Μετάβαση στο περιεχόμενο

Ασκητικά Δωρόθεου

Από Βικιθήκη
Ασκητικά Δωρόθεου
Συγγραφέας:


Dorotheus of Gaza

Αʹ. ΠΕΡΙ ΑΠΟΤΑΓΗΣ

[Επεξεργασία]

(1.) Ἐν ἀρχῇ ὅτε ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ, καθὼς λέγει ἡ ἁγία Γραφή, κοσμήσας ἁπάσῃ ἀρετῇ, δοὺς αὐτῷ ἐντολὴν τοῦ μὴ φαγεῖν ἐκ τοῦ ξύλου τοῦ ἐν μέσῳ τοῦ παραδείσου.
Καὶ ἦν ἐν τρυφῇ τοῦ παραδείσου, ἐν εὐχῇ, ἐν θεωρίᾳ, ἐν πάσῃ δόξῃ καὶ τιμῇ, ἔχων σώας τὰς αἰσθήσεις καὶ ὢν ἐν τῷ κατὰ φύσιν καθὼς καὶ ἐκτίσθη.
Κατ’ εἰκόνα γὰρ Θεοῦ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, τοῦτ’ ἔστιν ἀθάνατον, αὐτεξούσιον, κεκοσμημένον πάσῃ ἀρετῇ.
Ὅτε δὲ παρέβη τὴν ἐντολὴν καὶ ἔφαγεν ἐκ τοῦ ξύλου οὗ ἐνετείλατο αὐτῷ ὁ Θεὸς μὴ φαγεῖν ἀπ’ αὐτοῦ, τότε ἐξεβλήθη τοῦ παραδείσου• ἐξέπεσε γὰρ ἐκ τοῦ κατὰ φύσιν καὶ ἦν ἐν τῷ παρὰ φύσιν, τοῦτ’ ἔστιν ἐν τῇ ἁμαρτίᾳ, ἐν τῇ φιλοδοξίᾳ καὶ φιληδονίᾳ τοῦ βίου τούτου καὶ τοῖς λοιποῖς πάθεσι, κατακυριευόμενος ὑπ’ αὐτῶν• κατεδούλωσε γὰρ αὐτοῖς ἑαυτὸν διὰ τῆς παραβάσεως.
Τότε λοιπὸν ηὐξήθη κατὰ μέρος ἡ κακία καὶ ἐβασίλευσεν ὁ θάνατος• οὐδαμοῦ ἦν θεοσέβεια, πανταχοῦ δὲ ἀγνωσία Θεοῦ• ὀλίγοι τινές, ὡς εἶπον οἱ Πατέρες, ἐκ τοῦ φυσικοῦ νόμου κινούμενοι, ἐγίνωσκον τὸν Θεόν• οἷος ἦν ὁ Ἀβραὰμ καὶ οἱ λοιποὶ πατριάρχαι, Νῶε καὶ Ἰώβ, καὶ ἁπλῶς εἰπεῖν ὀλίγοι τινὲς καὶ πάνυ σπάνιοι ἦσαν οἱ γινώσκοντες τὸν Θεόν• τότε γὰρ ἥπλωσεν ὁ ἐχθρὸς πᾶσαν τὴν κακίαν αὐτοῦ, καθότι ἐβασίλευσεν ἡ ἁμαρτία, τότε ἤρξατο εἰδωλολατρία, πολυθεΐα, γοητεία, φόνοι καὶ ἡ λοιπὴ κακία τοῦ διαβόλου.
(2.) Τότε λοιπὸν ὁ ἀγαθὸς Θεὸς ἐλεήσας τὸ πλάσμα αὐτοῦ, ἔδωκε τὸν γραπτὸν νόμον διὰ Μωϋσέως, ἐν ᾧ τὰ μὲν ἀπηγόρευσεν, τὰ δὲ διηγόρευσεν, οἷόν τι λέγω• Τόδε ποιήσατε, τόδε μὴ ποιήσατε.
Ἔδωκεν ἐντολὰς καὶ εὐθέως λέγει• Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν, ἵνα τέως ἀποστήσῃ τὸν νοῦν αὐτῶν ἀπὸ πολυθεΐας.
Καί• Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.
Πανταχοῦ κηρύσσει ὅτι ὁ Θεὸς εἷς ἐστι καὶ οὐκ ἔστιν ἄλλος.
Εἰπὼν γὰρ ὅτι• Ἀγαπήσεις Κύριον τὸν Θεόν σου, ἔδειξεν ὅτι ὁ Θεὸς εἷς ἐστι καὶ εἷς Κύριός ἐστι.
Καὶ πάλιν εἰς τοὺς δέκα λόγους• Κύριον τὸν Θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ καὶ τῷ ὐτῷ μόνῳ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ• λοιπὸν ἐπάγει τό• Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι, οὐδὲ παντὸς ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐπὶ τῆς γῆς κάτω.
Ἐσέβοντο γὰρ πάντα τὰ κτίσματα.
(3.) Ἔδωκεν οὖν τὸν νόμον ὁ ἀγαθὸς Θεὸς πρὸς βοήθειαν, πρὸς ἐπιστροφήν, πρὸς διόρθωσιν τῆς κακίας• καὶ ὅμως οὐ διωρθώθη.
Ἔπεμψε προφήτας, καὶ οὐδ’ αὐτοὶ ἠδυνήθησαν.
Ὑπερίσχυσε γὰρ ἡ κακία, ὡς λέγει ὁ Ἡσαΐας• Οὔτε τραῦμα οὔτε μώλωψ οὔτε πληγὴ φλεγμαίνουσα• οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους• οἷον εἰπεῖν, οὐκ ἔστι μερικὴ ἡ κακία, οὐδὲ ἐν ἑνὶ τόπῳ, ἀλλ’ ἐν ὅλῳ τῷ σώματι, ὅλην περιέχει τὴν ψυχήν, ὅλας τὰς δυνάμεις αὐτῆς συνέχει• οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, καὶ τὰ ἑξῆς• οἱονεί, πάντα δεδούλωται τῇ ἁμαρτίᾳ, πάντα κεκράτηται ὑπ’ αὐτῆς.
Λέγει δὲ καὶ ὁ Ἱερεμίας• Ἰατρεύσαμεν τὴν Βαβυλῶνα καὶ οὐκ ἰάθη• τοῦτ’ ἔστι• Τὸ ὄνομά σου ἐφανερώσαμεν, τὰς ἐντολάς σου ἀνηγγείλαμεν, τὰς εὐεργεσίας, τὰς ἐπαγγελίας, ἐχθρῶν ἐπαναστάσεις προεμηνύσαμεν τῇ Βαβυλῶνι, καὶ ὅμως οὐκ ἰάθη• τοῦτ’ ἔστιν οὐ μετενόησεν, οὐκ ἐφοβήθη, οὐκ ἐπέστρεψεν ἀπὸ τῆς κακίας αὐτῆς.
Ὥσπερ καὶ ἀλλαχοῦ λέγει ὅτι• Οὐκ ἐδέξαντο παιδείαν, τοῦτ’ ἔστι νουθεσίαν, διδασκαλίαν.
Καὶ ἐν τῷ ψαλμῷ λέγει• Πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν, καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου.
(4.) Τότε λοιπὸν ὁ ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς πέμπει τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ.
Θεοῦ γὰρ ἦν μόνου τὸ ἰάσασθαι καὶ περιγενέσθαι τοιούτου πάθους• καὶ οὐκ ἠγνόησαν τοῦτο οἱ προφῆται.
Ὅθεν καὶ φανερῶς ἔλεγεν ὁ Δαβίδ• Ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, ἐμφάνηθι, ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.
Καί• Κύριε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι• καὶ ὅσα τοιαῦτα.
Καὶ οἱ ἄλλοι δὲ προφῆται πάντες ἕκαστος αὐτῶν διαφόρως τοιαῦτα ̓λλοι δὲ προφῆται πάντες ἕκαστος αὐτῶν διαφόρως τοιαῦτα πολλὰ ἔκραξον, τὰ μὲν παρακαλοῦντες ἵνα κατέλθῃ, τὰ δὲ πληροφορηθέντες ὅτι πάντως κατέρχεται.
Ἦλθεν οὖν ὁ Κύριος ἡμῶν, γενόμενος δι’ ἡμᾶς ἄνθρωπος ἵνα, ὡς λέγει ὁ ἅγιος Γρηγορίος, τῷ ὁμοίῳ τὸ ὅμοιον ἰάσηται, τῇ ψυχῇ τὴν ψυχήν, τῇ σαρκὶ τὴν σάρκα.
Πάντα γὰρ γίνεται χωρὶς ἁμαρτίας ἄνθρωπος.
Αὐτὴν τὴν οὐσίαν ἡμῶν ἔλαβεν, τὴν ἀπαρχὴν αὐτοῦ τοῦ φυράματος ἡμῶν, καὶ γίνεται νέος Ἀδὰμ κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν• ἀνανεοῖ γὰρ τὸ κατὰ φύσιν καὶ σώας πάλιν ποιεῖ τὰς αἰσθήσεις ὡς ἐξ ἀρχῆς ἐγένοντο• ἀνενέωσεν τὸν πεσόντα ἄνθρωπον γενόμενος ἄνθρωπος, τὸν καταδουλωθέντα τῇ ἁμαρτίᾳ ἠλευθέρωσε, τὸν βίᾳ ὑπ’ αὐτῆς ἀγόμενον.
Βίᾳ γὰρ καὶ τυραννίδι ἤγετο ὑπὸ τοῦ ἐχθροῦ ὁ ἄνθρωπος, καὶ σχεδὸν καὶ οἱ μὴ θέλοντες ἁμαρτῆσαι βίᾳ ἡμάρτανον, ὡς λέγει ὁ Ἀπόστολος ἐκ προσώπου ἡμῶν• Οὐ γὰρ ὃ θέλω ἀγαθόν, τοῦτο ποιῶ• ἀλλ’ ὃ οὐ θέλω κακόν, τοῦτο πράσσω.
(5.) Γενόμενος οὖν ὁ Θεὸς ἄνθρωπος δι’ ἡμᾶς, ἠλευθέρωσε τὸν ἄνθρωπον τυραννίδος τοῦ ἐχθροῦ.
Πᾶσαν γὰρ τὴν δύναμιν αὐτοῦ καθεῖλεν, αὐτὴν τὴν ἰσχὺν αὐτοῦ συνέτριψε καὶ ἐρρύσατο ἡμᾶς τοῦ εἶναι ὑποχειρίους αὐτοῦ, τοῦ εἶναι καταδεδουλωμένους αὐτῷ, εἰ μήτοι γε ἡμεῖς αὐτοὶ ἑκουσίως θελήσωμεν ἁμαρτῆσαι.
Ἔδωκε γὰρ ἡμῖν ἐξουσίαν, καθὼς εἶπε, πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καθαρίσας ἀπὸ πάσης ἁμαρτίας διὰ τοῦ ἁγίου βαπτίσματος.
Πᾶσαν γὰρ ἁμαρτίαν συγχωρεῖ τὸ ἅγιον βάπτισμα καὶ ἐξαλείφει.
Πάλιν δὲ ὁ ἀγαθὸς Θεὸς γινώσκων τὴν ἀσθένειαν ἡμῶν καὶ προειδὼς ὅτι μέλλομεν καὶ μετὰ τὸ ἅγιον βάπτισμα πάλιν ἁμαρτῆσαι, ὡς γέγραπται• Ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ, ἔδωκεν ἡμῖν κατὰ τὴν ἀγαθότητα ονηρὰ ἐκ νεότητος αὐτοῦ, ἔδωκεν ἡμῖν κατὰ τὴν ἀγαθότητα αὐτοῦ ἐντολὰς ἁγίας καθαιρούσας ἡμᾶς, ἵνα ἐὰν θελήσωμεν, δυνηθῶμεν πάλιν καθαρθῆναι διὰ τῆς φυλακῆς τῶν ἐντολῶν οὐ μόνον ἀπὸ τῶν ἁμαρτιῶν ἡμῶν, ἀλλὰ καὶ ἐξ αὐτῶν τῶν παθῶν.
