Αποκάλυψις Πέτρου

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση


Ἀποκάλυψις Πέτρου
Θρησκευτικό κείμενο



1 . . . . . . | πολλοὶ ἐξ αὐτῶν ἔσονται ψευδοπροφῆται, καὶ ὁδοὺς καὶ δόγματα ποικίλα τῆς ἀπωλείας διδάξουσιν· 2 ἐκεῖνοι δὲ υἱοι τῆς ἀπωλείας γενήσονται. 3 καὶ τότε ἐλεύσεται ὁ θεὸς ἐπι τοὺς πιστούς μου τοὺς πεινῶντας καὶ διψῶν[τας] καὶ θλιβομένους καὶ ἐν τούτῳ τῷ βίῳ τὰς ψυχὰς ἑαυτῶν δοκιμὰζοντας, καὶ κρινεῖ τοὺς υἱοὺς τῆς ἀνομίας. 4 Καὶ προσθεὶς ὁ κύριος ἔφη· ἄγωμεν εἰς τὸ ὄρος, εὐξώμεθ[α]. 5 ἀπερχόμενοι δὲ μετ᾽ αὐτοῦ ἡμεῖς οἱ δώδεκα μ[α]θ[η]ταὶ ἐδεήθημεν, ὅπως δείξῃ ἡμῖν ἕνα τῶν ἀδελφῶν ἡμῶν <τῶν> δικαίων τῶν ἐξελθόντων ἀπὸ τοῦ κόσμου, ἵνα ἴδωμεν ποταποί εἰσι τὴν μορφὴν καὶ θαρσήσαντες παραθαρσύνωμεν καὶ τοὺς ἀκούοντας ἡμων ἀνθρώπους. 6 [κ]αὶ εὐχομένων ἡμῶν ἄ[φνω] φ[αίν]ονται δύο ἄνδρες ἑστῶτες ἔμπροσθε τοῦ κυρίου πρὸς ο[ὓς] οὐκ ἐδυνήθημεν ἀντιβλέψαι· 7 ἐξήρ[χ]ετο γὰρ ἀπὸ τῆς ὄψεως αὐτῶν ἀκτὶν ὡς ἡλίου καὶ φωτεινὸν ἦν αὐτ[ῶν τὸ] ἔνδυμα, ὁποῖον ο[ὐ]δέποτε ὀφθαλμὸς ἀνθρώπ[ου εἶδεν· οὐδὲ γὰ]ρ στόμα δύναται ἐξηγήσασθαι ἢ κ[αρδία ἐπινοῆσα]ι τὴν δόξαν ἣν [ἐ]νεδέδυντο καὶ τὸ κάλ[λος τῆς ὄψ]εως | αὐτῶν. 8 οὓς ἰδόντες ἐθαμβώθημεν· τὰ μὲν γὰρ σώματα αὐτῶν ἦν λευκότερα πάσης χιόνος καὶ ἐρυθρότερα παντὸς ῥόδου. 9 συνεκέκρατο δὲ ἐρυθρὸν αὐτῶν τῷ λευκῷ, καὶ ἁπλῶς οὐ δύναμαι ἐξηγήσασθαι τὸ κάλλος αὐτῶν. 10 ἥ τε γὰρ κόμη αὐτῶν οὔλη ἦν καὶ ἀνθηρὰ καὶ ἐπιπρέπουσα αὐτῶν τῷ τε προσώπῳ καὶ τοῖς ὤμοις ὥσπερ εἷς στέφανος ἐκ νάρδου στὰχυος πεπλεγμένος καὶ ποικίλων ἀνθῶν ἢ ὥσπερ ἶρις ἐν ἀέρι· τοιαύτη ἦν αὐτῶν ἡ εὐπρέπεια. 11 ᾽Ιδόντες οὖν αὐτῶν τὸ κάλλος ἔκθαμβοι γεγόναμεν πρὸς αὐτούς, ἐπειδὴ ἄφνω ἐφάνησαν. 12 καὶ πρoσελθὼν τῷ κυρίῷ εἶπον· τίνες εἰσὶν οὗτοι; 13 λέγει μοι· οὗτοί εἰσιν οἱ ἀδελφοὶ ὑμῶν οἱ δίκαιοι ὧν ἠθελήσατε [τᾳ]ς μορφὰς ἰδεῖν. 14 κἀγὼ ἔφην αὐτῷ· καὶ ποῦ εἰσι πάντες οἱ δίκαιοι ἢ ποῖός ἐστιν ὁ αἰὼν ἐν ᾧ εἰσι ταύτην ἔχοντες τὴν δόξαν; 15 καὶ ὁ κύριος ἔδειξέ μοι μέγιστον χῶρον ἐκτὸς τού[τ]ου τοῦ κόσμου ὑπέρλαμπρον τῷ φωτί, καὶ τὸν ἀέρα τὸν ἐκεῖ ἀκτῖσιν ἡλίου καταλαμπόμενον | καὶ τὴν γῆν αὐτὴν ἀνθοῦσαν ἀμαράντοις ἄνθεσι καὶ ἁμωμάτων πλήρη καὶ φυτῶν εὐανθῶν καὶ ἀφθάρτων καὶ καρπὸν εὐλογημένον φερόντων. 