῳδίου τοῦ κλήρου τῆς τύχης· ἐὰν δὲ ὀλίγον φύγῃ τὰς αὐγὰς τοῦ Ἡλίου, οὐκέτι βιοθάνατοι γινονται, ἀλλὰ πλανῆται καὶ πολλὰ δικαζόμενοι. εἰ δὲ ἀγαθοποιοί ἐπιθεωρήσωσιν, οὐκέτι βιοθάνατος, ἀλλὰ μέσην τὴν τύχην ἕξει. ὁ κύριος τῆς τύχης καὶ τοῦ δαίμονος ὕπαυγος ὤν βιοθανάτους ποιεῖ κατὰ τὴν φύσιν οὐκ ἀγαθὸς μέν, οὔτε δὲ πάνυ φαῦλος, ἀεὶ δὲ καλὸς ὡς ἐπίκεντρος. ἐὰν ὁ κλῆρος τῶν τέκνων καταντήσῃ εἰς οἶκον Κρόνου καὶ κακοποιὸς ἐπιβλεπῃ τὸν κλῆρον, τοὺς πρωτοτόκους ἀναιρεῖ· ἐὰν δὲ ὁ κλῆρος τῶν τέκνων ἐμπέσῃ εἰς οἴκους Ἄρεως καὶ κακοποιὸς ἐπιβλεπῃ τὸν κλῆρον, τοὺς μέσους γεννηθέντας ἀναιρεῖ· ἐάν<δέ>ὁ κλῆρος τῶν τέκνων ἐμπέσῃ εἰς οἴκους Ἑρμοῦ καὶ κακοποιὸς ἐπιθεωρήσῃ, τοὺς μικροτέρους γεννηθέντας ἀναιρεῖ. ἐὰν ὁ κλῆρος τοῦ δαίμονος ἐμπέσῃ ἐν Αἰγοκέρωτι, τὸν γεννηθέντα ποιεῖ ἀνεξίκακον καὶ εὐμετάβλητον· εἰ δὲ Κριῷ ἢ Λέοντι ἢ Σκορπίῳ, ὀξύχολον μονότονον. Ἥλιος ἐπιβλέπων τὸν κλῆρον τῆς τύχης καὶ τὸν οἰκοδεσπότην ἔχων ὑπὸ τὰς αὐγὰς ἐκπτώτους ποιεῖ, ἐὰν ὁ οἰκοδεσπότης τοῦ κλήρου τοῦ πατρὸς εὑρεθῇ ἐναντιούμενος τῷ ἰδίῳ οἴκῳ, ἔνθα ὁ κλῆρος τοῦ πατρὸς ἔτυχεν, ὑποβολιμαῖον λέγει τὸν τοιοῦτον, ὁ οἰκοδεσπότης τοῦ κλήρου τῆς τύχης κακοδαίμων ὢν καὶ ἐπιβλεπων τὸν κλῆρον, κακὸν τὸ σχῆμα λέγει, μάλιστα δὲ ἐὰν ᾖ καὶ ὕπαυγος ἢ καὶ ὑπὸ κακοποιῶν θεωρῆται. ἐὰν ἐπὶ τοῦ κλήρου τοῦ γάμου τύχῃ Σελήνη <καί> κατὰ διάμετρον ἢ τετράγωνον ... ἐπιθεωρῇ τὸν κλῆρον τοῦ γάμου, συγγενικὸν τὸν γάμον δίδωσιν ἢ καὶ ἐξ ἀδελφῶν, ἐὰν ὁ οἰκοδεσπότης τοῦ κλήρου τοῦ γάμου δύνων εὑρεθῇ, λέγει λάθρα τοὺς γάμους συμβαίνειν. ἐὰν ὁ Κρόνος εὑρεθῇ οἰκοδεσπότης τοῦ κλήρου τοῦ γάμου καὶ ἐν τῷ δυτικῷ τόπῳ τύχῃ ὁ Κρόνος, ὑπὸ γηραιοῦ φθαρήσεται ἡ τοιαύτη· ἐὰν δὲ καὶ τὸ δῦνον εὑρεθῇ οἶκος Κρόνου, τοῦ πατρικοῦ ἥ τοῦ μητρικοῦ ἐστι γένους ὁ τοῦτο πεποιηκὼς ἢ καὶ θεῖος, καὶ οὐ ξένος ἔσται ὁ τοιοῦτος, ἐὰν ὁ δεσπότης τοῦ κλήρου τοῦ γάμου δύνῃ, ἀσημότερός ἐστιν ὁ ἀνὴρ καὶ λάθρα τοῦτο πεποιηκώς· σκόπει δὲ καὶ τὰς φάσεις τῶν ἀστέρων μὴ ὑψοῦνται ἢ ταπεινοῦνται καὶ οὕτως λέγε τοὺς φθείροντας, εἰ ὑψηλοὶ ἢ ταπεινοὶ εἰσι τῇ τύχῃ. ἐὰν Ζεὺς εὑρεθῇ κύριος τοῦ κλήρου τοῦ γάμου καὶ δύνῃ, ἀπὸ γένους ἔσται ὁ τοῦτο πεποιηκὼς καὶ πλούσιοι ἔσονται ἢ ὀνομαστοί. ἐὰν Ἀφροδίτη εὑρεθῇ οἰκοδεσπότης τοῦ κλήρου τοῦ γάμου καὶ εὑρεθῇ ἐν δυτικῷ κέντρῳ, ἐξ ἀπάτης καὶ γέλωτος τοῦτο γεγενῆσθαι σημαίνει· ἐὰν δὲ καὶ Ἄρῃς ἐπιθεωρήσῃ, χάριν τοῦ ἐπιχειρήματος εἰς κρίσιν ἦλθεν ὁ τοῦτο πεποιηκώς. ἐὰν ὁ κλῆρος τοῦ γάμου τύχῃ, ἔνθα <Ἀφροδίτη> ἐστὶ τοῦ Ἑρμοῦ ὡροσκοποῦντος <ἢ> ἐπικέντρου ὄντος ἐν ἀρσενικῷ ζῳδίῳ, παιδεραστὰς ἀποτελεῖ· εἰ δὲ καὶ ἐπιθεωρήσει τὸν κλῆρον τοῦ γάμου Ἑρμῆς, τὸ αὐτὸ ποιεῖ, καὶ εἰ μὲν ἐν ἀρσενικῷ ζῳδίῳ τύχοι ὁ Ἑρμῆς θεωρῶν τὸν κλῆρον, πρὸς ἀρσενικὰς ποιήσει τὰς μίξεις. ἐὰν δὲ καὶ ἐν θηλυκῷ ζῳδίῳ εὑρεθῇ ὁ Ἑρμῆς ἐπιβλέπων τὸν κλῆρον τοῦ γάμου, παρὰ φύσιν τὰς μίξεις πρὸς γυναίκας ἕξει. ἐὰν τὸν οἰκοδεσπότην τοῦ κλήρου τῶν ἀδελφῶν εὕρῃς ἐν τῷ ὡροσκόπῳ, μονογενῆ τὸν τοιοῦτον λέγε εἶναι, ἐὰν ὁ κύριος τοῦ κλήρου τῶν ἀδελφῶν ἐμπέσῃ εἰς δίσωμον ζῴδιον, λέγε τὸν τοιοῦτον καὶ ἀπὸ ἄλλοῦ ἀνδρὸς ἢ ἀπὸ ἄλλης μητρὸς ἄλλους ἀδελφοὺς ἔχειν· ὡς δὲ ἐγὼ δοκῶ οἷον ἐὰν ὁ κλῆρος καὶ ὁ κύριος αὐτοῦ ἐμπέσωσιν ἐν θηλυκῷ ζῳδίῳ, ἀπὸ ἄλλης μητρὸς λέγε τὸν ἀδελφὸν εἰ δὲ ἐν ἀρσενικῷ ζῳδίῳ, ἀπὸ ἅλλου πατρός, ἐὰν ὁ κλῆρος τῆς τύχης ἐμπέσῃ ἐν ἀρσενικῷ ζῳδίῳ, τὸν πατέρα προαναιρεῖ, ἐν