Αποσπάσματα (Ηράκλειτος)
Αποσπάσματα Συγγραφέας: |
fragmentum B 1
[Επεξεργασία]τοῦ δὲ λόγου τοῦδ᾽ ἐόντος ἀεὶ ἀξύνετοι γίνονται ἄνθρωποι καὶ πρόσθεν ἢ ἀκοῦσαι καὶ ἀκούσαντες τὸ πρῶτον· γινομένων γὰρ πάντων κατὰ τὸν λόγον τόνδε ἀπείροισιν ἐοίκασι, πειρώμενοι καὶ ἐπέων καὶ ἔργων τοιούτων, ὁκοίων ἐγὼ διηγεῦμαι κατὰ φύσιν διαιρέων ἕκαστον καὶ φράζων ὅκως ἔχει· τοὺς δὲ ἄλλους ἀνθρώπους λανθάνει ὁκόσα ἐγερθέντες ποιοῦσιν, ὅκωσπερ ὁκόσα εὕδοντες ἐπιλανθάνονται.
fragmentum B 2
[Επεξεργασία]διὸ δεῖ ἕπεσθαι τῷ ξυνῷ, τουτέστι τῷ κοινῷ· ξυνὸς γὰρ ὁ κοινός. τοῦ λόγου δ᾽ ἐόντος ξυνοῦ ζώουσιν οἱ πολλοὶ ὡς ἱδίαν ἔχοντες φρόνησιν.
fragmentum B 3
[Επεξεργασία](ὁ ἥλιος) εὖρος ποδὸς ἀνθρωπείου.
fragmentum B 3a
[Επεξεργασία]([Ἡράκλειτος ἐ]δήλωσε ὁ τὸ σμι[κρὸν παρὰ] τὰ κοινὰ [ἐπιφέρων· ἔδειξε γὰρ σα]φέστατα, [ὅ]σος, περικρύ[πτῳ] λόγῳ λέγων· [ἔστι γὰρ μὴ) ὁ ἥλιο]ς (οὐ κατὰ φύσιν) ἀνθρω[πείου] εὖρος ποδός ([οὐδὲ κατ᾽ εὖρος τοῦτο]) οὐχ ὑπερβάλλων μέτ[ρων ὅ]ρους (Ἐ[ρινύας φοβοῦμενος) εἰ δὲ μ]ὴ, Ἐρινύε[ς] νιν ἐξευρήσο[υσιν, (ἀλλὰ εἴρηται, ἵνα] . . .)
fragmentum B 4
[Επεξεργασία]si felicitas esset in delectationibus corporis, boves felices diceremus, cum inveniant orobum ad comedendum.
fragmentum B 5
[Επεξεργασία]καθαίρονται δ᾽ ἄλλως αἵματι μιαινόμενοι οἷον εἴ τις εἰς πηλὸν ἐμβὰς πηλῷ ἀπονίζοντο. μαίνεσθαι δ᾽ ἂν δοκοίη, εἴ τίς μιν ἀνθρώπων ἐπιφράσαιτο οὕτω ποιέοντα. καὶ τοῖς ἀγάλμασι δὲ τουτέοισιν εὔχονται, ὁκοῖον εἴ τις δόμοισι λεσχηνεύοιτο, οὔ τι γινώσκων θεοὺς οὔδ᾽ ἥρωας οἵτινές εἰσιν.
fragmentum B 6
[Επεξεργασία](ὁ ἥλιος οὐ μόνον, καθάπερ ὁ Ἡράκλειτός φησι,) νέος ἐφ᾽ ἡμέρῃ (ἐστίν, ἀλλ᾽ ἀεὶ νέος συνεχῶς) . . . ἅπτεται καὶ σβέννυται.
fragmentum B 6a
[Επεξεργασία]ἀποσβέννυνται πολὺ μᾶλλον τοῦ Ἡρακλειτείου ἡλίου, ὅσον αὖθις οὐκ ἐξάπτονται.
fragmentum B 6b
[Επεξεργασία]ἀνάπτεσθαι καὶ σβέννυσθαι τὰ ἄστρα (καθ᾽ Ἡράκλειτον).
