Αποσπάσματα (Ίων ο Χίος)

Από Βικιθήκη
Μετάβαση σε: πλοήγηση, αναζήτηση
Αποσπάσματα (αριθμ. Köpke)
Συγγραφέας: Ίων ο Χίος
(Köpke, Ernest Siegfried, De Jonis Chii poetae vita et fragmentis, Schade, 1836)


ΑΓΑΜΕΜΝΩΝ

Οἴσει δὲ δῶρον ἄξιον δραμήματος,    fr. Κ. 1
ἔκπωμα δακτυλωτὸν, ἄχραντον πυρὶ,
Πελίου μὲν ἆθλον, Κάστορος δ' ἔργον ποδῶν.
ἵππικον χλίδος    fr. Κ. 2
πεδανῷ ὕπνῳ    fr. Κ. 3
Αἱ τῶν ἱερῶν στέγαι πτερὰ καὶ ἀετοί.    fr. Κ. 4
Κακῶν ἀπέστω θάνατος ὡς ἴδῃ κακά    fr. Κ. 5

ΑΛΚΜΗΝΗ

Σάγη    fr. Κ. 6
Αὐτάγητοι    fr. Κ. 7
Καταφράκτοις ψυχαὶς    fr. Κ. 8

ΑΡΓΕΙΟΙ

Ὡς παλαιὸν οἰκίας σάρον    fr. Κ. 9

ΕΥΡΙΤΙΔΑΙ

Ἀθίκτορας    fr. Κ. 10
Ἰήϊος    fr. Κ. 11
Κυδρός    fr. Κ. 12
Ἐκ ζαθέων πιθακνῶν ἀφύσσοντες ὄλπαις    fr. Κ. 13
οἵνον ὑπερφίαλον κελαρύζετε

ΛΑΕΡΤΗΣ

Οἴμοι, δόμον, οἰκέτα, κλεῖσον ὑπόπτερος    fr. Κ. 14
μή τις ἔλθῃ βροτῶν.

ΜΕΓΑ ΔΡΑΜΑ

Ὀνοταζομένη    fr. Κ. 15
Μελαγχαίταν    fr. Κ. 16
Ψαθαρὸν νάρθηκα.    fr. Κ. 17

ΟΜΦΑΛΗ

Εὐβοῖδα μὲν γὴν λεπτὸς Εὐρίπου κλύδων    fr. Κ. 18
Βοιωτίας ἐχώρισ' ἀκτῆς, ἐκτεμὼν
προβλῆτα πορθμόν.
Καὶ τὴν μέλαιναν στίμμιν ὀμματογράφον.    fr. Κ. 19
Βακκάρις δὲ καὶ μύρα,    fr. Κ. 20
Καὶ σαρδιανόν κόσμον εἰδέναι χροός,
ἄμεινον, ἤ τὸν Πέλοπος ἐν νήσῳ τρόπον.
Πῖθι Πακτώλου ῥοάς.    fr. Κ. 21
Ἐνιαυσίαν γὰρ δεῖ με τὴν ὁρτὴν λέγειν    fr. Κ. 22
(οἷον καθημερίνην). Ἴτ'ἐκφορεῖτε, παρθένοι,    fr. Κ. 23
κύπελλα καὶ μεσομφάλους.
Οἷνος οὐκ ἔνι    fr. Κ. 24
ἐν τῷ σκύφει.
Ὑπὸ δ[ε τῆς εύφεμίας    fr. Κ. 25
κατέπινε καὶ τά κᾶλα καὶ τοὺς ἄνθρακας.
Ἐῥῥωπίζομεν    fr. Κ. 26
Ἀλλ' εἷα Λυδαὶ ψάλτριαι παλαιθέτων    fr. Κ. 27
ὕμνων ἀοιδοὶ τὸν ξένον κοσμήσατε.
Λυδός τε μάγαδις αύλ[ος ἡγείσθω βοῆς.    fr. Κ. 28
Χελιδόνες    fr. Κ. 29
Σπίλον Παρνασίαν.    fr. Κ. 30
Ἐξανθρακώσας πύθμεν' εὔκηλον δρυός    fr. Κ. 31
Θίασος    fr. Κ. 32

ΦΟΙΝΙΞ

Ἀλλ' ἔν γε χέρσῳ τὰς λέοντος ῇνεσα    fr. Κ. 33
ἤ τὰς ἐχίνου μᾶλλον οἰζυρὰς τέχνας,
ὅς εὐτ' ἄν ἄλλων κρεισσόνων ὁρμὴν μάθῃ,
στρόβιλος ἀμφ' ἄκανυαν εἱλίξας δἐμας
κεῖται, δακεῖν τε καὶ θιγεῖν ἀμήχανος.
Εἰ δ' ἐγὼ ὄρθος ἰδεὶν βίον ἀνέρος, ὦ πολιῆται.    fr. Κ. 34
Ἐπῇδ' ἀλέκτωρ    fr. Κ. 35
Λύδιον ὕμνον Ἀχαιῶν.
Δρυὸς μὲν ἱδρὼς    fr. Κ. 36
καὶ θαμνομήκης ῥάβδος ἡ τ' Αἰγυπτίη
βόσκει λινουλκός χλαῖνα θήραγρος πέδη.

ΦΟΙΝΙΞ ΔΕΥΤΕΡΟΣ

Ἐκτύπουν ἄγων βαρὺν αὐλὸν τρέχοντι ῥύθμῷ.    fr. Κ. 37
Τιμαλφής    fr. Κ. 38
Καὶ τὸν πετραῖον πλεκτάναις ἀναίμονα    fr. Κ. 39
στυγῶ μεταλλακτῆρα πουλύπουν χροός.
Ἂλλ' ὦ θυρέτρων τῶνδε κωμῆται θεοί.    fr. Κ. 40

ΦΡΟΥΡΟΙ

κλητῆρα    fr. Κ. 41
νιφόεσσα Ἑλένη    fr. Κ. 42
πυργείαν κώπην    fr. Κ. 43
προθεῖ δέ τοι σῦριγξ Ἰδαῖος ἀλέκτωρ    fr. Κ. 44
Σιγᾶ μὲν, ἐχθαίρει δὲ, βούλεταἰ γε μήν    fr. Κ. 45
Στέφανοι χειρῶν    fr. Κ. 46

ΤΕΥΚΡΟΣ

αἰδροί (ή ἀίδριες)    fr. Κ. 47
ἀμφισβώτης    fr. Κ. 48

ΕΛΕΓΙΑΙ

αὕτη γὰρ πρόφασις παντοδαπῶν λογίων    fr. Κ. 49
αἵ τε Πανελλήνων ἀγοραὶ, θαλίαι τε ἀνάκτων,
ἐξ οὖ βοτρυόεσσ' οἰνὰς ὑποχθόνιον
πτόρθον ἀνασχομένη θαλερῷ ἐξήψατο πήχει
αἰθέρος. ὀφθαλμῶν δ' ἐξέθορον πυκινοὶ    5
παῖδες, φωνηέντες ὅταν πέσει ἄλλος ἐπ ἄλλω,
πρὶν δὲ σιωπῶσιν- παυσάμενοι δὲ βοῆς
νέκταρ ἀμέλγονται, μόνον ὄλβιον ἀνθρώποισι,
ξυνόν τοῦ χαίρειν φάρμακον αὐτοφυὲς,    10
τοῦ θαλίαι φίλα τέκνα φιλοφροσύναι τε χοροί τε
τῶν αγαθῶν βασιλεὺς οἶνος ἔδειξε φύσιν.
τοῦ σὺ, πάτερ Διόνυσε, φιλοστεφάνοισιν ἀρέσκων
ἄνδρασιν, εὐθύμων συμποσίων πρύτανι,
χαῖρε, δίδου δ' αἰῶνα, κάλων ἐπιήρανε ἔργων,
πίνειν καὶ παίζειν καὶ τα δίκαια φρονεῖν.    15


