Μετάβαση στο περιεχόμενο

Αποσπάσματα (Ευριπίδης)

Από Βικιθήκη
Αποσπάσματα (fragmenta)
Συγγραφέας:


fr 578- Ευριπίδης, Παλαμήδης

[Επεξεργασία]

«τὰ τῆς γε λήθης φάρμακ᾿ ὀρθώσας μόνος,
ἄφωνα καὶ φωνοῦντα, συλλαβὰς τε θείς,
ἐξηῦρον ἀνθρώποισι γράμματ᾿ εἰδέναι,
ὥστ᾿ οὐ παρόντα ποντίας ὑπὲρ πλακὸς
τἀκεῖ κατ᾿ οἴκους πάντ᾿ ἐπίστασθαι καλῶς,
παισίν τε τὸν θνῄσκοντα χρημάτων μέτρον
γράψαντα λείπειν, τὸν λαβόντα δ᾿ εἰδέναι
ἃ δ᾿εἰς ἔριν πίπτουσιν ἀνθρώποις κακά,
δέλτος διαιρεῖ, κοὐκ ἐᾷ ψευδῆ λέγειν».

ἐκάνετ᾿ ἐκάνετε τὰν
πάνσοφον, ὦ Δαναοί,
τὰν οὐδέν᾿ ἀλγύνουσαν ἀηδόνα Μουσᾶν.

παγγέλοιον . . . στρατηγὸν Ἀγαμέμνονα ἐν ταῖς τραγῳδίαις
Παλαμήδης ἑκάστοτε ἀποφαίνει. ἢ οὐκ ἐννενόηκας ὅτι φησὶν
ἀριθμὸν εὑρὼν τάς τε τάξεις τῷ στρατοπέδῳ καταστῆσαι ἐν
Ἰλίῳ καὶ ἐξ ...


λέγεται . . . ὅτι Εὐριπίδου βουλομένου εἰπεῖν περὶ αὐτοῦ (τοῦ
Σωκράτους) καὶ δεδιότος ἀναπλάσασθαι Παλαμήδην, ἵνα διὰ
τούτου σχοίη καιρὸν τοῦ αἰνίξασθαι εἰς τὸν Σωκράτη κα ...

φεῦ φεῦ, παλαιὸς αἶνος ὡς καλῶς ἔχει·
γέροντες οὐδέν ἐσμεν ἄλλο πλὴν ψόφος
καὶ σχῆμ᾿, ὀνείρων δ᾿ ἕρπομεν μιμήματα·
νοῦς δ᾿ οὐκ ἔνεστιν, οἰόμεσθα δ᾿ εὖ φρονεῖν.
Στοβαίος 4.50.38

ΑΝΔΡΟΜΕΔΑ

[Επεξεργασία]

σὺ δ᾿ ὦ θεῶν τύραννε κἀνθρώπων Ἔρως,
ἢ μὴ δίδασκε τὰ καλὰ φαίνεσθαι καλά,
ἢ τοῖς ἐρῶσιν ὧν σὺ δημιουργὸς εἶ
μοχθοῦσι μόχθους εὐτυχῶς συνεκπόνει.
5καὶ ταῦτα μὲν δρῶν τίμιος θνητοῖς .. 136

ΑΛΕΞΑΝΔΡΟΣ

[Επεξεργασία]

oἴμοι, θανοῦμαι διὰ τὸ χρήσιμον φρενῶν,
ὃ τοῖσιν ἄλλοις γίγνεται σωτηρία.
Στοβαίος 3.38.20

ἄναξ, διαβολαὶ δεινὸν ἀνθρώποις κακόν·
ἀγλωσσίᾳ δὲ πολλάκις ληφθεὶς ἀνὴρ
δίκαια λέξας ἧσσον εὐγλώσσου φέρει. 56

ΑΛΚΜΕΩΝ Ο ΔΙΑ ΨΩΦΙΔΟΣ Ή Ο ΔΙΑ ΚΟΡΙΝΘΟΥ

[Επεξεργασία]

ὁρᾶτε τὸν τύραννον ὡς ἄπαις γέρων
φεύγει· φρονεῖν δὲ θνητὸν ὄντ᾿ οὐ χρὴ μέγα 76

γυναῖκα καὶ ὠφελίαν
καὶ νόσον ἀνδρὶ φέρειν
μεγίσταν ἐδίδαξα τ᾿ ἐμῷ λόγῳ. 78

ΑΛΚΜΗΝΗ

[Επεξεργασία]

ταπεινὰ γὰρ χρὴ τοὺς κακῶς πεπραγότας
λέγειν, ἐς ὄγκον δ᾿ οὐκ ἄνω βλέπειν τύχης.