δὲ θηλυκῷ ζῳδίῳ τὴν μητέρα, καθὼς Δωρόθεος, ἐὰν ἐπὶ τὸν κλῆρον τοῦ πατρὸς πρῶτος ὁ Κρόνος τὴν ἀκτῖνα βάλλῃ ἢ κατὰ σχῆμα ἢ κατὰ παρέμβασιν πρῶτον θεωρήσῃ τὸν κλῆρον τοῦ πατρός, προαναιρεῖ τὸν πατέρα· εἰ δὲ ὁμοίως τὸν κλῆρον τῆς μητρὸς θεωρήσει, τὴν μητέρα προαναιρεῖ· ἐὰν τὸν κλῆρον τοῦ πατρὸς ἢ τῆς μητρὸς κακοποιὸς θεωρήσῃ, ἐκεῖνον προαναιρεῖσθαι λέγει.
49. Περὶ τῶν τελείων καὶ ἐλαχίστων ἐτῶν.
[Επεξεργασία]Ἡλίου <τέλεια> ἔτη ρκ', τὸ δωδέκατον ἔτη ι'· Σελήνης ρη', τὸ δωδέκατον θ'· Κρόνου νζ', τὸ δωδέκατον δ' Cδ'. Διὸς οθ', τὸ δωδέκατον ς' ιβ'. Ἄρεως ἔτη ξς', τὸ δωδέκατον εC'· Ἀφροδίτης πβ', τὸ δωδέκατον ς' Cγ'. Ἑρμοῦ ος', τὸ δωδέκατον ς'γ'. Ἡλίου <ἐλάχιστα> ἔτη ιθ', τὸ δωδέκατον μῆνες ιθ'. Σελήνης ἔτη κε', τὸ δωδέκατον β' ιβ'. Κρόνου ἔτη λ', τὸ δωδέκατον β'C. Διὸς ἔτη ιβ', τὸ δωδέκατον α'· Ἄρεως ἔτη ιε', τὸ δωδέκατον α' δ'· Ἀφροδίτης ἔτη η', τὸ δωδέκατον μῆνες ὀκτώ· Ἑρμοῦ ἔτη κ', τὸ δωδέκατον α' Cς'.
50. Πῶς ἂν τὶς μάθοι τὰς προθέσεις τῶν ζῳδίων καὶ τὰς ὥρας τῶν κλιμάτων.
[Επεξεργασία]Οἷον ἐν τῷ τρίτῳ κλίματι ἐπειδὴ ὁ μέγιστος αὐτοῦ χρόνος τοῦτ' ἐστὶν ἀπὸ Καρκίνου ἕως Τοξότου γίνονται ἔτη σι' καὶ ὁ ἐλάχιστος αὐτοῦ χρόνος ἐστὶν ἀπὸ Αἰγοκέρωτος ἕως Διδύμων ἔτη ρν'· ταῦτα οὖν ἐὰν μερίσω παρὰ τὸν ιε', οἵ εἰσιν ὡριαῖοι χρόνοι ἰσημερινοί, ἐστὶν ἡ μεγίστη ἡμέρα ὡρῶν ιδ' ἰσημερινῶν, ἡ δὲ ἐλαχίστη ἰσημερινῶν ι'. ληψόμεθα οὖν ἑκάστου χρόνου τοῦ μέγιστου καὶ ἐλαχίστου τὸ ἕκτον· γίνεται οὖν τοῦ μέγιστου χρόνου τῶν σι' τὸ ἕκτον λε', τοῦ δὲ ἐλάχιστου κε'· καταλείπονται οὖν λοιπὰ ι' · τούτων τὸ τρίτον γινεται γ' γ' ὅ ἐστιν αὐξομείωσις ἑκάστου ζῳδίου. τῷ αὐτῷ τρόπῳ καὶ ἐπὶ τῶν ἄλλων κλιμάτων γνώσει.