χαιρέτω ἡμέτερος βασιλεὺς, σωτήρ τε πατήρ τε    fr. Κ. 50 (μετάφραση Σίμου Μενάρδου)
ἡμῖν δὲ κρητῆρ' οἰνοχόοι θέραπες
κερνάντων προχύταισιν ἐν ἀργυρέοις- ὁ δὲ Χρυσὸς
οῖνον ἔχων χειροῖν νιζέτω εἰς ἔδαφος.
σπένδοντες δ' ἀγνῶς Ἡρακλεῖ τ' Ἀλκμήνῃ τε,
Προκλέι Περσείδαις τ' ἐκ Διοὸς ἀρχόμενοι,
πίνωμεν, παίζωμεν, ἴτω διὰ νυκτὸς ἀοιδὴ,
ὀρχείσθω τὶς- ἑκὼν δ' ἄρχε φιλοφροσύνης-
ὅντινα δ' εὐειδὴς μίμνει θήλεια πάρευνος,
κεῖνος τῶν ἄλλων κυδρότερον πίεται.
Τὴν πότε Θησείδης .εκτισεν Οἰνοπίων    fr. Κ. 51
Αὐτὰρ ὅ γ' ἐμμαπέως τὸν ὀρίγανον ἐν χερὶ κεύθει.    fr. Κ. 52
Χρυσίλλης καλῆς μὲν ἐρῶ, Τελέου δὲ θυγατρός.    fr. Κ. 53
ΕΠΙΓΡΑΜΜΑΤΑ
Ὥς ὁ μὲν ἠνορέῃ τε κεκασμένος ἠδὲ καὶ αἰδοῖ    fr. Κ. 54
καὶ φθίμενος ψυχῇ τέρπνον ἔχει βίοτον
εἴπερ Πυθαγόρης ἐτύμως ὁ σοφὸς περὶ πάντων
ἀνθρὠπων γνώμας εἶδε καὶ ἐξέμαθεν.
Χαῖρε μελαμπέπλοις, Εὐριπίδη, ἐν γυάλοισιν    fr. Κ. 55
Πιερίας τὸν ἀεὶ νυκτὸς ἔχων θάλαμον.
ἴσοι δ' ὑπὸ χθονὸς ὤν, ὅτι σοι κλέος .αφθιτον ἔσται
ἵσον Ὁμηρείαις ἀενάοις χάρισιν.
[_______] τὴν δεκαβάμονα τάξιν ἔχουσα    fr. Κ. 56
τἀς συμφωνούσας ἁρμονίας τριόδους.
πρὶν μὲν σ'ἐπτάτονον ψάλλον διατέσσαρα πάντες
Ἕλληνες σπανίαν μοῦσαν ἀειράμενοι.
ΩΔΕΣ ΚΑΙ ΔΙΘΥΡΑΜΒΟΙ
στασιὰζεται δὲ τὰ περὶ τὴν ἡρωίδα ἱστορούμενα, καὶ    fr. Κ. 57
τὴν ἀδελφὴν αὐτῆς Ἰσμήνην, ἅς ὁ μὲν Ἴων ἐν τοῖς διθυράμβοις
καταπρησθῆναι φήσιν ἀμφοτέρας ἐν τῷ ἱερῷ τῆς Ἥρας ὑπό
Λαοδάμαντος τοῦ Ἐτεοκλέους.
Ἴων δέ φήσιν τὸν Βριάρεων ἐκ τοῦ ΠΕλάγους παρακληθέντα    fr. Κ. 58
ὑπο Θέτιδος ἀναχθῆναι φυλάξοντα τὸν Δία, Θαλάσσης ὄντα παῖδα.
ἀοῖον ἀεροφοίταν    fr. Κ. 59
άστέρα μείναμεν ἀελίου λευκοπτέρυγα πρόδρομον.
Άδαμνὸν παῖδα ταυρωπὀν, νέον ού νέον    fr. Κ. 60
ἥδιστον πρόπολον βαρυγδούπων ἐρώτων
οῖνον ἀερσινοον
ἀνθρώπων πρύτανιν.
Ύμνος εἰς τὸν Καιρόν    fr. Κ. 61

