Μετάβαση στο περιεχόμενο

Βίοι Παράλληλοι/Αρταξέρξης

Από Βικιθήκη
(Ανακατεύθυνση από Αρτοξέρξης)





[1]
[1.1] Ὁ μὲν πρῶτος Ἀρτοξέρξης, τῶν ἐν Πέρσαις βασιλέων πραότητι καὶ μεγαλοψυχίᾳ πρωτεύσας, Μακρόχειρ ἐπεκαλεῖτο, τὴν δεξιὰν μείζονα τῆς ἑτέρας ἔχων, Ξέρξου δ' ἦν υἱός· ὁ δὲ δεύτερος, περὶ οὗ τάδε γράφεται, Μνή[1.2]μων ἐπικληθείς, ἐκ θυγατρὸς ἦν ἐκείνου. Δαρείου γὰρ καὶ Παρυσάτιδος παῖδες ἐγένοντο τέσσαρες, πρεσβύτατος μὲν Ἀρτοξέρξης, μετ' ἐκεῖνον δὲ Κῦρος, νεώτεροι [1.3] δὲ τούτων Ὀστάνης καὶ Ὀξάθρης. ὁ μὲν οὖν Κῦρος ἀπὸ Κύρου τοῦ παλαιοῦ τοὔνομα ἔσχεν, ἐκείνῳ δ' ἀπὸ τοῦ ἡλίου γενέσθαι φασί· Κῦρον γὰρ καλεῖν Πέρσας τὸν [1.4] ἥλιον. ὁ δ' Ἀρτοξέρξης Ἀρσίκας πρότερον ἐκαλεῖτο· καίτοι Δείνων φησὶν ὅτι Ὀάρσης· ἀλλὰ τὸν Κτησίαν, εἰ καὶ τἆλλα μύθων ἀπιθάνων καὶ παραφόρων ἐμβέβληκεν εἰς τὰ βιβλία παντοδαπὴν πυλαίαν, οὐκ εἰκός ἐστιν ἀγνοεῖν τοὔνομα τοῦ βασιλέως, παρ' ᾧ διέτριβε θεραπεύων αὐτὸν καὶ γυναῖκα καὶ μητέρα καὶ παῖδας.

[2]
[2.1] Ὁ μὲν οὖν Κῦρος ἔντονόν τι καὶ σφοδρὸν εὐθὺς ἐκ πρώτης ἡλικίας εἶχεν, ἅτερος δὲ πραότερος ἐδόκει περὶ πάντα καὶ ταῖς ὁρμαῖς φύσει μαλακώτερος εἶναι. [2.2] γυναῖκα δὲ καλὴν καὶ ἀγαθὴν ἔλαβε μὲν τῶν γονέων κελευόντων, ἐφύλαξε δὲ κωλυόντων. τὸν γὰρ ἀδελφὸν αὐτῆς ἀποκτείνας ὁ βασιλεὺς ἐβουλεύετο κἀκείνην ἀνελεῖν· ὁ δ' Ἀρσίκας τῆς μητρὸς ἱκέτης γενόμενος καὶ πολλὰ κατακλαύσας, μόλις ἔπεισε μήτ' ἀποκτεῖναι μήτ' αὐτοῦ [2.3] διαστῆσαι τὴν ἄνθρωπον. ἡ δὲ μήτηρ ὑπῆρχε τὸν Κῦρον μᾶλλον φιλοῦσα καὶ βουλομένη βασιλεύειν ἐκεῖνον. διὸ καὶ τοῦ πατρὸς νοσοῦντος ἤδη μετάπεμπτος ἀπὸ θαλάσσης γενόμενος, παντάπασιν ἀνέβαινεν εὔελπις ὤν, ὡς κατειργασμένης ἐκείνης διάδοχον αὐτὸν ἀποδειχθῆναι [2.4] τῆς ἀρχῆς. καὶ γὰρ εἶχεν εὐπρεπῆ λόγον ἡ Παρύσατις, ᾧ καὶ Ξέρξης ὁ παλαιὸς ἐχρήσατο Δημαράτου διδάξαντος, ὡς Ἀρσίκαν μὲν ἰδιώτῃ, Κῦρον δὲ βασιλεύοντι [2.5] Δαρείῳ τεκεῖν. οὐ μὴν ἔπεισεν, ἀλλ' ὁ πρεσβύτερος ἀπεδείχθη βασιλεύς, Ἀρτοξέρξης μετονομασθείς, Κῦρος δὲ Λυδίας σατράπης καὶ τῶν ἐπὶ θαλάσσῃ στρατηγός.

[3]
[3.1] Ὀλίγῳ δ' ὕστερον ἢ τελευτῆσαι Δαρεῖον, ἐξήλασεν εἰς Πασαργάδας ὁ βασιλεύς, ὅπως τελεσθείη τὴν βασιλικὴν [3.2] τελετὴν ὑπὸ τῶν ἐν Πέρσαις ἱερέων. ἔστι δ' <ἐκεῖ> θεᾶς πολεμικῆς ἱερόν, ἣν Ἀθηνᾷ τις <ἂν> εἰκάσειεν. εἰς τοῦτο δεῖ τὸν τελούμενον παρελθόντα τὴν μὲν ἰδίαν ἀποθέσθαι στολήν, ἀναλαβεῖν δ' ἣν Κῦρος ὁ παλαιὸς ἐφόρει, πρὶν ἢ βασιλεὺς γενέσθαι, καὶ σύκων παλάθης ἐμφαγόντα τερμίνθου κατατραγεῖν, καὶ ποτήριον ἐκπιεῖν ὀξυγάλακτος· εἰ δὲ πρὸς τούτοις ἕτερ' ἄττα δρῶσιν, ἄδηλόν ἐστι τοῖς [3.3] ἄλλοις. ταῦτα δρᾶν Ἀρτοξέρξου μέλλοντος, ἀφίκετο Τισσαφέρνης πρὸς αὐτὸν ἄγων ἕνα τῶν ἱερέων, ὃς ἐν παισὶ Κύρου τῆς νομιζομένης ἀγωγῆς ἐπιστάτης γενόμενος καὶ διδάξας μαγεύειν αὐτόν, οὐδενὸς ἧττον ἐδόκει Περσῶν ἀνιᾶσθαι, μὴ ἀποδειχθέντος ἐκείνου βασιλέως· διὸ καὶ [3.4] πίστιν ἔσχε κατηγορῶν Κύρου. κατηγόρει δ' ὡς μέλλοντος ἐνεδρεύειν ἐν τῷ ἱερῷ, καὶ ἐπειδὰν ἐκδύηται τὴν ἐσθῆτα [3.5] ὁ βασιλεύς, ἐπιτίθεσθαι καὶ διαφθείρειν αὐτόν. οἱ μὲν <οὖν> ἐκ ταύτης τῆς διαβολῆς τὴν σύλληψιν γενέσθαι φασίν, οἱ δὲ καὶ παρελθεῖν τὸν Κῦρον εἰς τὸ ἱερὸν [3.6] καὶ παραδοθῆναι κρυπτόμενον ὑπὸ τοῦ ἱερέως. μέλλοντα δ' αὐτὸν ἤδη [ἀπο]θνῄσκειν ἡ μήτηρ περισχοῦσα ταῖς ἀγκάλαις καὶ τοῖς βοστρύχοις περιελίξασα καὶ συλλαβοῦσα τὸν ἐκείνου τράχηλον πρὸς τὸν αὑτῆς ὀδυρομένη πολλὰ καὶ ποτνιωμένη παρῃτήσατο, καὶ κατέπεμψεν αὖθις ἐπὶ θάλατταν, οὐκ ἀγαπῶντα τὴν ἀρχὴν ἐκείνην, οὐδὲ μεμνημένον τῆς διέσεως, ἀλλὰ τῆς συλλήψεως, καὶ δι' ὀργὴν σπαργῶντα μᾶλλον ἢ πρότερον ἐπὶ τὴν βασιλείαν.

[4]
[4.1] Ἔνιοι δέ φασιν οὐκ ἀρκούμενον οἷς ἐλάμβανεν εἰς τὸ καθ' ἡμέραν δεῖπνον ἀποστῆναι βασιλέως, εὐήθη λέγοντες. εἰ γὰρ ἄλλο μηδέν, ἀλλ' ἡ μήτηρ ὑπῆρχε, χρῆσθαι καὶ λαμβάνειν ὅσα βούλοιτο τῶν αὑτῆς παρέχουσα [4.2] καὶ διδοῦσα. μαρτυρεῖ δὲ τῷ πλούτῳ καὶ τὸ μισθοφορικόν, πολλαχόθι διὰ τῶν φίλων καὶ ξένων αὐτῷ παρατρεφόμενον, [4.3] ὡς Ξενοφῶν εἴρηκεν. ἀθρόους μὲν γὰρ οὐ συνῆγεν, ἔτι τὴν παρασκευὴν ἐπικρυπτόμενος, ἀλλαχόθι δ' ἄλλους ἐπὶ πολλαῖς προφάσεσι ξενολογοῦντας εἶχε. βασιλέως δ' ἥ τε μήτηρ παροῦσα τὰς ὑποψίας ἀφῄρει, καὶ Κῦρος αὐτὸς ἀεὶ θεραπευτικῶς ἔγραφε, τὰ μὲν αἰτούμενος παρ' αὐτοῦ, τὰ δὲ Τισσαφέρνους ἀντικατηγορῶν, ὡς δὴ πρὸς ἐκεῖνον αὐτῷ ζήλου καὶ ἀγῶνος ὄντος.

[4.4] Ἦν δέ τις καὶ μέλλησις ἐν τῇ φύσει τοῦ βασιλέως, ἐπιείκεια φαινομένη τοῖς πολλοῖς. ἐν ἀρχῇ δὲ καὶ πάνυ ζηλοῦν ἔδοξε τὴν Ἀρτοξέρξου τοῦ ὁμωνύμου πραότητα, ἡδίω θ' ἑαυτὸν παρέχων ἐντυγχάνεσθαι, καὶ περὶ τὸ τιμᾶν καὶ χαρίζεσθαι τὸ κατ' ἀξίαν ὑπερβάλλων, κολάσεως δὲ πάσης ἀφαιρῶν τὸ ἐφυβρίζον καὶ ἡδόμενον, ἐν <δὲ> τῷ δέχεσθαι χάριτας οὐχ ἧττον τοῖς διδοῦσιν ἢ τοῖς λαμβάνουσιν ἐν [δὲ] τῷ διδόναι φαινόμενος εὔχαρις [4.5] καὶ φιλάνθρωπος. οὐδὲν γὰρ ἦν οὕτω σμικρόν τι τῶν διδομένων, ὃ μὴ προσεδέξατο προθύμως, ἀλλὰ καὶ ῥόαν μίαν ὑπερφυῆ μεγέθει προσενέγκαντος Ὠμίσου τινὸς αὐτῷ, "νὴ τὸν Μίθραν" εἶπεν "οὗτος ὁ ἀνὴρ καὶ πόλιν ἂν ἐκ μικρᾶς ταχὺ ποιήσειε μεγάλην πιστευθείς."

[5]
[5.1] Ἐπεὶ δ' ἄλλων ἄλλα προσφερόντων καθ' ὁδὸν αὐτουργὸς ἄνθρωπος οὐδὲν ἐπὶ καιροῦ φθάσας εὑρεῖν τῷ ποταμῷ προσέδραμε, καὶ ταῖν χεροῖν ὑπολαβὼν τοῦ ὕδατος προσήνεγκεν, ἡσθεὶς ὁ Ἀρτοξέρξης φιάλην ἔπεμψεν [5.2] αὐτῷ χρυσῆν καὶ χιλίους δαρεικούς. Εὐκλείδᾳ δὲ τῷ Λάκωνι πολλὰ παρρησιαζομένῳ πρὸς αὐτὸν αὐθαδῶς ἐκέλευσεν εἰπεῖν τὸν χιλίαρχον ὅτι "σοὶ μὲν ἔξεστιν εἰπεῖν ἃ [βασιλεῖ] βούλει, ἐμοὶ δὲ καὶ λέγειν καὶ ποιεῖν." [5.3] ἐν δὲ θήρᾳ τινὶ Τιριβάζου δείξαντος αὐτῷ τὸν κάνδυν ἐσχισμένον, ἠρώτησεν ὅ τι δεῖ ποιεῖν. ἐκείνου δ' εἰπόντος "ἄλλον αὐτὸς ἔνδυσαι, τοῦτον δ' ἐμοὶ δός", οὕτως ἐποίησεν εἰπών· "δίδωμι μὲν ὦ Τιρίβαζε σοὶ τοῦτον, [5.4] φορεῖν δ' ἀπαγορεύω." τοῦ δὲ Τιριβάζου μὴ φροντίσαντος, -- ἦν γὰρ οὐ πονηρός, ὑπόκουφος δὲ καὶ παράφορος -- , ἀλλὰ τόν τε κάνδυν εὐθὺς ἐκεῖνον ἐνδύντος καὶ δέραια χρυσᾶ [καὶ γυναικεῖα] τῶν βασιλικῶν περιθεμένου, πάντες μὲν ἠγανάκτουν· οὐ γὰρ ἐξῆν· ὁ μέντοι βασιλεὺς κατεγέλασε καὶ εἶπε· "δίδωμί σοι καὶ τὰ χρυσία φορεῖν [5.5] ὡς γυναικὶ καὶ τὴν στολὴν ὡς μαινομένῳ." τραπέζης δὲ τῆς αὐτῆς μηδενὸς μετέχοντος ἀλλ' ἢ μητρὸς βασιλέως καὶ γαμετῆς γυναικός, καθεζομένων τῆς μὲν ὑπ' αὐτόν, τῆς δὲ μητρὸς ὑπὲρ αὐτόν, Ἀρτοξέρξης καὶ τοὺς ἀδελφοὺς ἐπὶ τὴν αὐτὴν ἐκάλει τράπεζαν, Ὀστάνην καὶ Ὀξάθρην, [5.6] νεωτέρους ὄντας. ἐν δὲ τοῖς μάλιστα κεχαρισμένην ὄψιν παρεῖχε τοῖς Πέρσαις ἡ τῆς γυναικὸς Στατείρας ἁρμάμαξα, γυμνὴ τῶν παραπετασμάτων ἀεὶ προφερομένη καὶ διδοῦσα ταῖς δημότισιν ἀσπάσασθαί <τ'> αὐτὴν καὶ προσελθεῖν· ὅθεν ἠγαπᾶτο τοῖς πολλοῖς ἡ βασίλεια.