51. Περὶ τῶν μεγίστων ἐτῶν καὶ τελείων ἀποκαταστάσεων τῶν ἑπτὰ ἀστέρων.
[Επεξεργασία]Κρόνος ποιεῖ τὴν μεγίστην ἀποκατάστασιν δι' ἐτῶν σξε'. Ζεὺς δὲ δι' ἐτῶν υκζ'· Ἄρης δὲ δι' ἐτῶν σπδ'· Ἥλιος δὲ δι' ἐτῶν ,αυξα'· Ἀφροδίτη δὲ δι' ἐτῶν ,αρνα'· Ἑρμῆς δὲ δι' ἐτῶν υπ'· Σελήνη δὲ δι' ἐτῶν κε'. ἡ δὲ κοσμικὴ ἀποκατάστασις γίνεται δι' ἐτῶν μυριάδων ροε' ,γε' καὶ τότε γίνεται σύνοδος πάντων τῶν ἀστέρων κατὰ λ' μοῖραν τοῦ Καρκίνου ἢ τὴν α' μοῖραν τοῦ Λέοντος <καί> γίνεται ἐκπλήρωσις· ἐπὶ δὲ τοῦ Καρκίνου γίνεται κατακλυσμός, ἐν μέρει δὲ τοῦ κόσμου.
52. Περὶ τῶν ἀσυνδέτων ἀστέρων πρὸς τὰ φῶτα.
[Επεξεργασία]Ἡ δὲ Σελήνη ἀσύνδετος τυχοῦσα Ἡλίου χωρισμὸν ἢ ἀστασίαν ἢ ἄλλοφυλίαν γονέων ἀποτελεῖ' Σελήνη Κρόνου ἀσύνδετος τυχοῦσα ἀπὸ μέρους μὲν ἀγαθῶν γενέσεων, εὗρον δὲ ἀντιπτωμάτων καὶ κακώσεων <αἰτία>· Σελήνη ἀσύνδετος Διὸς τυχοῦσα ἀνεπιτεύκτους ταπεινοὺς ἥττονας τοῖς βίοις ποιεῖ· Σελήνη ἀσύνδετος Ἄρεως τυχοῦσα ποιεῖ μετρίους ἀτόλμους ἀδρανεῖς καὶ πρὸς γονεῖς ἀποστρόφους· Σελήνη ἀσύνδετος Ἀφροδίτης τυχοῦσα ποιεῖ ἀχαρεὶς καὶ δυσεπιτεύκτους πρός τε τὸν γάμον καὶ τὰ ἀφροδίσια· Σελήνη ἀσύνδετος Ἑρμοῦ ποιεῖ ἀπρακτοτέρους καὶ μᾶλλον ἀνοήτους· ταῦτα δὲ πάντα τὰ σχήματά φημι τῶν ὁμοζωνούντων καὶ ἰσαναφόρων καὶ τῶν ἰσοδυναμούντων ζῳδίων.
53. Ἀποτελέσματα τῶν δορυφοριῶν τοῦ Ἡλίου.