ΑΝΤΙΓΟΝΗ

[Επεξεργασία]

ΚΡΕΩΝ
ἐγὼ γὰρ ὅστις μὴ δίκαιος ὢν ἀνὴρ
βωμὸν προσίζει, τὸν νόμον χαίρειν ἐῶν
πρὸς τὴν δίκην ἄγοιμ᾿ ἂν οὐ τρέσας θεούς·
κακὸν γὰρ ἄνδρα χρὴ κακῶς πάσχειν ἀεί.
τὸ δαιμόνιον οὐχ ὁρᾷς

ὅπῃ μοίρα<ς> διεξέρχεται;
στρέφει δ᾿ ἄλλους ἄλλως εἰς ἁμέραν.

ἔρωτα δεινὸν ἔχομεν, ἐκ δὲ τῶν λόγων
ἑλοῦ τὰ βέλτισθ᾿· ὡς ἄπιστόν ἐστ᾿ ἔρως,
κἀν τῷ κακίστῳ τῶν φρενῶν οἰκεῖν φιλεῖ.

ΑΝΤΙΟΠΗ

[Επεξεργασία]

ΑΜΦΙΩΝ
ὅπλοισί νυν φρουρεῖτε περίβολον πέτρας
...ντες, κἄν τις ἐκπίπτῃ δόμων,
λάζυσθ᾿· ἐγὼ δὲ παῖδα Νυκτέως ἐμῇ
[περίπου δέκα γράμματα]σαι χειρὶ καὶ τάχ᾿ εἴσεται,
ANTIOΠH
ὄλβιος ὅστις τῆς ἱστορίας
ἔσχε μάθησιν,
μήτε πολιτῶν ἐπὶ πημοσύνην
μήτ᾿ εἰς ἀδίκους πράξεις ὁρμῶν,
ἀλλ᾿ ἀθανάτου καθορῶν φύσεως<b κόσμον ἀγήρων, πῇ τε συνέστη
κα...

ἡνίκ᾿ ἠγόμην πάλιν,
κύουσα τίκτω.

οἰκεῖος ἀνθρώποισι γίγνεσθαι φιλεῖ
πόλεμος ἐν ἀστοῖς, ἢν διχοστατῇ πόλις.
Στοβαίος 4.1.22

θάνατος γὰρ ἀνθρώποισι νεικέων τέλος
ἔχει· (P.Oxy. 3317)

γνώμαις γὰρ ἀνδρὸς εὖ μὲν οἰκοῦνται πόλεις,
εὖ δ᾿ οἶκος, εἴς τ᾿ αὖ πόλεμον ἰσχύει μέγα·
σοφὸν γὰρ ἓν βούλευμα τὰς πολλὰς χέρας
νικᾷ, σὺν ὄχλῳ δ᾿ ἀμαθία πλεῖστον κακόν.
ΖΗΘΟΣ
ἀνὴρ γὰρ ὅστις εὖ βίον κεκτημένος
τὰ μὲν κατ᾿ οἴκους ἀμελίᾳ παρεὶς ἐᾷ,
μολπαῖσι δ᾿ ἡσθεὶς τοῦτ᾿ ἀεὶ θηρεύεται,
ἀργὸς μὲν οἴκοι κἂν πόλει γενήσεται,
φίλοισι δ᾿ οὐδείς· ἡ φύσις γὰρ .. 187

ΛΥΚΙΜΝΙΟΣ

[Επεξεργασία]

φαῦλον ἄκομψον, τὰ μέγιστ᾿ ἀγαθόν,
πᾶσαν ἐν ἔργῳ περιτεμνόμενον
σοφίαν, λέσχης ἀτρίβωνα

δέσποτα φιλόδαφνε Βάκχε, παιὰν Ἄπολλον
εὔλυρε.. Μακρόβιοι, Σατουρνάλια 1.18.6

ΑΡΧΕΛΑΟΣ

[Επεξεργασία]

τὰ γὰρ οὐκ ὀρθῶς πρασσόμεν᾿ ὀρθῶς
τοῖς πράσσουσιν κακὸν ἦλθε.
πατρὸς δ᾿ ἀνάγκη παισὶ πείθεσθαι λόγῳ.
Στοβαίος 1.3.35

ΑΥΤΟΛΥΚΟΣ

[Επεξεργασία]

ἔσωσα δούλην οὖσαν· οἱ γὰρ ἥσσονες
τοῖς κρείσσοσιν φιλοῦσι δουλεύειν βροτῶν.