Ἄλλα γάρ εἰσι τὰ πάθη καὶ ἄλλαι εἰσὶν αἱ ἁμαρτίαι• τὰ πάθη εἰσὶ θυμός, κενοδοξία, φιληδονία, μῖσος, ἐπιθυμία κακὴ καὶ ὅσα τοιαῦτα• αἱ δὲ ἁμαρτίαι εἰσὶν αὗται αἱ ἐνέργειαι τῶν παθῶν, ὅτε τις ἐνεργῶς ποιεῖ αὐτά, ὅτε πράττει διὰ τοῦ σώματος ἐκεῖνα τὰ ἔργα ἃ ὑπαγορεύουσιν αὐτῷ τὰ πάθη.
Ἀμέλει ἐνδέχεται τινὰ ἔχειν μὲν τὰ πάθη, μὴ ἐνεργεῖν δὲ αὐτά.
(6.) Ἔδωκεν οὖν ἡμῖν, ὡς εἶπον, ἐντολὰς καθαιρούσας καὶ ἀπ’ αὐτῶν τῶν παθῶν ἡμῶν, αὐτῶν τῶν κακῶν διαθέσεων τοῦ ἐντὸς ἀνθρώπου ἡμῶν.
Παραπέμπει γὰρ αὐτῷ τὴν διάκρισιν τοῦ καλοῦ καὶ τοῦ κακοῦ, ἐξυπνίζει αὐτόν, δεικνύει αὐτῷ τὰς αἰτίας ὅθεν ἔρχεται εἰς τὸ ἁμαρτάνειν, καὶ λέγει• Ὁ νόμος εἶπε• Μὴ μοιχεύσῃς• ἐγὼ δὲ λέγω• Μηδὲ ἐπιθυμήσῃς.
Ὁ νόμος εἶπε• Μὴ φονεύσῃς• ἐγὼ δὲ λέγω• Μηδὲ ὀργισθῇς.
Ἐὰν γὰρ ἐπιθυμήσῃς, κἂν σήμερον μὴ μοιχεύσῃς, ἀλλ’ οὐ παύεται ἔσωθεν ὀχλοῦσα ἡ ἐπιθυμία ἕως οὗ ῥίψῃ σε καὶ εἰς τὴν ἐνέργειαν.
Ἐὰν θυμοῦσαι καὶ ἐρεθίζῃς σεαυτὸν κατὰ τοῦ ἀδελφοῦ σου, ὅτε δή ποτε ἐμπίπτῃς καὶ εἰς τὸ καταλαλῆσαι, εἶτα εἰς τὸ ἐπιβουλεῦσαι• καὶ οὕτω προβαίνων κατὰ μικρὸν ἔρχῃ λοιπὸν καὶ εἰς τὸ φονεῦσαι.
Πάλιν ὁ νόμος λέγει• Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος, καὶ τὰ ἑξῆς.
Αὐτὸς δὲ παραινεῖ μὴ μόνον δέχεσθαι μετὰ μακροθυμίας τὴν πληγὴν τοῦ ῥαπίζοντος ἡμᾶς, ἀλλὰ καὶ τὴν ἄλλην σιαγόνα στρέφειν αὐτῷ μετὰ ταπεινώσεως.
Τότε γὰρ ὁ σκοπὸς ἦν τοῦ νόμου διδάξαι ἡμᾶς μὴ ποιεῖν ἃ μὴ θέλωμεν παθεῖν.
Ἀνέκοπτεν οὖν ἡμᾶς τοῦ ποιεῖν τὸ κακὸν διὰ τοῦ φόβου τοῦ μὴ παθεῖν.
Ἄρτι τὸ ζητούμενόν ἐστιν, ὡς εἶπον, ἐκβαλεῖν αὐτὸ τὸ μῖσος, αὐτὴν τὴν φιληδονίαν, αὐτὴν τὴν φιλοδοξίαν, καὶ τὰ λοιπὰ πάθη.
(7.) Σκοπός ἐστιν ἁπλῶς ἄρτι τῷ Δεσπότῃ ἡμῶν Χριστῷ διδάξαι ἡμᾶς πόθεν ἤλθομεν εἰς ὅλας τὰς ἁμαρτίας ταύτας, πόθεν ἐνεπέσαμεν εἰς ὅλας τὰς κακὰς ἡμέρας.
Πρῶτον μὲν οὖν ἠλευθέρωσεν ἡμᾶς, ὡς ἤδη εἶπον, διὰ τοῦ ἁγίου βαπτίσματος, δοὺς ἡμῖν τὴν ἄφεσιν τῶν ἁμαρτιῶν• καὶ ἔδωκεν ἡμῖν ἐξουσίαν ποιεῖν τὸ καλόν, ἐὰν θέλωμεν, καὶ μηκέτι ἕλκεσθαι, ὡς ἂν εἴποι τις, μετὰ βίας εἰς τὸ κακόν.
Ὁ γὰρ δεδουλωμένος ἁμαρτίαις βαρεῖται καὶ ἕλκεται ὑπ’ αὐτῶν, καθὼς λέγει• Σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται.
Εἶτα διδάσκει ἡμᾶς διὰ τῶν ἁγίων ἐντολῶν πῶς καθαρθῆναι καὶ ἀπ’ αὐτῶν τῶν παθῶν, ἵνα μὴ διὰ τούτων πάλιν τοῖς αὐτοῖς ἁμαρτήμασι περιπίπτωμεν.
Λοιπὸν δεικνύει ἡμῖν καὶ τὴν αἰτίαν ὅθεν ἔρχεταί τις εἰς καταφρόνησιν καὶ παρακοὴν καὶ αὐτῶν τῶν ἐντολῶν τοῦ Θεοῦ• καὶ οὕτως παρέχει ἡμῖν καὶ ταύτης τὴν ἰατρείαν, ἵνα δυνηθῶμεν ὑπακοῦσαι καὶ σωθῆναι.
Τίς οὖν ἐστιν αὕτη ἡ ἰατρεία καὶ τίς ἡ αἰτία τῆς καταφρονήσεως; Ἀκούσατε τί λέγει αὐτὸς ὁ Κύριος ἡμῶν• Μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.
Ἰδοὺ ὧδε ἐν συντόμῳ δι’ ἑνὸς λόγου ἔδειξεν ἡμῖν τὴν ῥίζαν καὶ αἰτίαν πάντων τῶν κακῶν, καὶ τὴν ἰατρείαν αὐτῆς, τὴν αἰτίαν πάντων τῶν ἀγαθῶν, ἔδειξεν ὅτι ἡ ἔπαρσις κατέβαλεν ἡμᾶς καὶ ὅτι ἀδύνατόν ἐστιν ἄλλως ἐλεηθῆναι, εἰ μὴ διὰ τοῦ ἐναντίου, ὅπερ ἐστὶν ἡ ταπεινοφροσύνη.
Ἡ γὰρ ἔπαρσις γεννᾷ τὴν καταφρόνησιν καὶ τὴν παρακοὴν τὴν ὀλεθρίαν, ὥσπερ καὶ ἡ ταπεινοφροσύνη γεννᾷ τὴν ὑπακοὴν καὶ τὴν σωτηρίαν τῶν ψυχῶν.
Ἐκείνην δὲ λέγω τὴν ὄντως ταπεινοφροσύνην, οὐ τὴν ἐν λόγῳ μόνον ἢ σχήματι ταπείνωσιν, ἀλλὰ διάθεσιν ἰδικῶς ταπεινὴν γενομένην ἐν αὐτῇ τῇ καρδίᾳ, ἐν αὐτῷ τῷ φρονήματι• οὕτως γὰρ λέγει• ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.
(8.) Ὁ θέλων οὖν εὑρεῖν ἀληθινὴν ἀνάπαυσιν τῇ ψυχῇ αὐτοῦ μαθῇ τὴν ταπεινοφροσύνην καὶ βλέπῃ ὅτι ἐν αὐτῇ ἐστι πᾶσα ἡ χαρὰ καὶ πᾶσα ἡ δόξα καὶ πᾶσα ἡ ἀνάπαυσις, ὥσπερ καὶ ἐν τῇ ὑπερηφανίᾳ πάντα τὰ ἐναντία.
Πόθεν γὰρ ἤλθομεν εἰς ὅλας τὰς θλίψεις ταύτας; Διὰ τί γὰρ ἐνεπέσαμεν εἰς ὅλην τὴν ἀθλιότητα ταύτην; Οὐ διὰ τὴν ὑπερηφανίαν ἡμῶν; οὐ διὰ τὴν ἀπόνοιαν ἡμῶν; οὐ διὰ τὸ ἀνασχέσθαι ἡμᾶς τῆς κακῆς προαιρέσεως ἡμῶν; οὐ διὰ τὸ κρατῆσαι τὴν πικρίαν τοῦ θελήματος ἡμῶν; Ἀλλὰ πόθεν; Οὐκ ἐκτίσθη ὁ ἄνθρωπος ἐν πάσῃ τρυφῇ, ἐν πάσῃ χαρᾷ, ἐν πάσῃ ἀναπαύσει, ἐν πάσῃ δόξῃ; Οὐκ ἦν ἐν τῷ παραδείσῳ; Ἐκέλευσε• Μὴ ποιήσῃς τόδε• καὶ ἐποίησε.
Βλέπεις ὑπερηφάνειαν; βλέπεις τράχηλον; βλέπεις ἀνυποταξίαν; Λοιπὸν ὁ Θεὸς ἰδὼν τὴν ἀναίδειαν ἐκείνην λέγει• Οὗτος μωρός ἐστιν, οὗτος οὐκ οἶδε χαρῆναι.
Ἐὰν μὴ ποιήσῃ κακὰς ἡμέρας οὗτος, ὑπάγει τελείως ἀπόλλυται.
Ἐὰν γὰρ μὴ μάθῃ τί ἐστι θλίψις, οὐ μανθάνει τί ἐστιν ἀνάπαυσις.
Τότε ἔδωκεν αὐτῷ τὰ ἄξια αὐτοῦ καὶ ἐξέβαλεν αὐτὸν τοῦ παραδείσου.
Παρεδόθη λοιπὸν τῇ ἰδίᾳ φιλαυτίᾳ καὶ τοῖς ἰδίοις θελήμασιν, ἵνα συντρίψωσι τὰ ὀστᾶ αὐτοῦ, ἵνα μάθῃ μὴ στοιχεῖν ἑαυτῷ, ἀλλὰ τῇ ἐντολῇ τοῦ Θεοῦ, ἵνα αὕτη ἡ ταλαιπωρία τῆς παρακοῆς διδάξῃ αὐτὸν τὴν ἀνάπαυσιν τῆς ὑπακοῆς, ὡς λέγει ἐν τῷ προφήτῃ• Παιδεύσει σε ἡ ἀποστασία σου.
Ὅμως ἡ ἀγαθότης τοῦ Θεοῦ, καθὼς πολλάκις εἶπον, οὐ παρεῖδε τὸ ἴδιον πλάσμα, ἀλλὰ πάλιν προτρέπεται, πάλιν παρακαλεῖ• Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς• οἷον εἰπεῖν• Ἰδοὺ ἐκοπιάσατε, ἰδοὺ ἐταλαιπωρήσατε, ἰδοὺ ἐπειράσθητε τοῦ κακοῦ τῆς ἀνυποταξίας ὑμῶν• δεῦτε λοιπὸν ἐπιστρέψατε, δεῦτε ἐπίγνωτε τὴν ἀδυναμίαν καὶ τὴν ἀτιμίαν ὑμῶν, ἵνα ἔλθητε εἰς τὴν ἀνάπαυσιν καὶ τὴν δόξαν ὑμῶν.
Δεῦτε ζήσατε διὰ τῆς ταπεινοφροσύνης, ἀνθ’ ὧν ἐθανατώθητε διὰ τῆς ὑψηλοφροσύνης.
Μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.
(9.) Βαβαί, ἀδελφοί μου, τί ποιεῖ ἡ ὑπερηφανία; Βαβαί, τί δύναται ἡ ταπεινοφροσύνη; Τίς ἦν χρεία ὅλων τῶν κύκλων τούτων; Ἐξ ἀρχῆς γὰρ εἰ ἐταπεινώθη καὶ ὑπήκουσε τοῦ Θεοῦ καὶ ἐφύλαξε τὴν ἐντολήν, οὐκ εἶχεν ἐκπεσεῖν.
Πάλιν μετὰ τὸ ἀσχημονῆσαι, ἔδωκε πρόφασιν τοῦ μετανοῆσαι καὶ ἐλεηθῆναι, καὶ ἔμεινεν ὁ τράχηλος αὐτοῦ ὑψηλός.
Ἦλθε γὰρ λέγων αὐτῷ• Ἀδάμ, ποῦ εἶ; ἀντὶ τοῦ• Ἀπὸ ποίας δόξης εἰς ποίαν ἦλθες αἰσχύνην; Καὶ λοιπὸν ἐρωτᾷ αὐτόν• Διὰ τί ἥμαρτες; διὰ τί παρέβης; προτρεπόμενος αὐτὸν ἰδικῶς εἰς τὸ εἰπεῖν• Συγχώρησον.
Καὶ ποῦ ἐστι τὸ Συγχώρησον; Οὐδαμοῦ ταπείνωσις, οὐδαμοῦ μετάνοια, ἀλλὰ τὸ ἐναντίον.
Καὶ ἀντέρει• Ἡ γυνὴ ἣν δέδωκάς μοι, οὔτε λέγει• Ἡ γυνή μου ἐχλεύασέ με, ἀλλά• ἡ γυνὴ ἣν δέδωκάς μοι, ὡς ἄν τις εἴποι• Ἡ συμφορὰ ἣν ἤνεγκας κατὰ τῆς κεφαλῆς μου.
Οὕτως γάρ ἐστιν, ἀδελφοί, ὅταν μὴ κρατῇ ἄνθρωπος τὸ ἑαυτὸν μέμφεσθαι, οὐκ ὀκνεῖ οὐδὲ αὐτὸν τὸν Θεὸν αἰτιᾶσθαι.
Εἶτα ἔρχεται πρὸς ἐκείνην καὶ λέγει αὐτῇ• Διὰ τί καὶ σὺ οὐκ ἐφύλαξας τὴν ἐντολήν; ὡς τί ποτε ἰδικῶς λέγων• Εἰπὲ κἂν σύ• Συγχώρησον, ἵνα ταπεινωθῇ ἡ ψυχή σου καὶ ἐλεηθῇς• καὶ πάλιν οὐδαμοῦ τὸ Συγχώρησον• ἀποκρίνεται καὶ αὐτὴ λέγουσα• Ὁ ὄφις ἠπάτησέ με• ὡς ἄν• Εἰ οὗτος ἥμαρτεν, ἐγὼ τί ἔχω πρᾶγμα; Τί ποιεῖτε, ἄθλιοι; βάλλετε μίαν μετάνοιαν, ἐπίγνωτε τὸ πταῖσμα ὑμῶν, ἐλεήσατε τὴν γύμνωσιν ὑμῶν• καὶ οὐδὲ εἷς ἐξ αὐτῶν ἠξιώθη μέμψασθαι ἑαυτόν, οὐδὲ εἷς εὑρέθη ἔχων μικρὰν ταπείνωσιν .