ΠΕΖΑ ΚΕΙΜΕΝΑ

Ἴωνι δὲ τῷ ποιήσαντι τραγῳδίαν ἐστὶν ἐν τῇ συγγραφῇ τοιάδε εἰρημένα,   fr. Κ. 62
Ποσειδῶνα ἐς τὴ νῆσον ἔρημον οὖσαν ἀφικέσθαι καὶ νύμφῃ τε ἐνταῦθα
συγγενέσθαι καὶ ὑπὸ τὰς ὠδῖνας τῆς νύμφης χιόνα ἐξ οὐρανοῦ πεσεῖν ἐς τὴν γῆν,
καὶ ἀπὸ τούτου Ποσειδῶνα τῷ παιδὶ ὄνομα θέσθαι Χίον: συγγενέσθαι δὲ αὐτὸν καὶ
ἑτέρᾳ νύμφῃ, καὶ γενέσθαι οἱ παῖδας Ἄγελόν τε καὶ Μέλανα: ἀνὰ χρόνον δὲ καὶ
Οἰνοπίωνα ἐς τὴν Χίον κατᾶραι ναυσὶν ἐκ Κρήτης, ἀφίκεσθαι δέ οἱ καὶ τοὺς παῖδας
Τάλον καὶ Εὐάνθην καὶ Μέλανα καὶ Σάλαγόν τε καὶ Ἀθάμαντα. ἀφίκοντο δὲ καὶ Κᾶρες
ἐς τὴν νῆσον ἐπὶ τῆς Οἰνοπίωνος βασιλείας καὶ Ἄβαντες ἐξ Εὐβοίας. Οἰνοπίωνος δὲ καὶ τῶν
παίδων ἔλαβεν ὕστερον Ἄμφικλος τὴν ἀρχήν: ἀφίκετο δὲ ἐξ Ἱστιαίας ὁ Ἄμφικλος τῆς ἐν
Εὐβοίᾳ κατὰ μάντευμα ἐκ Δελφῶν. Ἕκτωρ δὲ ἀπὸ Ἀμφίκλου τετάρτῃ γενεᾷ-- βασιλείαν γὰρ
ἔσχε καὶ οὗτος--ἐπολέμησεν Ἀβάντων καὶ Καρῶν τοῖς οἰκοῦσιν ἐν τῇ νήσῳ, καὶ τοὺς
μὲν ἀπέκτεινεν ἐν ταῖς μάχαις, τοὺς δὲ ἀπελθεῖν ἠνάγκασεν ὑποσπόνδους. γενομένης
δὲ ἀπαλλαγῆς πολέμου Χίοις, ἀφικέσθαι τηνικαῦτα ἐς μνήμην Ἕκτορι ὡς σφᾶς καὶ Ἴωσι
δέοι συνθύειν ἐς Πανιώνιον: τρίποδα δὲ ἆθλον λαβεῖν αὐτὸν ἐπὶ ἀνδραγαθίᾳ παρὰ τοῦ
κοινοῦ φησι τοῦ Ἰώνων. τοσαῦτα εἰρηκότα ἐς Χίους Ἴωνα εὕρισκον: οὐ μέντοι ἐκεῖνό γε
εἴρηκε, καθ' ἥντινα αἰτίαν Χῖοι τελοῦσιν ἐς Ἴωνας
ἢ γὰρ δύο πρὸς πέντε πίνειν φασὶ δεῖν ἢ ἕνα πρὸς τρεῖς, περὶ δὲ ταύτης τῆς    fr. Κ. 63
κράσεως Ἴων ὁ ποιητὴς ἐν τῷ περὶ Χίου φησὶν ὅτι 'εὔρουν ὁ μάντις Παλαμήδης
ἐμαντεύσατο πλοῦν ἔσεσθαι τοῖς Ἕλλησι πίνουσιν τρεῖς πρὸς ἕνα κυάθους.
οἱ δ᾽ ἐπιτεταμένως χρώμενοι τῷ ποτῷ δύο οἴνου ἔπινον πρὸς πέντε ὕδατος.
λόγχας τὰς μερίδας Ἴωνες λέγουσιν´ Ἴων ἐν Χίου κτίσει´ ἐκ τῆς Τέω    fr. Κ. 64
λόγχης λόγχας ποιεῖν.
τῶν δὲ χημῶν μνημονεύει Ἴων ὀ Χῖος ἐν επιδημίαις καὶ ἴσως οὕτως ὠνόμασται    fr. Κ. 65
τὰ κογχύλια παρὰ τὸ κεχῃνέναι.
καὶ ὁ Χῖος δὲ Ἴων ἐν ταῖς ἐπιδημίαις ἔφη τῷ ἐπίπλῳ ἐπικαλύψας.    fr. Κ. 66
φιλομεῖραξ δὲ ἦν ὁ Σοφοκλῆς, ὡς Εὐριπίδης φιλογύνης.    fr. Κ. 67
Ἴων γοῦν ὁ ποιητὴς ἐν ταῖς ἐπιγραφομέναις Ἐπιδημίαις γράφει οὕτως:: ‘ Σοφοκλεῖ
τῷ ποιητῇ ἐν Χίῳ συνήντησα ὅτε ἔπλει εἰς Λέσβον στρατηγός, ἀνδρὶ παιδιώδει
παρ᾽ οἶνον καὶ δεξιῷ. Ἑρμησίλεω δὲ ξένου οἱ ἐόντος καὶ προξένου Ἀθηναίων
ἑστιῶντος αὐτόν, ἐπεὶ παρὰ τὸ πῦρ ἑστεὼς ὁ τὸν οἶνον ἐγχέων παῖς ὡραῖος καὶ ἐρυθρὸς
ἐὼν ... , δῆλος ἦν πτοεόμενος: εἶπέ τε: ' βούλει με ἡδέως πίνειν; ` φάντος δ᾽ αὐτοῦ
βραδέως τοίνυν καὶ πρόσφερέ μοι καὶ ἀπόφερε τὴν κύλικα.' ἔτι πολὺ μᾶλλον ἐρυθριάσαντος
τοῦ παιδὸς εἶπε πρὸς τὸν συγκατακείμενον ' ὡς καλῶς Φρύνιχος ἐποίησεν εἴπας:


λάμπει δ᾽ ἐπὶ πορφυρέαις παρῇσι φῶς ἔρωτος.

καὶ πρὸς τόδε ἠμείφθη ὁ Ἐρετριεὺς ἢ Ἐρυθραῖος γραμμάτων ἐὼν διδάσκαλος. :
σοφὸς μὲν δὴ σύ γε εἶ, ὦ Σοφόκλεις, ἐν ποιήσει: ὅμως μέντοι γε οὐκ εὖ εἴρηκε
Φρύνιχος πορφυρέας εἰπὼν τὰς γνάθους τοῦ καλοῦ, εἰ γὰρ ὁ ζωγράφος χρώματι πορφυρέῳ
ἐναλείψειε τοῦδε τοῦ παιδὸς τὰς γνάθους, οὐκ ἂν ἔτι καλὸς φαίνοιτο. οὐ κάρτα δεῖ
τὸ καλὸν τῷ μὴ καλῷ φαινομένῳ εἰκάζειν.' ἀναγελάσας ἐπὶ τῷ Ἐρετριεῖ Σοφοκλῆς: οὐδὲ
τόδε σοι ἀρέσκει ἄρα, ὦ ξένε, τὸ Σιμωνίδειον, κάρτα δοκέον τοῖς Ἕλλησιν εὖ εἰρῆσθαι:


πορφυρέου ἀπὸ στόματος ἱεῖσα φωνὰν παρθένος,

οὐδ᾽ ὁ ποιητής, ἔφη, ὁ λέγων χρυσοκόμαν Ἀπόλλωνα: χρυσέας γὰρ εἰ ἐποίησεν ὁ ζωγράφος
τὰς τοῦ θεοῦ κόμας καὶ μὴ μελαίνας, χεῖρον ἂν ἦν τὸ ζωγράφημα. οὐδὲ ὁ φὰς ῥοδοδάκτυλον
εἰ γάρ τις εἰς ῥόδεον χρῶμα βάψειε τοὺς δακτύλους, πορφυροβάφου χεῖρας καὶ οὐ γυναικὸς καλῆς
ποιήσειεν ἄν γελασάντων δὲ ὁ μὲν Ἐρετριεὺς ἐνωπήθη τῇ ἐπιρραπίξει, ὁ δὲ πάλιν τοῦ παιδὸς τῷ
λόγῳ εἴχετο. εἴρετο γάρ μιν ἀπὸ τῆς κύλικος κάρφος τῷ μικρῷ δακτύλῳ ἀφαιρετέοντα, εἰ καθορᾷ τὸ
κάρφος. φάντος δὲ καθορᾶν ' ἄπο τοίνυν φύσησον αὐτό, ἵνα μὴ πλύνοιτο ὁ δάκτυλός σευ προσαγαγόντος
δ᾽ αὐτοῦ τὸ πρόσωπον πρὸς τὴν κύλικα ἐγγυτέρω τὴν κύλικα τοῦ ἑαυτοῦ στόματος ἦγεν, ἵνα δὴ ἡ κεφαλῇ
τῇ κεφαλῇ ἀσσοτέρα γένηται. ὡς δ᾽ ἦν οἱ κάρτα πλησίον, προσλαβὼν τῇ χειρὶ ἐφίλησεν. ἐπικροτησάντων
δὲ πάντων σὺν γέλωτι καὶ βοῇ ὡς εὖ ὑπηγάγετο τὸν παῖδα, ' μελετῶ, εἶπεν, στρατηγεῖν, ὦ ἄνδρες ἐπειδήπερ
Περικλῆς ποιεῖν μέν με ἔφη, στρατηγεῖν δ᾽ οὐκ ἐπίστασθαι. ἆρ᾽ οὖν οὐ κατ᾽ ὀρθόν μοι πέπτωκεν τὸ στρατήγημα;
τοιαῦτα πολλὰ δεξιῶς ἔλεγέν τε καὶ ἔπρησσεν ὅτε πίνοι ἢ πράσσοι. τὰ μέντοι πολιτικὰ οὔτε σοφὸς οὔτε ῥεκτήριος
ἦν, ἀλλ᾽ ὡς ἄν τις εἷς τῶν χρηστῶν Ἀθηναίων.
ὁ δὲ ποιητὴς Ἴων μοθωνικήν φησι τὴν ὁμιλίαν καὶ ὑπότυφον εἶναι τοῦ Περικλέους,    fr. Κ. 68
καὶ ταῖς μεγαλαυχίαις αὐτοῦ πολλὴν ὑπεροψίαν ἀναμεμῖχθαι καὶ περιφρόνησιν τῶν ἄλλων: ἐπαινεῖ
δὲ τὸ Κίμωνος ἐμμελὲς καὶ ὑγρὸν καὶ μεμουσωμένον ἐν ταῖς περιφοραῖς. ἀλλ' Ἴωνα μέν, ὥσπερ
τραγικὴν διδασκαλίαν, ἀξιοῦντα τὴν ἀρετὴν ἔχειν τι πάντως καὶ σατυρικὸν μέρος ἐῶμεν:
συνδειπνῆσαι δὲ τῷ Κίμωνί φησιν ὁ Ἴων παντάπασι μειράκιον ἥκων εἰς Ἀθήνας    fr. Κ. 69
ἐκ Χίου παρὰ Λαομέδοντι· καὶ τῶν σπονδῶν γενομένων παρακληθέντος ᾆσαι, καὶ ἄσαντος οὐκ ἀηδῶς
ἐπαινεῖν τοὺς παρόντας ὡς δεξιώτερον Θεμιστοκλέους· ἐκεῖνον γὰρ ᾄδειν μὲν οὐ φάναι μαθεῖν οὐδὲ
κιθαρίζειν, πόλιν δὲ ποιῆσαι μεγάλην καὶ πλουσίαν ἐπίστασθαι· τοὐντεῦθεν, οἷον εἰκὸς ἐν πότῳ,
τοῦ λόγου ῥυέντος ἐπὶ τὰς πράξεις τοῦ Κίμωνος καὶ μνημονευομένων τῶν μεγίστων, αὐτὸν ἐκεῖνον
ἓν διελθεῖν στρατήγημα τῶν ἰδίων ὡς σοφώτατον.
ἦν δὲ καὶ τὴν ἰδέαν οὐ μεμπτός, ὡς Ἴων ὁ ποιητής φησιν, ἀλλὰ μέγας,    fr. Κ. 70