ζητῶμεν· ἡ δόκησις ἀνθρώποις κακόν.
καὶ τοὐπιχειρεῖν γ᾿ ἐξαμαρτάνειν φιλεῖ.
ΗΡΑΚΛΗΣ
τίς δ᾿ οὐχὶ χαίρει νηπίοις ἀθύρμασιν;
δίσκους ἔχοντες ἢ δι᾿ ἀσπίδων χερὶ
θείνοντες ἐκβαλοῦσι πολεμίους πάτρας;
οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας
στάς. ἄνδρας χρὴ σοφούς τε κἀγαθοὺς
φύλλοις στέφεσθαι, χὤστις ἡγεῖται πόλει
κάλλ ..

ΑΚΡΙΣΙΟΣ
γύναι, καλὸν μὲν φέγγος ἡλίου τόδε,
καλὸν δὲ πόντου χεῦμ᾿ ἰδεῖν εὐήνεμον,
γῆ τ᾿ ἠρινὸν θάλλουσα πλούσιόν θ᾿ ὕδωρ,
πολλῶν τ᾿ ἔπαινον ἔστι μοι λέξαι καλῶν·
5ἀλλ᾿ οὐδὲν οὕτω λαμπρὸ ..316

μὴ νεῖκος, ὦ γεραιέ, κοιράνοις τίθου·
σέβειν δὲ τοὺς κρατοῦντας ἀρχαῖος νόμος
Στοβαίος 4.2.2
τάχ᾿ ἂν πρὸς ἀγκάλαισι καὶ στέρνοις ἐμοῖς
πίτνων ἀθύροι καὶ φιλημάτων ὄχλῳ
ψυχὴν ἐμὴν κτήσαιτο· ταῦτα γὰρ βροτοῖς
φίλτρον μέγιστον, αἱ ξυνουσίαι, πάτερ.
Στοβαίος 4.24.53

εἷς γάρ τις ἔστι κοινὸς ἀνθρώποις νόμος—θεοῖσι
τοῦτο δόξαν, ὡς σαφῶς λέγω—θηρσίν
τε πᾶσι, τέκν᾿ ἃ τίκτουσιν φιλεῖν·
τὰ δ᾿ ἄλλα χωρὶς χρώμεθ᾿ ἀλλήλων νόμοις.

Σέριφος ἅλμῃ ποντίᾳ περίρρυτος.(fr. xi col. vii.7–12)

ὀργῇ γὰρ ὅστις εὐθέως χαρίζεται,
κακῶς τελευτᾷ· πλεῖστα γὰρ σφάλλει βροτούς.
Στοβαίος 3.20.7

γυναῖκα δ᾿ ὅστις παύσεται λέγων κακῶς,
δύστηνος ἆρα κοὐ σοφὸς κεκλήσεται.
Στοβαίος 4.22.155

μοχθεῖν ἀνάγκη· τὰς δὲ δαιμόνων τύχας
ὅστις φέρει κάλλιστ᾿ ἀνὴρ, οὗτος σοφός
4.44.4

ΕΡΕΧΘΕΥΣ

[Επεξεργασία]

φασὶ γὰρ Εὔμολπον τὸν Ποσειδῶνος καὶ Χιόνης μετὰ
Θρᾳκῶν ἐλθεῖν τῆς χώρας ταύτης ἀμφισβητοῦντα, τυχεῖν δὲ κατ᾿
ἐκείνους τοὺς χρόνους βασιλεύοντα Ἐρεχθέα,
γυναῖκα ἔχοντα Πραξι ..

ὡς σὺν θεοῖσι τοὺς σοφοὺς κινεῖν δόρυ ὡς
σὺν θεοῖσι τοὺς σοφοὺς κινεῖν δόρυ
στρατηλάτας χρή, τῶν θεῶν δὲ μὴ βίᾳ.
Στοβαίος 4.13.12

οὐδεὶς στρατεύσας ἄδικα σῶς ἦλθεν πάλιν.
στρατηλάτας χρή, τῶν θεῶν δὲ μὴ βίᾳ.