(10.) Καὶ λοιπὸν ἰδοὺ ἁπλῶς βλέπετε ποῦ ἔφθασεν ἡ κατάστασις ἡμῶν• ἰδοὺ εἰς ποῖα καὶ πόσα κακὰ ἤνεγκεν ἡμᾶς τὸ δικαιοῦν ἑαυτούς, τὸ στοιχεῖν ἑαυτοῖς, τὸ κρατεῖν τὸ ἴδιον θέλημα, ἅπερ εἰσὶ τέκνα τῆς ἐχθρᾶς τοῦ Θεοῦ ὑπερηφανίας• ὥσπερ καὶ τῆς ταπεινοφροσύνης τέκνα εἰσὶ τὸ ἑαυτὸν μέμφεσθαι, τὸ μὴ πιστεύειν τῇ ἰδίᾳ συνέσει, τὸ μισεῖν τὸ ἴδιον θέλημα.
Ἐκ τούτων γὰρ ἀξιοῦταί τις ἀναλαβέσθαι ἑαυτὸν καὶ ἐπανελθεῖν εἰς τὸ κατὰ φύσιν διὰ τῆς καθάρσεως τῶν ἁγίων ἐντολῶν τοῦ Χριστοῦ.
Δίχα γὰρ ταπεινώσεως, οὐ δύναται ὑπακοῦσαι ταῖς ἐντολαῖς, οὐδὲ ἐλθεῖν εἰς τί ποτε ἀγαθόν, ὡς εἶπεν ὁ ἀββᾶς Μάρκος• Ἅνευ συντριβῆς καρδίας, ἀδύνατον ἀπαλλαγῆναι ἀπὸ κακίας, ἀδύνατον τὸ καθόλου κτήσασθαι ἀρετήν.
Οὐκοῦν διὰ τῆς συντριβῆς τῆς καρδίας καταδέχεταί τις τὰς ἐντολάς, ἀπαλλάσσεται τῆς κακίας, κτᾶται τὰς ἀρετὰς καὶ λοιπὸν ἐπανέρχεται εἰς τὴν ἰδίαν ἀνάπαυσιν.
(11.) Τοῦτο καὶ οἱ ἅγιοι πάντες ἐπιστάμενοι, ἔσπευδον διὰ πάσης ταπεινῆς ἀγωγῆς ἑνῶσαι ἑαυτοὺς τῷ Θεῷ• ἐγένοντο γάρ τινες φιλόθεοι οἵτινες μετὰ τὸ ἅγιον βάπτισμα οὐ μόνον τὰς ἐνεργείας τῶν παθῶν περιέκοψαν, ἀλλὰ καὶ αὐτὰ τὰ πάθη νικῆσαι ἠβουλήθησαν καὶ γενέσθαι ἀπαθεῖς• οἷος ἦν ὁ ἅγιος Ἀντώνιος καὶ Παχώμιος καὶ οἱ λοιποὶ θεοφόροι Πατέρες.
Ἐπεὶ οὖν ἔσχον σκοπὸν καθᾶραι ἑαυτούς, ὡς λέγει ὁ Ἀπόστολος, ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐγίνωσκον δὲ ὅτι διὰ τῆς φυλακῆς τῶν ἐντολῶν, ὡς ἤδη εἴπομεν, καθαίρεται ἡ ψυχὴ καὶ οἷον εἰπεῖν καθαίρεται ὁ νοῦς καὶ ἀναβλέπει καὶ ἔρχεται εἰς τὸ κατὰ φύσιν• ἡ ἐντολὴ γὰρ Κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμούς• κατενόησαν ὅτι ἐν τῷ κόσμῳ ὄντες, οὐκ εὐχερῶς δύνανται κατορθῶσαι τὴν ἀρετήν, καὶ ἐπενόησαν ἑαυτοῖς ξένον βίον, ξένην τινὰ διαγωγήν, λέγω δὴ τοῦ μονήρους βίου, καὶ ἤρξαντο φεύγειν τὸν κόσμον καὶ οἰκεῖν ἐν ταῖς ἐρήμοις, ἐν νηστείαις καὶ χαμευνίαις καὶ ἀγρυπνίαις καὶ τῇ λοιπῇ κακοπαθείᾳ, καὶ ἀποταξίᾳ πάσῃ πατρίδος καὶ συγγενῶν, χρημάτων, κτημάτων• καὶ ἁπλῶς ἐσταύρωσαν ἑαυτοῖς τὸν κόσμον.
Καὶ οὐ μόνον τὰς ἐντολὰς ἐφύλαξαν, ἀλλὰ καὶ δῶρα προσήνεγκαν τῷ Θεῷ.
Καὶ λέγω πῶς• Αἱ ἐντολαὶ τοῦ Χριστοῦ πᾶσι τοῖς χριστιανοῖς ἐδόθησαν, καὶ ὑπόκειται πᾶς χριστιανὸς φυλάξαι αὐτάς• ἀννῶναί εἰσιν, ὡς ἂν εἴπῃ τις, βασιλεῖ κεχρεωστημέναι.
Τίς λέγων• Οὐ διδῶ ἀννώνας τῷ βασιλεῖ, ἐκφεύγει κόλασιν; Εἰσὶ δὲ ἐν τῷ κόσμῳ μεγάλοι ἄνθρωποι καὶ λαμπροὶ οἵτινες οὐ μόνον ἀννώνας παρέχουσι τῷ βασιλεῖ, ἀλλὰ καὶ δῶρα προσφέρουσιν αὐτῷ• καὶ ἀξιοῦνται οἱ τοιοῦτοι μεγάλης τιμῆς, μεγάλων δωρεῶν καὶ ἀξιωμάτων.
(12.) Οὕτως οὖν καὶ οἱ Πατέρες οὐ μόνον τὰς ἐντολὰς ἐφύλαξαν, ἀλλὰ καὶ δῶρα προσήνεγκαν τῷ Θεῷ.
Δῶρα δέ εἰσι παρθενία καὶ ἀκτημοσύνη• ταῦτα οὐκ εἰσὶν ἐντολαί, δῶρά εἰσιν• οὐδαμοῦ γὰρ γέγραπται• Μὴ λάβῃς γυναῖκα, μὴ παιδοποιήσῃς.
Οὐδὲ πάλιν ἔδωκεν ἐντολὴν ὁ Χριστὸς λέγων• Πώλησόν σου τὰ ὑπάρχοντα.
Ἀμέλει, ὅτε προσῆλθεν αὐτῷ ὁ νομικὸς λέγων• Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ἀπεκρίθη• Τὰς ἐντολὰς οἶδας• Οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου, καὶ τὰ ἑξῆς.
Τοῦ δὲ εἰπόντος ὅτι• Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου, ἐπιφέρει τό• Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ τὰ ἑξῆς.
Ἰδοὺ οὐκ εἶπε• Πώλησόν σου τὰ ὑπάρχοντα ὡς ἐντελλόμενος, ἀλλ’ ὡς συμβουλεύων.
Τὸ γὰρ εἰπεῖν• Εἰ θέλεις, οὐκ ἔστιν ἐντελλομένου, ἀλλὰ συμβουλεύοντος.
(13.) Καθὼς οὖν εἴπομεν, προσήνεγκαν οἱ Πατέρες τῷ Θεῷ πρὸς ταῖς ἄλλαις ἀρεταῖς δῶρα τὴν παρθενίαν καὶ τὴν ἀκτημοσύνην, καί, καθὼς προείπομεν, ἐσταύρωσαν ἑαυτοῖς τὸν κόσμον καὶ ἠγώνιζον τὸ λοιπὸν ἵνα καὶ ἑαυτοὺς τῷ κόσμῳ σταυρώσωσι, καθὼς λέγει ὁ Ἀπόστολος• Ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ.
Τίς οὖν ἡ διαφορά; Ὁ κόσμος σταυροῦται τῷ ἀνθρώπῳ, ὅτ’ ἂν ἀποτάσσηται ἄνθρωπος τῷ κόσμῳ, καὶ δῆθεν μονάζῃ καὶ ἀφῇ γονεῖς, χρήματα, κτήματα, πραγματείας, δοσοληψίας• τότε σταυροῦται αὐτῷ ὁ κόσμος• ἀφῆκε γὰρ αὐτόν, καὶ τοῦτό ἐστιν ὃ λέγει ὁ Ἀπόστολος• Ἐμοὶ κόσμος ἐσταύρωται.
Εἶτα ἐπάγει• κἀγὼ τῷ κόσμῳ.
Πῶς λοιπὸν σταυροῦται ὁ ἄνθρωπος τῷ κόσμῳ; Ὅτ’ ἂν μετὰ τὴν ἀπαλλαγὴν τῶν ἔξω πραγμάτων ἀγωνίζηται καὶ πρὸς αὐτὰς τὰς ἡδονάς, πρὸς αὐτὰς τὰς ἐπιθυμίας τῶν πραγμάτων καὶ πρὸς τὰ θελήματα αὐτοῦ, καὶ νεκρώσῃ τὰ πάθη αὐτοῦ, τότε καὶ αὐτὸς σταυροῦται τῷ κόσμῳ, καὶ ἀξιοῦται κατὰ τὸν Ἀπόστολον εἰπεῖν• Ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ.
(14.) Οἱ Πατέρες οὖν, καθὼς εἴπομεν, σταυρώσαντες ἑαυτοῖς τὸν κόσμον, ἐσπούδασαν δι’ ἀγώνων σταυρῶσαι καὶ ἑαυτοὺς τῷ κόσμῳ.
Ἡμεῖς μὲν ἐδόξαμεν σταυροῦν ἑαυτοῖς τὸν κόσμον, ὅτι ἀφήκαμεν αὐτὸν καὶ ἤλθομεν εἰς τὸ μοναστήριον, ἑαυτοὺς δ’ οὐ θέλομεν σταυρῶσαι τῷ κόσμῳ• ἔτι γὰρ ἔχομεν τὰς ἡδονὰς αὐτοῦ, ἀκμὴν ἔχομεν τὰς προσπαθείας αὐτοῦ, προσπάσχομεν τῇ δόξῃ αὐτοῦ, προσπάσχομεν βρώμασιν, ἱματίοις.
Ἐργαλεῖον καλὸν ἐάν ἐστι, προσπάσχομεν αὐτῷ καὶ ἀφίεμεν τὸ μικρὸν ἐργαλεῖον ἐκεῖνο ποιῆσαι ἐν ἡμῖν, ὡς εἶπεν ὁ ἀββᾶς Ζωσιμᾶς, τόπον κεντηναρίου.
Καὶ ἐδόξαμεν ἐξελθεῖν τοῦ κόσμου καὶ ἀφεῖναι τὰ αὐτοῦ, καὶ ἐρχόμεθα εἰς τὸ μοναστήριον, καὶ δι’ εὐτελῶν πραγμάτων πληροῦμεν τὴν προσπάθειαν αὐτοῦ• τοῦτο δὲ πάσχομεν ἀπὸ πολλῆς ἀφροσύνης, ὅτι ἀφέντες μεγάλα καὶ πολύτιμα πράγματα, εἰς ἐλάχιστά τινα πληροῦμεν τὰ πάθη ἡμῶν.
Ἕκαστος γὰρ ἡμῶν ὃ εἶχεν, ἀφῆκεν, ὁ ἔχων μεγάλα, τὰ μεγάλα, καὶ ὁ ἔχων εἴ τι δήποτε, καὶ αὐτὸς ὃ εἶχεν ἀφῆκεν, ἕκαστος πρὸς τὴν δύναμιν αὐτοῦ, καὶ ἐρχόμεθα εἰς τὸ μοναστήριον, καὶ καθὼς εἶπον, δι’ εὐτελῶν πραγμάτων καὶ μηδαμινῶν, πληροῦμεν τὴν προσπάθειαν ἡμῶν.
Οὐκ ὀφείλομεν δὲ οὕτως ποιεῖν, ἀλλ’ ὥσπερ ἀπεταξάμεθα τῷ κόσμῳ καὶ τοῖς πράγμασιν αὐτοῦ, οὕτως ὀφείλομεν καὶ αὐτῇ τῇ προσπαθείᾳ τῇ περὶ τὰς ὕλας ἀποτάξασθαι καὶ εἰδέναι τί ἐστιν αὕτη ἡ ἀποταγὴ καὶ διὰ τί ἤλθομεν εἰς τὸ μοναστήριον καὶ τί ἐστι τὸ σχῆμα ὃ λαμβάνομεν, καὶ πρὸς αὐτὸ καταρτίζειν ἑαυτοὺς καὶ ἀγωνίζεσθαι κατὰ τοὺς Πατέρας ἡμῶν.
(15.) Τὸ σχῆμα ὃ φοροῦμεν, κολόβιόν ἐστι μὴ ἔχον χειρίδια καὶ ζώνη δερματίνη καὶ ἀνάλαβος καὶ κουκούλλιον.
Ταῦτα δὲ σύμβολά εἰσι, καὶ ὀφείλομεν μαθεῖν τί σημαίνουσιν ἡμῖν τὰ σύμβολα τοῦ σχήματος ἡμῶν.