[6]
[6.1] Τὸν μέντοι Κῦρον οἱ νεωτερισταὶ καὶ πολυπράγμονες ὡς λαμπρὸν ἄνδρα τῇ ψυχῇ καὶ πολεμικὸν διαφερόντως καὶ φιλέταιρον ᾤοντο τὰ πράγματα ποθεῖν, καὶ τὸ μέγεθος τῆς ἡγεμονίας βασιλέως δεῖσθαι φρόνημα καὶ φιλοτιμίαν [6.2] ἔχοντος. οὐχ ἧττον οὖν τοῖς ἄνω πιστεύων ὁ Κῦρος ἢ τοῖς [6.3] περὶ αὑτόν, ἐπεχείρει τῷ πολέμῳ· καὶ Λακεδαιμονίοις ἔγραφε, παρακαλῶν βοηθεῖν καὶ συνεκπέμπειν ἄνδρας, οἷς ἔφη δώσειν, ἂν μὲν πεζοὶ παρῶσιν, ἵππους, ἂν δ' ἱππεῖς, συνωρίδας· ἐὰν δ' ἀγροὺς ἔχωσι, κώμας· ἐὰν δὲ κώμας, πόλεις· μισθοῦ δὲ τοῖς στρατευομένοις οὐκ ἀριθμόν, [6.4] ἀλλὰ μέτρον ἔσεσθαι. μεγαληγορῶν δὲ περὶ αὑτοῦ πολλά, καὶ καρδίαν ἔφη τοῦ ἀδελφοῦ φορεῖν βαρυτέραν, καὶ φιλοσοφεῖν μᾶλλον, καὶ μαγεύειν βέλτιον, οἶνον δὲ πλείονα πίνειν καὶ φέρειν· ἐκεῖνον δ' ὑπὸ δειλίας καὶ μαλακίας ἐν μὲν τοῖς κυνηγεσίοις μηδ' ἐφ' ἵππου, ἐν δὲ τοῖς κινδύνοις μηδ' [6.5] ἐπὶ τοῦ θρόνου καθῆσθαι. Λακεδαιμόνιοι μὲν οὖν σκυτάλην πρὸς Κλέαρχον ἀπέστειλαν, ὑπηρετεῖν Κύρῳ πάντα κελεύοντες. ὁ δὲ Κῦρος ἀνέβαινεν ἐπὶ βασιλέα, βαρβαρικήν τε πολλὴν ἔχων δύναμιν καὶ μισθοφόρους Ἕλληνας ὀλίγῳ τρισχιλίων καὶ μυρίων ἀποδέοντας, ἄλλας ἐπ' ἄλλαις ποιούμενος [6.6] προφάσεις τῆς στρατείας. οὐ μὴν ἔλαθέ γ' εἰς πολὺν χρόνον, ἀλλ' ἧκε βασιλεῖ Τισσαφέρνης αὐτάγγελος, καὶ πολὺς θόρυβος εἶχε τὰ βασίλεια, τῆς τε Παρυσάτιδος τὴν πλείστην αἰτίαν τοῦ πολέμου φερομένης, καὶ τῶν φίλων [6.7] αὐτῆς ἐν ὑποψίαις ὄντων καὶ διαβολαῖς. μάλιστα δ' ἠνία τὴν Παρύσατιν ἡ Στάτειρα, τῷ πολέμῳ περιπαθοῦσα καὶ βοῶσα· "ποῦ νῦν αἱ πίστεις ἐκεῖναι; ποῦ δ' αἱ δεήσεις, αἷς ἐξελομένη τὸν ἐπιβουλεύσαντα τῷ ἀδελφῷ πολέμου [6.8] καὶ κακῶν ἐμπέπληκας ἡμᾶς;" ἐκ δὴ τούτων μισοῦσα τὴν Στάτειραν ἡ Παρύσατις, καὶ φύσει βαρύθυμος οὖσα καὶ βάρβαρος ἐν ὀργαῖς καὶ μνησικακίαις, ἐπεβούλευεν [6.9] αὐτὴν ἀνελεῖν. ἐπεὶ δὲ Δείνων μὲν ἐν τῷ πολέμῳ συντελεσθῆναι τὴν ἐπιβουλὴν εἴρηκε, Κτησίας δ' ὕστερον, ὃν οὔτ' ἀγνοεῖν τὸν χρόνον εἰκός ἐστι παρόντα ταῖς πράξεσιν, οὔθ' ἑκὼν αἰτίαν εἶχεν ἐκ τοῦ χρόνου μεταστῆσαι τὸ ἔργον ὡς ἐπράχθη διηγούμενος -- οἷα πάσχει πολλάκις ὁ λόγος αὐτοῦ, πρὸς τὸ μυθῶδες καὶ δραματικὸν ἐκτρεπόμενος τῆς ἀληθείας -- , τοῦτο μὲν ἣν ἐκεῖνος ἀπέδωκε χώραν ἕξει.

[7]
[7.1] Κύρῳ δὲ προιόντι φῆμαι καὶ λόγοι προσέπιπτον, ὡς οὐ μάχεσθαι βασιλέως εὐθὺς ἐγνωκότος οὐδὲ συνδραμεῖν εἰς χεῖρας αὐτῷ σπεύδοντος, ἀλλ' ἐν Πέρσαις ὑπομένειν, ἄχρι ἂν αἱ δυνάμεις ἐκεῖ πανταχόθεν συνέλθωσι. [7.2] καὶ γὰρ τάφρον εὖρος ὀργυιῶν δέκα καὶ βάθος ἴσων ἐπὶ σταδίους διὰ τοῦ πεδίου τετρακοσίους ἐνέβαλε· καὶ ταύτης τε περιεῖδε τὸν Κῦρον ἐντὸς παρελθόντα, καὶ [7.3] Βαβυλῶνος αὐτῆς οὐ μακρὰν γενόμενον. Τιριβάζου δ' ὥς φασι πρώτου τολμήσαντος εἰπεῖν, ὡς οὐ δεῖ φυγομαχεῖν οὐδὲ Μηδίας ἐκστάντα καὶ Βαβυλῶνος ἅμα καὶ Σούσων ἐνδύεσθαι τῇ Περσίδι, πολλαπλασίαν μὲν ἔχοντα δύναμιν τῶν πολεμίων, μυρίους δὲ σατράπας καὶ στρατηγούς, Κύρου καὶ φρονεῖν καὶ μάχεσθαι βελτίονας, ὥρμησε [7.4] διαγωνίσασθαι τὴν ταχίστην. καὶ τὸ μὲν πρῶτον ἐξαίφνης καταφανεὶς ἐνενήκοντα μυριάσι στρατοῦ διακεκοσμημέναις λαμπρῶς, τοὺς πολεμίους ἀσυντάκτους καὶ ἀνόπλους διὰ τὸ θαρρεῖν καὶ καταφρονεῖν ὁδοιποροῦντας ἐξέπληξε καὶ συνετάραξεν, ὥστε σὺν θορύβῳ καὶ βοῇ πολλῇ μόλις εἰς τάξιν [7.5] καθίστασθαι τὸν Κῦρον· ἔπειτα σιγῇ καὶ σχέδην ἐπάγων θαῦμα τοῖς Ἕλλησι τῆς εὐταξίας παρεῖχε, κραυγὰς ἀτάκτους καὶ σκιρτήματα καὶ πολὺν τάραχον αὐτῶν καὶ [7.6] διασπασμὸν ἐν πλήθει τοσούτῳ προσδεχομένοις. εὖ δὲ καὶ κατὰ τοὺς Ἕλληνας ἀντέταξε τῶν δρεπανηφόρων τὰ ῥωμαλεώτατα πρὸ τῆς ἑαυτοῦ φάλαγγος, ὡς πρὶν ἐν χερσὶ γενέσθαι διακόψοντα τὰς τάξεις βίᾳ τῆς εἰσελάσεως.

[8]
[8.1] Τὴν δὲ μάχην ἐκείνην πολλῶν μὲν ἀπηγγελκότων, Ξενοφῶντος δὲ μονονουχὶ δεικνύοντος ὄψει καὶ τοῖς πράγμασιν ὡς οὐ γεγενημένοις, ἀλλὰ γινομένοις ἐφιστάντος ἀεὶ τὸν ἀκροατὴν ἐμπαθῆ καὶ συγκινδυνεύοντα διὰ τὴν ἐνάργειαν, οὐκ ἔστι νοῦν ἔχοντος ἐπεξηγεῖσθαι, πλὴν ὅσα τῶν ἀξίων λόγου παρῆλθεν εἰπεῖν [8.2] ἐκεῖνον. ὁ μὲν οὖν τόπος ἐν ᾧ παρετάξαντο Κούναξα καλεῖται καὶ Βαβυλῶνος ἀπέχει σταδίους πεντακοσίους. Κῦρον δὲ πρὸ τῆς μάχης Κλεάρχου παρακαλοῦντος ἐξόπισθε τῶν μαχομένων εἶναι καὶ μὴ κινδυνεύειν αὐτόν, εἰπεῖν φασι· "τί λέγεις ὦ Κλέαρχε; σὺ κελεύεις με τὸν [8.3] βασιλείας ὀρεγόμενον ἀνάξιον εἶναι βασιλείας;" ἁμαρτόντος δὲ Κύρου μέγα τῷ δῦναι προπετῶς εἰς μέσα τὰ δεινὰ καὶ μὴ φυλάξασθαι τὸν κίνδυνον, οὐχ ἧττον ἥμαρτεν εἰ μὴ καὶ μᾶλλον Κλέαρχος, ἀντιτάξαι κατὰ τὸν βασιλέα μὴ θελήσας τοὺς Ἕλληνας, ἀλλὰ προσμείξας τῷ ποταμῷ [8.4] τὸ δεξιόν, ὡς μὴ κυκλωθείη. τὸν γὰρ ἀσφάλειαν ἐξ ἅπαντος διώκοντα καὶ πλεῖστον λόγον ἔχοντα τοῦ μηδὲν παθεῖν οἴκοι μένειν ἦν κράτιστον. ὁ δὲ μυρίους σταδίους ἀπὸ θαλάσσης ἐν ὅπλοις ἀναβεβηκώς, μηδενὸς ἀναγκάζοντος, ἀλλ' ὅπως Κῦρον εἰς τὸν θρόνον καθίσῃ τὸν βασίλειον, εἶτα περισκοπῶν χώραν καὶ τάξιν, οὐκ ἀφ' ἧς σώσει τὸν ἡγεμόνα καὶ μισθοδότην, ἀλλ' ἐν τίνι θέμενος ἑαυτὸν ἀσφαλῶς μαχεῖται καθ' ἡσυχίαν, ὅμοιος ἦν ὑπὸ δέους τῶν παρόντων ἐκβεβληκότι τοὺς περὶ τῶν ὅλων [8.5] λογισμοὺς καὶ προιεμένῳ τὴν τῆς στρατείας ὑπόθεσιν. ὅτι γὰρ οὐδεὶς ἂν ὑπέμεινε τῶν τεταγμένων περὶ βασιλέα τοὺς Ἕλληνας ἐμπεσόντας, ὠσθέντων δ' ἐκείνων καὶ βασιλέως φυγόντος ἢ πεσόντος ὑπῆρχε Κύρῳ νικῶντι σῴζεσθαι καὶ βασιλεύειν, ἐκ τῶν πεπραγμένων δῆλόν [8.6] ἐστι. διὸ τὴν Κλεάρχου μᾶλλον εὐλάβειαν ἢ τὸ Κύρου θράσος αἰτιατέον ὡς τὰ πράγματα καὶ Κῦρον ἀπολέσασαν. [8.7] εἰ γὰρ αὐτὸς ἐσκόπει βασιλεύς, ὅπου τάξας τοὺς Ἕλληνας ἀβλαβεστάτοις χρήσεται πολεμίοις, οὐκ ἂν ἑτέραν ἐξεῦρεν ἢ τὴν ἀπωτάτω χώραν ἑαυτοῦ καὶ τῶν περὶ ἑαυτόν, ἀφ' ἧς οὔτε νικηθεὶς αὐτὸς ᾔσθετο καὶ Κῦρος ἔφθη κατακοπεὶς ἢ χρησάμενός τι τῇ Κλεάρ[8.8]χου νίκῃ. καίτοι Κῦρος τὸ συμφέρον οὐκ ἠγνόησεν, ἀλλ' ἐκεῖ Κλέαρχον ἐκέλευε τάττεσθαι κατὰ μέσον. ὁ δ' αὑτῷ μέλειν εἰπὼν ὅπως ἕξει κάλλιστα, τὸ πᾶν διέφθειρεν.

[9]
[9.1] Οἱ μὲν γὰρ Ἕλληνες ὅσον ἐβούλοντο τοὺς βαρβάρους ἐνίκων καὶ διώκοντες ἐπὶ πλεῖστον προῆλθον· Κύρῳ δὲ γενναῖον ἵππον, ἄστομον δὲ καὶ ὑβριστὴν ἐλαύνοντι, Πασακᾶν καλούμενον, ὡς Κτησίας φησίν, ἀντεξήλασεν ὁ Καδουσίων ἄρχων Ἀρταγέρσης, [9.2] μέγα βοῶν· "ὦ τὸ κάλλιστον ἐν Πέρσαις ὄνομα Κύρου καταισχύνων, ἀδικώτατε ἀνδρῶν καὶ ἀφρονέστατε, κακοὺς μὲν Ἕλληνας ἔρχῃ κακὴν ὁδὸν ἄγων ἐπὶ τὰ Περσῶν ἀγαθά, δεσπότην δὲ σεαυτοῦ καὶ ἀδελφὸν ἐλπίζων ἀναιρήσειν, ὃς σοῦ μυριάκις μυρίους δούλους ἔχει κρείσσονας. αὐτίκα δὲ πειράσῃ· πρότερον γὰρ ἀπολεῖς ἐνταῦθα τὴν σεαυτοῦ κεφαλὴν ἢ θεάσασθαι τὸ βασιλέως [9.3] πρόσωπον." ταῦτ' εἰπὼν ἐξηκόντισεν ἐπ' αὐτόν. ὁ δὲ θώραξ στερεῶς ἀντέσχε, καὶ οὐκ ἐτρώθη μὲν ὁ Κῦρος, ἐκραδάνθη δὲ τῆς πληγῆς ἰσχυρᾶς προσπεσούσης. ἀποστρέψαντος δὲ τὸν ἵππον τοῦ Ἀρταγέρσου, βαλὼν ὁ Κῦρος ἔτυχε καὶ διήλασε παρὰ τὴν κλεῖδα διὰ τοῦ τραχήλου τὴν αἰχμήν. [9.4] Τὸν μὲν οὖν Ἀρταγέρσην ἀποθανεῖν ὑπὸ Κύρου σχεδὸν ἅπαντες ὁμολογοῦσι· περὶ δὲ τῆς αὐτοῦ Κύρου τελευτῆς ἐπεὶ Ξενοφῶν ἁπλῶς καὶ συντόμως, ἅτε δὴ μὴ παρὼν αὐτός, εἶπεν, οὐδὲν ἴσως κωλύει τὰ Δείνωνος ἰδίᾳ καὶ πάλιν τὰ Κτησίου διελθεῖν.