ΕΥΡΥΣΘΕΥΣ

[Επεξεργασία]

ΗΡΑΚΛΗΣ
πέμψεις δ᾿ ἐς Ἅιδου ζῶντα κοὐ τεθνηκότα·
καί μοι τὸ τέρθρον δῆλον οἷ πορεύομαι. 371

νῦν δ᾿ ἤν τις οἴκων πλουσίαν ἔχῃ φάτνην,
πρῶτος γέγραπται τῶν κακιόνων κράτει·
τὰ δ᾿ ἔργ᾿ ἐλάσσω χρημάτων νομίζομεν.

ΘΕΡΙΣΤΑΙ

[Επεξεργασία]

ΘΗΣΕΥΣ ἢ ΜΙΝΩΣ

[Επεξεργασία]

ΑΙΓΕΥΣ
ποίαν σε φῶμεν γαῖαν ἐκλελοιπότα
πόλει ξενοῦσθαι τῇδε; τίς πάτρας ὅρος;
τίς ἐσθ᾿ ὁ φύσας; τοῦ κεκήρυξαι πατρός;
Κλήμης ο Αλεξανδρεύς 6.2.11.3

κάρα τε γάρ σου συγχέω κόμαις ὁμοῦ
ῥαναί τε δ᾿ ἐγκέφαλον· ὀμμάτων δ᾿ ἄπο
αἱμοσταγεῖς πρηστῆρες οἴσονται κάτω. 473

θεοῦ θέλοντος κἂν ἐπὶ ῥιπὸς πλέοις.

αὗται μὲν οὖν αἱ τῶν λόγων ἀποφάσεις
καὶ δόξαι παντός εἰσικατιδεῖν τοῦ προσέχοντος·
ἑτέρας δ᾿ ἐκ τῶν πραγμάτων αὐτῶν
παρέχουσι μαθήσεις,
ὥσπερ ὁ Εὐριπίδης εἰπεῖν λέγεται πρὸς..

ἄνασσα, πολλοῖς ἔστιν ἀνθρώπων κακά,
τοῖς δ᾿ ἄρτι λήγει, τοῖς δὲ κίνδυνος μολεῖν.
κύκλος γὰρ αὑτὸς καρπίμοις τε γῆς φυτοῖς
θνητῶν τε γενεᾷ· τῶν μὲν αὔξεται βίος,
τῶν δὲ φθίνει τε καὶ θερί ...

ΙΠΠΟΛΥΤΟΣ ΚΑΛΥΠΤΟΜΕΝΟΣ

[Επεξεργασία]

ἡ σκήνη τοῦ δράματος ὑποκεῖται ἐν Θήβαις ἐδιδάχθη ἐπὶ
Ἐπαμείνονος ἄρχοντος ὀλυμπιάδι πζ΄ ἔτει δ΄... πρῶτος Εὐριπίδης,
fr 849

τά τοι μέγιστα πάντ᾿ ἀπείργασται βροτοῖς
τόλμ᾿ ὥστε νικᾶν· οὔτε γὰρ τυραννίδες
χωρὶς πόνου γένοιντ᾿ ἂν οὔτ᾿ οἶκος μέγας.

ΚΡΗΣΣΑΙ

[Επεξεργασία]

ἐν γὰρ τοῖς Κρησὶν Ἴκαρον μονῳδοῦντα ἐποίησεν
(ὁ Εὐριπίδης) . . .
θρασύτερον γὰρ δοκεῖ εἶναι τὸ πρόσωπον.
λύπη μὲν ἄτῃ περιπεσεῖν αἰσχρᾷ τινι·

εἰ δ᾿ οὖν γένοιτο, χρὴ περιστεῖλαι καλῶς
κρύπτοντα καὶ μὴ πᾶσι κηρύσσειν τάδε·
γέλως γὰρ ἐχθροῖς γίγνεται τὰ τοιάδε.
Στοβαίος 4.45.7
ΧΟΡΟΣ (ΚΡΗΣΣΑΙ)
τί γὰρ ποθεῖ τράπεζα; τῷ δ᾿ οὐ βρίθεται;
πλήρης μὲν ὄψων ποντίων, πάρεισι δὲ
μόσχων τέρειναι σάρκες ἀρνεία τε δαὶς
καὶ πεπτὰ καὶ κροτητὰ τῆς ξουθοπτέρου
πελάνῳ μελίσσης ἀφθόνως δεδευμένα...
ΘΥΕΣΤΗΣ
Οὐκ ἔστιν οὐδὲν χωρὶς ἀνθρώποις θεῶν·
σπουδάζομ ..