fragmentum B 7
[Επεξεργασία]εἰ πάντα τὰ ὄντα καπνὸς γένοιτο, ῥῖνες ἂν διαγνοῖεν.
fragmentum B 8
[Επεξεργασία]τὸ ἀντίξουν συμφέρον . . . ἐκ τῶν διαφερόντων καλλίστην ἁρμονίην.
fragmentum B 9
[Επεξεργασία]. . . ὄνους σύρματ᾽ ἂν ἑλέσθαι ἢ χρυσόν.
fragmentum B 10
[Επεξεργασία]συλλάψιες ὅλα καὶ οὐχ ὅλα, συμφερόμενον διαφερόμενον, συνᾷδον διᾷδον, καὶ ἐκ πάντων ἓν καὶ ἐξ ἑνὸς πάντα.
fragmentum B 11
[Επεξεργασία]. . . πᾶν ἑρπετὸν πληγῇ νέμεται.
fragmentum B 12
[Επεξεργασία]ποταμοῖσι τοῖσιν αὐτοῖσιν ἐμβαίνουσιν ἕτερα καὶ ἕτερα ὕδατα ἐπιῤῥεῖ· καὶ ψυχαὶ δὲ ἀπὸ τῶν ὑγρῶν ἀναθυμιῶνται.
fragmentum B 13
[Επεξεργασία]ὕες βορβόρῳ μᾶλλον χαίρουσιν ἢ καθαρῷ ὕδατι.
fragmentum B 14
[Επεξεργασία]νυκτιπόλοις, μάγοις, βάκχοις, λήναις, μύσταις· (τούτοις ἀπειλεῖ τὰ μετὰ θάνατον, τούτοις μαντεύεται τὸ πῦρ.) τὰ γὰρ νομιζόμενα κατ᾽ ἀνθρώπους μυστήρια ἀνιερωστὶ μυεῦεται.
fragmentum B 15
[Επεξεργασία]εἰ μὴ γὰρ Διονύσῳ πομπὴν ἐποιεῦντο καὶ ὕμνεον ᾆσμα αἰδοίοισιν, ἀναιδέστατα εἴργασται· ωὑτὸς δὲ Ἀίδης καὶ Διόνυσος, ὅτεῳ μαίνονται καὶ ληναΐζουσιν.
fragmentum B 16
[Επεξεργασία]τὸ μὴ δῦνόν ποτε πῶς ἄν τις λάθοι;
fragmentum B 17
[Επεξεργασία]οὐ γὰρ φρονέουσι τοιαῦτα πολλοί, ὁκόσοι ἐγκυρεῦσιν, οὐδὲ μαθόντες γινώσκουσιν, ἑωυτοῖσι δὲ δοκέουσι.
fragmentum B 18
[Επεξεργασία]ἐὰν μὴ ἔλπηθαι ἀνέλπιστον οὐκ ἐξευρήσει, ἀνεξερεύνητον ἐὸν καὶ ἄπορον.
fragmentum B 19
[Επεξεργασία]ἀκοῦσαι οὐκ ἐπιστάμενοι οὐδ᾽ εἰπεῖν.
fragmentum B 20
[Επεξεργασία]γενόμενοι ζώειν ἐθέλουσι μόρους τ᾽ ἔχειν (μᾶλλον δὲ ἀναπαύεσθαι) καὶ παῖδας καταλείπουσι μόρους γενέσθαι.
fragmentum B 21
[Επεξεργασία]θάνατός ἐστιν ὁκόσα ἐγερθέντες ὁρέομεν, ὁκόσα δὲ εὕδοντες ὕπνος.
fragmentum B 22
[Επεξεργασία]χρυσὸν γὰρ οἱ διζήμενοι γῆν πολλὴν ὀρύσσουσι καὶ εὑρίσκουσιν ὀλίγον.
fragmentum B 23
[Επεξεργασία]Δίκης ὄνομα οὐκ ἂν ᾔδεσαν, εἰ ταῦτα μὴ ἦν.
fragmentum B 24
[Επεξεργασία]ἀρηϊφάτους θεοὶ τιμῶσι καὶ ἄνθρωποι.
