Μετάβαση στο περιεχόμενο

Απολογία υπέρ Λυκόφρονος

Από Βικιθήκη
Ἀπολογία ὑπὲρ Λυκόφρονος
Συγγραφέας:
Hyperides. Minor Attic Orators in two volumes, 2, with an English translation by J. O. Burtt, M.A. Cambridge, MA, Harvard University Press; London, William Heinemann Ltd. 1962.

Το κείμενο σώζεται αποσπασματικά.


1.... [καὶ ἰδίᾳ] ἕκαστος καὶ κοι[νῇ], ἔπειτα τῷ νό[μῳ] καὶ τῷ ὅρκῳ, ὃς κε[λεύει] ὑμᾶς ὁμοίως [ἀκούειν] τῶν τε κατη[γόρων καὶ τῶ]ν ἀπο[λογουμένων] καὶ τῇ κατηγορίᾳ χρῆσθαι, οὕτω καὶ ἐμὲ ἐᾶτε ὃν τρόπον προῄρημαι καὶ ὡς ἂν δύνωμαι ἀπολογεῖσθαι. καὶ μηδεὶς ὑμῶν ἀπαντάτω μοι μεταξὺ λέγοντι, "τί τοῦθ᾽ ἡμῖν λέγεις;" μηδὲ προστίθετε τῇ κατηγορίᾳ παρ᾽ ὑμῶν αὐτῶν μηδέν, ἀλλὰ [μᾶ]λλον τῇ ἀπολογίᾳ [οὐδ]ὲ ὁ νόμος συγκα[τηγο]ρεῖν μὲν τῷ βου[λομ]ένῳ κατὰ τῶν [κριν]ομένων ἐξου[σίαν] δίδωσι, συναπολογεῖσθαι δὲ κωλύει. ἵνα δὲ μὴ πρὸ τοῦ πράγματος πο[λλ]ο[ὺς] λόγους ἀναλ[ώσω], ἐπ᾽ αὐτὴν τὴν [ἀπολογ]ίαν πορεύσομαι, τοῖς μὲν θεοῖς εὐξάμενος βοηθῆσαί μοι καὶ σῶσαι ἐκ τοῦ παρόντος ἀγῶνος, ὑμᾶς δέ, ὦ ἄνδρες δικασταί, ἐκεῖνο παραιτησάμενος, πρῶτον ἢ νεωρίων προδοσίαν ἢ ἀρχείων ἐμπυρισμὸν ἢ κατάληψιν ἄκρας ... ὁ Εὔ[φημος] ... [πρ]ῶτον ... [ἐπε]ιδὴ ἐτε[λεύτησεν ἐκ]εῖνος ... ρος ὁ Φλυ[εύς,] ... ἐξ αὐτοῦ ὅτι ἡ γυνὴ ... τον καὶ το ... ατο ἐκεῖνος [κυοῦ]σαν τὴν γυνα[ῖκα ἐξ] αὑτοῦ καταλέ[λοιπε]ν, οὐ παρὰ τοὺς ν[όμο]υς γενόμενον. [εἰ δ᾽ ὥς]περ Ἀρίστων ἐ[ν τῇ ε]ἰσαγγελίᾳ γρά[φει], οὕτως ὑπέλα[βον τ]ὰ περὶ το[ύτων εἶν]αι, οὐκ ἔδει δήπ[ου αὐτ]οὺς κωλύειν [τοὺς ἐγγυ]τάτω γένου[ς ἐξά]γειν τὸν Εὔφημον, ἀλλ᾽ ἐᾶν. νῦν δὲ τοῦτο ποιήσαντες ἔργῳ μεμαρτυρήκασιν αὐτοί, ὡς ψευδής ἐστιν ἡ αἰτία κατ᾽ ἐμοῦ. πρὸς δὲ τούτοις πῶς οὐκ ἄτοπον, εἰ μέν τι ἔπαθεν τὸ παιδίον ἢ γιγνόμενον ἢ καὶ ὕστερον, ταύταις ταῖς διαθήκαις ἰσχυρίζεσθαι ἂν αὐτούς, ἐν αἷς τὸν Εὔφη[μον] ... ἐκώλυε ... [παρέ]χοντα ... [μαρ]τυρίας Pollux ii. οὔτε γὰρ τὴν ἑαυτοῦ χεῖρα δυνατὸν ἀρνήσασθαι. Pollux ix. νωθρεύεσθαι Ἀρίστωνος δὲ ἀνδ[ρά]ποδα εἶχεν ἐν το[ῖς] ἔργοις: καὶ ταῦτα αὐτὸς ὑμῖν ἐμαρτύρησεν ἐπὶ τοῦ δικας[τη]ρίου, ὅτ᾽ ἦν το[ύτ]ῳ ὁ ἀγὼν πρὸς Ἀ[ρχε]στρατίδην.