Διὰ τί φοροῦμεν κολόβιον μὴ ἔχον χειρίδια; Τῶν ἄλλων ἐχόντων πάντων χειρίδια, ἡμεῖς διὰ τί οὐκ ἔχομεν; Τὰ χειρίδια σύμβολά εἰσι τῶν χειρῶν.
Αἱ δὲ χεῖρες λαμβάνονται εἰς τὴν πρακτικήν.
Ὅτε οὖν ἔρχεται ἡμῖν λογισμὸς ἐνεργῆσαί τι τοῦ παλαιοῦ ἀνθρώπου διὰ τῶν χειρῶν ἡμῶν, ὑπόθου κλέψαι ἢ δεῖραι ἢ ἁπλῶς οἵαν δήποτε ἁμαρτίαν ποιῆσαι διὰ τῶν χειρῶν, ὀφείλομεν προσέχειν τῷ σχήματι ἡμῶν καὶ μαθεῖν ὅτι οὐκ ἔχομεν χειρίδια• τοῦτ’ ἔστιν, οὐκ ἔχομεν χεῖρας τοῦ ἐνεργῆσαί τι τοῦ παλαιοῦ ἀνθρώπου.
Ἔχει δὲ τὸ κολόβιον ἡμῶν καὶ σημεῖόν τί ποτε πορφυροῦν• τί θέλει εἶναι τὸ σημεῖον τὸ πορφυροῦν; Ἕκαστος στρατευόμενος τῷ βασιλεῖ πορφύραν ἔχει εἰς τὸ χλανίδιον αὐτοῦ.
Ἐπειδὴ γὰρ ὁ βασιλεὺς πορφύραν φορεῖ, πάντες οἱ στρατευόμενοι αὐτῷ βάλλουσιν πορφύραν εἰς τὰ χλανίδια αὐτῶν, τοῦτ’ ἔστιν τὸ βασιλικὸν ἔνδυμα, ἵνα διὰ τούτου δείξωσιν ὅτι τοῦ βασιλέως εἰσὶ καὶ ὅτι αὐτῷ στρατεύονται• οὕτως καὶ ἡμεῖς λαμβάνομεν τὸ σημεῖον τὸ πορφυροῦν εἰς τὸ κολόβιον ἡμῶν, δεικνύοντες ὅτι τῷ Χριστῷ ἐστρατεύθημεν καὶ χρεωστοῦμεν ὑπομεῖναι ὅλα τὰ παθήματα αὐτοῦ, ὅσα ὑπέμεινε δι’ ἡμᾶς.
Καὶ γὰρ ὅτε ἔπαθεν ὁ Δεσπότης ἡμῶν, ἐφόρεσε τὸ πορφυροῦν ἱμάτιον.
Πρῶτον μὲν ὡς βασιλεύς• αὐτὸς γάρ ἐστιν ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων• ἔπειτα δὲ καὶ ὡς ἐμπαιζόμενος ὑπὸ τῶν δυσσεβῶν ἐκείνων.
Καὶ ἡμεῖς οὖν ἔχοντες τὸ σημεῖον τὸ πορφυροῦν, ἐπαγγελλόμεθα, ὡς εἶπον, ὑποφέρειν πάντα τὰ παθήματα αὐτοῦ• καὶ ὥσπερ ὁ στρατιώτης οὐκ ἀφίησι τὴν στρατιὰν αὐτοῦ καὶ ὑπάγει γίνεται γεωργὸς ἢ πραγματευτής, ἐπεὶ ἐκπίπτει τῆς στρατιᾶς αὐτοῦ, ὡς λέγει ὁ Ἀπόστολος• Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ• οὕτως καὶ ἡμεῖς θέλομεν ἀθλῆσαι τοῦ ἀμεριμνῆσαι ἀπὸ πάντων τῶν τοῦ κόσμου τούτου, καὶ Θεῷ μόνῳ σχολάσαι, ὡς λέγει, ἵνα ᾖ ἡ παρθένος εὐπάρεδρος καὶ ἀπερίσπαστος.
(16.) Ἔχομεν δὲ καὶ ζώνην• ζώνην διὰ τί φοροῦμεν; Ἡ ζώνη ἣν φοροῦμεν, σύμβολόν ἐστι πρῶτον μὲν ὅτι ἐσμὲν εὐτρεπισμένοι εἰς ἔργον• ἕκαστος γὰρ θέλων ἐργάσασθαι, πρῶτον ζώννυται καὶ οὕτως ἄρχεται τοῦ ἔργου, ὡς λέγει• Ἔστωσαν αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι.
Καὶ πάλιν, ἵνα ὥσπερ ἐστὶν ἀπὸ νεκροῦ δέρματος ἡ ζώνη, οὕτως καὶ ἡμεῖς νεκρώσωμεν τὴν φιληδονίαν ἡμῶν.
Ἔστι γὰρ ἡ ζώνη κατ’ αὐτῆς τῆς ὀσφύος ἡμῶν• ἐκεῖ δέ εἰσιν οἱ νεφροί, ἐν οἷς λέγεται εἶναι τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς.
Καὶ τοῦτό ἐστιν ὃ λέγει ὁ Ἀπόστολος• Νεκρώσατε τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, καὶ τὰ ἑξῆς.
(17.) Ἔχομεν καὶ ἀνάλαβον• ὁ ἀνάλαβος τίθεται σταυροειδῶς ἐπὶ τοὺς ὤμους ἡμῶν• τοῦτ’ ἔστι, τοῦ σταυροῦ τὸ σύμβολον βαστάζομεν εἰς τοὺς ὤμους ἡμῶν, καθὼς λέγει• Ἆρον τὸν σταυρόν σου καὶ ἀκολούθει μοι.
Τί δέ ἐστι σταυρὸς ἀλλ’ ἢ τελεία νέκρωσις ἥτις κατορθοῦται ἐν ἡμῖν διὰ τῆς εἰς Χριστὸν πίστεως; Ἡ γὰρ πίστις, ὡς λέγει πάλιν εἰς τὸ Γεροντικόν, περιστέλλει ἀεὶ τὰ κωλύοντα καὶ ἀνεμπόδιστον ποιεῖ ἡμῖν τὴν ἐργασίαν, τὴν φέρουσαν ἡμᾶς εἰς τοιαύτην τελείαν νέκρωσιν• τοῦτ’ ἔστιν, ἵνα νεκρώσῃ τις ἑαυτὸν ἀπὸ πάντων τῶν τοῦ κόσμου τούτου, καὶ ἐὰν ἀφῆκε γονεῖς, ἵνα ἀγωνίσηται καὶ πρὸς τὴν προσπάθειαν αὐτῶν, ὁμοίως καὶ χρήματα ἢ κτήματα, καὶ ἕκαστον πρᾶγμα ᾧ δ’ ἂν ἀποτάξηταί τις, θέλῃ καὶ αὐτῇ τῇ προσπαθείᾳ αὐτοῦ ἀποτάξασθαι, καθὼς καὶ ἤδη εἴπομεν• καὶ αὕτη ἐστὶν ἡ τελεία ἀποταγή.
(18.) Λαμβάνομεν δὲ καὶ κουκούλλιον• τοῦτο δέ ἐστι σύμβολον τῆς ταπεινώσεως.
Τὰ νήπια γὰρ τὰ μικρὰ τὰ ἄκακα φοροῦσι κουκούλλια• ἄνθρωπος δὲ τέλειος κουκούλλιον οὐ φορεῖ.
Ἡμεῖς οὖν διὰ τοῦτο φοροῦμεν, ἵνα νηπιάζωμεν τῇ κακίᾳ, ὡς λέγει ὁ Ἀπόστολος• Μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε.
Τί δέ ἐστι τὸ νηπιάζειν τῇ κακίᾳ; Τὸ νήπιον τὸ μὴ ἔχον κακίαν, ἐὰν ἀτιμασθῇ, οὐκ ὀργίζεται, καὶ ἐὰν τιμηθῇ, οὐ κενοδοξεῖ• ἐὰν λάβῃ τις τὰ αὐτοῦ, οὐ θλίβεται• νηπιάζει γὰρ τῇ κακίᾳ• οὐκ ἐπεκδικεῖ πάθος, οὐκ ἀντιποιεῖται δόξης.
Ἔστι πάλιν τὸ κουκούλλιον σύμβολον τῆς χάριτος τοῦ Θεοῦ, ὅτι ὥσπερ τὸ κουκούλλιον σκεπάζει καὶ θάλπει τὴν κεφαλὴν τοῦ παιδίου, οὕτως καὶ ἡ χάρις τοῦ Θεοῦ σκεπάζει τὸν νοῦν ἡμῶν, ὡς λέγει εἰς τὸ Γεροντικὸν ὅτι• Τὸ κουκούλλιον σύμβολόν ἐστι τῆς χάριτος τοῦ Σωτῆρος ἡμῶν Θεοῦ σκεπαζούσης ἡμῶν τὸ ἡγεμονικὸν καὶ περιθαλπούσης τὴν ἐν Χριστῷ νηπιότητα διὰ τοὺς ῥαπίζειν ἀεὶ καὶ τιτρώσκειν ἐπιχειροῦντας.
(19.) Ἰδοὺ ἔχομεν τὴν ζώνην ἐπὶ τῆς ὀσφύος ἡμῶν, ὅ ἐστιν ἡ νέκρωσις τῆς ἀλόγου ἐπιθυμίας, καὶ τὸν ἀνάλαβον κατὰ τῶν ὤμων, ὅ ἐστι σταυρός.
Ἰδοὺ καὶ τὸ κουκούλλιον, ὅ ἐστι σημεῖον τῆς ἀκακίας καὶ τῆς ἐν Χριστῷ νηπιότητος.
Πολιτευσώμεθα οὖν πρὸς τὸ σχῆμα ἡμῶν, ὡς εἶπον οἱ Πατέρες, ἵνα μὴ ἀλλότριον σχῆμα φορῶμεν, ἀλλ’ ὥσπερ ἀφήκαμεν τὰ μεγάλα, οὕτως ἀφήσωμεν καὶ τὰ μικρά• ἀφήκαμεν τὸν κόσμον, ἀφήσωμεν καὶ τὰς προσπαθείας αὐτοῦ• αἱ γὰρ προσπάθειαι, καθὼς εἶπον, καὶ διὰ μικρῶν τινων καὶ εὐτελῶν καὶ μηδενὸς λόγου ἀξίων πάλιν συνδεσμοῦσιν ἡμᾶς τῷ κόσμῳ, καὶ οὐ νοοῦμεν.
(20.) Ἐὰν οὖν θέλωμεν τελείως ἀπαλλαγῆναι καὶ ἐλευθερωθῆναι, μάθωμεν κόπτειν τὰ θελήματα ἡμῶν, καὶ οὕτως κατὰ μικρὸν μικρὸν σὺν Θεῷ προκόπτοντες ἐρχόμεθα εἰς τὴν ἀπροσπάθειαν.
Οὐδὲν γὰρ οὕτως ὠφελεῖ τοὺς ἀνθρώπους, ὡς τὸ κόπτειν τὸ ἴδιον θέλημα• ὄντως προκόπτει τις ἐκ τούτου τοῦ πράγματος σχεδὸν ὑπὲρ πᾶσαν ἀρετήν.
Καὶ ὥσπερ ἄνθρωπος ὁδεύων ἐν ὁδῷ καὶ εὑρίσκων ἐν αὐτῇ κοπενδάριον καὶ ὑπάγων αὐτό, δι’ ἐκείνου τοῦ κοπενδαρίου προλαμβάνει πολὺ μέρος ἐκ τῆς ὁδοῦ ἐκείνης, οὕτως ἐστὶν ὁ ὁδεύων ταύτην τὴν ὁδὸν τῆς κοπῆς τοῦ θελήματος• ἐκ τοῦ γὰρ κόπτειν τινὰ τὸ θέλημα αὐτοῦ, κτᾶται τὴν ἀπροσπάθειαν, καὶ ἐκ τῆς ἀπροσπαθείας ἔρχεται σὺν Θεῷ εἰς τελείαν ἀπάθειαν• δύναται δέ τις εἰς μικρὸν διάστημα κόψαι δέκα θελήματα, καὶ λέγω πῶς• Περιπατεῖ τις μικρὸν καὶ βλέπει τί ποτε, καὶ λέγει αὐτῷ ὁ λογισμός• Πρόσχες ἐκεῖ, καὶ λέγει τῷ λογισμῷ• Ὄντως οὐ προσέχω, καὶ κόπτει τὸ θέλημα αὐτοῦ, καὶ οὐ προσέχει.
Πάλιν εὑρίσκει τινὰς λαλοῦντας, καὶ λέγει αὐτῷ ὁ λογισμός• Εἰπὲ καὶ σὺ τόδε τὸ ῥῆμα, καὶ κόπτει τὸ θέλημα αὐτοῦ καὶ οὐ λέγει.
Πάλιν λέγει αὐτῷ ὁ λογισμός• Ὕπαγε ἐρώτησον τὸν μάγειρον τί ἕψει, καὶ οὐχ ὑπάγει, ἀλλὰ κόπτει τὸ θέλημα αὐτοῦ.
Βλέπει τί ποτε, καὶ λέγει αὐτῷ ὁ λογισμός• Ἐρώτησον τίς ἤνεγκεν αὐτό, καὶ κόπτει τὸ θέλημα αὐτοῦ καὶ οὐκ ἐρωτᾷ• καὶ οὕτως κόπτων κόπτων εἰς συνήθειαν ἔρχεται τοῦ κόπτειν, καὶ ἐκ τῶν μικρῶν ἄρχεται καὶ τὰ μεγάλα μετὰ ἀναπαύσεως κόπτειν, καὶ οὕτως λοιπὸν ἔρχεται μήτε ἔχειν ὅλως θέλημα, ἀλλ’ εἴ τι δ’ ἂν γένηται ἀναπαύει αὐτόν, ὡς ὅτι αὐτοῦ ἐστι.