fragmentum B 25
[Επεξεργασία]μόροι γὰρ μέζονες μέζονας μοίρας λαγχάνουσι.
fragmentum B 26
[Επεξεργασία]ἄνθρωπος ἐν εὐφρόνῃ φάος ἅπτεται ἑωυτῷ ἀποσβεσθεὶς ὄψεις. ζῶν δὲ ἅπτεται τεθνεῶτος εὕδων, ἐγρηγορὼς ἅπτεται εὕδοντος.
fragmentum B 27
[Επεξεργασία]ἀνθρώπους μένει ἀποθανόντας, ἅσσα οὐκ ἔλπονται οὐδὲ δοκέουσιν.
fragmentum B 28
[Επεξεργασία]δοκέοντα γὰρ ὁ δοκιμώτατος γινώσκει φυλάσσει . . . Δίκη καταλάψεται ψευδῶν τέκτονας καὶ μάρτυρας.
fragmentum B 29
[Επεξεργασία]αἱρεῦνται γὰρ ἓν ἀντὶ ἁπάντων οἱ ἄριστοι, κλέος ἀέναον θνητῶν, οἱ δὲ πολλοὶ κεκόρηνται ὅκωσπερ κτήνεα.
fragmentum B 30
[Επεξεργασία]κόσμον τόνδε, τὸν αὐτὸν ἁπάντων, οὔτε τις θεῶν οὔτε ἀνθρώπων ἐποίησεν, ἀλλ᾽ ἦν ἀεὶ καὶ ἔστιν καὶ ἔσται πῦρ ἀείζωον ἁπτόμενον μέτρα καὶ ἀποσβεννύμενον μέτρα.
fragmentum B 31
[Επεξεργασία]πυρὸς τροπαὶ πρῶτον θάλασσα, θαλάσσης δὲ τὸ μὲν ἥμισυ γῆ, τὸ δὲ ἥμισυ πρηστήρ . . . θάλασσα διαχέεται καὶ μετρέεται εἰς τὸν αὐτὸν λόγον, ὁκοῖος πρόσθεν ἦν ἢ γενέσθαι γῆ.
fragmentum B 32
[Επεξεργασία]ἓν τὸ σοφὸν μοῦνον λέγεσθαι οὐκ ἐθέλει καὶ ἐθέλει Ζηνὸς ὄνομα.
fragmentum B 33
[Επεξεργασία]νόμος καὶ βουλῇ πείθεσθαι ἑνός.
fragmentum B 34
[Επεξεργασία]ἀξύνετοι ἀκούσαντες κωφοῖσιν ἐοίκασι· φάτις αὐτοῖσιν μαρτυρεῖ παρεόντας ἀπεῖναι.
fragmentum B 35
[Επεξεργασία]χρὴ εὖ μάλα πολλῶν ἵστορας φιλοσόφους ἄνδρας εἶναι.
fragmentum B 36
[Επεξεργασία]ψυχῇσιν θάνατος ὕδωρ γενέσθαι, ὕδατι δὲ θάνατος γῆν γενέσθαι, ἐκ γῆς δὲ ὕδωρ γίνεται, ἐξ ὕδατος δὲ ψυχή.
fragmentum B 37
[Επεξεργασία]sues caeno, cohortales aves pulvere lavari.
fragmentum B 38
[Επεξεργασία]Θαλῆς δοκεῖ πρῶτος ἀστρολογῆσαι.
fragmentum B 39
[Επεξεργασία]ἐν Πριήνῃ Βίας ἐγένετο ὁ Τευτάμεω, οὗ πλείων λόγος ἢ τῶν ἄλλων.
fragmentum B 40
[Επεξεργασία]πολυμαθίη νόον έχειν οὐ διδάσκει· Ἡσίοδον γὰρ ἂν ἐδίδαξε καὶ Πυθαγόρην αὖτίς τε Ξενοφάνεά τε καὶ Ἑκαταῖον.
fragmentum B 41
[Επεξεργασία]εἶναι γὰρ ἓν τὸ σοφόν, ἐπίστασθαι γνώμην, ὁτέη ἐκυβέρνησε πάντα διὰ πάντων.