[10]
[10.1] Φησὶν οὖν ὁ μὲν Δείνων, ὅτι τοῦ Ἀρταγέρσου πεσόντος εἰσελάσας βιαίως ὁ Κῦρος εἰς τοὺς προτεταγμένους τοῦ βασιλέως κατέτρωσεν αὐτοῦ τὸν ἵππον, ὁ δ' ἀπερρύη· Τιριβάζου δ' ἀναβαλόντος αὐτὸν ἐπ' ἄλλον ἵππον ταχὺ καὶ εἰπόντος "ὦ βασιλεῦ, μέμνησο τῆς ἡμέρας ταύτης· οὐ γὰρ ἀξία λήθης ἐστί", πάλιν ὁ Κῦ[10.2]ρος ἐνσείσας τῷ ἵππῳ κατέβαλε τὸν Ἀρτοξέρξην. πρὸς δὲ τὴν τρίτην ἐπέλασιν δυσανασχετήσας ὁ βασιλεὺς καὶ εἰπὼν πρὸς τοὺς παρόντας ὡς βέλτιόν ἐστι μὴ ζῆν, ἀντεξήλαυνε τῷ Κύρῳ, προπετῶς καὶ ἀπερισκέπτως εἰς ἐναντία βέλη φερομένῳ. καὶ βάλλει μὲν αὐτὸς ἀκοντίῳ, [10.3] βάλλουσι δ' οἱ περὶ αὐτόν. πίπτει δ' ὁ Κῦρος, ὡς μὲν ἔνιοι λέγουσι, πληγεὶς ὑπὸ τοῦ βασιλέως, ὡς δ' ἕτεροί τινες, Καρὸς ἀνθρώπου πατάξαντος, ᾧ γέρας ἔδωκε τῆς πράξεως ταύτης ὁ βασιλεὺς ἀλεκτρυόνα χρυσοῦν ἐπὶ δόρατος ἀεὶ πρὸ τῆς τάξεως ἐν ταῖς στρατείαις κομίζειν· καὶ γὰρ αὐτοὺς τοὺς Κᾶρας ἀλεκτρυόνας οἱ Πέρσαι διὰ τοὺς λόφους οἷς κοσμοῦσι τὰ κράνη προσηγόρευον.

[11]
[11.1] Ἡ δὲ Κτησίου διήγησις, ὡς ἐπιτεμόντι πολλὰ συντόμως ἀπαγγεῖλαι, τοιαύτη τίς ἐστι. Κῦρος ἀποκτείνας Ἀρταγέρσην ἤλαυνεν εἰς αὐτὸν βασιλέα τὸν ἵππον, καὶ αὐτὸς εἰς ἐκεῖνον, ἀμφότεροι σιωπῇ. φθάνει δὲ βαλὼν Ἀριαῖος ὁ Κύρου φίλος βασιλέα, καὶ οὐκ ἔτρωσε. [11.2] βασιλεὺς δ' ἀφεὶς τὸ δόρυ Κύρου μὲν οὐκ ἔτυχε, Σατιφέρνην δὲ πιστὸν ἄνδρα Κύρῳ καὶ γενναῖον ἔβαλε καὶ κατέκτεινε. Κῦρος δ' ἐπ' αὐτὸν ἐξακοντίσας διὰ τοῦ θώρακος ἔτρωσε τὸ στῆθος, ὅσον ἐνδῦναι δύο δακτύλους τὸ ἀκόντιον, πεσεῖν [11.3] δ' αὐτὸν ὑπὸ τῆς πληγῆς ἀπὸ τοῦ ἵππου. φυγῆς δὲ καὶ ταραχῆς τῶν περὶ αὐτὸν γενομένης, ὁ μὲν ἀναστὰς μετ' ὀλίγων, ἐν οἷς καὶ Κτησίας ἦν, λόφον τινὰ πλησίον καταλαβὼν ἡσύχαζε· Κῦρον δὲ τοῖς πολεμίοις ἐνειλούμενον ὁ ἵππος ἐξέφερεν ὑπὸ θυμοῦ μακράν, ἤδη σκότους ὄντος ἀγνοούμενον ὑπὸ τῶν πολεμίων καὶ ζητούμενον ὑπὸ τῶν [11.4] φίλων. ἐπαιρόμενος δὲ τῇ νίκῃ καὶ μεστὸς ὢν ὀργῆς καὶ θράσους, διεξήλαυνε βοῶν "ἐξίστασθε πενιχροί". τοῦτο δὲ περσιστὶ πολλάκις αὐτοῦ βοῶντος, οἱ μὲν ἐξίσταντο προσκυνοῦντες, ἀποπίπτει δὲ τῆς κεφαλῆς ἡ τιάρα τοῦ [11.5] Κύρου. καὶ παρατρέχων νεανίας Πέρσης ὄνομα Μιθριδάτης ἀκοντίῳ βάλλει τὸν κρόταφον αὐτοῦ παρὰ τὸν ὀφθαλμόν, ἀγνοῶν ὅστις εἴη. πολὺ δ' αἷμα τοῦ τραύματος ἐκβαλόντος, [11.6] ἰλιγγιάσας καὶ καρωθεὶς ὁ Κῦρος ἔπεσε. καὶ ὁ μὲν ἵππος ὑπεκφυγὼν ἐπλάζετο, τὸν δ' ἐφίππειον πῖλον ἀπορρυέντα λαμβάνει τοῦ τὸν Κῦρον βαλόντος ἀκόλουθος [11.7] αἵματος περίπλεω. τὸν δὲ Κῦρον ἐκ τῆς πληγῆς ἀναφέροντα χαλεπῶς καὶ μόλις εὐνοῦχοί τινες ὀλίγοι παρόντες ἐπεχείρουν ἐπ' ἄλλον ἵππον ἀναθέσθαι καὶ σῴζειν. [11.8] ἀδυνάτως δ' ἔχοντα καὶ δι' αὑτοῦ προθυμούμενον βαδίζειν ὑπολαβόντες ἦγον, τῷ μὲν σώματι καρηβαροῦντα καὶ σφαλλόμενον, οἰόμενον δὲ νικᾶν, ἀκούοντα τῶν φευγόντων ἀνακαλουμένων Κῦρον βασιλέα καὶ φείδεσθαι δεομένων. [11.9] ἐν δὲ τούτῳ Καύνιοί τινες ἄνθρωποι, κακόβιοι καὶ ἄποροι καὶ ταπεινῶν ὑπουργημάτων ἕνεκα τῇ τοῦ βασιλέως στρατιᾷ παρακολουθοῦντες, ἔτυχον συναναμειχθέντες ὡς φίλοις τοῖς περὶ τὸν Κῦρον. ὡς δὲ μόλις συνεῖδον τὰ ἐπιθωρακίδια φοινικᾶ, λευκοῖς χρωμένων τῶν βασιλικῶν [11.10] ἁπάντων, ἔγνωσαν πολεμίους ὄντας. εἷς οὖν ἐκείνων ἐτόλμησεν ἀγνοῶν ἐξόπισθεν βαλεῖν τὸν Κῦρον ἀκοντίῳ. τῆς δὲ περὶ τὴν ἰγνύαν φλεβὸς ἀναρραγείσης, πεσὼν ὁ Κῦρος ἅμα παίει πρός τινι λίθῳ τὸν τετρωμένον κρόταφον, [11.11] καὶ ἀποθνῄσκει. τοιοῦτος μὲν ὁ Κτησίου λόγος, ᾧ καθάπερ ἀμβλεῖ ξιφιδίῳ μόλις ἀναιρῶν τὸν ἄνθρωπον ἀνῄρηκεν.

[12]
[12.1] Ἤδη δ' αὐτοῦ τεθνηκότος, Ἀρτασύρας ὁ βασιλέως ὀφθαλμὸς ἔτυχεν ἵππῳ παρεξελαύνων. γνωρίσας οὖν τοὺς εὐνούχους ὀλοφυρομένους, ἠρώτησε τὸν πιστότατον αὐτῶν· "τίνα τοῦτον ὦ Παρίσκα κλαίεις παρακαθήμενος;" ὁ δ' εἶπεν· "οὐχ ὁρᾷς ὦ Ἀρτασύρα Κῦρον [12.2] τεθνηκότα;" θαυμάσας οὖν ὁ Ἀρτασύρας τῷ μὲν εὐνούχῳ θαρρεῖν παρεκελεύσατο καὶ φυλάττειν τὸν νεκρόν, αὐτὸς δὲ συντείνας πρὸς τὸν Ἀρτοξέρξην, ἀπεγνωκότα μὲν ἤδη τὰ πράγματα, κακῶς δὲ καὶ τὸ σῶμα διακείμενον ὑπό τε δίψης καὶ τοῦ τραύματος, χαίρων [12.3] φράζει, ὡς αὐτὸς ἴδοι τεθνηκότα Κῦρον. ὁ δὲ πρῶτον μὲν εὐθὺς ὥρμησεν αὐτὸς ἰέναι, καὶ τὸν Ἀρτασύραν ἄγειν ἐκέλευσεν ἐπὶ τὸν τόπον· ἐπεὶ δὲ πολὺς ἦν λόγος τῶν Ἑλλήνων καὶ φόβος, ὡς διωκόντων καὶ πάντα νικώντων καὶ κρατούντων, ἔδοξε πλείονας πέμψαι τοὺς κατοψομένους, καὶ τριάκοντα λαμπάδας ἔχοντες ἐπέμφθησαν. [12.4] αὐτῷ δὲ μικρὸν ἀπολείποντι τοῦ τεθνάναι διὰ τὸ διψῆν Σατιβαρζάνης ὁ εὐνοῦχος περιθέων ἐζήτει ποτόν· οὐ γὰρ εἶχε τὸ χωρίον ὕδωρ, οὐδ' ἦν ἐγγὺς τὸ στρατόπεδον. [12.5] μόλις οὖν ἐπιτυγχάνει τῶν Καυνίων ἐκείνων τῶν κακοβίων ἑνὸς ἐν ἀσκίῳ φαύλῳ διεφθαρμένον ὕδωρ καὶ πονηρὸν ἔχοντος, ὅσον ὀκτὼ κοτύλας· καὶ λαβὼν τοῦτο [12.6] καὶ κομίσας τῷ βασιλεῖ δίδωσιν. ἐκπιόντα δ' ἅπαν ἠρώτησεν, εἰ μὴ πάνυ δυσχεραίνει τὸ ποτόν. ὁ δ' ὤμοσε τοὺς θεοὺς μήτ' οἶνον ἡδέως οὕτως πώποτε πεπωκέναι μήθ' ὕδωρ τὸ κουφότατον καὶ καθαρώτατον, "ὥστ'" ἔφη "τὸν δόντα σοι τοῦτ' ἄνθρωπον, ἂν ἐγὼ μὴ δυνηθῶ ζητήσας ἀμείψασθαι, τοὺς θεοὺς εὔχομαι ποιῆσαι μακάριον καὶ πλούσιον."

[13]
[13.1] Ἐν δὲ τούτῳ προσήλαυνον οἱ τριάκοντα λαμπροὶ καὶ περιχαρεῖς, ἀναγγέλλοντες αὐτῷ τὴν ἀνέλπιστον εὐτυχίαν. ἤδη δὲ καὶ πλήθει τῶν συντρεχόντων πάλιν πρὸς αὐτὸν καὶ συνισταμένων ἐθάρρει, καὶ κατέβαινεν [13.2] ἀπὸ τοῦ λόφου, φωτὶ πολλῷ περιλαμπόμενος. ὡς δ' ἐπέστη τῷ νεκρῷ, καὶ κατὰ δή τινα νόμον Περσῶν ἡ δεξιὰ χεὶρ ἀπεκόπη καὶ ἡ κεφαλὴ τοῦ σώματος, ἐκέλευσε τὴν κεφαλὴν αὑτῷ κομισθῆναι, καὶ τῆς κόμης δραξάμενος οὔσης βαθείας καὶ λασίας, ἐπεδείκνυε τοῖς [13.3] ἀμφιδοξοῦσιν ἔτι καὶ φεύγουσιν. οἱ δ' ἐθαύμαζον καὶ προσεκύνουν, ὥστε ταχὺ μυριάδας ἑπτὰ περὶ αὐτὸν γενέσθαι καὶ συνεισελάσαι πάλιν εἰς τὸ στρατόπεδον. ἐξεληλάκει δ', ὡς ὁ Κτησίας φησίν, ἐπὶ τὴν μάχην τεσσαράκοντα μυριάσιν. οἱ δὲ περὶ Δείνωνα καὶ Ξενοφῶντα πολὺ πλείονας [13.4] γενέσθαι λέγουσι τὰς μεμαχημένας. ἀριθμὸν δὲ νεκρῶν ὁ Κτησίας ἐνακισχιλίους ἀνενεχθῆναί φησι πρὸς τὸν Ἀρτοξέρξην, αὐτῷ δὲ δισμυρίων οὐκ ἐλάττους φανῆναι τοὺς κειμένους. ταῦτα μὲν οὖν ἔχει διαμφισβήτησιν· [13.5] ἐκεῖνο δὲ τοῦ Κτησίου λαμπρὸν ἤδη ψεῦσμα, τὸ πεμφθῆναι φάναι πρὸς τοὺς Ἕλληνας αὐτὸν μετὰ Φαλ[13.6]λύνου τοῦ Ζακυνθίου καί τινων ἄλλων. ὁ γὰρ Ξενοφῶν ἠπίστατο συνδιατρίβοντα βασιλεῖ Κτησίαν· μέμνηται γὰρ αὐτοῦ, καὶ τοῖς βιβλίοις τούτοις ἐντετυχηκὼς δῆλός ἐστιν· οὐκ ἂν οὖν ἐλθόντα καὶ λόγων τοσούτων ἑρμηνέα γενόμενον παρῆκεν ἀνώνυμον, Φαλῖνον [13.7] δὲ τὸν Ζακύνθιον ὠνόμαζεν. ἀλλὰ δαιμονίως ὁ Κτησίας ὡς ἔοικε φιλότιμος ὤν, καὶ οὐχ ἧττον φιλολάκων καὶ φιλοκλέαρχος, ἀεί τινας ἐν τῇ διηγήσει χώρας ἑαυτῷ δίδωσιν, ἐν αἷς γενόμενος πολλὰ καὶ καλὰ μεμνήσεται Κλεάρχου καὶ τῆς Λακεδαίμονος.