16 τοσοῦτον δὲ ἦν τὸ ἄνθος ὡς καὶ ἐφ᾽ ἡμᾶς ἐκεῖθεν φέρεσθαι. 17 οἱ δὲ οἰκήτορες τοῦ τόπου ἐκείνου ἐνδεδυμένοι ἦσαν ἔνδυμα ἀγγέλων φωτεινόν, καὶ ὅμοιον ἦν τὸ ἔνδυμα αὐτῶν τῇ χώρᾳ αὐτῶν. 18 ἄγγελοι δὲ περιέτρεχον αὐτοὺς ἐκεῖσε. 19 ἴση δὲ ἦν ἡ δόξα τῶν ἐκεῖ οἰκητόρων, καὶ μιᾷ φωνῇ τὸν κύριον θεὸν ἀνευφήμουν εὐφραινόμενοι ἐν ἐκείνῳ τῷ τόπῳ. 20 λέγει ἡμῖν ὁ κύριος· οὗτός ἐστιν ὁ τόπος τῶν ἀδελφῶν ὑμῶν τῶν δικαίων ἀνθρώπων. 21 Εἶδον δὲ καὶ ἕτερον τόπον καταντικρὺς ἐκείνου αὐχμηρότατον. καὶ ἦν τόπος κολ[ά]σεως. καὶ οἱ κολαζόμενοι ἐκεῖ καὶ οἱ κολάζοντες ἄγγελοι σκοτεινὸν εἶχον <τὸ ἔνδυμα> αὐτῶν, ἐνδεδυμένοι κατὰ τὸν ἀέρα τοῦ τόπου. 22 Καί τινες ἦσαν ἐκεῖ ἐκ τῆς γλώσσης κρεμάμενοι· οὗτοι δὲ ἦσαν οἱ βλασφημοῦντες τὴν ὁδὸν τῆς δικαιοσύνης. καὶ ὑπέκειτο αὐτοῖς πῦρ φλεγόμενον καὶ κολάζον αὐτούς. 23 Καὶ λίμνη τις ἦν μεγάλη πεπληρωμένη | βορβόρου φλεγομένου, ἐν ᾧ ἦσαν ἄνθρωποί τινες ἀποστρέφοντες τὴν δικαιοσύνην, καὶ ἐπέκειντο αὐτοῖς ἄγγελοι βασανισταί. 24 Ἦσαν δὲ καὶ ἄλλοι· γυν[αῖ]κες [τ]ῶν πλοκάμων ἐξηρτημέναι ἀνωτέρω τοῦ βορβόρο[υ] ἐκείν[ου] τοῦ ἀναπαφλάζοντος· αὗτ[αι δ]ὲ ἦσαν αἱ πρὸς μοιχείαν κοσμηθεῖσαι· οἱ δὲ συμμιγ[έντ]ες αὐτῶν τῷ μιάσματι τῆς μοιχείας ἐκ τῶν ποδῶν [ἦσαν] κ[ρεμάμενοι κ]αὶ τὰς κεφαλὰς εἶχον ἐν τῷ βορβόρ[ῳ, καὶ] φ[ωνῇ μεγάλῃ] ἔλεγον· οὐκ ἐπιστεύομεν ἐλεύσεσθαι εἰς τοῦτον τὸν τόπον. 25 Καὶ τοὺς φονεῖς ἔβλεπον καὶ τοῦς συνειδότας αὐτοῖς βεβλημένους ἔν τινι τόπῳ τεθλιμμένῳ καὶ πεπληρωμένῳ ἑρπετῶν πονηρῶν καὶ πλησσομένους ὑπὸ τῶν θηρίων ἐκείνων καὶ οὕτω στρεφομένους ἐκεῖ ἐν τῇ κολάσει ἐκείνῃ· ἐπέκειντο δὲ αὐτοῖς σκώληκες ὥσπερ νεφέλαι σκότους. αἱ δὲ ψυχαὶ τῶν πεφονευμένων ἑστῶσαι καὶ ἐφορῶσαι τὴν κόλασιν ἐκείνων τῶν φονέων ἔλεγον· ὁ θεός, δικαία σου ἡ κρισις. 26 Πλησίον δὲ τοῦ τόπου ἐκείνου εἶδον ἕτερον τόπον τεθλιμμ[έν]ον ἐν <ᾧ> ὁ ἰχὼρ καὶ ἡ δυσωδία τῶν κολαζομένων κατέρρεε καὶ ὥσπερ λίμνη ἐγίνετο ἐκεῖ· κἀκεῖ ἐκάθηντο γυναῖκες ἔχουσαι τὸν ἰχῶρα μέχρι τ[ῶ]ν τραχήλ[ων], καὶ ἀντικρὺς αὐτῶν πολλοὶ παῖδες, ο[ἵτινε]ς ἄωροι ἐτ[ί]κτοντο, καθήμενοι ἔκλαιον, καὶ προήρχοντο ἐξ αὐ[τῶν φλόγ]ες πυρὸς καὶ τὰς γυναῖκας ἔπλησσον κατὰ τῶ[ν] ὀφθαλμῶν· αὗται δὲ ἦσαν αἱ ἀ[γάμως τὰ βρέφη τεκο]ῦσαι καὶ ἐκτρώσασαι. 