fragmentum B 42
[Επεξεργασία]Ὅμηρος ἄξιος ἐκ τῶν ἀγώνων ἐκβάλλεσθαι καὶ ῥαπίζεσθαι καὶ Ἀρχίλοχος ὁμοίως.
fragmentum B 43
[Επεξεργασία]ὕβριν χρὴ σβεννύναι μᾶλλον ἢ πυρκαϊήν.
fragmentum B 44
[Επεξεργασία]μάχεσθαι χρὴ τὸν δῆμον ὑπὲρ τοῦ νόμου ὅκωσπερ τείχεος.
fragmentum B 45
[Επεξεργασία]ψυχῆς πείρατα ἰὼν οὐκ ἂν ἐξεύροιο πᾶσαν ἐπιπορευόμενος ὁδόν· οὕτω βαθὺν λόγον ἔχει.
fragmentum B 46
[Επεξεργασία]τήν τε οἴησιν ἱερὴν νοῦσον (ἔλεγε καὶ τὴν ὅρασιν ψεύδεσθαι).
fragmentum B 47
[Επεξεργασία]μὴ εἰκῆ περὶ τῶν μεγίστων συμβαλλώμεθα.
fragmentum B 48
[Επεξεργασία]τῷ οὖν τόξῳ ὄνομα βίος, ἔργον δὲ θάνατος.
fragmentum B 49
[Επεξεργασία]εἶς ἐμοὶ μύριοι, ἐὰν ἄριστος ᾖ.
fragmentum B 49a
[Επεξεργασία]ποταμοῖς τοῖς αὐτοῖς ἐμβαίνομέν τε καὶ οὐκ ἐμβαίνομεν, εἶμέν τε καὶ οὐκ εἶμεν.
fragmentum B 50
[Επεξεργασία]οὐκ ἐμοῦ, ἀλλὰ τοῦ λόγου ἀκούσαντας ὁμολογεῖν σοφόν ἐστιν ἓν πάντα εἶναι.
fragmentum B 51
[Επεξεργασία]οὐ ξυνιᾶσιν ὅκως διαφερόμενον ἑωυτῷ συμφέρεται· παλίντονος ἁρμονίη ὅκωσπερ τόξου καὶ λύρης.
fragmentum B 52
[Επεξεργασία]αἰὼν παῖς ἐστι παίζων πεσσεύων· παιδὸς ἡ βασιληίη.
fragmentum B 53
[Επεξεργασία]πόλεμος πάντων μὲν πατήρ ἐστι, πάντων δὲ βασιλεύς, καὶ τοὺς μὲν θεοὺς ἔδειξε τοὺς δὲ ἀνθρώπους, τοὺς μὲν δούλους ἐποίησε τοὺς δὲ ἐλευθέρους.
fragmentum B 54
[Επεξεργασία]ἁρμονίη ἀφανὴς φανερῆς κρείσσων.
fragmentum B 55
[Επεξεργασία]ὅσων ὄψις ἀκοὴ μάθησις, ταῦτα ἐγὼ προτιμέω.
fragmentum B 56
[Επεξεργασία]ἐξηπάτηνται οἱ ἄνθρωποι πρὸς τὴν γνῶσιν τῶν φανερῶν παραπλησίως Ὁμήρῳ, ὃς ἐγένετο τῶν Ἑλλήνων σοφώτερος πάντων. ἐκεῖνόν τε γὰρ παῖδες φθεῖρας κατακτείνοντες ἐξηπάτησαν εἰπόντες· ὅσα εἴδομεν καὶ ἐλάβομεν, ταῦτα ἀπολείπομεν, ὅσα δὲ οὔτε εἴδομεν οὔτ᾽ ἐλάβομεν, ταῦτα φέρομεν.
fragmentum B 57
[Επεξεργασία]διδάσκαλος δὲ πλείστων Ἡσίοδος· τοῦτον ἐπὶστανται πλεῖστα εἰδέναι, ὅστις ἡμέρην καὶ εὐφρόνην οὐκ ἐγίνωσκεν· ἔστι γὰρ ἕν.