[14]
[14.1] Μετὰ δὲ τὴν μάχην δῶρα κάλλιστα μὲν ἐξέπεμψε καὶ μέγιστα τῷ Ἀρταγέρσου παιδὶ τοῦ πεσόντος ὑπὸ Κύρου, καλῶς δὲ καὶ Κτησίαν καὶ τοὺς ἄλλους [ἐπ] [14.2] ἐτίμησε. τὸν δὲ Καύνιον ἐκεῖνον ἐξανευρών, ὃς ἐπέδωκε τὸ ἀσκίον, ἐξ ἀδόξου καὶ πένητος ἔντιμον καὶ πλούσιον [14.3] ἐποίησεν. ἦν δέ τις ἐπιμέλεια καὶ περὶ τὰς τῶν ἐξαμαρτόντων δικαιώσεις. Ἀρβάκην μὲν γάρ τινα Μῆδον, ἐν τῇ μάχῃ πρὸς Κῦρον φυγόντα καὶ πάλιν ἐκείνου πεσόντος μεταστάντα, δειλίαν καὶ μαλακίαν καταγνούς, οὐ προδοσίαν οὐδὲ κακόνοιαν, ἐκέλευσε γυμνὴν ἀναλαβόντα πόρνην περιβάδην ἐπὶ τοῦ τραχήλου δι' ἡμέρας ὅλης ἐν ἀγορᾷ [14.4] περιφέρειν. ἑτέρου δὲ πρὸς τῷ μεταστῆναι ψευσαμένου καταβαλεῖν δύο τῶν πολεμίων, προσέταξε διαπεῖραι τρισὶ [14.5] βελόναις τὴν γλῶτταν. οἰόμενος δὲ καὶ βουλόμενος δοκεῖν καὶ λέγειν πάντας ἀνθρώπους, ὡς αὐτὸς ἀπεκτόνοι Κῦρον, Μιθριδάτῃ τε τῷ βαλόντι πρώτῳ Κῦρον ἐξέπεμψε δῶρα καὶ λέγειν ἐκέλευσε τοὺς διδόντας ὡς "τούτοις σε τιμᾷ [ὁ] βασιλεύς, ὅτι τὸν ἐφίππειον Κύρου πῖλον εὑρὼν [14.6] ἀνήνεγκας", τοῦ τε Καρός, ὑφ' οὗ τὴν ἰγνύαν πληγεὶς ὁ Κῦρος ἔπεσε, καὶ αὐτοῦ δωρεὰν αἰτοῦντος, ἐκέλευσεν εἰπεῖν τοὺς διδόντας ὅτι "σοὶ ταῦτα δίδωσι βασιλεὺς εὐαγγελίων δευτερεῖα· πρῶτος γὰρ Ἀρτασύρας, μετ' [14.7] ἐκεῖνον δὲ σὺ τὴν Κύρου τελευτὴν ἀπήγγειλας." ὁ μὲν οὖν Μιθριδάτης ἀπῆλθε σιωπῇ λυπούμενος· τὸν δ' ἄθλιον [14.8] Κᾶρα κοινόν τι πάθος ἐξ ἀβελτερίας κατέσχε. διαφθαρεὶς γὰρ ὑπὸ τῶν παρόντων ὡς ἔοικεν ἀγαθῶν, καὶ ἀναπεισθεὶς εὐθὺς ἀντιποιεῖσθαι τῶν ὑπὲρ αὐτόν, οὐκ ἠξίου τὰ δοθέντα μισθὸν εὐαγγελίων ἔχειν, ἀλλ' ἠγανάκτει μαρτυρόμενος καὶ βοῶν, ὅτι Κῦρον οὐδεὶς ἕτερος ἀλλ' αὐτὸς ἀπεκτόνοι καὶ τὴν δόξαν ἀδίκως ἀποστεροῖτο. [14.9] ταῦτα δ' ἀκούσας ὁ βασιλεὺς σφόδρα παρωξύνθη, καὶ τὴν κεφαλὴν ἐκέλευσεν ἀποτεμεῖν τοῦ ἀνθρώπου. παροῦσα δ' ἡ μήτηρ "μὴ σύ γε" εἶπεν "οὕτω τὸν Κᾶρα τοῦτον ὦ βασιλεῦ τὸν ὄλεθρον ἀπαλλάξῃς, ἀλλὰ παρ' ἐμοῦ τὸν ἄξιον [14.10] ἀπολήψεται μισθὸν ὧν τολμᾷ λέγειν." ἐπιτρέψαντος δὲ τοῦ βασιλέως, ἐκέλευσε τοὺς ἐπὶ τῶν τιμωριῶν ἡ Παρύσατις λαβόντας τὸν ἄνθρωπον ἐφ' ἡμέρας δέκα στρεβλοῦν, εἶτα τοὺς ὀφθαλμοὺς ἐξορύξαντας εἰς τὰ ὦτα θερμὸν ἐντήκειν χαλκὸν ἕως ἀποθάνῃ.

[15]
[15.1] Κακῶς δ' ἀπώλετο καὶ Μιθριδάτης μετ' ὀλίγον χρόνον ἐκ τῆς αὐτῆς ἀβελτερίας. κληθεὶς γὰρ ἐπὶ δεῖπνον, ἔνθα καὶ βασιλέως καὶ τῆς μητρὸς εὐνοῦχοι παρῆσαν, ἧκεν ἐσθῆτι καὶ χρυσῷ κεκοσμημένος οἷς ἔλαβε παρὰ [15.2] βασιλέως. ἐπεὶ δ' εἰς τὸ πίνειν ἀφίκοντο, λέγει πρὸς αὐτὸν ὁ μέγιστον δυνάμενος τῶν Παρυσάτιδος εὐνούχων· "ὡς καλὴν μὲν ἐσθῆτά σοι ταύτην ὦ Μιθριδάτα [ὁ] βασιλεὺς δέδωκε, καλὰ δὲ στρεπτὰ καὶ ψέλια, πολλοῦ δ' ἄξιος ὁ ἀκινάκης. ἦ μακάριόν σε καὶ περίβλεπτον [15.3] ἅπασι πεποίηκεν." ἤδη δὲ μεθύων ὁ Μιθριδάτης "τί δὲ ταῦτ' ἔστιν" εἶπεν "ὦ Σπαραμίζη; μειζόνων γὰρ ἐγὼ καὶ καλλιόνων βασιλεῖ τὴν ἡμέραν ἐκείνην ἄξιον [15.4] ἐμαυτὸν παρέσχον." καὶ ὁ Σπαραμίζης ἐπιμειδιάσας "φθόνος μὲν οὐδεὶς ὦ Μιθριδάτα" εἶπεν· "ἐπεὶ δέ φασιν Ἕλληνες οἶνον καὶ ἀλήθειαν εἶναι, τί λαμπρὸν ὦ τᾶν ἢ μέγα, πῖλον εὑρεῖν ἵππου περιρρυέντα καὶ τοῦτον [15.5] ἀνενεγκεῖν;" ταῦτα δ' οὐκ ἀγνοῶν τὸ ἀληθὲς ἔλεγεν, ἀλλὰ βουλόμενος ἐκκαλύψαι πρὸς τοὺς παρόντας ὑπεκίνει τὴν κουφότητα τοῦ ἀνθρώπου, λάλου καὶ ἀκρατοῦς [15.6] γεγονότος διὰ τὸν οἶνον. εἶπεν οὖν μὴ κατασχών· "ὑμεῖς μὲν ὅ τι βούλεσθε πίλους λέγετε καὶ φλυάρους· ἐγὼ δ' ὑμῖν λέγω διαρρήδην ὑπὸ ταύτης ἀνῃρῆσθαι Κῦρον τῆς χειρός. οὐ γὰρ ὡς Ἀρταγέρσης ἠκόντισα κενὸν καὶ μάταιον, ἀλλὰ τοῦ μὲν ὀφθαλμοῦ μικρὸν ἥμαρτον, τοῦ δὲ κροτάφου τυχὼν καὶ διελάσας κατέβαλον τὸν ἄνδρα καὶ τέθνηκεν ὑπ' [15.7] ἐκείνου τοῦ τραύματος." οἱ μὲν οὖν ἄλλοι τὸ τέλος ἤδη τοῦ Μιθριδάτου καὶ τὴν κακοδαιμονίαν ὁρῶντες, εἰς τὴν γῆν ἔκυψαν. ὁ δ' ἑστιῶν αὐτούς "ὦ τᾶν" ἔφη "Μιθριδάτα, πίνωμεν ἐν τῷ παρόντι καὶ ἐσθίωμεν, τὸν βασιλέως δαίμονα προσκυνοῦντες, λόγους δὲ μείζους ἢ καθ' ἡμᾶς ἐάσωμεν."

[16]
[16.1] Ἐκ τούτου τῇ μὲν Παρυσάτιδι φράζει τὸν λόγον ὁ εὐνοῦχος, ἐκείνη δὲ βασιλεῖ· βασιλεὺς δ' ἠγανάκτησεν ὥσπερ ἐξελεγχόμενος καὶ τὸ κάλλιστον καὶ ἥδιστον [16.2] ἀπολλύων τῆς νίκης. ἐβούλετο γὰρ βαρβάρους ἅπαντας πεπεῖσθαι καὶ Ἕλληνας, ὡς ἐν ταῖς ἐξελάσεσι καὶ συμπλοκαῖς δοὺς καὶ λαβὼν πληγήν, ἐτρώθη μὲν αὐτός, ἔκτεινε δ' ἐκεῖνον. ἐκέλευσεν οὖν τὸν Μιθριδάτην ἀποθανεῖν [16.3] σκαφευθέντα. τὸ δὲ σκαφευθῆναι τοιοῦτόν ἐστι· σκάφας δύο πεποιημένας ἐφαρμόζειν ἀλλήλαις λαβόντες, εἰς τὴν [16.4] ἑτέραν κατακλίνουσι τὸν κολαζόμενον ὕπτιον· εἶτα τὴν ἑτέραν ἐπάγοντες καὶ συναρμόζοντες, ὥστε τὴν κεφαλὴν καὶ τὰς χεῖρας ἔξω καὶ τοὺς πόδας ἀπολαμβάνεσθαι, τὸ δ' ἄλλο σῶμα πᾶν ἀποκεκρύφθαι, διδόασιν ἐσθίειν τῷ ἀνθρώπῳ, κἂν μὴ θέλῃ, προσβιάζονται κεντοῦντες τὰ ὄμματα· φαγόντι δὲ πιεῖν μέλι καὶ γάλα συγκεκραμένον ἐγχέουσιν εἰς τὸ στόμα καὶ κατὰ τοῦ προσώπου καταχέουσιν. [16.5] εἶτα πρὸς τὸν ἥλιον ἀεὶ στρέφουσιν ἐναντία τὰ ὄμματα, καὶ μυιῶν προσκαθημένων <ὑπὸ> πλήθους πᾶν [16.6] ἀποκρύπτεται τὸ πρόσωπον. ἐντὸς δὲ ποιοῦντος ὅσα ποιεῖν ἀναγκαῖόν ἐστιν ἐσθίοντας ἀνθρώπους καὶ πίνοντας, εὐλαὶ καὶ σκώληκες ὑπὸ φθορᾶς καὶ σηπεδόνος ἐκ τοῦ περιττώματος ἀναζέουσιν, ὑφ' ὧν ἀναλίσκεται τὸ σῶμα [16.7] διαδυομένων εἰς τὰ ἐντός. ὅταν γὰρ ἤδη φανερὸς ᾖ τεθνηκὼς ὁ ἄνθρωπος, ἀφαιρεθείσης τῆς ἐπάνω σκάφης ὁρῶσι τὴν μὲν σάρκα κατεδηδεσμένην, περὶ δὲ τὰ σπλάγχνα τοιούτων θηρίων ἑσμοὺς ἐσθιόντων καὶ προσπεφυκότων. οὕτως ὁ Μιθριδάτης ἑπτακαίδεκα ἡμέρας φθειρόμενος μόλις ἀπέθανε.