2 τοιο[ῦτο] γὰρ ἐστι τὸ Ἀρίστ[ωνος] τουτουὶ πρᾶγμα: [οὗ]τος προσκαλεῖται μὲν περιὼν πάντας ἀνθρώπους, τῶν δ᾽ ὅσοι μὲν [ἂν] μὴ διδῶσιν αὐ[τῷ] ἀργύριον, κρίν[ει καὶ] κατηγορεῖ, ὁπ[όσοι] δ᾽ ἂν ἐθέλωσιν [ἀπο]τίνειν, ἀφίησιν, [τὸ] δ᾽ ἀργύριον Θεο[μνή]στῳ δίδωσιν: ἐκ[εῖ]νος δὲ λαμβάνων ἀνδράποδα ἀγοράζει, καὶ παρέχει ὥσπερ τοῖς λῃσταῖς ἐπισιτισμόν, καὶ δίδωσι τούτῳ ὑπὲρ ἑκάστου τοῦ ἀνδραπόδου ὀβολὸν τῆς ἡμέρας, ὅπως ἂν ᾖ ἀθάνατος συκοφάντης.

3 ἄξιον δ᾽ ἐστίν, ὦ ἄνδρες δικασταί, κἀκεῖθεν ἐξετάσαι τὸ πρᾶγμα, ἀφ᾽ ὧν ἐν τῷ δήμῳ τὸ πρῶτον αὐτοὶ εὐθὺς ᾐτιάσαντο. ἐμοὶ γὰρ <οἱ> οἰκεῖοι ἀπέστειλαν γράψαντες τήν τε εἰσαγγελίαν καὶ τὰς αἰτίας ἃς ἐν τῇ ἐκκλησίᾳ ᾐτιάσαντό με, ὅτε τὴν εἰσαγγελί[αν] ἐδίδοσαν, ἐν α[ἷς ἦ]ν γεγραμμένον ὅτι Λυκοῦργος λέγ[ει], φάσκω[ν τ]ῶν [ο]ἰκ[είω]ν ἀκ[ηκ]οέναι, ὡς ἐγὼ παρακολουθῶν, ὅτε Χάριππος ἐγάμει τὴν γυναῖκα, παρεκελευόμην αὐτῇ ὅπως μὴ πλησιάσει Χαρίππῳ ἀλλὰ διαφυλάξει αὑτήν.

4 ἐγὼ δὲ ἃ καὶ πρὸς τοὺς ἐπιτηδείου[ς καὶ] πρὸς τοὺς ο[ἰκείους] τοὺς ἐμαυτ[οῦ εὐθὺς] ἥκων ἔλεγ[ον, κ]αὶ νῦν πρὸς ὑμ[ᾶς λέ]γω, ὅτι, εἰ ἔστιν τ[αῦ]τα ἀληθῆ, ὁμολ[ογ]ῶ καὶ τἆλλα πάν[τα π]εποιηκέναι τὰ [ἐν τῇ] εἰσαγγελίᾳ γε[γραμ]μένα. ὅτι δὲ [ψευδῆ] ἐστιν, ῥᾴδιον [οἶμαι] εἶναι ἅπασι[ν ἰδεῖν]. τίς γὰρ οὕτω[ς ἐστὶ] τῶν ἐν τῇ π[όλει] ἀλόγιστος,