fragmentum B 58
[Επεξεργασία]ἀγαθὸν καὶ κακὸν ‹ἕν καὶ ταὐτό›. οἱ γοῦν ἰητροὶ τέμνοντες, καίοντες ἐπαιτέονται μηδὲν ἄξιοι μισθὸν λαμβάνειν, ταὐτὰ ἐργαζόμενοι τὰ καὶ αἱ νοῦσοι.
fragmentum B 59
[Επεξεργασία]γναφείῳ ὁδὸς εὐθεῖα καὶ σκολιὴ μία ἐστὶ καὶ ἡ αὐτή.
fragmentum B 60
[Επεξεργασία]ὁδὸς ἄνω κάτω μία καὶ ωὑτή.
fragmentum B 61
[Επεξεργασία]θάλασσα ὕδωρ καθαρώτατον καὶ μιαρώτατον, ἰχθύσι μὲν πότιμον καὶ σωτήριον, ἀνθρώποις δὲ ἄποτον καὶ ὀλέθριον.
fragmentum B 62
[Επεξεργασία]ἀθάνατοι θνητοί, θνητοὶ ἀθάνατοι. ζῶντες τὸν ἐκείνων θάνατον, τὸν δὲ ἐκείνων βίον τεθνεῶτες.
fragmentum B 63
[Επεξεργασία](ἔνθα δ᾽ ἐόντι ἐπανίστασθαι καὶ) φύλακας γίνεσθαι ἐγερτὶ ζώντων καὶ νεκρῶν.
fragmentum B 64
[Επεξεργασία]τὰ δὲ πάντα οἰακίζει Κεραυνός.
fragmentum B 64a
[Επεξεργασία]φρόνιμον (εἶναι) τὸ πῦρ.
fragmentum B 65
[Επεξεργασία]τὸ πῦρ χρησμοσύνη καὶ κόρος.
fragmentum B 66
[Επεξεργασία]πάντα γὰρ τὸ πῦρ ἐπελθὸν κρινεῖ καὶ καταλήψεται.
fragmentum B 67
[Επεξεργασία]ὁ θεὸς ἡμέρη εὐφρόνη, χειμὼν θέρος, πόλεμος εἰρήνη, κόρος λιμός. ἀλλοιοῦται δὲ ὅκωσπερ πῦρ, ὁπόταν συμμιγῇ θυώμασιν, ὀνομάζεται καθ᾽ ἡδονὴν ἑκάστου.
fragmentum B 67a
[Επεξεργασία]fragmentum B 68
[Επεξεργασία]. . . ἄκεα (προσεῖπεν ὡς ἐξακεσόμενα τὰ δεινὰ καὶ τὰς ψυχὰς ἐξάντεις ἀπεργαζόμενα τῶν ἐν τῇ γενέσει συμφορῶν).
fragmentum B 69
[Επεξεργασία]. . . τὰ μὲν τῶν ἀποκεκαθαρμένων παντάπασιν ἀνθρώπων, οἷα ἐφ᾽ ἑνὸς ἄν ποτε γένοιτο σπανίως.
fragmentum B 70
[Επεξεργασία]παῖδες τὰ ἀθύρματα ἄνδρες γενόμενοι ἀπέῤῥιψαν. (τὰ ἀνθρώπινα δοξάσματα.)
fragmentum B 71
[Επεξεργασία]. . . τοῦ ἐπιλανθανομένου ᾗ ἡ ὁδὸς ἄγει.
fragmentum B 72
[Επεξεργασία]ᾧ μάλιστα διηνεκῶς ὁμιλοῦσι λόγῳ, τούτῳ διαφέρονται, καὶ οἷς καθ᾽ ἡμέρην ἐγκυροῦσι, ταῦτα αὐτοῖς ξένα φαίνεται.
fragmentum B 73
[Επεξεργασία]οὐ δεῖ ὥσπερ καθεύδοντας ποιεῖν καὶ λέγειν. καὶ γὰρ τότε δοκοῦμεν ποιεῖν καὶ λέγειν.