27 Καὶ ἕτεροι [ἄνδρες] καὶ γυναῖκ[ε]ς φλεγόμενοι ἦσαν μέχρι τοῦ ἡμίσους αὐτῶν καὶ βεβλημένοι ἐν τόπῳ σκοτεινῷ καὶ μαστιζόμενοι ὑπὸ πνευμάτων πονηρῶν καὶ ἐσθιόμενοι τὰ σπλάγχνα ὑπὸ σκωλήκων ἀκοιμήτων· οὗτοι δὲ ἦσαν οἱ διώξαντες τοὺς δικαίους καὶ παραδόντες αὐτούς. 28 Καὶ πλησίον ἐκείνων πάλιν γυναῖκες καὶ ἄνδρες μασώμενοι αὐτῶν τὰ χείλη καὶ κολαζόμενοι καὶ πεπυρωμένον σίδηρον κατὰ τῶν ὀφθαλμῶν λαμβάνοντες· οὗτοι δὲ ἦσαν οἱ βλασφημέσαντες καὶ κακῶς εἰπόντες τὴν ὁδὸν τῆς δικαιοσύνης. 29 Καὶ καταντικρὺ τούτων ἄλλοι πάλιν ἄνδρες καὶ γυναῖκες τὰς γλώσσας αὐτῶν μασώμενοι καὶ πῦρ φλεγόμεν[ο]ν ἔχοντες ἐν τῷ στόματι· οὗτοι δὲ ἦσαν οἱ ψευδομάρτυρες. 30 Καὶ ἐν ἑτέρῳ τινὶ τόπῳ χάλικες ἦσαν ὀξύτεροι ξιφῶν καὶ παντὸς ὀβελίσκου, πεπυρωμένοι· καὶ γυναῖκες καὶ ἄνδρες ῥάκη ῥυπαρὰ ἐνδεδυμένοι ἐκυλίοντο ἐπ᾽ αὐτῶν κολαζόμενοι· οὗτοι δὲ ἦσαν οἱ πλουτοῦντες καὶ τῷ πλούτῳ αὐτῶν πεποιθότες καὶ μὴ ἐλεήσαντες ὀρφανοὺς καὶ χήρας, ἀλλ᾽ ἀμελήσαντες τῆς ἐντολῆς τοῦ θεοῦ. 31 ᾽Εν δὲ ἑτέρᾳ λίμνῃ μεγάλῃ πεπληρωμένῃ πύου καὶ αἵματος καὶ βορβόρου ἀναζέοντος ἱστήκεισαν ἄνδρες καὶ γυναῖκες μέχρι γονάτων· οὗτοι δὲ ἦσαν οἱ δανείζοντες καὶ ἁπαιτοῦντες τόκους τόκων. 32 Ἄλλοι ἄνδρες καὶ γυναῖκες ἀπὸ κρημνοῦ μεγάλου καταστρεφόμενοι ἤρχοντο κάτω καὶ πάλιν ἠλαύνοντο ὑπὸ τῶν ἐπικειμένων ἀναβῆναι ἄνω | ἐπὶ τοῦ κρημνοῦ καὶ κατεστρέφοντο ἐκεῖθεν κάτω, καὶ ἡσυχίαν οὐκ εἶχον ἀπὸ ταύτης τῆς κολάσεως· οὗτοι δὲ ἦσαν οἱ μιάναντες τὰ σώματα ἑαυτῶν ὡς γυναῖκες ἀναστρεφόμενοι, αἱ δὲ μετ᾽ αὐτῶν γυναῖκες αὗται ἦσαν αἱ συγκοιμηθεῖσαι ἀλλήλαις ὡς ἂν ἀνὴρ πρὸς γυναῖκα. 33 Καὶ παρὰ τῷ κρημνῷ ἐκείνῳ τόπος ἦν πυρὸς πλείστου γέμων· κἀκεῖ ἱστήκεισαν ἄνδρες οἵτινες ταῖς ἰδίαις χερσὶ ξόανα ἑαυτοῖς ἐποίησαν ἀντὶ θεοῦ. Καὶ παρ᾽ ἐκείνοις ἄνδρες ἕτεροι καὶ γυναῖκες ῥάβδους πυρὸς ἔχοντες καὶ ἀλλήλους τύπτοντες καὶ μηδέποτε παυόμενοι τῆς τοιαύτης κολάσεως <οὗτοι δὲ ἦσαν οἱ . . . >. 34 Καὶ ἕτεροι πάλιν ἐγγὺς ἐκείνων γυναῖκες καὶ ἄνδρες φλεγόμενοι καὶ στρεφόμενοι καὶ τηγανιζόμενοι· οὗτοι δὲ ἦσαν οἱ ἀφέντες τὴν ὁδὸν τοῦ θεοῦ | . . . . . . . .