Καὶ αὐτοῦ μὴ θέλοντος ποιῆσαι τὸ θέλημα αὐτοῦ, εὑρίσκεται πάντοτε ποιῶν αὐτό.
Ὃ γὰρ ἴδιον οὐκ ἔχει, ἕκαστον γινόμενον ἴδιον αὐτοῦ ἐστι.
Καὶ οὕτως εὑρίσκεται, ὡς εἴπομεν, μὴ ἔχων προσπάθειαν, καὶ ἐκ τῆς ἀπροσπαθείας, ὡς εἶπον, ἔρχεται εἰς τὴν ἀπάθειαν.
(21.) Βλέπετε κατὰ μικρὸν μικρὸν εἰς ποίαν φέρει προκοπὴν τὸ κόπτειν τὸ ἴδιον θέλημα• ποῖος ἦν ὁ μακάριος ἐκεῖνος Δωσίθεος, ἀπὸ ποίου βίου, ἀπὸ ποίας τρυφῆς, ἀπὸ ποίας βλακείας ἄνθρωπος μηδὲ ἀκούσας ποτὲ λόγον Θεοῦ, καὶ ὅμως ἠκούσατε εἰς ποῖα μέτρα ἤνεγκεν αὐτὸν δι’ ὀλίγου χρόνου τὸ κρατῆσαι τὴν ὑπακοὴν καὶ κόψαι τὸ ἴδιον θέλημα• πῶς δὲ καὶ ἐδόξασεν αὐτὸν ὁ Θεὸς καὶ οὐκ ἀφῆκεν εἰς λήθην ἐλθεῖν τὴν τοιαύτην αὐτοῦ ἀρετήν, ἀλλὰ ἀπεκάλυψε τῷ ἁγίῳ γέροντι, καὶ εἶδεν αὐτὸν μεταξὺ ὅλων ἐκείνων τῶν ἁγίων ἀπολαύοντα τῆς μακαριότητος αὐτῶν.
(22.) Λέγω ὑμῖν καὶ ἄλλο πρᾶγμα ὁμοίως ἐπὶ ἐμοῦ γινόμενον, ἵνα μάθητε ὅτι καὶ ἀπὸ θανάτου ῥύεται ἄνθρωπον ἡ ὑπακοὴ καὶ τὸ μὴ ἔχειν ἴδιον θέλημα.
Ποτὲ ὄντος μου ἐν τοῖς τοῦ ἀββᾶ Σερίδου, ἦλθεν ἐκεῖ μαθητὴς μεγάλου γέροντος ἐκ τῶν μερῶν Ἀσκάλωνος εἴς τινα ἀπόκρισιν τοῦ ἀββᾶ αὐτοῦ.
Εἶχε δὲ ἐντολὴν παρὰ τοῦ γέροντος ὑποστρέψαι ἀπὸ ἑσπέρας εἰς τὸ ἴδιον κελλίον.
Ἐν τοσούτῳ γίνεται χειμὼν σφοδρότατος καὶ ὄμβροι καὶ βρονταί, καὶ ἦν ὁ παραπλήσιον χείμαρρος εἰς ὅλην τὴν πλημμύραν αὐτοῦ• εἶτα ἐκεῖνος ἤθελεν ἀπελθεῖν διὰ τὸ ῥῆμα τοῦ γέροντος.
Ἡμεῖς δὲ παρεκαλοῦμεν αὐτὸν μεῖναι, ἔχοντες ὅτι ἀδύνατόν ἐστι σωθῆναι αὐτὸν ἐκ τοῦ ποταμοῦ.
Ἐκεῖνος δὲ οὐκ ἐπείθετο ἡμῖν μεῖναι.
Λέγομεν ὕστερον• Ἀπέλθωμεν μετ’ αὐτοῦ ἕως τοῦ ποταμοῦ• ἐὰν γὰρ ἴδῃ αὐτόν, ἀφ’ ἑαυτοῦ ἔχει ἀνακάμψαι.
Ἀπήλθομεν οὖν μετ’ αὐτοῦ, καὶ ὅτε ἐφθάσαμεν τὸν ποταμόν, ἀποδύεται ἐκεῖνος τὰ ἱμάτια αὐτοῦ καὶ δεσμεῖ αὐτὰ εἰς τὴν κεφαλὴν αὐτοῦ καὶ ζώννυται τὸ μαφόριον αὐτοῦ καὶ βάλλει ἑαυτὸν εἰς τὸν ποταμὸν εἰς ὅλον τὸ φοβερὸν ῥεῦμα ἐκεῖνο.
Ἡμεῖς δὲ ἱστάμεθα ἐκπληττόμενοι καὶ τρέμοντες μήπως ἀποθάνῃ• ἐκεῖνος δὲ ἔμεινε κολυμβῶν καὶ εὑρίσκεται παραχρῆμα εἰς τὸ ἄλλο πέραν καὶ ἐνδύεται τὰ ἱμάτια αὐτοῦ καὶ βάλλει ἡμῖν ἐκεῖθεν μετάνοιαν καὶ λαμβάνει παράθεσιν καὶ ἀπέρχεται τρέχων• ἡμεῖς δὲ ἐμείναμεν θαυμάζοντες καὶ ἐκπληττόμενοι τὴν δύναμιν τῆς ἀρετῆς, ὅτι ἡμεῖς μετὰ φόβου προσείχομεν, ἐκεῖνος δὲ ἀκινδύνως διῆλθε διὰ τὴν ὑπακοὴν αὐτοῦ.
(23.) Ὁμοίως καὶ ὁ ἀδελφὸς ἐκεῖνος ὃν ἔπεμψεν ὁ ἀββᾶς αὐτοῦ διὰ τὰς χρείας αὐτῶν πρὸς τὸν ἀποκρισάριον αὐτοῦ εἰς τὴν κώμην, πῶς ὅτε εἶδεν ἑαυτὸν ἑλκόμενον ὑπὸ τῆς θυγατρὸς αὐτοῦ εἰς αἰσχρὰν μίξιν, ἵνα μόνον εἴπῃ• Ὁ Θεός, διὰ τῶν εὐχῶν τοῦ Πατρός μου ἐξελοῦ με, εὐθέως εὑρέθη εἰς τὴν ὁδὸν τῆς Σκήτεως ὑπάγων πρὸς τὸν Πατέρα αὐτοῦ.
Βλέπετε δύναμιν ἀρετῆς, βλέπετε ἐνέργειαν ῥήματος, πόσην βοήθειαν ἔχει καὶ τὸ ἐπικαλέσασθαί τινα τὰς εὐχὰς τοῦ Πατρὸς αὐτοῦ• ἵνα εἴπῃ• Ὁ Θεός, διὰ τῶν εὐχῶν τοῦ Πατρός μου ἐξελοῦ με, εὐθέως εὑρέθη εἰς τὴν ὁδόν.
Κατα νοήσατε δὲ τὴν ταπείνωσιν καὶ τὴν εὐλάβειαν ἀμφοτέρων.
Ἦσαν ἐν στενώσει, καὶ ἤθελεν ὁ γέρων πέμψαι τὸν ἀδελφὸν πρὸς τὸν ποιοῦντα αὐτοῖς τὴν ἀπόκρισιν καὶ οὐκ ἔλεγεν αὐτῷ• Ὕπαγε• ἀλλ’ ἔλεγεν αὐτῷ• Θέλεις ἀπελθεῖν; Ὁμοίως καὶ ὁ ἀδελφὸς οὐκ εἶπεν• Ὑπάγω, ἀλλ’ ἔλεγεν αὐτῷ• Ὡς θέλεις ποιῶ.
Ἐφοβεῖτο γὰρ καὶ διὰ τὰ σκάνδαλα καὶ διὰ τὸ μὴ παρακοῦσαι τοῦ Πατρὸς αὐτοῦ.
Εἶτα ὡς πλέον ἐστενώθησαν, λέγει αὐτῷ ὁ γέρων• Ἐγείρου, ὕπαγε• καὶ οὐκ εἶπεν αὐτῷ• Ἐλπίζω εἰς τὸν Θεόν μου ὅτι σκεπάζει σε• ἀλλὰ λέγει• Ἐλπίζω εἰς τὰς εὐχὰς τοῦ Πατρός μου ὅτι σκεπάζει σε.
Ὁμοίως καὶ ὁ ἀδελφὸς ὅτε ἐπειράσθη, οὐκ εἶπεν• Ὁ Θεός μου, ἐξελοῦ με, ἀλλά• Ὁ Θεός, διὰ τῶν εὐχῶν τοῦ Πατρός μου ἐξελοῦ με.
Καὶ ἕκαστος αὐτῶν εἰς τὰς εὐχὰς τοῦ Πατρὸς αὐτοῦ ἤλπιζε.
Βλέπετε πῶς ἔζευξαν τῇ ὑπακοῇ τὴν ταπείνωσιν• ὥσπερ γὰρ ζεύγνυται τὸ ἅρμα, καὶ οὐ δύναται ὁ ἵππος ὁ εἷς προλαβεῖν τὸν ἄλλον, ἐπεὶ κλᾶται, οὕτως χρῄζει ἡ ὑπακοὴ ἔχειν συνεζευγμένην αὐτῇ τὴν ταπείνωσιν.
Καὶ πῶς δύναταί τις ἀξιωθῆναι ταύτης τῆς χάριτος, ἐὰν μή, καθὼς εἶπον, βιάσηται κόψαι τὰ ἴδια θελήματα καὶ ἐκδῷ ἑαυτὸν μετὰ Θεὸν τῷ ἑαυτοῦ Πατρὶ ἐν μηδενὶ διστάζων, ἀλλὰ πάντα ποιῶν ὥσπερ κἀκεῖνοι μετὰ πληροφορίας ὡς ὅτι τῷ Θεῷ ὑπακούει; Τὶς ἄξιος ἐλεηθῆναι, τὶς ἄξιος σωθῆναι.
(24.) Φέρεταί ποτε τοιοῦτος λόγος ὅτι παρερχόμενος ὁ ἅγιος Βασίλειος διὰ τῶν κοινοβίων αὐτοῦ, λέγει ἑνὶ τῶν ἡγουμένων• Ἔχεις τινὰ τῶν σωζομένων; Λέγει αὐτῷ ὁ ἀββᾶς• Διὰ τῶν εὐχῶν σου, δέσποτα, πάντες θέλομεν σωθῆναι.
Λέγει πάλιν αὐτῷ ὁ ἅγιος Βασίλειος• Τῶν σωζομένων ἔχεις τινά; Ἐκεῖνος νοήσας, ἦν γὰρ καὶ αὐτὸς πνευματικός, λέγει• Ναί.
Λέγει αὐτῷ ὁ ἅγιος• Φέρε μοι αὐτόν.
Ἔρχεται ἐκεῖνος ὁ ἀδελφὸς καὶ λέγει ὁ ἅγιος αὐτῷ• Δός, νίψωμαι.
Ἀπέρχεται καὶ φέρει αὐτῷ νίψασθαι.
Μετὰ δὲ τὸ νίψασθαι τὸν ἅγιον Βασίλειον, λαμβάνει καὶ αὐτὸς ὁ ἅγιος τὸ νίμμα καὶ λέγει τῷ ἀδελφῷ• Δέξαι, καὶ αὐτὸς νίψαι.
Δέχεται ἐκεῖνος τὸ νίμμα ἀδιακρίτως παρὰ τοῦ ἁγίου• μετὰ οὖν τὸ δοκιμάσαι αὐτὸν ἐν τούτῳ, λέγει αὐτῷ πάλιν• Ὅτε εἰσέρχομαι εἰς τὸ ἱερατεῖον, δεῦρο ὑπόμνησόν με ἵνα χειροτονήσω σε.
Πάλιν ἐκεῖνος ἀδιακρίτως ὑπακούει.
Καὶ ὅτε εἶδε τὸν ἅγιον Βασίλειον ἔσω εἰς τὸ ἱερατεῖον, ἀπέρχεται καὶ ὑπομιμνήσκει αὐτόν, καὶ χειροτονεῖ αὐτὸν καὶ λαμβάνει αὐτὸν μετ’ αὐτοῦ• τίνι γὰρ ἔπρεπεν μετὰ τοῦ ἁγίου ἐκείνου τοῦ θεοφόρου εἰ μὴ τῷ τοιούτῳ εὐλογημένῳ ἀδελφῷ; (25.) Ὑμεῖς οὐκ ἔχετε πεῖραν ὑπακοῆς ἀδιακρίτου, οὐδὲ οἴδατε τὴν ἀνάπαυσιν αὐτῆς.
Ἠρώτησά ποτε τὸν γέροντα τὸν ἀββᾶν Ἰωάννην τὸν τοῦ ἀββᾶ Βαρσανουφίου καὶ εἶπον• Δέσποτα, ἐπειδὴ ἡ Γραφὴ λέγει ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ βλέπω ὅτι οὐδὲ μίαν θλίψιν ἔχω, τί ὀφείλω ποιῆσαι μήπως καὶ ἀπόλλω τὴν ψυχήν μου; Ὅτι οὐκ εἶχον οὐδὲ μίαν θλίψιν οὐδὲ μίαν μέριμναν.
Εἰ δὲ καὶ συνέβη με ἔχειν λογισμόν, ἐλάμβανον τὸ πινακίδιον καὶ ἔγραφον τῷ γέροντι.
Διὰ γραμμάτων γὰρ ἠρώτων αὐτὸν πρὸ τοῦ με ὑπηρετῆσαι αὐτῷ• καὶ πρὶν πληρώσω, γράφων ᾐσθανόμην κουφισμοῦ καὶ ὠφελείας.
Τοσαύτη ἦν ἡ ἀμεριμνία καὶ ἡ ἀνάπαυσις• ἐγὼ δὲ μὴ εἰδὼς τὴν δύναμιν τῆς ἀρετῆς καὶ ἀκούων ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἐφοβούμην ὅτι οὐκ εἶχον θλίψιν.
Ὡς οὖν ἐδήλωσα τῷ γέροντι, δηλοῖ μοι οὕτως• Μηδὲν θλιβῇς• σὺ οὐκ ἔχεις πρᾶγμα, ἀλλ’ ἕκαστος βάλλων ἑαυτὸν εἰς ὑπακοὴν Πατέρων, ταύτην τὴν ἀμεριμνίαν καὶ τὴν ἀνάπαυσιν ἔχει.