5 ὅς[τις ἂν] πιστεύσαι τού[τοις τοῖς] λόγοις; ἀνάγ[κη γάρ], ὦ ἄνδρες δικ[ασταί,] πρῶτον μὲν ὀρεωκόμον καὶ προηγητὴν ἀκολουθε[ῖν] τῷ ζεύγει, ὃ ἦγεν τὴν γυναῖκα, ἔπειτα δὲ παῖδας τοὺς προπέμποντας αὐτὴν ἀκολουθεῖν καὶ Διώξιππον: καὶ γὰρ οὗτος ἠκολούθει διὰ τὸ χήραν ἐκδίδοσθαι αὐτήν.

6 εἶτ᾽ ἐγὼ εἰς τοῦτο ἀπονοίας ἦλθον, ὥστε ἄλλων τε τοσούτων ἀνθρώπων συνακολουθούντων καὶ Διωξίππου καὶ Εὐφραίου τοῦ προσγυμναστοῦ αὐτοῦ, οἳ τῶν Ἑλλήνων ὁμολογουμένως ἰσχυρότατοί εἰσιν, οὔ[τ]᾽ ᾐσχυνόμην τοιούτους λόγους λέγων περὶ γυναικὸς ἐλευθέρας πάντων ἀκουόντων, [οὔτ᾽] ἐδεδίειν μὴ πα[ραχρ]ῆμα ἀπόλωμαι [πνι]γόμενος; τίς [γὰρ] ἂν ἠνέσχετο [τοι]αῦτα περὶ τῆς αὑτοῦ ἀδελφ[ῆς ἀκού]ων οἷά με ο[ὗτοι αἰτι]ῶνται εἰρηκ[έναι καὶ οὐ]κ ἂν ἀπέ[κτεινε τὸν] λέγοντα;

7 [τὸ δὲ κεφ]άλαιον ἁπ[άντων, ὡς] καὶ μικρῷ [πρότερο]ν εἶπον, εἰς [τοῦτο ἀν]αισθησίας ὁ Χ[άριππ]ος, ὡς ἔοικεν, [ἦλθε]ν, ὥστε πρότ[ερον] μέν, ὥς φασιν, [τῆς γυν]αικὸς προλε[γούσης] ὅτι συνομωμο[κυῖα εἴ]η πρὸς ἐμέ, πά[λιν δ]ὲ ἀκούων ἐμο[ῦ παρα]κελευμένο[υ αὐτῇ] ὅπως ἐμμ[είνειεν] τοῖς ὅρκοις οἷ[ς ὤμο]σεν, ἐλάμβανε [τὴν] γυναῖκα; καὶ ταῦ[τα δο]κεῖ ἂν ὑμῖν ἢ [Ὀρέστης] ἐκεῖνος ὁ μαινόμενος ποιῆσαι ἢ Μαργίτης ὁ πάντ[ων] ἀβελτερώτατος;

8 [ἀλ]λ᾽ οἶμαι, ὦ ἄνδρε[ς δι]κασταί, πολλὰ πλεονεκτοῦσιν ἐν τοῖς ἀγῶσιν οἱ κατήγοροι τῶν φευγόντων: οἱ μὲν γὰρ διὰ τὸ ἀκίνδυνον αὐτοῖς εἶναι τὸν ἀγῶνα ῥᾳδίως ὅ τι ἂν βούλωνται λέγουσι καὶ καταψεύδονται, οἱ δὲ κρινόμενοι διὰ τὸν φόβον πολλὰ καὶ τῶν πεπραγμένων αὐτοῖς εἰπεῖν ἐπιλανθάνονται.