[17]
[17.1] Λοιπὸς δ' ἦν τῇ Παρυσάτιδι σκοπὸς ὁ τὴν κεφαλὴν ἀποτεμὼν καὶ τὴν χεῖρα τοῦ Κύρου Μασαβάτης βασιλέως [17.2] εὐνοῦχος. ὡς οὖν αὐτὸς οὐδεμίαν καθ' ἑαυτοῦ λαβὴν παρεδίδου, τοιοῦτον ἐπιβουλῆς τρόπον ἡ Παρύσατις [17.3] συνέθηκεν. ἦν τά τ' ἄλλα θυμόσοφος γυνὴ καὶ δεινὴ κυβεύειν· διὸ καὶ βασιλεῖ πρὸ τοῦ πολέμου πολλάκις [17.4] συνεκύβευε· μετὰ δὲ τὸν πόλεμον διαλυθεῖσα πρὸς αὐτόν, οὐκ ἔφευγε τὰς φιλοφροσύνας, ἀλλὰ καὶ συνέπαιζε καὶ τῶν ἐρωτικῶν ἐκοινώνει συμπράττουσα καὶ παροῦσα, καὶ ὅλως μικρότατον αὐτοῦ τῇ Στατείρᾳ μετεδίδου χρῆσθαι καὶ συνεῖναι, μισοῦσά τε μάλιστα πάντων [17.5] ἐκείνην καὶ μέγιστον αὐτὴ βουλομένη δύνασθαι. λαβοῦσα δή ποτε τὸν Ἀρτοξέρξην ὡρμημένον ἀλύειν σχολῆς οὔσης, προὐκαλεῖτο περὶ χιλίων δαρεικῶν κυβεῦσαι· καὶ κυβεύοντα περιεῖδε νικῆσαι καὶ τὸ χρυσίον ἀπέδωκε. προσποιουμένη δ' ἀνιᾶσθαι καὶ φιλονικεῖν, ἐκέλευσεν αὖθις ἐξ ἀρχῆς περὶ [17.6] εὐνούχου διακυβεῦσαι, κἀκεῖνος ὑπήκουσε. ποιησάμενοι δὲ συνθήκας, πέντε μὲν ἑκάτερον ὑπεξελέσθαι τοὺς πιστοτάτους, ἐκ δὲ τῶν λοιπῶν, ὃν ἂν ὁ νικῶν ἕληται, [17.7] δοῦναι τὸν ἡττώμενον, ἐπὶ τούτοις ἐκύβευον. σφόδρα δὴ γενομένη πρὸς τῷ πράγματι καὶ σπουδάσασα περὶ τὴν παιδιάν, εὖ δέ πως αὐτῇ καὶ τῶν κύβων πεσόντων, νικήσασα λαμβάνει τὸν Μασαβάτην· οὐ γὰρ ἦν ἐν τοῖς ὑπεξῃρημένοις. καὶ πρὶν ἐν ὑποψίᾳ γενέσθαι βασιλέα τοῦ πράγματος, ἐγχειρίσασα τοῖς ἐπὶ τῶν τιμωριῶν προσέταξεν ἐκδεῖραι ζῶντα, καὶ τὸ μὲν σῶμα πλάγιον διὰ τριῶν σταυρῶν ἀναπῆξαι, τὸ δὲ δέρμα χωρὶς διαπατταλεῦσαι. [17.8] γενομένων δὲ τούτων, καὶ βασιλέως χαλεπῶς φέροντος καὶ παροξυνομένου πρὸς αὐτήν, εἰρωνευομένη μετὰ γέλωτος "ὡς ἡδύς" ἔφασκεν "εἶ καὶ μακάριος, εἰ χαλεπαίνεις διὰ γέροντα πονηρὸν εὐνοῦχον, ἐγὼ δὲ χιλίους [17.9] ἐκκυβευθεῖσα δαρεικοὺς σιωπῶ καὶ στέργω." βασιλεὺς μὲν οὖν ἐφ' οἷς ἐξηπατήθη μεταμελόμενος ἡσυχίαν ἦγεν, ἡ δὲ Στάτειρα καὶ πρὸς τἆλλα φανερῶς ἠναντιοῦτο, καὶ τούτοις ἐδυσχέραινεν, ὡς ἄνδρας εὐνοϊκοὺς καὶ πιστοὺς βασιλεῖ διὰ Κῦρον ὠμῶς καὶ παρανόμως ἀπολλυούσης αὐτῆς.

[18]
[18.1] Ἐπεὶ δὲ Κλέαρχον καὶ τοὺς ἄλλους στρατηγοὺς Τισσαφέρνης ἐξηπάτησε καὶ παρεσπόνδησεν ὅρκων γενομένων, καὶ συλλαβὼν ἀνέπεμψεν ἐν πέδαις δεδεμένους, δεηθῆναί φησιν αὐτοῦ τὸν Κλέαρχον ὁ Κτησίας, [18.2] ὅπως κτενὸς εὐπορήσειε. τυχόντα δὲ καὶ τημελήσαντα τὴν κεφαλήν, ἡσθῆναί τε τῇ χρείᾳ καὶ τὸν δακτύλιον αὐτῷ δοῦναι σύμβολον φιλίας πρὸς τοὺς ἐν Λακεδαίμονι συγγενεῖς καὶ οἰκείους· εἶναι δὲ γλυφὴν ἐν τῇ σφραγῖδι [18.3] Καρυάτιδας ὀρχουμένας. τὰ δὲ πεμπόμενα σιτία τῷ Κλεάρχῳ τοὺς συνδεδεμένους στρατιώτας ἀφαιρεῖσθαι καὶ καταναλίσκειν, ὀλίγα τῷ Κλεάρχῳ διδόντας ἀπ' αὐτῶν. ἰάσασθαι δὲ καὶ τοῦτό φησιν ὁ Κτησίας, πλείονα τῷ Κλεάρχῳ πέμπεσθαι διαπραξάμενος, ἰδίᾳ δ' ἕτερα τοῖς στρατιώταις δίδοσθαι· καὶ ταῦτα μὲν ὑπουργῆσαι καὶ [18.4] παρασχεῖν χάριτι καὶ γνώμῃ τῆς Παρυσάτιδος. πεμπομένου δὲ καθ' ἡμέραν τῷ Κλεάρχῳ κωλῆνος ἐπὶ τοῖς σιτίοις, παρακαλεῖν αὐτὸν καὶ διδάσκειν, ὡς χρὴ μικρὸν εἰς τὸ κρέας ἐμβαλόντα μαχαίριον ἀποκρύψαντα πέμψαι, καὶ μὴ περιιδεῖν ἐν τῇ βασιλέως ὠμότητι τὸ τέλος αὐτοῦ [18.5] γενόμενον· αὐτὸν δὲ φοβούμενον μὴ ἐθελῆσαι. βασιλέα δὲ τῇ μὲν μητρὶ παραιτουμένῃ μὴ κτεῖναι τὸν Κλέαρχον ὁμολογῆσαι καὶ ὀμόσαι· πεισθέντα δ' αὖθις ὑπὸ τῆς [18.6] Στατείρας, ἀποκτεῖναι πάντας πλὴν Μένωνος. ἐκ δὲ τούτου τὴν Παρύσατιν ἐπιβουλεῦσαι τῇ Στατείρᾳ καὶ συσκευάσασθαι τὴν φαρμακείαν κατ' αὐτῆς, οὐκ εἰκότα λέγων ἀλλὰ πολλὴν ἀλογίαν ἔχοντα τῆς αἰτίας, εἰ δεινὸν ἔργον οὕτως ἔδρασε καὶ παρεκινδύνευσεν ἡ Παρύσατις διὰ Κλέαρχον, ἀνελεῖν τολμήσασα τὴν γνησίαν βασιλέως γυναῖκα καὶ τέκνων κοινωνὸν ἐπὶ βασιλείᾳ [18.7] τρεφομένων. ἀλλὰ ταῦτα μὲν οὐκ ἄδηλον ὡς ἐπιτραγῳδεῖ τῇ Κλεάρχου μνήμῃ. καὶ γὰρ ἀναιρεθέντων φησὶ τῶν στρατηγῶν τοὺς μὲν ἄλλους ὑπὸ κυνῶν σπαράττεσθαι καὶ ὀρνέων, τῷ δὲ Κλεάρχου νεκρῷ θύελλαν ἀνέμου γῆς θῖνα πολλὴν φέρουσαν ἐπιχῶσαι καὶ ἐπικρύψαι [18.8] τὸ σῶμα· φοινίκων δέ τινων διασπαρέντων, ὀλίγῳ χρόνῳ θαυμαστὸν ἄλσος ἀναφῦναι καὶ κατασκιάσαι τὸν τόπον, ὥστε καὶ βασιλεῖ σφόδρα μεταμέλειν, ὡς ἄνδρα θεοῖς φίλον ἀνῃρηκότι τὸν Κλέαρχον.

[19]
[19.1] Ἡ δ' οὖν Παρύσατις, μίσους τε πρὸς τὴν Στάτειραν ἐξ ἀρχῆς ὑποκειμένου καὶ ζηλοτυπίας, ὁρῶσα τὴν μὲν αὑτῆς δύναμιν αἰδουμένου βασιλέως καὶ τιμῶντος οὖσαν, τὴν δ' ἐκείνης ἔρωτι καὶ πίστει βέβαιον καὶ ἰσχυράν, ἐπεβούλευσεν, ὑπὲρ τῶν μεγίστων ὡς ᾤετο [19.2] παραβαλλομένη. θεράπαιναν εἶχε πιστὴν καὶ δυναμένην παρ' αὐτῇ μέγιστον ὄνομα Γίγιν, ἣν ὁ μὲν Δείνων ὑπουργῆσαι τῇ φαρμακείᾳ φησί, συγγνῶναι δὲ μόνον ἄκουσαν ὁ Κτησίας· τὸν δὲ δόντα τὸ φάρμακον οὗτος μὲν ὀνομάζει Βελιτάραν, ὁ δὲ Δείνων [19.3] Μελάνταν. ἐκ δὲ τῆς πρόσθεν ὑποψίας καὶ διαφορᾶς ἀρξάμεναι πάλιν εἰς τὸ αὐτὸ φοιτᾶν καὶ συνδειπνεῖν ἀλλήλαις, ὅμως <διὰ> τὸ δεδιέναι καὶ φυλάττεσθαι τοῖς [19.4] αὐτοῖς σιτίοις καὶ ἀπὸ τῶν αὐτῶν ἐχρῶντο. γίνεται δὲ μικρὸν ἐν Πέρσαις ὀρνίθιον, ᾧ περιττώματος οὐδὲν <ἔν>εστιν, ἀλλ' ὅλον διάπλεων πιμελῆς τὰ ἐντός, ᾗ καὶ νομίζουσιν ἀνέμῳ καὶ δρόσῳ τρέφεσθαι τὸ ζῷον· ὀνομάζεται [19.5] δὲ ῥυντάκης. τοῦτό φησιν ὁ Κτησίας μικρᾷ μαχαιρίδι κεχρισμένῃ τῷ φαρμάκῳ κατὰ θάτερα τὴν Παρύσατιν διαιροῦσαν, ἐκμάξαι τῷ ἑτέρῳ μέρει τὸ φάρμακον· καὶ τὸ μὲν ἄχραντον καὶ καθαρὸν εἰς τὸ στόμα βαλοῦσαν αὐτὴν ἐσθίειν, δοῦναι δὲ τῇ Στατείρᾳ [19.6] τὸ πεφαρμαγμένον· ὁ δὲ Δείνων οὐ τὴν Παρύσατιν, ἀλλὰ τὸν Μελάνταν τέμνοντα τῷ μαχαιρίῳ τὰ φαρμασσόμενα τῶν κρεῶν τιθέναι κατὰ τὴν [19.7] Στάτειραν. ἀποθνῄσκουσα <δ'> οὖν ἡ γυνὴ μετὰ πόνων μεγάλων καὶ σπαραγμῶν, αὐτή τε συνῃσθάνετο τοῦ κακοῦ, καὶ βασιλεῖ παρέσχεν ὑποψίαν κατὰ τῆς μητρός, [19.8] εἰδότι τὸ θηριῶδες αὐτῆς καὶ δυσμείλικτον. ὅθεν εὐθὺς ἐπὶ τὴν ζήτησιν ὁρμήσας, τοὺς μὲν ὑπηρέτας καὶ τραπεζοκόμους τῆς μητρὸς συνέλαβε καὶ κατεστρέβλωσε, τὴν δὲ Γίγιν ἡ Παρύσατις πολὺν χρόνον εἶχεν οἴκοι μεθ' αὑτῆς, καὶ βασιλέως ἐξαιτοῦντος οὐκ ἔδωκεν, ἀλλ' ὕστερον αὐτῆς δεηθείσης εἰς τὸν οἶκον ἀφεθῆναι νυκτός, αἰσθόμενος καὶ λόχον ὑφεὶς συνήρπασε καὶ κατέγνω θάνατον. [19.9] ἀποθνῄσκουσι δ' οἱ φαρμακεῖς ἐν Πέρσαις κατὰ νόμον οὕτως· λίθος ἐστὶ πλατύς, ἐφ' οὗ τὴν κεφαλὴν καταθέντες αὐτῶν ἑτέρῳ λίθῳ παίουσι καὶ πιέζουσιν, ἄχρι οὗ [19.10] συνθλάσωσι τὸ πρόσωπον καὶ τὴν κεφαλήν. ἡ <μὲν> οὖν Γίγις οὕτως ἀπέθανε, τὴν δὲ Παρύσατιν ὁ Ἀρτοξέρξης ἄλλο μὲν οὐδὲν οὔτ' εἶπε κακὸν οὔτ' ἐποίησεν, εἰς δὲ Βαβυλῶνα βουλομένην ἐξέπεμψεν, εἰπὼν ἕως ἐκείνη περίεστιν αὐτὸς οὐκ ὄψεσθαι Βαβυλῶνα. τὰ μὲν οὖν κατὰ τὴν οἰκίαν οὕτως εἶχεν.

[20]
[20.1] Ἐπεὶ δὲ τοὺς Κύρῳ συναναβάντας Ἕλληνας σπουδάσας λαβεῖν ὁ βασιλεὺς οὐδὲν ἧττον ἢ Κύρου περιγενέσθαι καὶ τὴν βασιλείαν κατασχεῖν, οὐκ ἔλαβεν, ἀλλὰ Κῦρον τὸν ἡγεμόνα καὶ τοὺς αὑτῶν στρατηγοὺς ἀποβαλόντες, ἐξ αὐτῶν μονονουχὶ τῶν βασιλείων ἐσώθησαν, ἐξελέγξαντες καὶ ἀποφήναντες τὰ Περσῶν καὶ βασιλέως πράγματα χρυσὸν ὄντα πολὺν καὶ τρυφὴν καὶ γυναῖκας, [20.2] τὰ δ' ἄλλα τῦφον καὶ ἀλαζονείαν, πᾶσα μὲν ἡ Ἑλλὰς ἐξεθάρρησε καὶ κατεφρόνησε τῶν βαρβάρων, Λακεδαιμονίοις δὲ καὶ δεινὸν ἐφαίνετο, μὴ νῦν γε δουλείας ἐξελέσθαι τοὺς τὴν Ἀσίαν κατοικοῦντας Ἕλληνας μηδὲ παῦσαι [20.3] προπηλακιζομένους ὑπ' αὐτῶν. πρότερον δὲ διὰ Θίμβρωνος, εἶτα διὰ Δερκυλλίδου πολεμοῦντες, οὐδὲν δὲ πράττοντες ἀξιόλογον, Ἀγησιλάῳ τῷ βασιλεῖ τὸν πόλεμον ἐπέτρεψαν. ὁ δὲ περαιωθεὶς ναυσὶν εἰς Ἀσίαν, εὐθὺς ἦν ἐνεργὸς καὶ δόξαν εἶχε μεγάλην, καὶ Τισσαφέρ[20.4]νην παραταξάμενος ἐνίκησε καὶ τὰς πόλεις ἀφίστη. τούτων δὲ γενομένων, συμφρονήσας ὁ Ἀρτοξέρξης ὃν τρόπον αὐτοῖς ἐστι πολεμητέον, ἔπεμψε Τιμοκράτην τὸν Ῥόδιον εἰς τὴν Ἑλλάδα χρυσίον πολὺ κομίζοντα, διδόναι καὶ διαφθείρειν τοὺς πλεῖστον ἐν ταῖς πόλεσι δυναμένους κελεύσας καὶ πόλεμον Ἑλληνικὸν κινεῖν ἐπὶ τὴν Λακε[20.5]δαίμονα. τοῦ δὲ Τιμοκράτους ταῦτα πράσσοντος, καὶ τῶν μεγίστων πόλεων συνισταμένων, καὶ τῆς Πελοποννήσου διαταραττομένης, μετεπέμποντο τὸν Ἀγησίλαον ἐκ 6 τῆς Ἀσίας οἱ ἄρχοντες. ὅτε δὴ καί φασιν αὐτὸν ἀπιόντα πρὸς τοὺς φίλους εἰπεῖν, ὡς τρισμυρίοις τοξόταις ἐξελαύνοιτο τῆς Ἀσίας ὑπὸ βασιλέως· τὸ γὰρ Περσικὸν νόμισμα τοξότην ἐπίσημον εἶχεν.