fragmentum B 74
[Επεξεργασία]οὐ δεῖ ὡς παῖδας τοκεώνων . . .
fragmentum B 75
[Επεξεργασία]τοὺς καθεύδοντας ἐργάτας εἶναι καὶ συνεργοὺς τῶν ἐν τῷ κόσμῳ γινομένων.
fragmentum B 76
[Επεξεργασία]ζῇ πῦρ τὸν γῆς θάνατον καὶ ἀὴρ ζῇ τὸν πυρὸς θάνατον, ὕδωρ ζῇ τὸν ἀέρος θάνατον, γῆ τὸν ὕδατος.
fragmentum B 77
[Επεξεργασία]. . . ψυχῇσι τέρψιν ἢ θάνατον ὑγρῇσι γενέσθαι.
fragmentum B 78
[Επεξεργασία]ἦθος γὰρ ἀνθρώπειον μὲν οὐκ ἔχει γνώμας, θεῖον δὲ ἔχει.
fragmentum B 79
[Επεξεργασία]ἀνὴρ νήπιος ἤκουσε πρὸς δαίμονος ὅκωσπερ παῖς πρὸς ἀνδρός.
fragmentum B 80
[Επεξεργασία]εἰδέναι δὲ χρὴ τὸν πόλεμον ἐόντα ξυνόν, καὶ δίκην ἔριν, καὶ γινόμενα πάντα κατ᾽ ἔριν καὶ χρεών.
fragmentum B 81
[Επεξεργασία]Πυθαγόρης κοπίδων ἐστὶν ἀρχηγός.
fragmentum B 82
[Επεξεργασία]πιθήκων ὁ κάλλιστος αἰσχρὸς ἀνθρώπων γένει συμβάλλειν.
fragmentum B 83
[Επεξεργασία]ἀνθρώπων ὁ σοφώτατος πρὸς θεὸν πίθηκος φανεῖται καὶ σοφίᾳ καὶ κάλλει καὶ τοῖς ἄλλοις πᾶσιν.
fragmentum B 84a
[Επεξεργασία]. . . μεταβάλλον ἀναπαύεται.
fragmentum B 84b
[Επεξεργασία]κάματός ἐστι τοῖς αὐτοῖς μοχθεῖν καὶ ἄρχεσθαι.
fragmentum B 85
[Επεξεργασία]θυμῷ μάχεσθαι χαλεπόν· ὅ τι γὰρ ἂν θέλῃ, ψυχῆς ὠνεῖτει.
fragmentum B 86
[Επεξεργασία]. . . ἀπιστίῃ διαφυγγάνει μὴ γιγνώσκεσθαι.
fragmentum B 87
[Επεξεργασία]βλὰξ ἄνθρωπος ἐπὶ παντὶ λόγῳ ἐπτοῆσθαι φιλεῖ.
fragmentum B 88
[Επεξεργασία]ταὐτὸ ζῶν καὶ τεθνηκὸς καὶ ἐγρηγορὸς καὶ καθεῦδον καὶ νέον καὶ γηραιόν· τάδε γὰρ μεταπεσόντα ἐκεῖνά ἐστι κἀκεῖνα πάλιν μεταπεσόντα ταῦτα.
fragmentum B 89
[Επεξεργασία]τοῖς ἐγρηγορόσιν ἕνα καὶ κοινὸν κόσμον εἶναι, (τῶν δὲ κοιμωμένων ἕκαστον εἰς ἴδιον ἀποστρέφεσθαι).
fragmentum B 90
[Επεξεργασία]πυρός τε ἀνταμοιβὴ τὰ πάντα καὶ πῦρ ἁπάντων ὅκωσπερ χρυσοῦ χρήματα καὶ χρημάτων χρυσός.
fragmentum B 91
[Επεξεργασία]ποταμῷι γὰρ οὐκ ἔστιν ἐμβῆναι δὶς τῷι αὐτῷι...σκίδνησι καὶ πάλιν συνάγει... καὶ πρόσεισι καὶ ἀπεισι. (ἔμπεδον οὐδέν).