ΚΡΕΣΦΟΝΤΗΣ

[Επεξεργασία]

ΜΕΡΟΠΗ
εἰ μὲν γὰρ οἰκεῖ νερτέρας ὑπὸ χθονὸς
ἐν τοῖσιν οὐκέτ᾿ οὖσιν, οὐδὲν ἂν σθένοι.

τεθνᾶσι παῖδες οὐκ ἐμοὶ μόνῃ βροτῶν
οὐδ᾿ ἀνδρὸς ἐστερήμεθ᾿, ἀλλὰ μυρίαι
τὸν αὐτὸν ἐξήντλησαν ὡς ἐγὼ βίον. 454

ΜΕΛΑΝΙΠΠΗ Η ΣΟΦΗ Ή ΔΕΣΜΩΤΙΣ

[Επεξεργασία]

Μελανίππη ἡ Σοφή, ἧς ἀρχή·
Ζεὺς δέ
[ἡ δὲ ὑπόθεσις·]
Ἕλληνος τοῦ Διὸς Αἴολος τεκνωθεὶς
ἐκ μὲν Εὐρυδίκης ἐγέννησε Κρηθέα καὶ
Σαλμωνέα καὶ Σίσυφον, ἐκ δὲ

παλαιὸς αἶνος· ἔργα μὲν νεωτέρων,
βουλαὶ δ᾿ ἔχουσι τῶν γεραιτέρων κράτος.

τείσασθε τήνδε· καὶ γὰρ ἐντεῦθεν νοσεῖ
τὰ τῶν γυναικῶν· οἱ μὲν ἢ παίδων πέρι
ἢ συγγενείας οὕνεκ᾿ οὐκ ἀπώλεσαν
κακὴν λαβόντες· εἶτα τοῦτο τἄδικον
πολλαῖς ὑπε.. 497

ΜΕΛΕΑΓΡΟΣ

[Επεξεργασία]

τερπνὸν τὸ φῶς τόδ᾿, ὁ δ᾿ ὑπὸ γῆς Ἅιδου σκότος
οὐδ᾿ εἰς ὄνειρον ἡδὺς ἀνθρώποις μολεῖν·
ἐγὼ μὲν οὖν γεγῶσα τηλικήδ᾿ ὅμως
ἀπέπτυσ᾿ αὐτὸ κοὔποτ᾿ εὔχομαι θανεῖν.
ΟΙΝΟΜΑΧΟΣ
ἀμηχανῶ δ᾿ ἔγωγε κοὐκ ἔχω μαθεῖν,
εἴτ᾿ οὖν ἄμεινόν ἐστι γίγνεσθαι τέκνα
θνητοῖσιν εἴτ᾿ ἄπαιδα καρποῦσθαι βίον.
ὁρῶ γὰρ οἷς μὲν οὐκ ἔφυσαν, ἀθλίους,
5ὅσοισι δ᾿ εἰσίν, ο ... fr 571
μόνον δ᾿ ἂν αὐτὰ χρημάτων οὐκ ἂν λάβοις,
γενναιότητα κἀρετήν· καλὸς δέ τις
κἂν ἐκ πονηρῶν σωμάτων γένοιτο παῖς. 527

ΟΙΔΙΠΟΥΣ

[Επεξεργασία]

ὁ γὰρ σοφώτατος Εὐριπίδης ποιητικῶς ἐξέθετο δρᾶμα
περὶ τοῦ Οἰδίποδος καὶ τῆς Ἰοκάστης καὶ τῆς Σφιγγός.
φθόνος δ᾿ ὁ πολλῶν φρένα διαφθείρων βροτῶν
ἀπώλεσ᾿ αὐτὸν κἀμὲ συνδιώλεσεν.