[Επεξεργασία]Κρόνος ἐπὶ δορυφορια τυχῶν τὸ ἐπιεικὲς καὶ τυφῶδες καὶ τὸ ἐκ πατρόθεν εὐδαιμονικὸν καὶ πολύκτητον ποιεῖ. Ζεὺς τὸ δίκαιον καὶ προσηνὲς καὶ ἀλαζονικὸν καὶ τὸ λαμπρὸν καὶ τὸ ἡγεμονικὸν καὶ πολυχρήματον καὶ τὸ ἐπιτευκτικὸν ποιεῖ. Ἄρης τὸ ἔπανδρον καὶ θερμὸν καὶ θρασὺ καὶ παράβουλον καὶ βίαιον καὶ φοβερὸν καὶ τὸ ἔκπτωτον ἐν τοῖς διαπρασσομένοις ποιεῖ. Ἀφροδίτη τὸ εὐκλεὲς καὶ ἐπαφρόδιτον καὶ εὐεπίβολον καὶ ἡδὺ καὶ ἀναιδὲς καὶ εὔγαμον καὶ ἐπιτευκτικὸν ποιεῖ. Ἑρμῆς τὸ εὐφυὲς καὶ λογικὸν καὶ ἐπίβολον ποιεῖ. γνωστέον δὲ ὅτι ἐὰν ἀποκλίνωσιν οἱ δορυφοροῦντες τῶν φώτων ἐπικέντρων τετυχηκότων, οὐδὲν ἧττον τῆς βασιλείας ἢ τῆς τυραννίδος προσάγουσι † τοὺς οὕτω γεννωμένους· τῶν δὲ φώτων δορυφορουμένων μέν, ἀποκεκλικότων δὲ οὔτε βασιλεῖς οὔτε τύραννοι γενήσονται, ἀλλὰ φίλοι τῶν τοιούτων προσώπων ἔσονται, τὸ δὲ αὐτὸ νόει καὶ ἐπὶ τῶν παρ' αἵρεσιν δορυφορούντων.
54 Περὶ τῆς ἐκ τῶν οἰκείων ἐνεργειῶν καὶ μορφώσεων ἐφηρμοσμένης τοῖς τοῦ ζῳδιακοῦ τμήμασι διάφορου προσηγορίας.
[Επεξεργασία]Τὴν δ' ἐκ τῶν μορφώσεων τῶν ζῳδίων παρὰ τοῖς προγενεστέροις πεποικιλμένην ὀνομασίαν χρησίμην ἡγούμενοι πεφυκέναι τοῖς ἐνταύθα εἰσαγομένοις καὶ ταύτην ἐν ἐκδόσει θέσθαι ἐκρίναμεν, ὅπως ἐξ ἁπάντων δυναιτ' ἂν τὶς τὸν φυσικὸν στοχασμὸν προσφόρως ἐπιλογίζεσθαι• εἰσῖν δὲ τούτων συνέλοντι φάναι διαφοραὶ λβ'. τοῦτ' ἐστὶν ἃ μὲν ἡγεμονικά, ἃ δὲ παρηγεμονικά, ἃ δὲ ὑποτακτικά, δ δὲ χερσαῖα, ἃ δὲ ἔνυδρα, ἃ δὲ ἀμφίβια, ἃ δὲ πολύσπερμα, ἃ δὲ πολύγονα, ἃ δὲ ὀλιγόγονα, ἃ δὲ ἄγονα, ἃ δὲ λάγνα, ἃ δὲ καθάρια, ἃ δὲ αἰνιγματώδη, ἃ δὲ τερατώδη, ἃ δὲ κυρτοειδή, ἃ δὲ μελεοκοπούμενα, ἃ δὲ τετράποδα, ἃ δὲ διφυῆ, ἃ δὲ περισσομελή, ἃ δὲ κοινωνικά, ἃ δὲ δίχρωμα, ἔνιά τε ἐπιληπτικά, ἃ δὲ μαλακοποιά, ἃ δὲ ἀσθενόφθαλμα, ἃ δὲ σπαστικά, ἃ δὲ λατρώδη, ἃ δὲ θηριώδη, ἃ δὲ ἀνθρωποειδῆ, ἃ δὲ πτερωτά, ἃ δὲ φωνήεντα, ἃ δὲ ἡμίφωνα, <ἃ δὲ ἄφωνα>.