9 ἔπειτα οἱ μὲν ἐπειδὰν πρότερον λόγον λάβωσιν, οὐ μόνον ἃ ἔχουσιν αὐτοὶ δίκαια περὶ τοῦ πράγματος λέγουσιν, ἀλλὰ συσκευάσαντες λοιδορίας ψευδεῖς κατὰ τῶν κρινομένων ἐξιστᾶσιν τῆς ἀπολογίας: ὥστε συμβαίνειν αὐτοῖς δυοῖν τὸ ἕτερον, ἢ περὶ τῶν ἔξωθεν διαβολῶν ἀπο[λογου]μένοις τῆς [περὶ το]ῦ πράγματος [ἀπολογία]ς ἀπολελ[εῖφθαι, ἢ] μὴ μεμνη[μένοις] τῶν προκ[ατηγορηθ]έντων, ο[ἴησι]ν καταλείπ[ειν παρ]ὰ τοῖς δικαστ[αῖς ὅτι] ἀληθῆ ἐστιν [τὰ εἰρ]ημένα.

10 πρὸς δ[ὲ τού]τοις τούς τε μέ[λλοντα]ς βοηθεῖν το[ῖς φεύγ]ουσι προδιαβ[άλλ]ουσι καὶ αὐτοῦ το[ῦ κριν]ομένου τὴν [ἀπολο]γίαν διαστρ[έφουσιν]: οἷον καὶ Ἀ[ρίστων] οὑτοσὶ ἐνεχεί[ρησε ποιῆ]σαι ἐν τῇ κα[τηγορίᾳ, ὃς] οὐδ᾽ ἀπολ[αύειν δίδω]σι τῶν ἀ[ναβαινόν]των ὑπὲ[ρ ἐμοῦ καὶ] συναπολ[ογησομέ]νων. δι[ὰ τί δ᾽ οὗτοι] μὴ ἀπο[λογῶνται;] πότερ᾽ οὐ δ[ίκαιόν ἐ]στι τοῖς κρινομένοις τοὺς οἰκείους καὶ τοὺς φίλους βοηθεῖν; ἢ ἔστιν τι τῶν ἐν τῇ πόλει τούτου δημοτικώτερον, τοῦ τοὺς δυναμένους εἰπεῖν τοῖς ἀδυνάτοις τῶν πολιτῶν κινδυνεύουσι βοηθεῖν;

11 σὺ δὲ οὐ μόνον περὶ τῶν συνηγόρων τοὺς λόγους πεποίησαι, ἀλλὰ καὶ τὴν ἀπολογίαν τὴν ἐμὴν διατάττεις: καὶ παραγγέλλεις τοῖς δικασταῖς περὶ ὧν δεῖ αὐτοὺς ἀκούειν <καὶ> κελεύειν με ἀπολογεῖσθαι, καὶ περὶ ὧν μὴ ἐᾶν λέγειν. καὶ τοῦτο πῶς καλῶς ἔχει, σὲ μὲν ὅπως ἠβούλου τὴν κατηγορίαν ποιήσασθαι, προειδότα δὲ ἃ ἔχω ἐγὼ δίκαια λέγειν πρὸς τὰ παρὰ σοῦ ἐψευσμένα, ὑφαιρεῖσθαί μου τὴν ἀπολογίαν;

12 καὶ ἐμὲ μὲν αἰτιᾷ ἐν τῇ εἰσαγγελίᾳ καταλύειν τὸν δῆμον παραβαίν[ον]τα τοὺς νόμους, αὐ[τὸς] δ᾽ ὑπερπηδής[ας ἅπ]αντας τοὺς ν[όμο]υς εἰσαγγελία[ν δέδ]ωκας ὑπὲρ ὧν [γρα]φαὶ πρὸς τοὺς θες[μοθ]έτας ἐκ τῶν νό[μων] εἰσίν, ἵνα π[ρῶτον μ]ὲν ἀκίνδ[υνος εἰς]ίῃς εἰς τὸ[ν ἀγῶνα,] ἔπε[ιτ]α ἐξ[ῇ σοι τραγ]ῳδίας γρ[άψαι εἰς τὴ]ν εἰσαγγελ[ίαν οἵας]περ νῦν γέγρ[αφας, ὅς μ᾽] αἰτιᾷ ὅτι [πολλὰς μὲν γ]υνα[ῖκας ποιῶ] ἀγάμ[ους ἔνδον κα]ταγηρ[άσκειν, πολλ]ὰς δὲ ς[υνοικεῖν ο]ἷς οὐ προσήκει παρὰ τοὺς νόμους.