ΤΟΥ ΑΥΤΟΥ ΑΒΒΑ ΔΩΡΟΘΕΟΥ ΕΠΙΣΤΟΛΑΙ ΔΙΑΦΟΡΟΙ

Βʹ.
ΠΡΟΣ ΤΟΥΣ ΕΝ ΤΩ ΜΟΝΑΣΤΗΡΙΩ ΕΠΙΣΤΑΤΑΣ ΚΑΙ ΜΑΘΗΤΑΣ.
ΠΩΣ ΔΕΙ ΕΠΙΣΤΑΤΕΙΝ ΑΔΕΛΦΩΝ ΚΑΙ ΠΩΣ ΤΟΙΣ ΕΠΙΣΤΑΤΟΥΣΙΝ ΥΠΟΤΑΣΣΕΣΘΑ

[Επεξεργασία]

(184.) Ἐὰν εἶ ἀδελφῶν ἐπιστάτης, φρόντισον αὐτῶν ἐν στρυφνότητι καρδίας καὶ σπλάχνοις οἰκτιρμῶν, παιδεύων αὐτοὺς ἔργῳ καὶ λόγῳ τὰ πρακτέα, τὰ πλείω δὲ τῷ ἔργῳ,ἐπειδὴ τὰ ὑποδείγματα μᾶλλον ἐνεργέστερά εἰσιν, εἰ μὲν δύνασαι καὶ ἐν τοῖς σωματικοῖς τυπῶν αὐτούς, εἰ δὲ ἀσθενὴς εἶ, τῇ τῆς ψυχῆς καλῇ καταστάσει καὶ τοῖς παρὰ τῷ Ἀποστόλῳ ἠριθμημένοις καρποῖς τοῦ Πνεύματος, ἀγάπῃ, χαρᾷ, εἰρήνῃ, μακροθυμίᾳ, χρηστότητι, ἀγαθωσύνῃ, πίστει, πραότητι καὶ τῇ κατὰ πάντων τῶν παθῶν ἐγκρατείᾳ.
Ἐπὶ δὲ τοῖς συμβαίνουσι σφάλμασι, μὴ σφόδρα ἀγανάκτει, ἀλλὰ ἀταράχως δείκνυε τὴν βλάβην τὴν ἀπὸ τοῦ σφάλματος, κἂνἐπιτιμῆσαι δέοι πρόσωπον τηρῶν καὶ καιρὸν ἐπιτήδειον.
Μὴ ἀκριβάζου δὲ περὶ τὰ μικρὰ σφάλματα, ὡς ἀκριβοδίκαιοςαὐτός, μηδὲ συνεχῶς ἔλεγχε• φορτικὸν γὰρ τοῦτο καὶ διὰ τῆς συνηθείας τοῦ ἐλέγχου εἰς ἀναισθησίαν ἄγει καὶ καταφρόνησιν• μὴ προστακτικῶς ἐπιτάσσων, ἀλλὰ μετὰταπεινώσεως συμβουλευόμενος μετὰ τοῦ ἀδελφοῦ• προτρεπτικὸς γὰρ οὗτος ὁ λόγος γίνεται, καὶ πείθει μᾶλλον καὶ τὸν πλησίονἀναπαύει.
(185.) Ἐν καιρῷ δὲ ταραχῆς ἀδελφοῦ σοι ἀνθισταμένου,φύλαξον τὴν γλῶσσάν σου μὴ λαλῆσαί τι τὸ σύνολον ἐν ὀργῇ, καὶ μὴ ἐάσῃς τὴν καρδίαν σου ἐπαρθῆναι κατ’ αὐτοῦ, ἀλλὰ μνήσθητι ὅτι ἀδελφός ἐστιν καὶ μέλος ἐν Χριστῷ καὶ εἰκὼν Θεοῦ ἐπηρεαζομένη ὑπὸ τοῦ κοινοῦ ἐχθροῦ ἡμῶν, καὶ σπλαγχνίσθητι ἐπ’ αὐτῇ, μή πως αἰχμαλωτίσας αὐτὴν ὁ διάβολοςἀπὸ τῆς πληγῆς τοῦ θυμοῦ, θανατώσῃ εἰς μνησικακίαν καὶ ἀπολεῖται ψυχὴ ἐξ ἀπροσεξίας ἡμῶν ὑπὲρ ἧς Χριστὸς ἀπέθανε• μνήσθητι δὲ ὅτι καὶ σὺ ὑπόκεισαι τῷ αὐτῷ κρίματι τῆς ὀργῆς, καὶ ἐκ τῆς σῆς ἀσθενείας συμπάθησον τῷ ἀδελφῷ σου, καὶ εὐχαρίστει ὅτι εὗρες ἀφορμὴν εἰς τὸ συγχωρῆσαι, ἵνα καὶ σὺ τὰ μείζονα καὶ πλείονα παρὰ τοῦ Θεοῦ συγχωρηθῇς.
Ἄφετε γάρ, φησίν, καὶ ἀφεθήσεται ὑμῖν.
Ἀλλὰ νομίζεις βλάπτεσθαι τὸν ἀδελφόν σου ἐκ τῆς σῆς μακροθυμίας; ἀλλ’ ὁ Ἀπόστολος παραγγέλλει νικᾷν ἐν τῷ ἀγαθῷ τὸ κακόν, οὐκ ἐν τῷ κακῷ τὸ κακόν.
Καὶ οἱ Πατέρες δὲ λέγουσιν• Ἐὰν ἑτέρῳ ἐπιτιμῶν εἰς ὀργὴν κινηθῇς, ἴδιον πάθος ἐπλήρωσας• καὶ οὐδεὶς συνετὸς λύει τὴν ἑαυτοῦ οἰκίαν, ἵνα τὴν τοῦ πλησίον οἰκοδομήσῃ.
(186.) Ἐπιμενούσης δὲ τῆς ταραχῆς, βίασαι τὴν καρδίαν σου καὶ εὖξαι λέγων οὕτως• Ὁ Θεὸς ὁ φιλάνθρωπος καὶ φιλόψυχος, ὁ τῇ ἀφάτῳ σου ἀγαθότητι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ποιήσας ἡμᾶς ἐπὶ μεταλήψει τῶν σῶν ἀγαθῶν καὶ ἀποστατήσαντας ἡμᾶς ἀπὸ τῶν ἐντολῶν σου ἀνακαλέσας διὰ τοῦ αἵματος τοῦ μονογενοῦς σου Υἱοῦ τοῦ Σωτῆρος ἡμῶν, καὶ νῦν παράστηθι τῇ ἀσθενείᾳ ἡμῶν καὶ ἐπιτίμησον ὥσπερ ποτὲ κυματουμένῃ τῇ θαλάσσῃ, οὕτως καὶ νῦν τῇ ταραχῇ τῆς καρδίας ἡμῶν, καὶ μὴ ἀτεκνωθῇς ἐν μιᾷ ὥρᾳ ἐξ ἀμφοτέρων ἡμῶν θανατωθέντων τῇ ἁμαρτίᾳ, καὶ μὴ εἴπῃς ἡμῖν• Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβαίνειν με εἰς διαφθοράν; Καί• Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς, διὰ τὸ σβεσθῆναι τὰς λαμπάδας ἡμῶν ἐλαίου λείψαντος.
Καὶ μετὰ τὴν εὐχὴν ταύτην πραϋνθείσης σου τῆς καρδίας, δύνασαι λοιπὸν μετὰ συνέσεως καὶ ταπεινώσεως κατὰ τὸἀποστολικὸν παράγγελμα ἐλέγξαι, ἐπιτιμῆσαι, παρακαλέσαι καὶ μετὰ συμπαθείας ὡς μέλος ἀσθενὲς θεραπεῦσαι καὶ διορθώσασθαι.
Τότε γὰρ καὶ ὁ ἀδελφὸς καταδέχεται τὴν διόρθωσιν μετὰ πληροφορίας, καταγνοὺς ἑαυτοῦ ἐπὶ τῇ σκληρότητι• καὶ διὰ τῆς σῆς εἰρήνης εἰρηνεύεις τὴν αὐτοῦκαρδίαν.
Μηδὲν τοίνυν χωριζέτω σε τῆς ἁγίας τοῦ Χριστοῦ παραδόσεως• Μάθετε ἀπ’ ἐμοῦ λέγοντος ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.
Ἐπιμελεῖσθαι γὰρ χρὴ πρῶτον εἰρηνικῆς καταστάσεως, ὥστε μηδὲ ἐπὶ δικαίαις προφάσεσιν ἢ ἐντολῆς δῆθεν χάριν τὴν καρδίαν θολοῦν, πεπεισμένον ὡς πάσας τὰς ἐντολὰς ἐπιτηδεύομεν ἀγάπης ἕνεκα καὶ τῆς καθαρότητος τῆς καρδίας• οὕτως τὸν ἀδελφὸν διοικῶν,ἀκούσεις τῆς λεγούσης φωνῆς• Ἐὰν ἐξαγάγῃς τίμιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσῃ.
(187.) Ἐν ὑποταγῇ δὲ ὤν, μηδέποτε πιστεύσῃς τῇ καρδίᾳ σου• τυφλώττῃ γὰρ ἀπὸ τῶν παλαιῶν προσπαθειῶν.
Καὶ μὴ στοιχήσῃς ἔν τινι τῇ ἰδίᾳ κρίσει καὶ μὴ στήσῃς παρὰ σεαυτῷ μηδὲν χωρὶς ἐρωτήσεως καὶ γνώμης, καὶ μὴ λογίζου ἢ νόμιζε εὐλογώτερα καὶ δικαιότερα τοῦ διοικοῦντός σε, μηδὲ γίνου ἐξεταστὴς τῶν ἔργων αὐτοῦ καὶ πεπλανημένος πολλάκις δοκιμαστής.
Ἀπάτη γὰρ αὕτη τοῦ πονηροῦ πρὸς τὸ ἐμποδίσαι τῇ μετὰ πίστεως κατὰ πάντα ὑποταγῇ καὶ τῇ ἐκ ταύτης ἀσφαλεῖ σωτηρίᾳ• καὶ ὑποτάσσῃ μετὰ ἀναπαύσεως καὶ ἀκινδύνως ὁδεύεις καὶ ἀπλανῶς τὴν ὁδὸν τῶν Πατέρων.
Βιάζου δὲ σεαυτὸν εἰς πάντα καὶ κόπτε τὸ θέλημά σου, καὶ χάριτι Χριστοῦ διὰ τῆς συνηθείας ἐν ἕξει τοῦ κόπτειν γενόμενος ἀβιάστως τοῦ λοιποῦ καὶ ἀθλίπτως αὐτὸ ποιεῖς, ὡς συμβαίνειν τὸ σὸν πάντοτε γίνεσθαι.
Οὐ γὰρ θέλεις τὰ πράγματα γίνεσθαι ὡς θέλεις, ἀλλὰ θέλεις ὡς γίνεται, καὶ οὕτως εἰρηνεύεις μετὰ πάντων, ταῦτα μέντοι ἐν οἷς οὐκ ἔστι παράβασις ἐντολῆς Θεοῦ ἢ Πατέρων.
Ἀγωνίζου εὑρίσκειν ἐν παντὶ τὸ μέμφεσθαι ἑαυτὸν καὶ κράτει τὸ ἀψήφιστον ἐν γνώσει• καὶ πίστευε ὅτι ὑπὸ πρόνοιαν Θεοῦ ἐστι καὶ μέχρι τῶν εὐτελεστάτων τὰ καθ’ ἡμᾶς, καὶ φέρεις τὰ ἐπερχόμενά σοι ἀταράχως• πίστευε ὅτι φάρμακά ἐστιν ἰατρικὰ τῆς ὑπερηφανίας τῆς ψυχῆς σου αἱ ἀτιμίαι καὶ αἱ ὕβρεις, καὶ ὑπερεύχου τῶν λοιδορούντων σε ὡς ἰατρῶν ἀληθινῶν, πεπεισμένος ὡς ὁ μισῶν ἀτιμίαν μισεῖ ταπείνωσιν καὶ ὁ φεύγων ἐρεθίζοντας φεύγει πραότητα.
Μὴ θέλε εἰδέναι τὴν κακίαν τοῦ πλησίον σου καὶ μὴ προσδέχου τὰς κατ’ αὐτοῦ ὑπονοίας• εἰ δὲ καὶ σπαρῶσι διὰ τὴνκακίαν ἡμῶν, σπούδαζε μεταβάλλειν αὐτὰς εἰς καλοεννοησίαν καὶ ἐν παντὶ εὐχαρίστει καὶ κτάσαι τὴν ἀγαθότητα καὶ τὴν ἁγίαν ἀγάπην.
Πρὸ δὲ πάντων φυλάξωμεν πάντες τὴν συνείδησιν ἡμῶν ἐν πᾶσι, τοῖς τε πρὸς τὸν Θεὸν καὶ τὸν πλησίον καὶ ἐν ταῖς ὕλαις• καὶ πρὶν εἰπεῖν ἢ ποιῆσαί τι, ἐξετάσωμεν εἰ κατὰ θέλημά ἐστι τοῦ Θεοῦ• καὶ οὕτως εὐξάμενοι εἴπωμεν ἢ ποιήσωμεν, καὶ παραρρίψωμεν τὴν ἀδυναμίαν ἡμῶν ἐνώπιον τοῦ Θεοῦ• καὶ ἡ ἀγαθότης αὐτοῦ συνέρχεται ἡμῖν ἐν πᾶσιν.


Γʹ.
ΠΡΟΣ ΤΟΝ ΕΧΟΝΤΑ ΤΗΝ ΔΙΑΚΟΝΙΑΝ ΤΟΥ ΚΕΛΛΑΡΙΟΥ

[Επεξεργασία]