[21]
[21.1] Ἐξέβαλε δὲ καὶ τῆς θαλάττης Λακεδαιμονίους, Κόνωνι τῷ Ἀθηναίῳ μετὰ Φαρναβάζου στρατηγῷ χρησάμενος. ὁ γὰρ Κόνων διέτριβε μὲν ἐν Κύπρῳ μετὰ τὴν ἐν Αἰγὸς ποταμοῖς ναυμαχίαν, οὐ τὴν ἀσφάλειαν ἀγαπῶν, ἀλλὰ τὴν τῶν πραγμάτων μεταβολὴν ὥσπερ ἐν πελάγει [21.2] τροπὴν περιμένων. ὁρῶν δὲ καὶ τοὺς ἑαυτοῦ λογισμοὺς δυνάμεως καὶ τὴν βασιλέως δύναμιν ἀνδρὸς ἔμφρονος δεομένην, ἔπεμψεν ἐπιστολὴν βασιλεῖ περὶ ὧν διενοεῖτο. [21.3] καὶ ταύτην ἐκέλευσε τὸν κομίζοντα μάλιστα μὲν ἀποδοῦναι διὰ Ζήνωνος τοῦ Κρητὸς ἢ Πολυκρίτου τοῦ Μενδαίου· τούτων δ' ἦν ὁ μὲν Ζήνων ὀρχηστής, ὁ δὲ Πολύκριτος ἰατρός· ἂν δ' οὗτοι μὴ παρῶσι, διὰ Κτησίου τοῦ ἰατροῦ. [21.4] λέγεται δ' ὁ Κτησίας τὴν ἐπιστολὴν λαβὼν παρεγγράψαι τοῖς ὑπὸ τοῦ Κόνωνος ἐπεσταλμένοις, ὅπως καὶ Κτησίαν ἀποστείλῃ πρὸς αὐτόν, ὡς ὠφέλιμον ὄντα ταῖς ἐπὶ θαλάσσῃ πράξεσιν· ὁ δὲ Κτησίας αὐτὸν ἀφ' ἑαυτοῦ βασιλέα φησὶ προσθεῖναι τὴν λειτουργίαν αὐτῷ ταύτην. [21.5] Ἀλλ' ἐπεὶ κρατήσας τῇ περὶ Κνίδον ναυμαχίᾳ διὰ Φαρναβάζου καὶ Κόνωνος ἀφείλετο τὴν κατὰ θάλατταν ἀρχὴν Λακεδαιμονίους, ἐπέστρεψε πᾶσαν ὁμοῦ τὴν Ἑλλάδα πρὸς αὑτόν, ὥστε καὶ τὴν περιβόητον εἰρήνην βραβεῦσαι τοῖς Ἕλλησι τὴν ἐπ' Ἀνταλκίδου [21.6] προσαγορευομένην. ὁ δ' Ἀνταλκίδας Σπαρτιάτης ἦν Λέοντος υἱός, καὶ <συ>σπουδάσας βασιλεῖ διεπράξατο τὰς ἐν Ἀσίᾳ πόλεις Ἑλληνίδας ἁπάσας καὶ νήσους, ὅσαι προσκυροῦσιν Ἀσίᾳ, παρεῖναι Λακεδαιμονίους αὐτῷ κεκτῆσθαι φόρων ὑποτελεῖς, εἰρήνης γενομένης τοῖς Ἕλλησιν, εἰ δεῖ τὴν τῆς Ἑλλάδος ὕβριν καὶ προδοσίαν εἰρήνην καλεῖν, ἧς πόλεμος οὐδεὶς ἀκλεέστερον ἤνεγκε τέλος τοῖς κρατηθεῖσι.

[22]
[22.1] Διὸ καὶ τοὺς ἄλλους Σπαρτιάτας ἀεὶ βδελυττόμενος ὁ Ἀρτοξέρξης, καὶ νομίζων, ὥς φησι Δείνων, ἀνθρώπων ἁπάντων ἀναιδεστάτους εἶναι, τὸν [22.2] Ἀνταλκίδαν ὑπερηγάπησεν εἰς Πέρσας ἀναβάντα. καί ποτε λαβὼν ἕνα τῶν ἀνθινῶν στεφάνων, καὶ βάψας εἰς μύρον τὸ πολυτελέστατον, ἀπὸ δείπνου ἔπεμψε τῷ [22.3] Ἀνταλκίδᾳ, καὶ πάντες ἐθαύμασαν τὴν φιλοφροσύνην. ἦν δ' ὡς ἔοικεν ἐπιτήδειος οὗτος ἐντρυφηθῆναι καὶ τοιοῦτον λαβεῖν στέφανον, ἐξορχησάμενος ἐν Πέρσαις τὸν Λεωνίδαν [22.4] καὶ τὸν Καλλικρατίδαν. ὁ μὲν γὰρ Ἀγησίλαος ὡς ἔοικε πρὸς τὸν εἰπόντα· "φεῦ τῆς Ἑλλάδος ὅπου μηδίζουσιν ἡμῖν οἱ Λάκωνες" "οὐ μᾶλλον" εἶπεν "οἱ Μῆδοι [22.5] λακωνίζουσι;" τοῦ δὲ ῥήματος ἡ κομψότης τὴν τοῦ πράγματος αἰσχύνην οὐκ ἀφεῖλεν, ἀλλὰ τὴν μὲν ἡγεμονίαν ἀπώλεσαν ἐν Λεύκτροις ἀγωνισάμενοι κακῶς, ἡ δὲ δόξα τῆς Σπάρτης [22.6] προαπώλετο ταῖς ὁμολογίαις ἐκείναις. ἄχρι μὲν οὖν ἐπρώτευεν ἡ Σπάρτη, ξένον ἐποιεῖτο καὶ φίλον ὠνόμαζεν ἑαυτοῦ τὸν Ἀνταλκίδαν· ἐπεὶ δ' ἡττήθησαν ἐν Λεύκτροις, ταπεινὰ πράττοντες ἐδέοντο μὲν χρημάτων καὶ τὸν Ἀγησίλαον εἰς Αἴγυπτον ἐξέπεμψαν, ὁ δ' Ἀνταλκίδας ἀνέβη πρὸς τὸν Ἀρτοξέρξην, παρακαλῶν ἐπαρκέσαι τοῖς [22.7] Λακεδαιμονίοις. ὁ δ' οὕτως ἐξημέλησε καὶ παρεῖδε καὶ ἀπέρριψεν αὐτόν, ὥστε καταβάντα καὶ χλευαζόμενον ὑπὸ τῶν ἐχθρῶν, φοβούμενον δὲ καὶ τοὺς ἐφόρους, ἀποκαρτερῆσαι. [22.8] Ἀνέβη δὲ πρὸς τὸν βασιλέα καὶ Ἰσμηνίας ὁ Θηβαῖος καὶ Πελοπίδας, ἤδη τὴν ἐν Λεύκτροις μάχην νενικηκώς. ἀλλ' οὗτος μὲν οὐδὲν αἰσχρὸν ἐποίησεν· Ἰσμηνίας δὲ προσκυνῆσαι κελευόμενος ἐξέβαλε πρὸ αὑτοῦ χαμᾶζε τὸν δακτύλιον, εἶτα κύψας ἀνείλετο καὶ παρέσχε δόξαν [22.9] προσκυνοῦντος. Τιμαγόρᾳ δὲ τῷ Ἀθηναίῳ, διὰ Βηλούριδος τοῦ γραμματέως εἰσπέμψαντι γραμματίδιον ἀπόρρητον, ἡσθεὶς μυρίους τε δαρεικοὺς ἔδωκε, καὶ γάλακτος βοείου δεομένῳ δι' ἀσθένειαν ὀγδοήκοντα βοῦς ἀμέλγεσθαι [22.10] παρηκολούθουν· ἔτι δὲ κλίνην καὶ στρώματα καὶ τοὺς στρωννύντας ἔπεμψεν, ὡς οὐ μεμαθηκότων Ἑλλήνων ὑποστρωννύναι, καὶ φορεῖς τοὺς κομίζοντας αὐτὸν μέχρι [22.11] θαλάσσης μαλακῶς ἔχοντα. παρόντι δὲ δεῖπνον ἐπέμπετο λαμπρότατον, ὥστε καὶ τὸν ἀδελφὸν τοῦ βασιλέως Ὀστάνην "ὦ Τιμαγόρα" φάναι "μέμνησο ταύτης τῆς τραπέζης· οὐ γὰρ ἐπὶ μικροῖς οὕτω σοι κεκοσμημένη [22.12] παράκειται." τοῦτο δ' ἦν ὀνειδισμὸς εἰς προδοσίαν μᾶλλον ἢ χάριτος ὑπόμνησις. Τιμαγόρου μὲν οὖν διὰ τὴν δωροδοκίαν Ἀθηναῖοι θάνατον κατέγνωσαν.

[23]
[23.1] Ὁ δ' Ἀρτοξέρξης ἓν ἀντὶ πάντων ὧν ἐλύπει τοὺς Ἕλληνας ηὔφραινε, Τισσαφέρνην τὸν ἔχθιστον αὐτοῖς καὶ δυσμενέστατον ἀποκτείνας· ἀπέκτεινε δὲ ταῖς διαβολαῖς [23.2] αὐτοῦ τῆς Παρυσάτιδος συνεπιθεμένης. οὐ γὰρ ἐνέμεινε τῇ ὀργῇ πολὺν χρόνον ὁ βασιλεύς, ἀλλὰ διηλλάγη τῇ μητρὶ καὶ μετεπέμψατο, νοῦν μὲν ὁρῶν ἔχουσαν καὶ φρόνημα βασιλείας ἄξιον, αἰτίας δὲ μηδεμιᾶς οὔσης ἐμποδὼν ἔτι δι' [23.3] ἣν ὑπόψονται συνόντες ἀλλήλους ἢ λυπήσουσιν. ἐκ δὲ τούτου πάντα πρὸς χάριν ὑπουργοῦσα βασιλεῖ, καὶ τῷ πρὸς μηδὲν ὧν ἐκεῖνος ἔπραττε δυσκολαίνειν ἔχουσα τὸ δύνασθαι παρ' αὐτῷ καὶ τυγχάνειν ἁπάντων, ᾔσθετο τῆς ἑτέρας τῶν θυγατέρων Ἀτόσσης ἐρῶντος ἔρωτα δεινόν, ἐπικρυπτομένου δὲ δι' ἐκείνην οὐχ ἥκιστα καὶ κολάζοντος τὸ πάθος ὥς φασιν ἔνιοι, καίτοι γεγενημένης ἤδη πρὸς τὴν [23.4] παρθένον ὁμιλίας αὐτῷ λαθραίας. ὡς οὖν ὑπώπτευσεν ἡ Παρύσατις, τὴν παῖδα μᾶλλον ἢ πρότερον ἠσπάζετο, καὶ πρὸς τὸν Ἀρτοξέρξην ἐπῄνει τό τε κάλλος αὐτῆς καὶ τὸ [23.5] ἦθος, ὡς βασιλικῆς καὶ μεγαλοπρεποῦς. τέλος δ' οὖν γῆμαι τὴν κόρην ἔπεισε καὶ γνησίαν ἀποδεῖξαι γυναῖκα, χαίρειν ἐάσαντα δόξας Ἑλλήνων καὶ νόμους, Πέρσαις δὲ νόμον αὐτὸν ὑπὸ τοῦ θεοῦ καὶ δικαιωτὴν αἰσχρῶν καὶ [23.6] καλῶν ἀποδεδειγμένον. ἔνιοι μέντοι λέγουσιν, ὧν ἐστι καὶ Ἡρακλείδης ὁ Κυμαῖος, οὐ μίαν μόνον τῶν θυγατέρων, ἀλλὰ καὶ δευτέραν Ἄμηστριν γῆμαι τὸν Ἀρτοξέρξην, περὶ ἧς ὀλίγον ὕστερον ἀπαγγελοῦμεν. [23.7] τὴν δ' Ἄτοσσαν οὕτως ἠγάπησεν ὁ πατὴρ συνοικοῦσαν, ὥστ' ἀλφοῦ κατανεμηθέντος αὐτῆς τὸ σῶμα, δυσχερᾶναι μὲν ἐπὶ τούτῳ μηδ' ὁτιοῦν, εὐχόμενος δὲ περὶ αὐτῆς τῇ Ἥρᾳ προσκυνῆσαι μόνην θεῶν ἐκείνην, ταῖς χερσὶ τῆς γῆς ἁψάμενος, δῶρά τε τῇ θεῷ τοσαῦτα πέμψαι τοὺς σατράπας καὶ φίλους αὐτοῦ κελεύσαντος, ὥστε τὰ μεταξὺ τοῦ ἱεροῦ καὶ τῶν βασιλείων ἑκκαίδεκα στάδια χρυσοῦ καὶ ἀργύρου καὶ πορφύρας καὶ ἵππων ἐμπλησθῆναι.