οὔλῃ καὶ πολλῇ τριχὶ κομῶν τὴν κεφαλήν
ὁ δ᾽ Ἴων ἀπομνημονεύει καὶ τὸν λόγον, ᾧ μάλιστα τοὺς Ἀθηναίους ἐκίνησε,   fr. Κ. 71
παρακαλῶν μήτε τὴν Ἑλλάδα χωλὴν μήτε τὴν πόλιν ἑτερόζυγα περιϊδεῖν γεγενημένην
θαυμαστὸν δέ τι καὶ μέγα φρονῆσαι καταπολεμήσαντα τοὺς Σαμίους    fr. Κ. 72
φησὶν αὐτὸν ὁ Ἴων, ὡς τοῦ μὲν Ἀγαμέμνονος ἔτεσι δέκα βάρβαρον πόλιν,
αὐτοῦ δὲ μησὶν ἐννέα τοὺς πρώτους καὶ δυνατωτάτους Ἰώνων ἑλόντος
Ἴων δὲ ὁ Χῖος καῖ τὸν νέον ὄντα (τὸν Σωκράτη) εἰς Σάμον    fr. Κ. 73
σὺν Ἀρχελάῳ ἀποδημῆσαι, και Πυθῶδε ἐλθεῖν Ἀριστοτέλης φησίν.
ἱστορεῖ δὲ Μνασέας ὅτι Αἰγιεῖς οἱ ἐν Ἀχαίᾳ καταναυμαχήσαντες Αἰτώλους    fr. Κ. 74
καὶ λαβόντες πεντηκόντορον αὐτῶν, δεκατὴν Πυθοῖ ἀνατίθεντες, ἠρώτων´ τίνες εἷεν κρείττους τῶν Ἑλλἠνων.
ἡ δὲ Πυθία ἔχρησεν αὐτοῖς τὰ προκείμενα. καὶ Ἴων δὲ Αἰγιεῦσι δοθῆναι τὸν χρησμὸν ἱστορεῖ´
τινὲς δὲ οἴονται Μεγαρεῦσιν εἰρῆσθαι αὐτὀν
Παραθήκην Ἱππίαν καὶ Ἴωνα τινὰ συγγραφέα φασὶν εἰρηκέναι.    fr. Κ. 75
ἡμεῖς δὲ τοῦτο παρακαταθήκην ἑροῦμεν, ὡς Πλάτων καὶ Θουκυδίδης καὶ Δημοσθένης.
παρὰ δ' Ἴωνι τῷ τραγικῷ ἐν τῷ ἐπιγραφομένῳ συνεκδημητικῷ    fr. Κ. 76 καὶ σπανοπώγων τις ὀνομάζεται. δασυσπώγων δὲ ἐν ταῖς Θεσμοφοριάζουσαις.
Ἀρχὴ ἥδε μοι τοῦ λόγου´ πάντα τρία ἤ πλέον οὐδὲν ἤ ἤλασσον τούτων τριῶν.    fr. Κ. 77
Ἑνὸς ἑκάστου ἀρετή τριάς, σύνεσις καὶ κράτος καὶ τύχη.
Ἴων δὲ ὁ Χῖος ἐν τοῖς τριαγμοῖς καὶ Πυθαγόραν εἰς Ὀρφέα άνενεγκεῖν τινα ἱστορεῖ.    fr. Κ. 78
Ἴων μὲν οὖν ὁ ποιητὴς, ἐν τοῖς δίχα μέτρου καὶ καταλογάδην αὐτῷ .    fr. Κ. 79
γεγραμμένοις φησὶν ´ ἀνομοιότατον πρᾶγμα τῇ σοφίᾳ τὴν τύχην οὖσαν, ὁμοιοτάτων πραγμάτων γίνεσθαι δημιουργόν.
Πῦρ μὲν καὶ γῆν Παρμενίδης ὑπέθετο, ταῦτα δὲ μετἀ τοῦ .    fr. Κ. 80
ἀέρος .Ιων ὁ Χῖος ὁ τραγωδοποιὸς, Ἐμπεδοκλής δὲ τὰ τέσσαρα ὑπέθετο.
Ἐκ τῶν ἀελπτων μᾶλλον ὤρχησεν φρένας. .    fr. Κ. 81
Κότυλον οἴνου πλέων. .    fr. Κ. 82
Ησύχιος : πυκνά. συχνά. συνετά. παλαιά. πυκνά. πτερά .    fr. Κ. 83
τῖ έν Ἀθήναις δικαστήριον, τῆν πνύκα. Ἴων. Ησύχιος: φοινικόλεγνον. Ἴων. τὸν πηνέλοπα τὸ ὄρνεον. .    fr. Κ. 84
τὸ γὰρ τράχηλον ἐπίπαν φοινικοῦν. ἡ δὲ λέγνη παρέλκει. Ησύχιος : νυμφαῖον ὄχθον. Ἴων ὁ πάρος, ὅν ὁ Ἀλφειὸς τὴν    fr. Κ. 85