Τούτων δὲ οὕτως ἐχόντων, ἡγεμονικὰ μέν ἐστιν Κριὸς Λέων Τοξότης• εἴρηται δὲ ἡγεμονικά, ἐπεὶ Ἡλίου καὶ Διὸς ταῦτα λέγεται εἶναι, φανερὸν δὲ ὅτι οὔτοι τῶν λοιπῶν ἀστέρων ἡγοῦνται. παρηγεμονικὰ δὲ Δίδυμοι Ζυγὸς Ὑδροχόος. παρηγεμονικὰ δὲ λέγεται ταῦτα, ἐπεὶ Κρόνου καὶ Ἑρμοῦ τυγχάνει, οὔτοι δὲ Ἡλίου καὶ Διὸς ἥττονες τῇ δυνάμει ὑπάρχουσι• ὑποτακτικὰ δὲ τὰ θηλυκὰ Ταῦρος Καρκίνος Παρθένος Σκορπίος Αἰγόκερως Ἰχθύες, ἐπεὶ οἱ ἔχοντες ἐν αὐτοῖς τοὺς φωστῆρας ἐπὶ τῆς γενέσεως μὴ ὄντας κεκεντρωμένους ἢ δορυφορουμένους ὑπὸ τῶν ἀγαθοποιῶν, ὑποτεταγμένοι δεσπόταις καὶ δυστυχεῖς καὶ πένητες ἔσονται• χερσαία δὲ Κριὸς Ταῦρος Δίδυμοι Λέων Παρθένος Ζυγὸς Σκορπίος. ἐπὶ γὰρ τῶν καθολικῶν συμπτωμάτων αἱ του Ἡλίου καὶ τῆς Σελήνης ἐκλείψεις ἐν τούτοις ἀποτελούμεναι, ἔτι δὲ καὶ αἱ φάσεις τῶν πλανητῶν καὶ οἱ στηριγμοὶ περὶ τὰ χερσαῖα ζῷα σημαίνουσιν τῶν μελλόντων ἀγαθῶν ἢ φαύλων συμβήσεσθαι τὰς ποιότητας• (f. 94r) ὁμοίως καὶ τὰ ἔνυδρα περὶ θαλάσσας καὶ ποταμοὺς καὶ λίμνας καὶ τοὺς ἐν αὐτοῖς γιγνομένους ἰχθύας.
Ἵνα δὲ μὴ καθ' ἕκαστον εἶδος λέγοντες τὰ τοιαῦτα μακρηγορήσωμεν, ὑποκείσθω δὴ δι' ὑποδείγματος σαφηνίσαι ἡμᾶς τὸ λεγόμενον• οἷον ὅταν σκεπτώμεθα τὸν περὶ ἀξίας λόγον, τύχη δὲ Κριῷ ἢ Λέοντι ἡ Τοξότῃ ὡροσκοπούντων αὐτῶν ἢ μεσουρανούντων ὑπὸ τῶν τῆς αἱρέσεως δορυφορουμένων ἀστέρων, βασιλικὰς καὶ ἡγεμονικὰς ἀξίας ἀποτελοῦσιν, τοῦ παρηγεμονικοῦ τριγώνου οὕτως τοὺς ἀστέρας ἔχοντος τὸ τῆς ἀξίας εἶδος ἐπὶ τὸ ἔλαττον τρέποντος, τοῦ δὲ ὑποτακτικοῦ ἔτι μᾶλλον.