[24]
[24.1] Πόλεμον δὲ πρὸς μὲν Αἰγυπτίους διὰ Φαρναβάζου καὶ Ἰφικράτους ἐξενεγκὼν ἀπέτυχε, στασιασάντων [24.2] ἐκείνων. ἐπὶ δὲ Καδουσίους αὐτὸς ἐστράτευσε τριάκοντα μυριάσι πεζῶν καὶ μυρίοις ἱππεῦσιν. ἐμβαλὼν δ' εἰς χώραν τραχύτητι χαλεπὴν καὶ ὁμιχλώδη καὶ τῶν ἀπὸ σπόρου καρπῶν ἄγονον, ἀπίοις δὲ καὶ μήλοις καὶ τοιούτοις ἄλλοις ἀκροδρύοις τρέφουσαν ἀνθρώπους πολεμικοὺς καὶ θυμοειδεῖς, ἔλαθε μεγάλαις ἀπορίαις καὶ [24.3] κινδύνοις περιπεσών. οὐδὲν γὰρ ἐδώδιμον ἦν λαμβάνειν οὐδ' ἔξωθεν ἐπεισάγεσθαι, τὰ δ' ὑποζύγια μόνον κατέκοπτον, ὥστ' ὄνου κεφαλὴν μόλις δραχμῶν ἑξήκοντα ὤνιον εἶναι. τὸ δὲ βασιλικὸν δεῖπνον ἐξελείφθη, καὶ τῶν ἵππων ὀλίγοι περιῆσαν ἔτι, τοὺς δ' ἄλλους ἐσθίοντες [24.4] κατανηλώκεσαν. ἐνταῦθα Τιρίβαζος, ἀνὴρ πολλάκις μὲν ἐν πρώτῃ δι' ἀνδραγαθίαν τάξει γενόμενος, πολλάκις δ' ἀπορριφεὶς διὰ κουφότητα, καὶ τότε ταπεινὰ πράττων καὶ [24.5] περιορώμενος, ἔσωσε βασιλέα καὶ τὸν στρατόν. ὄντων γὰρ δυεῖν ἐν τοῖς Καδουσίοις βασιλέων, ἑκατέρου δὲ χωρὶς στρατοπεδεύοντος, ἐντυχὼν τῷ Ἀρτοξέρξῃ, καὶ φράσας περὶ ὧν διενοεῖτο πράττειν, ἐβάδιζεν αὐτὸς πρὸς τὸν ἕτερον τῶν Καδουσίων, καὶ πρὸς τὸν ἕτερον κρύφα τὸν [24.6] υἱὸν ἔπεμπεν. ἐξηπάτα δ' ἑκάτερον ἑκάτερος, λέγων ὡς ἅτερος ἐπιπρεσβεύεται πρὸς τὸν Ἀρτοξέρξην, φιλίαν μόνῳ πράττων ἑαυτῷ καὶ συμμαχίαν· οὐκοῦν εἰ σωφρονεῖ, χρῆναι πρότερον ἐντυγχάνειν ἐκείνῳ, αὐτὸν δὲ συμπράξειν [24.7] ἅπαντα. τούτοις ἐπείσθησαν ἀμφότεροι, καὶ φθάνειν ἀλλήλους νομίζοντες, ὁ μὲν τῷ Τιριβάζῳ συνέπεμψε [24.8] πρέσβεις, ὁ δὲ τῷ παιδὶ τοῦ Τιριβάζου. διατριβῆς δὲ γενομένης, ὑποψίαι καὶ διαβολαὶ κατὰ τοῦ Τιριβάζου τῷ Ἀρτοξέρξῃ προσέπιπτον· αὐτὸς δὲ δυσθύμως εἶχε καὶ μετενόει πιστεύσας τῷ Τιριβάζῳ, καὶ τοῖς φθονοῦσιν [24.9] ἐγκαλεῖν παρεῖχεν, ἐπεὶ δ' ἧκεν ὁ Τιρίβαζος, ἧκε δ' ὁ υἱὸς αὐτοῦ, τοὺς Καδουσίους ἄγοντες, ἐγένοντο δὲ σπονδαὶ πρὸς ἀμφοτέρους καὶ εἰρήνη, μέγας ὢν ὁ Τιρίβαζος ἤδη καὶ λαμπρὸς ἀνεζεύγνυε μετὰ τοῦ βασιλέως, ἐπιδεικνυμένου πᾶσαν τὴν δειλίαν καὶ τὴν μαλακίαν οὐ τρυφῆς καὶ πολυτελείας -- ὥσπερ οἱ πολλοὶ νομίζουσιν -- ἔκγονον οὖσαν, ἀλλὰ μοχθηρᾶς φύσεως καὶ ἀγεννοῦς καὶ δόξαις [24.10] πονηραῖς ἑπομένης. οὔτε γὰρ χρυσὸς οὔτε κάνδυς οὔθ' ὁ τῶν μυρίων καὶ δισχιλίων ταλάντων περικείμενος ἀεὶ τῷ βασιλέως σώματι κόσμος ἐκεῖνον ἀπεκώλυε πονεῖν καὶ ταλαιπωρεῖν ὥσπερ οἱ τυχόντες, ἀλλὰ τήν τε φαρέτραν ἐνημμένος καὶ τὴν πέλτην φέρων αὐτὸς ἐβάδιζε πρῶτος ὁδοὺς ὀρεινὰς καὶ προσάντεις, ἀπολιπὼν τὸν ἵππον, ὥστε τοὺς ἄλλους πτεροῦσθαι καὶ συνεπικουφίζεσθαι, [24.11] τὴν ἐκείνου προθυμίαν καὶ ῥώμην ὁρῶντας· καὶ γὰρ διακοσίων καὶ πλειόνων σταδίων κατήνυεν ἡμέρας ἑκάστης πορείαν.

[25]
[25.1] Ἐπεὶ δ' εἰς σταθμὸν κατέβη βασιλικόν, παραδείσους ἔχοντα θαυμαστοὺς καὶ κεκοσμημένους διαπρεπῶς ἐν τῷ πέριξ ἀδένδρῳ καὶ ψιλῷ χωρίῳ, κρύους ὄντος ἐπέτρεψε τοῖς στρατιώταις ἐκ τοῦ παραδείσου ξυλίζεσθαι τὰ δένδρα κόπτοντας, μήτε πεύκης μήτε κυπαρίττου [25.2] φειδομένους. ὀκνούντων δὲ καὶ φειδομένων διὰ τὰ κάλλη καὶ τὰ μεγέθη, λαβὼν πέλεκυν αὐτὸς ὅπερ ἦν μέγιστον καὶ κάλλιστον τῶν φυτῶν ἔκοψεν. ἐκ δὲ τούτου ξυλιζόμενοι [25.3] καὶ πολλὰ πυρὰ ποιοῦντες εὐμαρῶς ἐνυκτέρευσαν. οὐ μὴν ἀλλὰ πολλοὺς καὶ ἀγαθοὺς ἀποβαλὼν ἄνδρας, ἵππους δ' ὁμοῦ τι πάντας, ἐπανῆλθε, καὶ δόξας καταφρονεῖσθαι διὰ τὴν ἀτυχίαν καὶ τὴν ἀπότευξιν τῆς στρατείας, ἐν ὑποψίαις εἶχε τοὺς πρώτους· καὶ πολλοὺς μὲν ἀνῄρει δι' ὀργήν, [25.4] πλείονας δὲ φοβούμενος. ἡ γὰρ δειλία φονικώτατόν ἐστιν ἐν ταῖς τυραννίσιν, ἵλεων δὲ καὶ πρᾶον καὶ ἀνύποπτον ἡ θαρραλεότης. διὸ καὶ τῶν θηρίων τὰ ἀτιθάσσευτα καὶ δυσεξημέρωτα ψοφοδεῆ καὶ δειλά, τὰ δὲ γενναῖα πιστεύοντα μᾶλλον διὰ τὸ θαρρεῖν οὐ φεύγει τὰς φιλοφροσύνας.

[26]
[26.1] Ὁ δ' Ἀρτοξέρξης ἤδη πρεσβύτερος ὢν ᾐσθάνετο τοὺς υἱοὺς ἀγῶνα περὶ τῆς βασιλείας ἐν τοῖς φίλοις καὶ τοῖς δυνατοῖς ἔχοντας. οἱ μὲν γὰρ εὐγνώμονες ἠξίουν, ὡς ἔλαβεν αὐτός, οὕτως ἀπολιπεῖν πρεσβεῖα Δαρείῳ τὴν [26.2] ἀρχήν. ὁ δὲ νεώτατος Ὦχος ὀξὺς ὢν καὶ βίαιος, εἶχε μὲν καὶ τῶν περὶ τὸ βασίλειον οὐκ ὀλίγους σπουδαστάς, ἤλπιζε δὲ μάλιστα κατεργάσεσθαι τὸν πατέρα διὰ τῆς Ἀτόσσης. [26.3] ἐκείνην γὰρ ἐθεράπευεν ὡς γαμησομένην καὶ συμβασιλεύσουσαν αὐτῷ μετὰ τὴν τοῦ πατρὸς τελευτήν. ἦν δὲ λόγος ὅτι καὶ ζῶντος ἐλάνθανεν αὐτῇ πλησιάζων· ἀλλὰ [26.4] τοῦτο μὲν ἠγνόησεν ὁ Ἀρτοξέρξης· ταχὺ δὲ βουλόμενος ἐκκροῦσαι τῆς ἐλπίδος τὸν Ὦχον, ὅπως μὴ τὰ αὐτὰ Κύρῳ τολμήσαντος αὐτοῦ πόλεμοι καὶ ἀγῶνες αὖθις καταλάβωσι τὴν βασιλείαν, ἀνέδειξε τὸν Δαρεῖον βασιλέα πεντηκοστὸν ἔτος γεγονότα, καὶ τὴν καλουμένην κίταριν ὀρθὴν φέρειν [26.5] ἔδωκε. νόμου δ' ὄντος ἐν Πέρσαις δωρεὰν αἰτεῖν τὸν ἀναδειχθέντα, καὶ διδόναι τὸν ἀναδείξαντα πᾶν τὸ αἰτηθὲν ἄνπερ ᾖ δυνατόν, ᾔτησεν Ἀσπασίαν ὁ Δαρεῖος τὴν μάλιστα σπουδασθεῖσαν ὑπὸ Κύρου, τότε δὲ τῷ βασιλεῖ παλλακευομένην. ἦν δὲ Φωκαῒς τὸ γένος ἀπ' Ἰωνίας, [26.6] ἐλευθέρων γονέων καὶ τεθραμμένη κοσμίως. ἐπεὶ δὲ Κύρου δειπνοῦντος εἰσήχθη μεθ' ἑτέρων γυναικῶν, αἱ μὲν ἄλλαι παρακαθεζόμεναι, προσπαίζοντος αὐτοῦ καὶ ἁπτομένου καὶ σκώπτοντος, οὐκ ἀηδῶς ἐνεδέχοντο τὰς φιλοφροσύνας, [26.7] ἐκείνη δὲ παρὰ τὴν κλίνην εἱστήκει σιωπῇ, καὶ Κύρου καλοῦντος οὐχ ὑπήκουε· βουλομένων δὲ προσάγειν τῶν κατευναστῶν "οἰμώξεται μέντοι τούτων" εἶπεν "ὃς ἂν ἐμοὶ προσαγάγῃ τὰς χεῖρας." ἔδοξεν οὖν [26.8] ἄχαρις τοῖς παροῦσιν εἶναι καὶ ἄγροικος. ὁ δὲ Κῦρος ἡσθεὶς ἐγέλασε καὶ εἶπε πρὸς τὸν ἀγαγόντα τὰς γυναῖκας "ἆρ' ἤδη συνορᾷς ὅτι μοι μόνην ταύτην [26.9] ἐλευθέραν καὶ ἀδιάφθορον ἥκεις κομίζων;" ἐκ δὲ τούτου προσεῖχεν ἀρξάμενος αὐτῇ, καὶ μάλιστα πασῶν ἔστερξε καὶ σοφὴν προσηγόρευσεν. ἑάλω δὲ Κύρου πεσόντος ἐν τῇ μάχῃ καὶ διαρπαζομένου τοῦ στρατοπέδου.

[27]
[27.1] Ταύτην ὁ Δαρεῖος αἰτήσας, ἠνίασε τὸν πατέρα· δύσζηλα γὰρ τὰ βαρβαρικὰ δεινῶς περὶ τὸ ἀκόλαστον, ὥστε μὴ μόνον τὸν προσελθόντα καὶ θιγόντα παλλακῆς βασιλέως, ἀλλὰ καὶ τὸν ἐν πορείᾳ παρεξελθόντα καὶ διεξελάσαντα τὰς ἁμάξας ἐφ' αἷς κομίζονται θανάτῳ [27.2] κολάζεσθαι. καίτοι τὴν μὲν Ἄτοσσαν εἶχεν, ἔρωτι ποιησάμενος γυναῖκα παρὰ τὸν νόμον, ἑξήκοντα δὲ καὶ τριακόσιαι παρετρέφοντο κάλλει διαφέρουσαι παλλακίδες. [27.3] οὐ μὴν ἀλλὰ καὶ αἰτηθεὶς ἐκείνην ἐλευθέραν ἔφησεν εἶναι, καὶ λαμβάνειν ἐκέλευσε βουλομένην, ἄκουσαν δὲ μὴ βιάζεσθαι. μεταπεμφθείσης δὲ τῆς Ἀσπασίας, καὶ παρ' ἐλπίδας τοῦ βασιλέως ἑλομένης τὸν Δαρεῖον, ἔδωκε μὲν ὑπ' ἀνάγκης τοῦ νόμου, δοὺς δ' ὀλίγον ὕστερον [27.4] ἀφείλετο. τῆς γὰρ Ἀρτέμιδος τῆς ἐν Ἐκβατάνοις, ἣν Ἀναῗτιν καλοῦσιν, ἱέρειαν ἀνέδειξεν αὐτήν, ὅπως ἁγνὴ διάγῃ τὸν ἐπίλοιπον βίον, οἰόμενος οὐ χαλεπήν, ἀλλὰ καὶ μετρίαν τινὰ καὶ παιδιᾷ μεμειγμένην ταύτην λήψεσθαι [27.5] δίκην παρὰ τοῦ παιδός. ὁ δ' ἤνεγκεν οὐ μετρίως, εἴτ' ἔρωτι τῆς Ἀσπασίας περιπαθὴς γεγονώς, εἴθ' ὑβρίσθαι καὶ κεχλευάσθαι νομίζων ὑπὸ τοῦ πατρός.