13 οὐκοῦν ἄλλην μὲν οὐδεμίαν τῶν ἐν τῇ πόλει γυναῖκα ἔχεις εἰπεῖν, ᾗτινι ἐγὼ τούτων αἴτιός εἰμι, περὶ ἧς δὲ νῦν τὴν κατηγορίαν πεποίησαι, πότερα ᾤου προσήκειν συνοικεῖν ἐκδεδομένην Χαρίππῳ, ἑνὶ τῶν πολιτῶν, ἢ ἀνέκδοτον ἔνδον καταγηράσκειν, ἣ εὐθὺς ἐξεδόθη τάλαντον ἀργυρίου προσθέντος αὐτῇ Εὐφήμου, δηλονότι οὐ διὰ πονηρίαν, ἀλλὰ δι᾽ ἐπιείκειαν;

14 τούτῳ μὲν οὖν ἔξεστιν, <ὦ> ἄνδρες δικασταί, καὶ λέγειν ὅ τι ἂν βούληται καὶ καταψεύδεσθαι, ὑμᾶς δ᾽ οἶμαι δεῖν οὐκ ἐκ τῶν τοῦ κατηγόρου διαβολῶν περὶ ἐμοῦ δικάζειν, ἀλλ᾽ ἐξ ἅπαντος τοῦ βίου ὃν βεβίωκα ἐξετάσαντας. λαθεῖν γὰρ τὸ πλῆθος τὸ ὑμέτερον οὐκ ἔνι οὔτε πονηρὸν ὄντα οὐδένα τῶν ἐν τῇ πόλει οὔτε ἐπιεικῆ, ἀλλ᾽ ὁ παρεληλυθὼς χρόνος μάρτυς ἐστὶν ἑκάστῳ τοῦ τρόπου ἀκριβέστατος, ἄλλως τε δὴ καὶ περὶ τούτων τῶν αἰτιῶν οἵα αὕτη [ἐστ]ίν.

15 ὅσα μὲν γὰρ [τῶ]ν ἀδικημάτων [ἐν ἁ]πάσῃ τῇ ἡλικίᾳ [τῇ] τοῦ ἀνθρώπου [ἐνδέ]χεται ἀδικῆ[σαι, τα]ῦτα μὲν δεῖ [σκοπεῖ]ν ἀπ᾽ αὐτοῦ τοῦ [ἐγκλή]ματος οὗ ἂν [ἔχῃ τις: μο]ιχεύειν [δ᾽ οὐκ ἐνδέ]χεται ἀπὸ [πεντήκο]ντα ἐτῶν [ἄνθρωπον] ἀλλ᾽ ἢ πά[λαι τοιοῦτ]ός ἐστιν, ὃ δειξάτωσαν οὗτοι, ἢ ψευδῆ τὴν αἰτίαν εἰκὸς εἶναι.

16 ἐγὼ τοίνυν, ὦ ἄνδρες δικασταί, μεθ᾽ ὑμῶν διατρίβων ἐν τῇ πόλει τὸν ἅπαντα χρόνον, οὔτε αἰτίαν πονηρὰν οὐδεμίαν πώποτ᾽ ἔλαβον, οὔτ᾽ ἔγκλημά μοι πρὸς οὐδένα τῶν πολιτῶν γέγονεν, οὐδὲ πέφευγα δίκην οὐδεμίαν, οὐδ᾽ ἕτερον δεδίωχα, ἱπποτροφῶν δὲ διατετέλεκα φιλοτίμως τὸν ἅπαντα χρόνον παρὰ δύναμιν καὶ ὑπὲρ τὴν οὐσίαν τὴν ἐμαυτοῦ. ἐστεφάνωμαι δ᾽ ὑπό τε τῶν ἱππέων πάντων ἀνδραγαθίας ἕνεκα, καὶ ὑπὸ τῶν συναρχόντων.