εἰς δὲ τὸν περὶ γάμου τόπον παρατηρητέα τὰ λάγνα καὶ καθάρια, εἰς δὲ τὸν περὶ τέκνων τὰ πολύγονα, εἰς δὲ τὸν περὶ σίνους τὰ κυρτοειδῆ καὶ λεπρώδη καὶ αἰνιγματώδη• πρὸς γὰρ τοὺς σχηματιζομένους ἀστέρας ἀνίασιν ἢ ἐπιτείνουσιν τὰ δηλούμενα, καὶ τῶν ἄλλων δηλαδὴ κατὰ τὸ ἀνάλογον τῆς ὀνοματοποιΐας ἐφαρμοζομένων τῷ τε καθολικῷ εἴδει καὶ τῷ γενεθλιακῷ καὶ ἔτι τῷ περὶ καταρχῶν. ἔνυδρα δὲ ἐκλήθησαν ὅσα ἐν ὕδασιν ἢ παρ' ὕδασιν ἢ μέρος τι ὕδατος ἔχουσιν Ἰχθύες Καρκίνος Αἰγόκερως Ὑδροχόος Τοξότης• ἐν ὕδασιν μὲν Ἰχθύες Καρκίνος, ὑπὸ μέρους δὲ Αἰγόκερως καὶ Ὑδροχόος• Αἰγόκερως μὲν διὰ τὸ οὐραῖον• Ὑδροχόος διὰ τὸ ὑπ' αὐτῶν ἐκχεῖσθαι τὸν Ἠριδανὸν ποταμόν, Τοξότης δὲ διὰ τὴν Ἀργῶ τὸ πλοῖον καὶ τὸ ὑποκείμενον πέλαγος, ἀμφίβια ** Καρκίνος καὶ Αἰγόκερως.
πολύσπερμα δὲ ὅσα πολλὴν ἔχει τήν τοῦ σπέρματος ἀπόκρισιν οἷον Κριὸς Ταῦρος Ἰχθύες• πολύγονα δὲ ὅσα πολλὰ γεννᾶ Καρκίνος Σκορπίος Ἰχθύες. ὀλιγόγονα δὲ ὁ Τοξότης **. ἄγονα δὲ καὶ στεῖρα ταῦτα• Παρθένος Αἰγόκερως Ὑδροχόος• λέγεται δὲ καὶ ὁ Λέων διὰ τὸ μονοτεκεῖν. λάγνα δὲ καὶ ἀσελγῆ καὶ ἀδιάφορα περὶ τὰς μίξεις Κριὸς Ταῦρος Λέων Σκορπίος Αἰγόκερως Ἰχθύες. καθάρια δὲ Δίδυμοι Παρθένος Ζυγὸς Ὑδροχόος. αἰνιγματώδη δὲ Τοξότης Αἰγόκερως• ἔνιοι δὲ προστιθέασιν τούτοις καὶ Καρκίνον Ταῦρον καὶ Σκορπίον. τερατώδη δὲ Ἰχθύες καὶ Καρκίνος Σκορπίος Αἰγόκερως. κυρτοειδῆ δὲ ὅσα κεκύρτωται Ἰχθύες Καρκίνος Σκορπίος.
μελεοκοπούμενα δὲ Κριὸς Ταῦρος Καρκίνος Λέων Σκορπίος Τοξότης Αἰγόκερως καὶ Ἰχθύες. τετράποδα δὲ Κριὸς Ταῦρος Λέων Τοξότης. διφυῆ δὲ ὅσα δύο φύσεις ἔχει οἷον Τοξότης Αἰγόκερως Ἰχθύες• ἔνιοι καὶ Ζυγὸν διφυῆ λέγουσιν διὰ τὸ βασταζειν τί. περισσομελῆ δὲ καὶ τοῖς ἀκροτηρίοις πλεοναζοντες Καρκίνος καὶ Σκορπίος. κοινωνικὰ δὲ Δίδυμοι Παρθένος Τοξότης Ἰχθύες• δίσωμα γὰρ ὄντα κατὰ φύσιν τὴν τῶν δυοῖν σωμάτων σύμφωνον κοινωνίαν [παρέσχεται] παρέχουσιν.