Ἀρκαδίαν παραμειβόμενος, τὰς λεγομένας γλύφας διέρχεται. βομβύλιος δὲ, τὸ στενὸν ἔκπωμα καὶ βομβοῦν ἐω τῇ πὀσει .    fr. Κ. 86
ὡς Ἀντισθένης ἐν Προτρεπτικῷ ´ τὸ δὲ ποτήριον Ἴων έκάλεσεν. Βραχὺς λίνου κύπασσις ἐς μηρὸν μέσον έσταλμένος .    fr. Κ. 87
κατὰ δὲ τὴν Ἴωνος τοῦ Χίου δόξαν ὀ Ἡρακλῆς τριστοίχους (ὁδόντας εἶχε) .    fr. Κ. 88
Τὸ γνῶθι σ' αὐτὸν τοῦτ' ἔπος μὲν οὐ μέγα. .    fr. Κ. 89
ἔργον δ' ὅσον Ζεὺς μόνος ἐπίσταται θεῶν. Ἐξῆλθον ὑμῶν ἱκέτις ἡβώντων τροφὸς    fr. Κ. 90
παἰδων βόθρους λιποῦσα πενθητηρίους. Οὐ γὰρ λόγοις Λάκαινα πυργοῦται πόλις    fr. Κ. 91
ἀλλ' εὐτ' Ἀρὴς νεοχμὸς ἐμπέσῃ στράτῳ, βουλή μεν ἄρχει, χεῖρ δ' ἐπεξεργάζεται. Φίλων δ' ὅτ' ἐλθὼν λυπρὸς, ὅτ' ἀπιὼν βαρύς.    fr. Κ. 92
Οὐδ΄ ὅγε σῶμα τυπεὶς διφυεῖς τε κόρας ἐπιλάθεταθ ἀλκᾶς,    fr. Κ. 93
ἀλλ' ὀλιγοδρανέων φθογγάζεται τὸν θάνατον. Θάνατον δ' ὅγε δουλοσυνᾶς προβέβουλε. Ὅταν δὲ πόντου πέδιον Αἰγαῖον δράμω.    fr. Κ. 94
Τύπτων τὸν αὐτοῦ κρᾶτα    fr. Κ. 95
Α: Ἐπἰσχες ὀργιζόμενος    fr. Κ. 96
Β:[__________________] ἀλλὰ βούλομαι,
οὐδεὶς γὰρ ὀργῆς χάριν ἀπείληφεν, πάτερ.....
Δίωνα δὲ τὸν Χῖον τὸ τοῦ Διονύσου σπονδεῖον πρῶτον κιθαρίσει Μέναιχμος.    fr. Κ. 97
Κακὴ γὰρ ἡ δελφῖνος ἐν χέρσῳ βία.    fr. Κ. 98
Μέλας γὰρ αὐταὶς οὐ πεπαίνεται βότρυς.    fr. Κ. 99
(σελήνη) σῶμα τῇ μὲν ὑαλοειδὲς, διαυγὲς, τῇ δ' ἀφεγγές    fr. Κ. 100
μάκαιρα´ ἀπὸ μάχης´ ὁ δὲ Ἴων καθ'ὁμοιότητα ἀπὸ τοῦ εἴκειν καὶ    fr. Κ. 101
ὑποχωρεῖν´ δειλὸν γάρ ´ μάκαιρον οὖν ἠ μακαρία. Σειραῖς ἀφύκτοις ὅν διαρθρεῖ δακτύλοις    fr. Κ. 102
Σοφοκλῆς δὲ καὶ Ἴων τὸ ῥᾀδιον ῥᾀ.    fr. Κ. 103
Τιμόθεον τὸν Κόνωνος, ὦ Σόσσιε Σενεκίων, ἐκ τῶν πολυτελῶν    fr. Κ. 104
καὶ στρατηγικών δείπνων ἀναλαβὼν ὁ Πλάτων έδείπνισεν έν Ἀκαδημίᾳ μουσικῶς καὶ ἀφελῶς ταῖς ἀφλεγμάντοις (ὥς φησιν ὁ Ἴων) τρα[΄εζαις, αἷς ὕπνοι τε καθαροί και βραχυόνειροι φαντασίαι τοῦ σώματος εὐδίαν καὶ γαλήνην ἔχοντες ἔπονται.
Ἴστέον ὅτι οὐ συναιρεῖται ἐνταῦθα ἡ εὐθεῖα τῶν δυϊκῶν    fr. Κ. 105
οὐδε γὰρ λἐγομεν τὼ ἡδέε τὼ ἡδῆ. ὥσπερ τὼ Δημοσυένεε τὼ Δημοσθένῆ. δεῖ δὲ ηινώσκειν, ὅτι τὸ τραχὺς μόνον εὑρίσκεται συναιρούμενον κατὰ τὴν εὐθείαν υῶν δυϊκῶν εἰς τὴν ει δίφθογγον παρᾶ Ἴωνι τῷ τραγικῷ, οἷον τὼ τραχέε τὼ τραχεῖ.