πότερα γενέσθαι δῆτα χρησιμώτερον
συνετὸν ἄτολμον ἢ θρασύν τε κἀμαθῆ;
τὸ μὲν γὰρ ...
Στοβαίος 3.38.9
ΙΟΚΑΣΤΗ
τερπνὸν τὸ φῶς τόδ᾿, ὁ δ᾿ ὑπὸ γῆς Ἅιδου σκότος
οὐδ᾿ εἰς ὄνειρον ἡδὺς ἀνθρώποις μολεῖν·
ἐγὼ μὲν οὖν γεγῶσα τηλικήδ᾿ ὅμως
ἀπέπτυσ᾿ αὐτὸ κοὔποτ᾿ εὔχομαι θανεῖν. 533

Λυκήθιον απώλεσεν
μεταξύ θύων; καί τις αὖθ΄ οφείλετο;

ὑφέσθαι μοι δοκεί·
τό ληκύθιον γάρ τούτου πνευσεῖται πολύ.
(κωμωδία)

ΠΗΛΕΑΣ
οὐκ ἔστιν ἀνθρώποισι τοιοῦτος σκότος,
οὐ δῶμα γαίας κλῃστόν, ἔνθα τὴν φύσιν
ὁ δυσγενὴς κρύψας ἂν εἴη σοφός.617

τὸ γῆρας, ὦ παῖ, τῶν νεωτέρων φρενῶν
σοφώτερον πέφυκε κἀσφαλέστερον,
ἐμπειρία τε τῆς ἀπειρίας κρατεῖ. 619

ΣΚΥΡΙΟΙ

[Επεξεργασία]

Σκύριοι, ὧν ἀρχή·
ὦ Τυνδαρεία παῖ Λάκαινα
ἡ δ᾿ ὑπόθεσις· Θέτιδος τοῦ παιδὸς Ἀχιλλέως τὴν εἱμαρμένην
ἐπεγνωκυίας, τῆς πρὸς Ἴλιον
στρατείας αὐτὸν ἀπείργε ...
ΟΔΥΣΣΕΥΣ
σὺ δ᾿, ὦ τὸ λαμπρὸν φῶς ἀποσβεννὺς γένους,
ξαίνεις, ἀρίστου πατρὸς Ἑλλήνων γεγώς;

ΣΘΕΝΕΒΟΙΑ

[Επεξεργασία]

Σθ[ε]ν[έ]βοια, ἧς ἀρχή·
οὐκ ἔστιν ὅσ]τις πάντ᾿ ἀνὴρ εὐδαιμονεῖ·
[ἡ δ᾿] ὑπόθεσις·

Προῖτος Ἄβαντος μὲν ἦν υἱός, Ἀκρισίου
δὲ ἀδελφός, βασιλεὺς δὲ Τείρυνθος

ΒΕΛΛΕΡΟΦΟΝΤΗΣ
παίω Χιμαίρας εἰς σφαγάς, πυρὸς δ᾿ ἀθὴρ
βάλλει με καὶ τοῦδ᾿ αἰθαλοῖ πυκνὸν πτερό 665a

ΠΡΩΤΕΣΙΛΑΟΣ

[Επεξεργασία]

Πρωτεσίλαος δρᾶμα γέγραπται Εὐριπίδῃ. λέγει δὲ ὅτι γαμήσας
καὶ μίαν ἡμέραν μόνην συγγενόμενος τῇ γυναικὶ αὑτοῦ
ἠναγκάσθη μετὰ τῶν Ἑλλήνων κατὰ τῆς Τροίας ἐλθεῖν, καὶ πρῶ

ΠΡΩΤΕΣΙΛΑΟΣ
ἀξίως δ᾿ ἐμὸς
γαμβρὸς κέκλησαι, παῖδά μοι ξυνοικίσας.647

ΣΙΣΥΦΟΣ

[Επεξεργασία]

κομίζετ᾿ εἴσω τήνδε· πιστεύειν δὲ χρὴ
γυναικὶ μηδὲν ὅστις εὖ φρονεῖ βροτῶν.