δίχρωμα δὲ τὰ ἰχθυακά, ἐπεὶ οἱ ἔχοντες ἐν αὐτοῖς τὴν Σελήνην ἢ τὸν ὡροσκόπον ἀλφοῖς ἢ λέπραις ἢ φακοῖς ἢ λειχῆσι ἁλίσκονται• εἰσιν δὲ τὰ λέχθεντα ἰχθυακὰ Ἰχθύες Καρκίνος Σκορπίος, ἀπὸ μέρους δὲ καὶ Αἰγόκερως. ταῦτα δὲ λέγεται καὶ λεπρώδη διὰ τὸ ἔχειν λεπίδας, διὸ σὺν αὐτοῖς τέτακται ὁ Σκορπίος. ἀσθενόφθαλμα δὲ *** Λέων Ζυγὸς Τοξότης Κριὸς Καρκίνος. σπαστικὰ δὲ εἴρηται διὰ (f. 94ν) τὸ τοὺς ἔχοντας ἐν αὐτοῖς τὴν Σελήνην ὡς ἐπὶ τὸ πλεῖστον σπαστικοὺς εἶναι καὶ πολυκινήτους ἢ ὅτι ταῦτα πολυκίνητα. ἐπιληπτικὰ δὲ καὶ μανιώδη Ταῦρος Λέων Σκορπίος Ἰχθύες.
μαλακοποιὰ δὲ Ταύρου τὰ ἔσχατα καὶ ὀσφὺς καὶ Λέοντος τὰ ἔσχατα καὶ Σκορπίου τὸ κέντρον καὶ τὸ Τοξότου ὡς ἐπὶ τῷ Αἰγόκερῳ τὰ ἔσχατα, λατρώδη δὲ Αἰγόκερως Ἰχθύες Κριὸς Ταῦρος• καλεῖται δὲ λατρευτικὰ διὰ τὸ μὴ ὀρθὰ ἀνατέλλειν ἀλλὰ τὸ πλεῖστον μέρος ἔχειν ἐκτὸς τοῦ ζῳδιακοῦ κυκλοῦ καὶ οἰονεὶ ἀποφεύγειν• ἔνιοι δὲ ἔφασαν διὰ τὸ ὡς ἐπὶ τὸ πλεῖστον τοὺς ἐν τοῖς ζῳδίοις ἔχοντας τὴν Σελήνην ἢ τὸν ὡροσκόπον λατρώδεις μᾶλλον εἶναι καὶ ἀνελευθέρους καὶ ὠσανεὶ κόλακας τῷ ἔθει• τὴν αὐτὴν δὲ οὕτως ἔχει τάξιν τοῖς λατρώδεσι καὶ ὁ Λέων καὶ ὁ Καρκίνος καὶ ὁ Σκορπίος.
θηριώδη δὲ Ταῦρος Λέων Σκορπίος. ἀνθρωποειδῆ δὲ Δίδυμοι Παρθένος Ζυγὸς Ὑδροχόος• Τοξότης δὲ ἀπὸ μέρους διὰ τὸ ἀνθρώπειον σῶμα. πτερωτὰ δὲ Παρθένος Τοξότης Ἰχθύες• διὸ μάλιστα συμβέβηκεν τοὺς γεννωμένους περὶ τούτους τοὺς τόπους γενέσθαι ὀρνιθοθήρας, ὀρνεοτρόφους, ἰξευτὰς• γίνονται δὲ καὶ δρομεῖς ταχεῖς πτεροῦ δίκην κινούμενοι. φωνήεντα δὲ Δίδυμοι Παρθένος Ζυγὸς Ὑδροχόος, ἐπεί ἐστιν ἀνθρωποειδῆ• ἔνιοι δὲ καὶ Τοξότην προσλαμβάνονται. ἡμίφωνα δὲ Κριὸς Ταῦρος Λέων Αἰγόκερως ἐπεὶ φωνὴν μὲν ἔχει ἄναρθρον δὲ καὶ ἄσημον. ἄφωνα δὲ Καρκίνος Σκορπίος Ἰχθύες, φωνὴν γὰρ οὐ κέκτηνται ταῦτα.