fragmentum B 92
[Επεξεργασία]Σίβυλλα δὲ μαινομένῳ στόματι ἀγέλαστα καὶ ἀκαλλώπιστα καὶ ἀμύριστα φθεγγομένη χιλίων ἐτῶν ἐξικνεῖται τῇ φωνῇ διὰ τὸν θεόν.
fragmentum B 93
[Επεξεργασία]ὁ ἄναξ, οὗ τὸ μαντεῖόν ἐστι τὸ ἐν Δελφοῖς, οὔτε λέγει οὔτε κρύπτει ἀλλὰ σημαίνει.
fragmentum B 94
[Επεξεργασία]ἥλιος γὰρ οὐχ ὑπερβήσεται μέτρα· εἰ δὲ μή, Ἐρινύες μιν Δίκης ἐπίκουροι ἐξευρήσουσιν.
fragmentum B 95 [=109]
[Επεξεργασία]ἀμαθίην γὰρ ἄμεινον κρύπτειν, ἔργον δὲ ἐν ἀνέσει καὶ παρ᾽ οἶνον.
fragmentum B 96
[Επεξεργασία]νέκυες γὰρ κοπρίων ἐκβλητότεροι.
fragmentum B 97
[Επεξεργασία]κύνες γὰρ καταβαΰζουσιν ὧν ἂν μὴ γινώσκωσι.
fragmentum B 98
[Επεξεργασία]αἱ ψυχαὶ ὀσμῶνται καθ᾽ Ἅιδην.
fragmentum B 99
[Επεξεργασία]εἰ μὴ ἥλιος ἦν, ἕνεκα τῶν ἄλλων ἄστρων εὐφρόνη ἂν ἦν.
fragmentum B 100
[Επεξεργασία]. . . πάντων, ἃ φέρουσιν ὧραι.
fragmentum B 101
[Επεξεργασία]ἐδιζησάμην ἐμεωυτόν.
fragmentum B 101a
[Επεξεργασία]ὀφθαλμοὶ γὰρ τῶν ὤτων ἀκριβέστεροι μάρτυρες.
fragmentum B 102
[Επεξεργασία]τῷ μὲν θεῷ καλὰ πάντα καὶ ἀγαθὰ καὶ δίκαια, ἄνθρωποι δὲ ἃ μὲν ἄδικα ὑπειλήφασιν ἃ δὲ δίκαια.
fragmentum B 103
[Επεξεργασία]ξυνὸν γὰρ ἀρχὴ καὶ πέρας ἐπὶ κύκλου περιφερείας.
fragmentum B 104
[Επεξεργασία]τίς γὰρ αὐτῶν νόος ἢ φρήν; δήμων ἀοιδοῖσι πείθονται καὶ διδασκάλῳ χρείωνται ὁμίλῳ οὐκ εἰδότες ὅτι <οἱ πολλοὶ κακοί, ὀλίγοι δὲ ἀγαθοί>.
fragmentum B 105
[Επεξεργασία]ἀστρολόγον τὸν Ὅμηρον.
fragmentum B 106
[Επεξεργασία](Ἡσίοδος ἠγνόει) φύσιν ἡμέρης ἁπάσης μίαν οὖσαν.
fragmentum B 107
[Επεξεργασία]κακοὶ μάρτυρες ἀνθρώποισιν ὀφθαλμοὶ καὶ ὦτα βαρβάρους ψυχὰς ἐχόντων.
fragmentum B 108
[Επεξεργασία]ὁκόσων λόγους ἤκουσα, οὐδεὶς ἀφικνεῖται ἐς τοῦτο, ὥστε γινώσκειν ὅτι σοφόν ἐστι πάντων κεχωρισμένον.
fragmentum B 110
[Επεξεργασία]ἀνθρώποις γίνεσθαι ὁκόσα θέλουσιν οὐκ ἄμεινον.
fragmentum B 111
[Επεξεργασία]νοῦσος ὑγιείην ἐποίησεν ἡδὺ καὶ ἀγαθόν, λιμὸς κόρον, κάματος ἀνάπαυσιν.