(188.) Εἰ θυμῷ καὶ μνησικακίᾳ περιπίπτειν οὐ θέλεις, προσπάθειαν τὸ καθόλου μὴ ἔχε πρὸς τὴν ὕλην, μηδὲ ἀντιποιοῦ σκεύους οἱουδήποτε, μήτε δὲ πάλιν ὡς ἐλαχίστου ἢ μηδαμινοῦ καταφρόνει• ἀλλὰ κἂν θέλει τις ἀπὸ σοῦ, δίδου, κἂν δὲ ἀπὸ ἀσυστροφίας ἢ καταφρονήσεως κλασθῇ ἢ ἀπώληται, μὴ μεριμνήσῃς.
Τοῦτο δὲ ποιεῖν ὀφείλεις, οὐχ ὡς καταφρονῶν τῶν σκευῶν τοῦ μοναστηρίου• χρεωστεῖς γὰρ πάσῃ δυνάμει καὶ πάσῃ σπουδῇ φροντίζειν αὐτῶν• ἀλλ’ ὡς θέλων τὸ ἀτάραχον καὶ ἀθόρυβον ἑαυτοῦ φυλάττειν,δεικνύων ἀεὶ τῷ Θεῷ τὸ κατὰ δύναμιν.
Τοῦτο δὲ κατορθῶσαι δυνήσῃ, ἐὰν μὴ ὡς ἴδια διοικῇς τὰ πράγματα, ἀλλ’ ὡς τῷ Θεῷ ἀνακείμενα, καὶ μόνην τούτων πιστευθεὶς τὴν φροντίδα.
Τὸ μὲν γὰρ μὴ προσπάσχειν, ὡς εἶπον, τὸ δὲ μὴ καταφρονεῖν παρασκευάζει.
Εἰ δὲ τοῦτον οὐκ ἔχῃς τὸν σκοπόν, θάρρει, οὐ μὴ παύσῃ ταρασσόμενος καὶ ταράσσων.
4. Δʹ.
ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ (189.) Ἐρώτησις• Τοῦ λογισμοῦ χαίροντος ἐν τοῖς λόγοις τούτοις καὶ θέλοντος εἶναι οὕτως, πόθεν οὐχ εὑρίσκομαι ἕτοιμος εἰς τὴν ὥραν τοῦ πράγματος; Ἀπόκρισις• Ἐπειδὴ οὐ μελετᾷς αὐτὰ πάντοτε.
Εἰ δὲ θέλεις ἔχειν αὐτὰ ἐν καιρῷ, πάντοτε αὐτὰ μελέτα καὶ ἐν τούτοις ἴσθι, καὶ πιστεύω τῷ Θεῷ ὅτι μέλλεις προκόπτειν.
Τὴν προσευχὴν σύγκρινε τῇ μελέτῃ• τοὺς ἀσθενεῖς θεράπευε, πρῶτον μὲν ἵνα κτήσῃ ἐκ τούτου συμπάθειαν, ὡς πολλάκις εἶπον, ἔπειτα δὲ ἵνα καὶ σὺ ὅτε δήποτε ἀσθενήσεις, ἐγείρῃ ὁ Θεὸς τὸν θεραπεύοντά σε.
Ἐν ᾧ γὰρ μέτρῳ, φησί, μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν.
Ἐὰν σπουδάσῃς ποιεῖν πρᾶγμα μετὰ συνειδήσεως πρὸς τὴν δύναμίν σου, εἰδέναι ὀφείλεις καὶ ἑαυτὸν πληροφορεῖν ὅτι τὴν ἀληθινὴν ὁδὸν οὔπω οἶδας, καὶ ὀφείλεις ἀταράχως καὶ ἀθλίπτως καὶ μετὰ χαρᾶς δέχεσθαι, ὅτε ἀκούσεις ὅτι ἐσφάλης εἰς ἐκεῖνο ὃ ἐνόμισας ποιεῖν μετὰ συνειδήσεως.
Τῇ γὰρ κρίσει τῶν συνετωτέρων σου πάντως ἢ τὸ ἀπολειπόμενον διορθοῦται ἢ τὸ καλῶς γινόμενον ἀσφαλέστερον γίνεται.
Σπούδαζε προκόψαι, ἵνα ἐὰν συμβῇ σοι θλίψις ἢ σωματικῶς ἢ πνευματικῶς, ἀθλίπτως καὶ ἀβαρῶς καὶ μεθ’ ὑπομονῆς δυνηθῇς βαστάσαι.
Ἐὰν ἀκούσῃςὅτι ἐποίησας πρᾶγμα ὅπερ οὐκ ἐποίησας, μὴ θροηθῇς ὅλως μηδὲ πυρθῇς, ἀλλ’ εὐθέως βάλε μετάνοιαν τῷ εἰπόντι σοι, μετὰ ταπεινώσεως λέγων αὐτῷ• Συγχώρησόν μοι καὶ εὖξαι ὑπὲρ ἐμοῦ, καὶ σιώπα μέχρι τούτου, καθὼς καὶ οἱ Πατέρες εἶπον.
Ἐὰν δὲ ἐρωτηθῇς παρ’ αὐτοῦ εἰ ἀληθές ἐστι τὸ πρᾶγμα ἢ οὔ, τότε βάλε μετάνοιαν μετὰ ταπεινώσεως καὶ εἰπὲ μετὰ ἀληθείας πῶς ἦν τὸ πρᾶγμα.
Καὶ μεθ’ ὃ λέγεις, πάλιν βάλε μετάνοιαν μετὰ ταπεινώσεως λέγων ὁμοίως• Συγχώρησόν μοι καὶ εὖξαι ὑπὲρ ἐμοῦ.
5. Εʹ.
ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ (190.) Ἐρώτησις• Τί ποιήσω, ὅτι οὐ τὴν αὐτὴν ἔχω κατάστασιν ἐν τῇ ἀπαντήσει τῶν ἀδελφῶν; Ἀπόκρισις• Τὴν μὲν αὐτὴν κατάστασιν ἐν τῇ ἀπαντήσει τῶν ἀδελφῶν οὔπω δύνασαι ἔχειν• ἀλλὰ τέως σπούδαζε μὴ σκανδαλισθῆναι ἔν τινι, μηδὲ κρίνειν τινά, μηδὲ καταλαλεῖν τινος, μηδὲ προσέχειν λόγῳ ἢ ἔργῳ ἢ κινήματιἀδελφοῦ μὴ ὠφελοῦντός σε• ἀλλὰ μᾶλλον σπούδαζε ἐν πᾶσιν οἰκοδομεῖν ἑαυτόν, καὶ μὴ θέλε φανητιᾷν ἐν λόγῳ ἢ ἔργῳ σου καὶ κενοδοξεῖν.
Κτήσαι ἐλευθερίαν εἰς τὴν διαίταν σου καὶ εἰς τὸν λόγον σου, ἕως λεπτοῦ πράγματος.
Γίνωσκε ὅτι, ἐὰν πολεμῆταί τις ἢ θλίβηται ὑπό τινος ἐμπαθοῦς λογισμοῦ, καὶ ἐνεργήσῃ αὐτόν, ἐνδυναμοῦται τὸ πάθος κατ’ αὐτοῦ• αὐτὸς γὰρ ἰσχυροποιεῖ αὐτὸ καθ’ ἑαυτοῦ, οἱονεὶ δύναμιν παρέχει αὐτῷ εἰς τὸ πλέον πολεμεῖν καὶ θλίβειν αὐτόν.
Ἐὰν δὲ πάλιν ἀγωνίσηται καὶ ἐναντιωθῇ τῷ λογισμῷ ἑαυτοῦ καὶ ἐνεργήσῃ τὰ ἐναντιούμενα αὐτῷ, καθὼς πολλάκις εἶπον, ἐξασθενεῖ τὸ πάθος καὶ ἀνίσχυρον γίνεται εἰς τὸπολεμεῖν καὶ θλίβειν αὐτόν• καὶ οὕτως κατὰ μικρὸν μικρὸνἀγωνιζόμενος καὶ βοηθούμενος ὑπὸ τοῦ Θεοῦ, περιγίνεται καὶ αὐτοῦ τοῦ πάθους.
Ϛʹ.
ΠΡΟΣ ΤΟΝ ΑΥΤΟΝ (191.) Ἐρώτησις• Διὰ τί εἶπεν ὁ ἀββᾶς Ποιμὴν ὅτι τρία ταῦτα κεφαλαῖά ἐστι, τὸ φοβεῖσθαι τὸν Κύριον καὶ εὔχεσθαι τῷ Κυρίῳ καὶ ποιῆσαι ἀγαθὸν τῷ πλησίον; Ἀπόκρισις• Τὸ φοβεῖσθαι τὸν Κύριον εἶπεν ὁ γέρων, ἐπειδὴ ὁ φόβος τοῦ Θεοῦ προηγεῖται πάσης ἀρετῆς• ἀρχὴ γὰρ σοφίας φόβος Κυρίου• καὶ ὅτι οὐδεὶς ἄνευ φόβου Θεοῦ κατορθοῖ ἀρετὴν οὐδέ τί ποτε ἀγαθόν• τῷ γὰρ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.
Τὸ δὲ εὔχεσθαι τῷ Κυρίῳ εἶπεν, ἐπειδὴ οὔτε ἀρετὴν δύναται κτήσασθαι ἄνθρωπος οὔτε ἄλλο τι ἀγαθόν, ὡς εἶπον, ποιῆσαι, κἂν διὰ τὸν φόβον τοῦ Θεοῦ θέλει καὶ σπουδάζει, ἄνευ τῆς βοηθείας τοῦ Θεοῦ• χρεία γὰρ πάντως καὶ τῆς ἡμετέρας σπουδῆς καὶ τῆς τοῦ Θεοῦ συνεργείας.
Χρῄζει οὖν ὁ ἄνθρωπος ἐν παντὶ προσεύχεσθαι καὶ παρακαλεῖν τὸν Θεὸν βοηθῆσαι αὐτῷ καὶ συνεργῆσαι ἐν παντὶ πράγματι.
Τὸ δὲ ποιῆσαι ἀγαθὸν τῷ πλησίον, τῆς ἀγάπης ἐστίν.
Ἐπειδὴ οὖν ὁ φοβούμενος τὸν Κύριον καὶ εὐχόμενος τῷ Θεῷ δῆθεν μόνον ἑαυτὸν ὠφελεῖ, πᾶσα δὲ ἀρετὴ διὰ τῆς εἰς τὸν πλησίον ἀγάπης τελειοῦται, διὰ τοῦτο εἶπεν ὁ γέρων τὸ ποιῆσαι ἀγαθὸν τῷ πλησίον.
Κἂν γὰρ φοβεῖταί τις τὸν Θεόν, κἂν προσεύχεται τῷ Θεῷ, ὀφείλει καὶ τῷ πλησίον χρησιμεῦσαι καὶ ἀγαθοποιῆσαι αὐτῷ.
Τοῦτο γάρ, ὡς εἶπον, τῆς ἀγάπης ἐστίν, ἥτις ἐστὶν ἡ τελείωσις τῶν ἀρετῶν, καθὼς καὶ ὁ ἅγιος Ἀπόστολος λέγει.


Αʹ.
ΠΡΟΣ ΤΙΝΑΣ ΚΕΛΛΙΩΤΑΣ ΕΡΩΤΗΣΑΝΤΑΣ ΑΥΤΟΝ ΠΕΡΙ ΤΟΥ ΠΑΡΑΒΑΛΛΕΙΝ

[Επεξεργασία]