17 ὑμεῖς γάρ με, ὦ ἄνδρες δικασταί, πρῶτον μὲν φύλαρχον ἐχειροτονήσατε, ἔπειτα εἰς Λῆμνον ἵππαρχον: καὶ ἦρξα μὲν αὐτόθι δύ᾽ ἔτη τῶν πώποθ᾽ ἱππαρχηκότων μόνος, προσκατέμεινα δὲ αὐτόθι τὸν τρίτον ἐνιαυτόν, οὐ βουλόμενος πολίτας ἄνδρας ἐπὶ κεφαλὴν εἰσπράττειν τὸν μισθὸν τοῖς ἱππεῦσιν ἀπόρως διακειμένους.

18 καὶ ἐν τούτῳ μοι τῷ χρόνῳ ἔγκλημα μὲν οὐδεὶς τῶν ἐκεῖ ἐνεκάλεσεν οὔτε ἰδίᾳ οὔτε δημοσίᾳ, στεφάνοις δὲ τρισὶν ἐστεφανώθην ὑπὸ τοῦ δ[ήμ]ου τοῦ ἐν Ἡφαις[τί]ᾳ καὶ ἑτέροις ὑ[πὸ] τοῦ ἐν Μυρίνῃ: ἃ [χρ]ὴ τεκμήρια ὑμῖν ε[ἶν]αι εἰς τοῦτον τὸν ἀγῶνα, ὡς ψευδεῖς κατ᾽ ἐμοῦ <αἱ> αἰτίαι εἰσίν. οὐ γὰρ οἷόν τε τὸν Ἀθήνησι πονηρὸν ἐν Λήμνῳ χρηστὸν εἶναι, οὐδ᾽ ὑμεῖς ὡς τοιοῦτον ὄντα με ἀπεστέλλετε ἐκεῖσε, παρακατατιθέμενοι δύο πόλεις τῶν ὑμετέρων αὐτῶν.

19 ὅσα μὲν οὖν ἐγὼ εἶχον, ὦ ἄνδρες δικασταί, ὑπὲρ ἐμαυτοῦ εἰπεῖν, σχεδὸν ἀκηκόατε. ἐπ[ει]δὴ δὲ ὁ κατήγορος οὐκ ἀπείρως ἔχων τοῦ λέγειν, εἰωθὼς δὲ πολλάκις ἀγωνίζεσθαι, ἐκάλει συνηγόρους τοὺς συναπολοῦντάς τινα τῶν πολιτῶν ἀδίκως, δέομαι ὑμῶν καὶ ἐγὼ καὶ ἀντιβολῶ κελεῦσαι κἀμὲ καλέσαι τοὺς συνεροῦντας ἐμοὶ ὑπὲρ τηλικούτου ἀγῶνος, καὶ ἀκοῦσαι εὐνοικῶς, εἴ τίς μοι ἔχει τῶν οἰκείων ἢ τῶν φίλων βοηθῆσαι,

20 πολίτῃ μὲν ὄντι ὑμετέρῳ, ἰδιώτῃ δὲ καὶ οὐκ εἰωθότι λέγειν, ἀγωνιζομένῳ δὲ καὶ κινδυνεύοντι οὐ μόνον περὶ θανάτου, ἐλάχιστον γὰρ τοῦτό ἐστιν τοῖς ὀρθῶς λογιζομένοις, ἀλλ᾽ ὑπὲρ τοῦ ἐξορισθῆναι καὶ ἀποθανόντα μηδὲ ἐν τῇ πατρίδι ταφῆναι. ἐὰν οὖν κελεύητε, ὦ ἄνδρες δικασταί, καλῶ τινα βοηθήσοντα. ἀνάβηθί μοι, Θεόφιλε, καὶ σύνειπε ὅ τι ἔχεις: κελεύουσιν οἱ δικασταί.