[27.6] Αἰσθόμενος δ' αὐτὸν οὕτως ἔχοντα Τιρίβαζος ἔτι μᾶλλον ἐξετράχυνεν, ἐν τοῖς ἐκείνου συνιδὼν τὰ καθ' [27.7] αὑτόν. ἦν δὲ τοιαῦτα. πλειόνων οὐσῶν βασιλεῖ θυγατέρων, ὡμολόγησε Φαρναβάζῳ μὲν Ἀπάμαν δώσειν γυναῖκα, [27.8] Ῥοδογούνην δ' Ὀρόντῃ, Τιριβάζῳ δ' Ἄμηστριν. καὶ τοῖς μὲν ἄλλοις ἔδωκε, Τιρίβαζον δ' ἐψεύσατο, γήμας αὐτὸς τὴν Ἄμηστριν, ἀντ' ἐκείνης δὲ τῷ Τιριβάζῳ τὴν νεωτάτην [27.9] Ἄτοσσαν ἐνεγύησεν. ἐπεὶ δὲ καὶ ταύτην ἐρασθεὶς ἔγημεν ὡς εἴρηται, παντάπασι δυσμενῶς πρὸς αὐτὸν ὁ Τιρίβαζος εἶχεν, οὐδ' ἄλλως στάσιμος ὢν τὸ ἦθος, ἀλλ' ἀνώμαλος [27.10] καὶ παράφορος. διὸ καὶ νῦν μὲν εὐημερῶν ὅμοια τοῖς πρώτοις, νῦν δὲ προσκρούων καὶ σκορακιζόμενος, οὐδεμίαν ἔφερεν ἐμμελῶς μεταβολήν, ἀλλὰ καὶ τιμώμενος ἦν ἐπαχθὴς ὑπὸ χαυνότητος, καὶ τὸ κολουόμενον οὐ ταπεινὸν οὐδ' ἡσυχαῖον, ἀλλὰ τραχὺ καὶ ἀγέρωχον εἶχε.

[28]
[28.1] Πῦρ οὖν ἐπὶ πῦρ ἐγένετο τῷ νεανίσκῳ προσκείμενος ὁ Τιρίβαζος ἀεὶ καὶ λέγων, ὡς οὐδὲν ὀνίνησιν ἡ κίταρις περιεστῶσα τῇ κεφαλῇ τοὺς ὑφ' αὑτῶν μὴ ζητοῦντας ὀρθοῦσθαι τοῖς πράγμασι, κἀκεῖνον ἀβέλτερα φρονεῖν, <εἰ> τοῦ μὲν ἀδελφοῦ διὰ τῆς γυναικωνίτιδος ἐνδυομένου τοῖς πράγμασι, τοῦ δὲ πατρὸς οὕτως ἔμπληκτον ἦθος καὶ ἀβέβαιον ἔχοντος, οἴεται βέβαιον αὐτῷ τὴν διαδοχὴν [28.2] ὑπάρχειν. ὁ γὰρ Ἑλληνικοῦ χάριν γυναίου τὸν ἄψευστον ἐν Πέρσαις ψευσάμενος νόμον οὐ δή που πιστός ἐστι [28.3] τὰς περὶ τῶν μεγίστων ὁμολογίας ἐμπεδώσειν. οὐ ταὐτὸ δ' εἶναι τὸ μὴ τυχεῖν Ὤχῳ κἀκείνῳ τὸ στέρεσθαι τῆς βασιλείας· Ὦχον μὲν γὰρ οὐδὲν κωλύσειν ἰδιώτην βιοῦν μακαρίως, ἐκείνῳ δ' ἀποδεδειγμένῳ βασιλεῖ βασιλεύειν [28.4] ἀνάγκην ἢ μηδὲ ζῆν εἶναι. καθόλου μὲν οὖν ἴσως, τὸ Σοφόκλειον ,

ταχεῖα πειθὼ τῶν κακῶν ὁδοιπορεῖ·

λεία γάρ τις ἡ πορεία καὶ κατάντης ἐπὶ τὸ βουλόμενον· βούλονται δ' οἱ πλεῖστοι τὰ φαῦλα δι' ἀπειρίαν τῶν [28.5] καλῶν καὶ ἄγνοιαν. οὐ μὴν ἀλλὰ τὸ μέγεθος [τὸ] τῆς ἀρχῆς καὶ τὸ πρὸς τὸν Ὦχον τοῦ Δαρείου δέος ὑπόθεσιν τῷ Τιριβάζῳ παρεῖχε, "Κυπρογένεια δ' οὐ πάμπαν ἀναίτιος", ἡ τῆς Ἀσπασίας ἀφαίρεσις.

[29]
[29.1] Ἐπέδωκεν οὖν ἑαυτὸν τῷ Τιριβάζῳ· καὶ πολλῶν ἤδη συνισταμένων, εὐνοῦχος ἐδήλωσε τῷ βασιλεῖ τὴν ἐπιβουλὴν καὶ τὸν τρόπον, εἰδὼς ἀκριβῶς ὅτι νυκτὸς ἐγνώκασιν ἐν τῷ θαλάμῳ κατακείμενον ἀναιρεῖν αὐτὸν [29.2] ἐπεισελθόντες. ἀκούσαντι δὲ τῷ Ἀρτοξέρξῃ καὶ τὸ παριδεῖν κίνδυνον τηλικοῦτον ἀμελήσαντα τῆς διαβολῆς δεινὸν ἐδόκει, καὶ τὸ πιστεῦσαι μηδενὸς ἐλέγχου γενομένου [29.3] δεινότερον. οὕτως οὖν ἐποίει· τὸν μὲν εὐνοῦχον ἐκείνοις ἐκέλευσε παρεῖναι καὶ παρακολουθεῖν, αὐτὸς δὲ τοῦ θαλάμου τὸν ὄπισθεν τῆς κλίνης τοῖχον ἐκκόψας καὶ [29.4] θυρώσας, κατεκάλυψεν αὐλαίᾳ τὰς θύρας. ἐνστάσης δὲ τῆς ὥρας καὶ φράσαντος τοῦ εὐνούχου τὸν καιρόν, ἐπὶ τῆς κλίνης ὑπέμεινε καὶ οὐκ ἐξανέστη πρότερον ἢ τῶν ἐπ' αὐτὸν ἐρχομένων τὰ πρόσωπα κατιδεῖν καὶ γνωρίσαι [29.5] σαφῶς ἕκαστον. ὡς δ' εἶδεν ἐσπασμένους τὰ ἐγχειρίδια καὶ προσφερομένους, ταχὺ τὴν αὐλαίαν ὑπολαβὼν ἀνεχώρησεν εἰς τὸ ἐντὸς οἴκημα, καὶ τὰς θύρας ἐπήρραξε [29.6] κράζων. ὀφθέντες δ' οὖν οἱ σφαγεῖς ὑπ' αὐτοῦ, πράξαντες δὲ μηθέν, ἀπεχώρουν φυγῇ διὰ θυρῶν, καὶ τοὺς περὶ τὸν Τιρίβαζον ἐκέλευον ἀποχωρεῖν ὡς φανεροὺς γεγονότας. [29.7] οἱ μὲν οὖν ἄλλοι διαλυθέντες ἔφυγον· ὁ δὲ Τιρίβαζος συλλαμβανόμενος πολλοὺς ἀπέκτεινε τῶν βασιλέως δορυφόρων, [29.8] καὶ μόγις ἀκοντίῳ πληγεὶς πόρρωθεν ἔπεσε. τῷ δὲ Δαρείῳ μετὰ τῶν τέκνων ἀναχθέντι καθίσας τοὺς βασιλείους δικαστάς, οὐ παρὼν αὐτός, ἀλλ' ἑτέρων κατηγορησάντων, ἐκέλευσεν ὑπηρέτας τὴν ἑκάστου [29.9] γραψαμένους ἀπόφασιν ὡς αὐτὸν ἐπανενεγκεῖν. ἀποφηναμένων δὲ πάντων ὁμοίως καὶ καταγνόντων τοῦ Δαρείου θάνατον, οἱ μὲν ὑπηρέται συλλαβόντες αὐτὸν εἰς οἴκημα πλησίον ἀπήγαγον, ὁ δὲ δήμιος κληθεὶς ἧκε μὲν ξυρὸν ἔχων ᾧ τὰς κεφαλὰς ἀποτέμνουσι τῶν κολαζομένων, ἰδὼν δὲ τὸν Δαρεῖον ἐξεπλάγη καὶ ἀνεχώρει πρὸς τὰς θύρας ἀποβλέπων, ὡς οὐ δυνησόμενος οὐδὲ τολμήσων [29.10] αὐτόχειρ γενέσθαι βασιλέως. ἔξωθεν δὲ τῶν δικαστῶν ἀπειλούντων καὶ διακελευομένων, ἀναστρέψας καὶ τῇ ἑτέρᾳ χειρὶ δραξάμενος τῆς κόμης αὐτοῦ καὶ καταγαγών, [29.11] ἀπέτεμε τῷ ξυρῷ τὸν τράχηλον. ἔνιοι δέ φασι τὴν κρίσιν γενέσθαι βασιλέως αὐτοῦ παρόντος, τὸν δὲ Δαρεῖον, ὡς κατελαμβάνετο τοῖς ἐλέγχοις, ἐπὶ στόμα πεσόντα δεῖσθαι καὶ ἱκετεύειν· τὸν δ' ὑπ' ὀργῆς ἀναστάντα καὶ σπασάμενον [29.12] τὸν ἀκινάκην τύπτειν ἕως ἀπέκτεινεν· εἶτ' εἰς τὴν αὐλὴν προελθόντα τὸν Ἥλιον προσκυνῆσαι καὶ εἰπεῖν· " 1εὐφραίνεσθ' ἀπιόντες ὦ Πέρσαι, καὶ λέγετε τοῖς ἄλλοις, ὅτι τοῖς ἄθεσμα καὶ παράνομα διανοηθεῖσιν ὁ μέγας Ὡραμάζης δίκην ἐπιτέθεικεν."

[30]
[30.1] Ἡ μὲν οὖν ἐπιβουλὴ τοιοῦτον ἔσχε τέλος, ὁ δ' Ὦχος ἤδη μὲν ἦν ταῖς ἐλπίσι λαμπρός, ὑπὸ τῆς Ἀτόσσης ἐπαιρόμενος, ἔτι δ' ἐφοβεῖτο τῶν μὲν γνησίων τὸν [30.2] ὑπόλοιπον Ἀριάσπην, τῶν δὲ νόθων Ἀρσάμην. ὁ μὲν γὰρ Ἀριάσπης οὐ διὰ τὸ πρεσβύτερος εἶναι τοῦ Ὤχου, πρᾶος δὲ καὶ ἁπλοῦς καὶ φιλάνθρωπος, ἠξιοῦτο βασιλεύειν ὑπὸ τῶν Περσῶν· ὁ δ' Ἀρσάμης καὶ νοῦν ἔχειν ἐδόκει, καὶ μάλιστα τῷ πατρὶ προσφιλὴς ὢν οὐκ [30.3] ἐλάνθανε τὸν Ὦχον. ἐπιβουλεύων οὖν ἀμφοτέροις, καὶ δολερὸς ὢν ὁμοῦ καὶ φονικός, ἐχρήσατο τῇ μὲν ὠμότητι τῆς φύσεως πρὸς τὸν Ἀρσάμην, τῇ δὲ κακουργίᾳ καὶ δεινότητι [30.4] πρὸς τὸν Ἀριάσπην. ὑπέπεμψε γὰρ πρὸς αὐτὸν εὐνούχους καὶ φίλους βασιλέως, ἀπειλάς τινας ἀεὶ καὶ λόγους φοβεροὺς ἀπαγγέλλοντας, ὡς τοῦ πατρὸς ἐγνωκότος [30.5] ἀποκτιννύειν αὐτὸν ὠμῶς καὶ ἐφυβρίστως. οἱ δὲ ταῦτα καθ' ἡμέραν ἐκφέρειν δοκοῦντες ὡς ἀπόρρητα, καὶ τὰ μὲν μέλλειν, τὰ δ' ὅσον οὔπω πράσσειν βασιλέα λέγοντες, οὕτως ἐξέπληξαν τὸν ἄνθρωπον, καὶ τοσαύτην ἐνέβαλον πτοίαν αὐτῷ καὶ ταραχὴν καὶ δυσθυμίαν εἰς τοὺς λογισμούς, ὥστε φάρμακον σκευάσαντα τῶν θανασίμων [30.6] καὶ πιόντα τοῦ ζῆν ἀπαλλαγῆναι. πυθόμενος δ' ὁ βασιλεὺς τὸν τρόπον τῆς τελευτῆς, ἐκεῖνον μὲν [30.7] ἀπέκλαυσε, τὴν δ' αἰτίαν ὑπώπτευεν. ἐλέγχειν δὲ καὶ ζητεῖν ἐξαδυνατῶν διὰ γῆρας, ἔτι μᾶλλον ἠσπάζετο τὸν Ἀρσάμην καὶ δῆλος ἦν μάλιστα πιστεύων ἐκείνῳ καὶ [30.8] παρρησιαζόμενος. ὅθεν οἱ περὶ τὸν Ὦχον οὐκ ἀνεβάλοντο τὴν πρᾶξιν, ἀλλ' Ἀρπάτην υἱὸν Τιριβάζου παρασκευάσαντες, ἀπέκτειναν δι' ἐκείνου τὸν ἄνθρωπον. [30.9] Ἦν μὲν οὖν ἐπὶ ῥοπῆς μικρᾶς ὁ Ἀρτοξέρξης διὰ τὸ γῆρας ἤδη τότε· προσπεσόντος δ' αὐτῷ τοῦ περὶ τὸν Ἀρσάμην πάθους, οὐδ' ὀλίγον ἀντέσχεν, ἀλλ' εὐθὺς ὑπὸ λύπης καὶ δυσθυμίας ἀπεσβέσθη, βιώσας μὲν ἐνενήκοντα καὶ τέσσαρ' ἔτη, βασιλεύσας δὲ δύο καὶ ἑξήκοντα, δόξας δὲ πρᾶος εἶναι καὶ φιλυπήκοος οὐχ ἥκιστα διὰ τὸν υἱὸν Ὦχον, ὠμότητι καὶ μιαιφονίᾳ πάντας ὑπερβαλόμενον.