ΤΗΛΕΦΟΣ

[Επεξεργασία]

τί γάρ με πλοῦτος ὠφελεῖ νόσον;
σμίκρ᾿ ἂν θέλοιμι καὶ καθ᾿ ἡμέραν ἔχων
ἄλυπος οἰκεῖν μᾶλλον ἢ πλουτῶν νοσεῖν.696

σμίκρ᾿ ἂν θέλοιμι καὶ καθ᾿ ἡμέραν ἔχων
ἄλυπος οἰκεῖν μᾶλλον ἢ πλουτῶν νοσεῖν. 714
ΑΧΙΛΛΕΥΣ
αἰεί ποτ᾿ ἐστὲ νωχελεῖς καὶ μέλλετε,
ῥήσεις θ᾿ ἕκαστος μυρίας καθήμενος
λέγει, τὸ δ᾿ ἔργον [ο]ὐδαμοῦ περαίνεται.
κἀ[γ]ὼ μέν, ὡς ὁρᾶ[τ]ε, δρᾶν ἕτοιμος ὢν
ἥκω, στρατός τε Μ[υρ]μιδών, κ ...
ΤΗΛΕΦΟΣ
τί γάρ με πλοῦτος ὠφελεῖ νόσον;
σμίκρ᾿ ἂν θέλοιμι καὶ καθ᾿ ἡμέραν ἔχων
ἄλυπος οἰκεῖν μᾶλλον ἢ πλουτῶν νοσεῖν. 714

ΤΗΜΕΝΙΔΑΙ ή ΤΗΜΕΝΟΣ

[Επεξεργασία]

φιλεῖ τοι πόλεμος οὐ πάντ᾿ εὐτυχεῖν,
ἐσθλῶν δὲ χαίρει πτώμασιν νεανιῶν,
κακοὺς δὲ μισεῖ. τῇ πόλει μὲν οὖν νόσος
τόδ᾿ ἐστί, τοῖς δὲ κατθανοῦσιν εὐκλεές

ΑΧΙΛΛΕΥΣ
αἰεί ποτ᾿ ἐστὲ νωχελεῖς καὶ μέλλετε,
ῥήσεις θ᾿ ἕκαστος μυρίας καθήμενος
45λέγει, τὸ δ᾿ ἔργον [ο]ὐδαμοῦ περαίνεται.
κἀ[γ]ὼ μέν, ὡς ὁρᾶ[τ]ε, δρᾶν ἕτοιμος ὢν
ἥκω, στρατός τε Μ[υρ]μιδών, κ ...
ΤΗΜΕΝΙΔΑΙ
ἦλθεν δ᾿ ἐπὶ χρυσόκερων ἔλαφον,
μεγάλων ἄθλων ἕνα δεινὸν ὑποστάς,
κατ᾿ ἔναυλ᾿ ὀρέων ἀβάτους ἐπιὼν
λειμῶνας <ἀ>ποίμνιά τ᾿ ἄλση.
Στοβαίος 4.9.1


ΥΨΙΠΥΛΗ

[Επεξεργασία]

δείξω μὲν Ἀργείοισιν Ἀχελῴου ῥόον. (fr 753)
ἄγρευμ᾿ ἀνθέων ἡδομένᾳ ψυχᾷ,
τὸ νήπιον ἄπληστον ἔχων (fr 754)
ἀνὰ τὸ δωδεκαμήχανον ἄστρον

οὐδὲν γὰρ ἀσφαλές ἐστι τῆς τύχης, ὡς Εὐριπίδης ἐν
Ὑψιπύλῃ.
ἀν᾿ αἰθέρ᾿ ἢ γᾶς ὑπὸ κεῦθος ἄφαντον
ἐξαμαυρωθῶ;
ἰώ μοί μοι. κακὰ φανήσεται·
βασίλεια τάλαινα παῖς τ᾿ ἔσω
κρυφαῖος νέκυς,
ὀτοτοτοῖ, κεραύνιαί τ᾿ ἐκ Διὸς
πυριβόλοι πλαγαὶ λέχεά θ᾿ Ἁλίου.
ὦ δυ ..
ἕτερον ἐφ᾿ ἑτέρῳ αἰρόμενος