fragmentum B 112
[Επεξεργασία]σωφρονεῖν ἀρετὴ μεγίστη, καὶ σοφίη ἀληθέα λέγειν καὶ ποιεῖν κατὰ φύσιν ἐπαίοντας.
fragmentum B 113
[Επεξεργασία]ξυνόν ἐστι πᾶσι τὸ φρονέειν.
fragmentum B 114
[Επεξεργασία]ξὺν νῷ λέγοντας ἰσχυρίζεσθαι χρὴ τῷ ξυνῷ πάντων, ὅκωσπερ νόμῳ πόλις, καὶ πολὺ ἰσχυροτέρως. τρέφονται γὰρ πάντες οἱ ἀνθρώπειοι νόμοι ὑπὸ ἑνὸς τοῦ θείου· κρατεῖ γὰρ τοσοῦτον ὁκόσον ἐθέλει καὶ ἐξαρκεῖ πᾶσι καὶ περιγίνεται.
fragmentum B 115
[Επεξεργασία]ψυχῆς ἐστι λόγος ἑωυτὸν αὔξων.
fragmentum B 116
[Επεξεργασία]ἀνθρώποισι πᾶσι μέτεστι γινώσκειν ἑωυτοὺς καὶ σωφρονεῖν.
fragmentum B 117
[Επεξεργασία]ἀνὴρ ὁκόταν μεθυσθῇ, ἄγεται ὑπὸ παιδὸς ἀνήβου σφαλλόμενος οὐκ ἐπᾴων ὅκη βαίνει, ὑγρὴν τὴν ψυχὴν ἔχων.
fragmentum B 118
[Επεξεργασία]αὔη ψυχὴ σοφωτάτη καὶ ἀρίστη.
fragmentum B 119
[Επεξεργασία]ἦθος ἀνθρώπῳ δαίμων.
fragmentum B 120
[Επεξεργασία]ἠοῦς καὶ ἑσπέρας τέρματα ἡ ἄρκτος καὶ ἀντίον τῆς ἄρκτου οὖρος αἰθρίου Διός.
fragmentum B 121
[Επεξεργασία]ἄξιον Ἐφεσίοις ἡβηδὸν ἀπάγξασθαι πᾶσι καὶ τοῖς ἀνήβοις τὴν πόλιν καταλιπεῖν, οἵτινες Ἑρμόδωρον ἄνδρα ἑωυτῶν ὀνῄστον ἐξέβαλον φάντες· ἡμέων μηδὲ εἷς ὀνῄστος ἔστω, εἰ δὲ μή, ἄλλη τε καὶ μετ᾽ ἄλλων.
fragmentum B 122
[Επεξεργασία]ἀγχιβασίην.
fragmentum B 123
[Επεξεργασία]φύσις κρύπτεσθαι φιλεῖ.
fragmentum B 124
[Επεξεργασία]...ὅκωσπερ σάρμα εἰκῆ κεχυμένων ὁ κάλλιστος κόσμος.
fragmentum B 125
[Επεξεργασία]καὶ ὁ κυκεὼν διίσταται μὴ κινούμενος.
fragmentum B 125a
[Επεξεργασία]μὴ ἐπιλίποι ὑμᾶς πλοῦτος, Ἐφέσιοι, ἵν᾽ ἐξελέγχοισθε πονηρευόμενοι.
fragmentum B 126
[Επεξεργασία]ψυχρὰ θέρεται, θερμὰ ψύχεται, ὑγρὰ αὐαίνεται, καρφαλέα νοτίζεται.
fragmentum B 126a
[Επεξεργασία]κατὰ λόγον δὲ ὡρέων συμβάλλεται ἑβδομὰς κατὰ σελήνην, διαιρεῖται δὲ κατὰ τὰς ἄρκτους, ἀθανάτου μνήμης σημείω.
fragmentum B 129
[Επεξεργασία]Πυθαγόρης Μνησάρχου ἱστορίην ἤσκησεν ἀνθρώπων μάλιστα πάντων καὶ ἐκλεξάμενος ταύτας τὰς συγγραφὰς ἐποιήσατο ἑωυτοῦ σοφίην, πολυμαθίην, κακοτεχνίην.