(180.) Λέγουσιν οἱ Πατέρες ὅτι τὸ καθίσαι εἰς τὸ κελλίον ἥμισύ ἐστι καὶ τὸ παραβάλλειν γέρουσιν ἥμισύ ἐστι.
Τοῦτο σημαίνει ὁ λόγος ὅτι καὶ ἐν τῷ κελλίῳ καὶ ἔξωθεν τοῦ κελλίουὁμοίως νήψεως χρεία, καὶ τοῦ εἰδέναι τινὰ καὶ διὰ τί ὀφείλει ἡσυχάζειν καθ’ ἑαυτὸν καὶ διὰ τί ὀφείλει παρα βάλλειν Πατράσι ἢ ἀδελφοῖς.
Ἐὰν γὰρ νήφῃ τις περὶ τὸν σκοπὸν τοῦτον, σπουδάζει ποιεῖν ὡς εἶπον οἱ Πατέρες• καὶ ὅτε μὲν κάθηται ἐν τῷ κελλίῳ, εὔχεται, μελετᾷ, ποιεῖ μικρὸν ἐργόχειρον, φροντίζει κατὰ δύναμιν τῶν λογισμῶν• ὅτε δὲ πάλιν παραβάλλει πούποτε, κατανοεῖ καὶ βλέπει τὴν κατάστασιν ἑαυτοῦ, εἰ ὠφελεῖται ἐκ τῆς ἀπαντήσεως τῶν ἀδελφῶν ἢ οὔ, καὶ εἰ δύναται ἀβλαβῶς ἀνακάμψαι εἰς τὸ κελλίον αὐτοῦ.
Καὶ ἐὰν ἴδῃ ἑαυτὸν εἴς τί ποτε βλαβέντα, μανθάνει τὴν ἀσθένειαν ἑαυτοῦ, μανθάνει ὅτι ἀκμὴν οὐδὲν ἐκτήσατο ἀπὸ τῆς ἡσυχίας, καὶ ἀποστρέφεται τεταπεινωμένος εἰς τὸ ἴδιον κελλίον, κλαίων, μετανοῶν, παρακαλῶν τὸν Θεὸν ὑπὲρ τῆς ἀσθενείας αὐτοῦ, καὶ οὕτως λοιπὸν καθέζεται προσέχων ἑαυτῷ.
Εἶτα πάλιν ἔρχεται πρὸς τοὺς ἀνθρώπους καὶ βλέπει ἑαυτὸν εἰ ἔμεινεν ἡττωμένος εἰς τὰ πρῶτα ἢ εἰς ἄλλα, καὶ οὕτως ὑποστρέφει πάλιν εἰς τὸ κελλίον ἑαυτοῦ ὁμοίως τὰ αὐτὰ ποιῶν, μετανοῶν, κλαίων, δεόμενος τοῦ Θεοῦ περὶ τῆς καταστάσεως αὐτοῦ.
Τὸ κελλίον γὰρ ὑψοῖ, οἱ δὲ ἄνθρωποι δοκιμάζουσιν.
Ὥστε καλῶς εἶπον οἱ Πατέρες ὅτι τὸ καθίσαι εἰς τὸ κελλίον ἥμισύ ἐστι καὶ τὸ παραβάλλειν γέρουσιν ἥμισύ ἐστι.
(181.) Καὶ ὑμεῖς οὖν ὅτε παραβάλλετε ἀλλήλοις, ὀφείλετε εἰδέναι διὰ τί ἐξέρχεσθε τοῦ κελλίου, καὶ μὴ ἀφαρεὶ ἐξέρχεσθε πού ποτε.
Ὁ γὰρ ἀσκόπως ὁδοιπορῶν, καθὼς εἶπον οἱ Πατέρες, ματαιοπονεῖ.
Ἕκαστος οὖν ποιῶν πρᾶγμα ὀφείλει ἔχειν σκοπὸν πάντως καὶ εἰδέναι διὰ τί ποιεῖ αὐτό.
Τίς οὖν ἐστιν ὁ σκοπὸς ὃν ὀφείλομεν ἡμεῖς ἔχειν, ὅταν ἀπερχώμεθα πρὸς ἀλλήλους; Πρῶτον διὰ τὴν ἀγάπην• λέγει γάρ• Εἶδες τὸν ἀδελφόν σου, εἶδες Κύριον τὸν Θεόν σου.
Δεύτερον διὰ τὸ ἀκοῦσαι λόγον Θεοῦ• πάντως γὰρ ἐν τῷ πλήθει πλεῖον κινεῖται ὁ λόγος• ὃ γὰρ οὗτος πολλάκις οὐκ οἶδεν, ἄλλος ἐρωτᾷ.
Ἔπειτα καὶ διὰ τὸ μαθεῖν, ὡς προεῖπον, τὴνἰδίαν κατάστασιν.
Οἷόν τι λέγω• Ἀπερχόμενός τις, ὑπόθου, εἰς τὸ φαγεῖν μετὰ τῶν συνευρισκομένων, κατανοεῖ ἑαυτὸν καὶ βλέπει, ἐὰν παρατεθῇ βρῶμα καλὸν καὶ ἀρέσῃ αὐτῷ, εἰ δύναται ἐγκρατεύσασθαι καὶ μὴ λαβεῖν ἀπ’ αὐτοῦ, εἰ σπουδάζει μὴ πλεονεκτῆσαι τὸν ἀδελφὸν αὐτοῦ καὶ λαβεῖν πουδάζει μὴ πλεονεκτῆσαι τὸν ἀδελφὸν αὐτοῦ καὶ λαβεῖν περισσότερον αὐτοῦ, ἤ τί ποτε ἐὰν κατὰ μερίδας παρατεθῇ, εἰ σπουδάζει μὴ λαβεῖν τὸ μειζότερον μέρος καὶ ἀφεῖναιαὐτῷ τὸ μικρότερον.
Ἔστι γὰρ ὅτε οὐδὲ τὴν χεῖρα αἰσχύνεταί τις ἐκτεῖναι καὶ ὠθῆσαι τὸ μικρὸν ἔμπροσθεν τοῦ ἀδελφοῦ αὐτοῦ καὶ λαβεῖν τὸ μέγα ἔμπροσθεν αὐτοῦ.
Ἄρα τί ἔχει εἶναι ἡ διαφορὰ τοῦ μειζοτέρου μέρους πρὸς τὸ μικρότερον; Πόσον ἐστὶ τὸ μεταξὺ τῶν δύο μερίδων, ὅτι διὰ τοιαῦταεὐτελῆ πράγματα εὑρίσκεταί τις πλεονεκτῶν τὸν ἀδελφὸν αὐτοῦ καὶ ἁμαρτάνων; Πάλιν προσέχει ἐὰν δύναται κρατῆσαι ἑαυτὸν ἀπὸ πολλῶν βρωμάτων, καὶ μή, ὡς εἰκός, εὑρίσκων διάφορα βρώματα, ἐκδίδωσιν ἑαυτὸν εἰς χορτασίαν• εἰ φυλάττει ἑαυτὸν ἀπὸ παρρησίας, εἰ βλέπει τὸνἀδελφὸν αὐτοῦ προτιμώμενον ἢ ἀναπαυόμενον πλέον αὐτοῦ καὶ οὐ πάσχει, εἰ βλέπει ἄλλον παρρησιαζόμενον μετὰ ἄλλου ἢ λαλοῦντα πολλὰ ἢ εἴ τι δήποτε ἀσυστροφοῦντα, καὶ οὐ προσέχει αὐτῷ οὐδὲ κατακρίνει αὐτόν, ἀλλὰ μᾶλλον τῷεὐλαβεστέρῳ προσέχει καὶ σπουδάζει ποιῆσαι ὡς λέγει περὶ τοῦ ἀββᾶ Ἀντωνίου ὅτι ἀπερχόμενος πρός τινας, εἴτι ἔβλεπε καλὸν ἔχοντα ἕκαστον αὐτῶν, ἐκεῖνο ἐλάμβανε καὶ ἐκράτει, τοῦ μὲν τὸ πρᾷον, τοῦ δὲ τὸ ταπεινόν, τοῦ δὲ τὸ ἥσυχον, καὶ εὑρίσκετο αὐτὸς ἔχων τὰ ἑκάστου ἐν ἑαυτῷ.
Ἰδοὺ οὕτως ὀφείλομεν καὶ ἡμεῖς ποιεῖν καὶ διὰ ταῦτα παραβάλλειν, καὶ ὅτε ὑποστρέφομεν εἰς τὰ κελλία ἡμῶν, ἐρευνᾷν ἑαυτοὺς καὶ μανθάνειν εἰς τί ὠφελήθημεν ἢ εἰς τί ἐβλάβημεν• καὶ ἐφ’ οἷς μὲν εὑρίσκομεν ὅτι ἐσκεπάσθημεν, εὐχαριστήσωμεν τῷ Θεῷ τῷ σκεπάσαντι ἡμᾶς ἀβλαβῶςπαρελθεῖν• ἐφ’ οἷς δὲ ἐσφάλημεν, μετανοήσωμεν, κλαύσωμεν,πενθήσωμεν τὴν ἰδίαν κατάστασιν.
(182.) Ἕκαστος γὰρ ἐκ τῆς ἰδίας καταστάσεως ὠφελεῖται ἢ βλάπτεται• ἐπεὶ οὐδεὶς βλάπτει τινά.
Ἀλλ’ ἐὰν βλαβῶμεν, ̓ βλάπτεται• ἐπεὶ οὐδεὶς βλάπτει τινά.
Ἀλλ’ ἐὰν βλαβῶμεν, ἐκ τῆς καταστάσεως ἡμῶν, ὡς εἶπον, βλαπτόμεθα.
Δυνάμεθα γάρ, ὡς ἀεὶ λέγω ὑμῖν, ἀπὸ ἑκάστου πράγματος, ἐὰν θέλωμεν, καὶ ὠφεληθῆναι καὶ βλαβῆναι.
Καὶ λέγω ὑμῖν ὑπόδειγμα, ἵνα μάθητε ὅτι οὕτως ἐστί.
Συμβαίνει τινὰ ἐν νυκτὶ ἵστασθαι εἰς τόπον τινά, οὐ λέγω μοναχὸν ἀλλ’ εἴ τινα δήποτε ἐν τῇ πόλει, καὶ παρέρχονται δι’ αὐτοῦ τρεῖς ἄνθρωποι• καὶ ὁ μὲν εἷς λογίζεται περὶ αὐτοῦ ὅτι τινὰ ἐκδέχεται, ἵνα ἀπέλθῃ καὶ πορνεύσῃ• ὁ δὲ ἄλλος λογίζεται ὅτι κλέπτης ἐστίν• ὁ δὲ ἄλλος λογίζεται ὅτι φίλον αὐτοῦ ἐκάλεσεν ἐκ τοῦ πλησίον οἴκου καὶ ἐκδέχεται αὐτόν, ἵνα κατέλθῃ καὶ ἀπέλθωσινἅμα πώποτε εἰς προσευχήν.
Ἰδοὺ καὶ οἱ τρεῖς τὸν αὐτὸν ἄνθρωπον εἶδον καὶ ἐν τῷ αὐτῷ τόπῳ, καὶ ὅμως οὐκ ἐλογίσαντο οἱ τρεῖς περὶ αὐτοῦ τὸν αὐτὸν λογισμόν, ἀλλ’ ὁ μὲν τοῦτο ἐνεθυμήθη, ὁ δὲ ἐκεῖνο, ὁ δὲ ἄλλο, ἕκαστος δῆλον ὅτι πρὸς τὴν ἰδίαν κατάστασιν.
Ὥσπερ γάρ εἰσι σώματα μελαγχολικά, κακόχυμα, καὶ ἕκαστον βρῶμα ὃ λαμβάνωσιν εἰς κακοχυμίαν αὐτὸ τρέπουσι, κἂν ὠφέλιμον εἴη τὸ βρῶμα• καὶ οὐκ ἔστιν ἀπὸ τοῦ βρώματος ἡ αἰτία• ἀλλ’ αὐτὸ τὸσῶμα, ὡς εἶπον, δύσκρατόν ἐστι καὶ λοιπὸν ἀνάγκῃ πρὸς τὴν κρᾶσιν αὐτοῦ ἐργάζεται καὶ ἀλλοιοῖ τὰ βρώματα• οὕτως καὶ ἡ ψυχὴ ἡ ἔχουσα κακὴν ἕξιν ἀπὸ ἑκάστου πράγματος βλάπτεται• κἂν ὠφέλιμόν ἐστι τὸ πρᾶγμα αὐτῇ, βλάπτεται.
Ὑπόθου μοι ἀγγεῖον μέλιτος εἶναι, καὶ βάλλει τις εἰς αὐτὸ μικρὸν ἀψινθίον• οὐκ ἀφανίζει τὸ μικρὸν ἐκεῖνο ὅλον τὸ ἀγγεῖον καὶ ποιεῖ ὅλον τὸ μέλι πικρόν; Οὕτως καὶ ἡμεῖς ποιοῦμεν• ἐκβάλλομεν μικρὸν ἐκ τῆς πικρίας ἡμῶν καὶ ἀφανίζομεν τὸ καλὸν τοῦ πλησίον, βλέποντες αὐτὸ πρὸς τὴν κατάστασιν ἡμῶν καὶ ἀλλοιοῦντες αὐτὸ πρὸς τὴν κακοεξίαν τὴν ἐν ἡμῖν.
Οἱ δὲ ἔχοντες καλὴν ἕξιν εὑρίσκονται ὥσπερ τις ἔχων σῶμα εὔχυμον, ὅτι κἂν βλαβερόν τί ποτε φάγῃ, τρέπει αὐτὸ εἰς εὐχυμίαν πρὸς τὴν κρᾶσιν αὐτοῦ καὶ οὐκ ἀδικεῖ αὐτὸν οὐδὲ τὸ κακὸν βρῶμα ἐκεῖνο, ἐπειδή, καθὼς εἶπον, τὸ σῶμα αὐτοῦ εὔχυμόν ἐστι καὶ πρὸς τὴν κρᾶσιν αὐτοῦ ἐργάζεται τὴν τροφήν• καὶ καθὼς εἴπομεν περὶ τοῦ πρώτου ὅτι πρὸς τὴν δυσκρασίαν αὐτοῦ καὶ τὸ καλὸν βρῶμα μεταβάλλει εἰς κακοχυμίαν, ὁμοίως καὶ οὗτος πρὸς τὸ εὔκρατον αὐτοῦ σῶμα καὶ τὸ κακὸν βρῶμα μεταβάλλει εἰς εὐχυμίαν.
Καὶ λέγωὑμῖν ὑπόδειγμα ἵνα νοήσητε.
Ὁ χοῖρος ἔχει σῶμα εὔχυμον πάνυ.
Ἔστι δὲ ἡ τροφὴ αὐτοῦ κεράτια καὶ ὀστέα φοινίκων καὶ βόρβορος• καὶ ὅμως ἐπειδὴ εὔχυμον σῶμα ἔχει, τὴν τοιαύτην τροφὴν εἰς εὐχυμίαν μεταβάλλει• οὕτως καὶ ἡμεῖς, ἐὰν ἔχωμεν καλὴν ἕξιν καὶ καλὴν κατάστασιν, δυνάμεθα, ὡς προεῖπον, ἀπὸ ἑκάστου πράγματος ὠφεληθῆναι, κἂν μὴ ᾖ ὠφέλιμον τὸ πρᾶγμα.
Καὶ καλῶς λέγει ἡ Παροιμία• Ὁ βλέπων λεῖα ἐλεηθήσεται.
Καὶ ἀλλαχοῦ λέγει• Πάντα ἐναντία ἀνδρὶ ἄφρονι.
(183.) Ἤκουσα περί τινος ἀδελφοῦ ὅτι, ὅτε παρέβαλε ἑνὶ τῶν ἀδελφῶν, εἰ ἔβλεπε τὸ κελλίον αὐτοῦ ἀσύστροφον, ἀφιλοκάλητον, ἔλεγεν ἐν ἑαυτῷ• Μακάριός ἐστιν οὗτος ὁ ἀδελφός• πῶς ἠμερίμνησεν ἀπὸ ὅλων τῶν γηΐνων, καὶ οὕτως ὅλον τὸν νοῦν αὐτοῦ ἔλαβεν ἄνω, ὅτι οὐδὲ τὸ κελλίον αὐτοῦ σχολάζει καταστῆσαι.
Πάλιν, εἰ ἀπήρχετο πρὸς ἄλλον καὶ ἔβλεπε τὸ κελλίον αὐτοῦ κατεσταμένον, καθαρόν, πεφιλοκαλημένον, ἔλεγε πάλιν ἐν ἑαυτῷ• Ὥσπερ ἐστὶν ἡψυχὴ τοῦ ἀδελφοῦ τούτου καθαρά, οὕτως ἐστὶ καὶ τὸ κελλίον αὐτοῦ καθαρόν• καὶ πρὸς τὴν κατάστασιν τῆς ψυχῆς αὐτοῦ ἐστι καὶ ἡ κατάστασις τοῦ κελλίου αὐτοῦ.
Καὶ οὐδέποτε ἔλεγε περί τινος ὅτι οὗτος ἀσύστροφός ἐστιν ἢ οὗτος πέρπερος• ἀλλ’ ἐκ τῆς καλῆς καταστάσεως αὐτοῦ ὠφελεῖτο ἀπὸἑκάστου.
Ὁ Θεὸς ὁ ἀγαθὸς δώσῃ καὶ ἡμῖν καλὴν κατάστασιν, ἵνα δυνάμεθα καὶ ἡμεῖς ἀπὸ ἑκάστου ὠφεληθῆναι καὶ μηδέποτε νοῆσαι τὴν κακίαν τοῦ πλησίον.
Εἰ δὲ καὶ νοήσωμεν ἢ ὑπονοήσωμεν ἐκ τῆς κακίας ἡμῶν, ἵνα εὐθέως μεταστρέψωμεν τὸν λογισμὸν ἡμῶν εἰς καλοεννοησίαν.
Τὸ γὰρ μὴ εἰδέναι τὴν κακίαν τοῦ πλησίου τίκτει σὺν Θεῷ τὴν ἀγαθότητα.


Ζʹ.
ΠΡΟΣ ΑΔΕΛΦΟΝ ΕΠΕΡΩΤΗΣΑΝΤΑ ΑΥΤΟΝ ΠΕΡΙ ΑΝΑΙΣΘΗΣΙΑΣ ΨΥΧΗΣ ΚΑΙ ΠΕΡΙ ΨΥΞΕΩΣ ΑΓΑΠΗΣ

[Επεξεργασία]

(192.) Περὶ τῆς ἀναισθησίας τῆς ψυχῆς, ἄδελφε, συνεχὴς ἀνάγνωσις τῶν θείων Γραφῶν συμβάλλεται μετὰ κατανυκτικῶν λογίων τῶν θεοφόρων Πατέρων, καὶ ἡ μνήμη τῶν φοβερῶν κριμάτων τοῦ Θεοῦ καὶ τῆς ἐξόδου τῆς ψυχῆς ἀπὸ τοῦ σώματος καὶ τῶν μελλουσῶν ἀπαντᾷν αὐτῇ φοβερῶν δυνάμεων, μεθ’ ὧν ἔπραξε τὴν πονηρίαν ἐν τῇ ὀλιγοχρονίῳ καὶ ἐλεεινῇ ζωῇ ταύτῃ, ἔτι δὲ καὶ τοῦ μέλλειν παραστῆναι τῷ φρικτῷ καὶ ἀδεκάστῳ βήματι τοῦ Χριστοῦ, καὶ μὴ μόνον περὶ πράξεων, ἀλλὰ καὶ λόγων καὶ ἐννοιῶν ἀπαιτεῖσθαιλόγον ἐνώπιον τοῦ Θεοῦ καὶ πάντων τῶν ἀγγέλων αὐτοῦ καὶ πάσης ἁπλῶς τῆς κτίσεως.
Μνημόνευε δὲ συνεχῶς καὶ τῆς ἀποφάσεως ἐκείνης ἣν ἐρεῖ ὁ φοβερὸς καὶ δίκαιος Κριτὴς τοῖς ἐξ εὐωνύμων• Ἀπέλθατε ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.
Καλὸν δὲ καὶ τῶν μεγάλων θλίψεων τῶν ἀνθρωπίνων μνημονεύειν• μόλις γὰρ ἵνα οὕτως ἡ σκληρὰ καὶ ἀναίσθητος μαλαχθῇ ψυχὴ καὶ εἰς αἴσθησιν ἔλθῃ τῆς ἰδίας κακῆς καταστάσεως.
Τὸ δὲ ἀσθενεῖν περὶ τὴν ἀγάπην τῶν ἀδελφῶν, ἐκ τοῦ δέχεσθαί σε τοὺς ἐξ ὑποψίας λογισμοὺς καὶ πιστεύειν τῇ ἰδίᾳ καρδίᾳ γίνεταί σοι καὶ ἐκ τοῦ μηδὲν θέλειν πάσχειν παρὰ προαίρεσιν.
Θέλεις οὖν βοηθούμενος ὑπὸ τοῦ Θεοῦ προηγουμένως μὴ πιστεύειν ὅλως ταῖς ἰδίαις ὑπονοίαις καὶ πάσῃ δυνάμει σπουδάζειν ταπεινοῦσθαι τοῖς ἀδελφοῖς καὶ κόπτειν αὐτοῖς τὸ ἴδιον θέλημα.
Ἐὰν ὑβρίσῃ σέ τις αὐτῶν ἢ ἄλλως θλίψῃ, ὑπερεύχου αὐτοῦ, ὡς εἶπον οἱ Πατέρες, ὡς μεγάλα σε εὐεργετοῦντος, ὡς ἰατροῦ τῆς φιληδονίας σου.
Ἐκ τούτων καὶ ὁ θυμός σου μειοῦται, εἴγε κατὰ τοὺς ἁγίους Πατέρας θυμοῦ χαλινὸς ἡ ἀγάπη• πρὸ δὲ πάντων παρακάλει τὸν Θεὸν δοῦναί σοι νῆψιν καὶ σύνεσιν τοῦ εἰδέναι τί τὸ θέλημα αὐτοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον, ἔτι δὲ καὶ δύναμιν εἰς τὸ καταρτισθῆναι πρὸς πᾶν ἔργον ἀγαθόν.