ἄελπτον οὐδέν, πάντα δ᾿ ἐλπίζειν χρεών.
Στοβαίος 4.46.16

εὔφημα καὶ σᾶ καὶ κατεσφραγισμένα 762
ΕΥΝΗΟΣ
Ἀργώ με καὶ τόνδ᾿ ἤγαγ᾿ εἰς Κόλχων πόλιν.
ΥΨΙΠΥΛΗ
ἀπομαστίδιόν γ᾿ ἐμῶν στέρνων.
ΕΥΝΗΟΣ
ἐπεὶ δ᾿ Ἰάσων ἔθαν᾿ ἐμός, μῆτερ, πατήρ—
ΥΨΙΠΥΛΗ
οἴμοι κακὰ λέγεις δάκρυά τ᾿ ὄμμασιν,
ἦ γάρ σ᾿ ἔταξαν πατέρα σὸν κατακτανεῖν;
ΥΨΙΠΥΛΗ
φόβος ἔχει με τῶν τότε κακῶν· ἰὼ
τέκνον, οἷά τε Γοργάδες ἐν λέκτροις
ἔκανον εὐνέτας.
ΕΥΝΗΟΣ
σὺ δ᾿ ἐξέκλεψας πῶς πόδ᾿ ὥστε μὴ θανεῖν;

ΚΛΥΜΕΝΗ
γέμοντα δ᾿ οἶκον μέλανος ἔνδοθεν καπνοῦ.
ἀλλ᾿ ἔσιθ᾿ ἐς οἶκον, μή τιν᾿ Ἥφαιστος χόλον
δόμοις ἐπεισφρεὶς μέλαθρα συμφλέξῃ πυρὶ
0ἐν τοῖσιν ἡδίστοισι Φαέθοντος γάμοις.
ΜΕΡΟΨ
πῶς φῄς; ὅρα μὴ θυμάτω
ΚΛΥΜΕΝΗ
φίλος δέ μοι
ἄλουτος ἐν φάραγξι σήπεται νέκυς.
ΜΕΡΟΨ
ἐν τοῖσι μώροις τοῦτ᾿ ἐγὼ κρίνω βροτῶν,
ὅστις τὰ πατέρων παισὶ μὴ φρονοῦσιν εὖ
ἢ καὶ πολίταις παραδίδωσ᾿ ἐξουσίαν.
ΧΟΡΟΣ
ἤδη μὲν ἀρτιφανὴς
Ἀὼς ἱ[ππεύει] κατὰ γᾶν,
ὑπὲρ δ᾿ ἐμᾶς κεφαλᾶς
Πλειάδων πέφευγε χορός,
μέλπει δ᾿ ἐν δένδρεσι λεπτὰν
ἀηδὼν ἁρμονίαν ὀρθρευομένα γόοις
Ἴτυν Ἴτυν πολύθρηνον.
ΚΛΥΜΕΝΗ
θερμὴ δ᾿ ἄνακτος φλὸξ ὑπερτέλλουσα γῆς
καίει τὰ πόρσω, τἀγγύθεν δ᾿ εὔκρατ᾿ ἔχει.
ΧΟΡΟΣ ΠΑΡΘΕΝΩΝ
Ὑμὴν Ὑμήν.
τὰν Διὸς οὐρανίαν <ἀ>είδομεν,
τὰν ἐρώτων πότνιαν, τὰν παρθένοις
γαμήλιον Ἀφροδίταν.
πότνια, σοὶ τάδ᾿ ἐγὼ νυμφεῖ᾿ ἀείδω,
Κύπρι θεῶν καλλίστα,
τῷ τε νεόζυγι σῷ

λαβεῖν σε· κἂν μὲν τυγχάνῃς [ὅσων ἐρᾷς]
θεοῦ πέφυκας· εἰ δὲ μή, ψευδὴς ἐγώ.
ΦΑΕΘΩΝ
πῶς οὖν πρόσειμι δῶμα θερμὸν Ἡλίου;
ΚΛΥΜΕΝΗ
κείνῳ μελήσει σῶμα μὴ βλάπτειν τὸ σόν.
ΦΑΕΘΩΝ
εἴπερ πατὴρ πέφυκε ...

ΦΙΛΟΚΤΗΤΗΣ

[Επεξεργασία]

Φρῖξος

[Επεξεργασία]

ποτνιώμενος τὸν Εὐριπίδειον στίχον προηνέγκατο εἰς ἑαυτὸν ἀναφέρων,
Σιδώνιὸν ποτ᾽ ἄστυ
Κάδμος ἐκλιπών καὶ ἐπειπὼν ὡς δουλεύσει ἡ Ἑλλάς, Λουκιανός, Μακρόβιοι 23.11

Wikipedia logo
Wikipedia logo
Η Βικιπαίδεια έχει άρθρο που έχει σχέση με το:
Wikipedia logo
Wikipedia logo
Η Βικιπαίδεια έχει άρθρο που έχει σχέση με το: