Αποκάλυψις Μωυσέως

Από Βικιθήκη


Ἀποκάλυψις Μωυσέως ή Ζωή του Αδάμ και της Εύας
Θρησκευτικό κείμενο



Πρόλογος Διήγησις καὶ πολιτεία Ἀδὰμ καὶ Εὔας τῶν πρωτοπλάστων, ἀποκαλυφθεῖσα παρὰ θεοῦ Μωϋσῇ τῷ θεράποντι αὐτοῦ, ὅτε τὰς πλάκας τοῦ νόμου τῆς διαθήκης ἐκ χειρὸς κυρίου ἐδέξατο, διδαχθεὶς ὑπὸ τοῦ ἀρχαγγέλου Μιχαήλ. 1 Αὕτη ἡ διήγησις Ἀδὰμ καὶ Εὔας. Μετὰ τὸ ἐξελθεῖν αὐτοὺς ἐκ τοῦ παραδείσου ἔλαβεν Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ καὶ ἀνῆλθεν εἰς τὴν ἀνατολήν. καὶ ἔμεινεν ἐκεῖ ἔτη δέκα ὀκτὼ καὶ μῆνας δύο, καὶ ἐν γαστρὶ εἴληφεν ἡ Εὔα καὶ ἐγέννησεν δύο υἱούς, τὸν Διάφωτον τὸν καλούμενον Κάϊν καὶ τὸν Ἀμιλαβὲς τὸν καλούμενον Ἄβελ. 2 Καὶ μετὰ ταῦτα ἐγένοντο μετὰ ἀλλήλων Ἀδὰμ καὶ Εὔα· κοιμωμένων δὲ αὐτῶν εἶπεν Εὔα τῷ κυρίῳ αὐτῆς Ἀδάμ· κύριέ μου, ἴδον ἐγὼ κατ᾽ ὄναρ τῇ νυκτὶ ταύτῃ τὸ αἷμα τοῦ υἱοῦ μου Ἀμιλαβὲς τοῦ ἐπιλεγομένου Ἄβελ βαλλόμενον εἰς τὸ στόμα Κάϊν τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἔπιεν αὐτὸ ἀνελεημόνως. παρεκάλει δὲ αὐτὸν συγχωρῆσαι αὐτῷ ὀλίγον ἐξ αὐτοῦ, αὐτὸς δὲ οὐκ ἤκουσεν αὐτοῦ, ἀλλὰ ὅλον κατέπιεν αὐτό· καὶ οὐκ ἔμεινεν ἐπὶ τὴν κοιλίαν αὐτοῦ, ἀλλ᾽ ἐξῆλθεν ἐκ τοῦ στόματος αὐτοῦ. εἶπεν δὲ Ἀδὰμ τῇ Εὔᾳ· ἀναστάντες πορευθῶμεν καὶ ἴδωμεν τί ἐστιν τὸ γεγονὸς αὐτοῖς, μή ποτε πολεμεῖ ὁ ἐχθρός τι πρὸς αὐτούς. 3 Πορευθέντες δὲ ἀμφότεροι εὗρον πεφονευμένον τὸν Ἄβελ ἀπὸ χειρὸς Κάϊν τοῦ ἀδελφοῦ αὐτοῦ. καὶ λέγει ὁ θεὸς Μιχαὴλ τῷ ἀρχαγγέλῳ· εἰπὲ τῷ Ἀδὰμ ὅτι τὸ μυστήριον ὃ οἶδας μὴ ἀναγγείλῃς Κάϊν τῷ υἱῷ σου, ὅτι ὀργῆς υἱός ἐστιν. ἀλλὰ μὴ λυποῦ· δώσω σοι γὰρ ἀντ᾽ αὐτοῦ ἕτερον υἱόν, οὗτος δηλώσει σοι πάντα ὅσα ποιήσῃς αὐτῷ· σὺ δὲ μὴ εἴπῃς αὐτῷ μηδέν. ταῦτα ὁ θεὸς εἶπεν τῷ ἀγγέλῳ αὐτοῦ, Ἀδὰμ δὲ ἐφύλαξεν τὸ ῥῆμα ἐν τῇ καρδίᾳ αὐτοῦ, μετ᾽ αὐτοῦ δὲ καὶ ἡ Εὔα, ἔχοντες τὴν λύπην περὶ Ἄβελ τοῦ υἱοῦ αὐτῶν. 4 Μετὰ δὲ ταῦτα ἔγνω Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ, καὶ ἐν γαστρὶ ἔσχεν καὶ ἐγέννησεν τὸν Σήθ. καὶ λέγει ὁ Ἀδὰμ τῇ Εὔᾳ· ἰδοὺ ἐγεννήσαμεν υἱὸν ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινεν Κάϊν· δώσωμεν δόξαν καὶ θυσίαν τῷ θεῷ. 5 Ἐποίησεν δὲ Ἀδὰμ υἱοὺς τριάκοντα καὶ θυγατέρας τριάκοντα. καὶ περιπεσὼν εἰς νόσον, καὶ βοήσας φωνῇ μεγάλῃ εἶπεν· ἐλθέτωσαν πρός με οἱ υἱοί μου πάντες, ὅπως ὄψομαι αὐτοὺς πρὶν ἢ ἀποθανεῖν με. καὶ συνήχθησαν πάντες· ἦν γὰρ οἰκισθεῖσα ἡ γῆ εἰς τρία μέρη· καὶ ἦλθον πάντες ἐπὶ τὴν θύραν τοῦ οἴκου ἐν ὧͺ εἰσήρχετο εὔξασθαι τῷ θεῷ. εἶπεν δὲ Σὴθ ὁ υἱὸς αὐτοῦ· πάτερ Ἀδάμ, τί σοί ἐστιν ἡ νόσος; καὶ λέγει· τεκνία μου, πόνος πολὺς συνέχει με. καὶ λέγουσιν· τί ἐστιν πόνος καὶ νόσος; 6 Καὶ ἀποκριθεὶς Σὴθ λέγει αὐτῷ· μὴ ἐμνήσθης, πάτερ, τοῦ παραδείσου ἐξ ὧν ἤσθιες, καὶ ἐλυπήθης ἐπιθυμῆσαι αὐτῶν; ἐὰν οὕτως ἐστίν, ἀνάγγειλόν μοι, καὶ ἐγὼ πορεύσομαι καὶ ἐνέγκω σοι καρπὸν ἀπὸ τοῦ παραδείσου. ἐπιθήσω γὰρ κόπρον ἐπὶ τὴν κεφαλήν μου καὶ κλαύσομαι καὶ προσεύξομαι, καὶ εἰσακούσεταί μου κύριος καὶ ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ, καὶ ἐνέγκω σοι ἵνα ἀποπαύσῃ ὁ πόνος ἀπὸ σοῦ. λέγει αὐτῷ ὁ Ἀδάμ· οὐχί, υἱέ μου Σήθ, ἀλλὰ νόσον καὶ πόνον ἔχω. λέγει αὐτῷ Σήθ· καὶ πῶς σοι ἐγένοντο; 7 Εἶπεν δὲ αὐτῷ ὁ Ἀδάμ· ὅτε ἐποίησεν ἡμᾶς ὁ θεός, ἐμὲ καὶ τὴν μητέρα ὑμῶν, δι᾽ ἧς καὶ ἀποθνήσκω, ἔδωκεν ἡμῖν πᾶν φυτὸν ἐν τῷ παραδείσῳ, περὶ δὲ ἑνὸς ἐνετείλατο ἡμῖν μὴ ἐσθίειν ἐξ αὐτοῦ, δι᾽ οὗ καὶ ἀποθνήσκωμεν. ἤγγισεν δὲ ἡ ὥρα τῶν ἀγγέλων τῶν φυλασσόντων τὴν μητέρα ὑμῶν τοῦ ἀναβῆναι καὶ προσκυνῆσαι τὸν κύριον· ἔδωκεν δὲ αὐτῇ ὁ ἐχθρὸς καὶ ἔφαγεν ἀπὸ τοῦ ξύλου, ἐγνωκὼς ὅτι οὐκ ἤμην ἐγγὺς αὐτῆς οὔτε οἱ ἅγιοι ἄγγελοι· ἔπειτα ἔδωκεν κἀμοὶ φαγεῖν. 8 Ὅτε δὲ ἐφάγομεν ἀμφότεροι, ὀργίσθη ἡμῖν ὁ θεός. καὶ ἐλθὼν ἐν τῷ παραδείσῳ ὁ δεσπότης ἔθηκεν τὸν θρόνον αὐτοῦ καὶ ἐκάλεσεν φωνῇ φοβερᾷ λέγων· Ἀδάμ, ποῦ εἶ; καὶ ἵνα τί κρύβεσαι ἀπὸ τοῦ προσώπου μου; μὴ δυνήσεται οἰκία τῷ οἰκοδομήσαντι αὐτὴν κρυβῆναι; καὶ λέγει· ἐπειδὴ ἐγκατέλιπες τὴν διαθήκην μου, ὑπήνεγκα τῷ σώματί σου ἑβδομήκοντα πληγάς. πρώτης πόνος πληγῆς ὁ βιασμὸς τῶν ὀφθαλμῶν· δευτέρας πληγῆς τῆς ἀκοῆς ὁ πόνος· καὶ οὕτως καθεξῆς πᾶσαι αἱ πληγαὶ παρακολουθήσουσίν σοι. 9 Ταῦτα δὲ λέγων ὁ Ἀδὰμ τοῖς υἱοῖς αὐτοῦ ἀνεστέναξεν μεγάλως, καὶ εἶπεν· τί ποιήσω; ἐν μεγάλῃ λύπῃ εἰμί. ἔκλαυσεν δὲ καὶ ἡ Εὔα λέγουσα· κύριέ μου Ἀδάμ, ἀνάστα, δός μοι τὸ ἥμισυ τῆς νόσου σου, καὶ ὑπενέγκω αὐτήν, ὅτι δι᾽ ἐμὲ τοῦτό σοι γέγονεν, δι᾽ ἐμὲ ἐν καμάτοις τυγχάνεις καὶ πόνοις. εἶπεν δὲ Ἀδὰμ τῇ Εὔᾳ· ἀνάστα καὶ πορεύου μετὰ τοῦ υἱοῦ ἡμῶν Σὴθ πλησίον τοῦ παραδείσου, καὶ ἐπίθετε γῆν ἐπὶ τὰς κεφαλὰς ὑμῶν καὶ κλαύσατε, δεόμενοι τοῦ θεοῦ ὅπως σπλαγχνισθῇ ἐπ᾽ ἐμέ, καὶ ἀποστείλῃ τὸν ἄγγελον αὐτοῦ εἰς τὸν παράδεισον καὶ δώσῃ μοι ἐκ τοῦ δένδρου ἐν ὧͺ ῥέει τὸ ἔλαιον ἐξ αὐτοῦ, καὶ ἐνέγκῃς μοι, καὶ ἀλείψομαι καὶ ἀναπαύσομαι, καὶ δηλώσω σοι τὸν τρόπον ἐν ὧͺ ἠπατήθημεν τὸ πρότερον. 10 Ἐπορεύθη δὲ Σὴθ καὶ ἡ Εὔα εἰς τὰ μέρη τοῦ παραδείσου. καὶ πορευομένων αὐτῶν ἴδεν Εὔα τὸν υἱὸν αὐτῆς καὶ θηρίον πολεμοῦντα αὐτόν. ἔκλαυσεν δὲ Εὔα λέγουσα· οἴμοι οἴμοι, ὅτι ἐὰν ἔλθω εἰς τὴν ἡμέραν τῆς ἀναστάσεως, πάντες οἱ ἁμαρτήσαντες καταράσονταί με, λέγοντες ὅτι οὐκ ἐφύλαξεν ἡ Εὔα τὴν ἐντολὴν τοῦ θεοῦ. ἐβόησεν δὲ ἡ Εὔα πρὸς τὸ θηρίον λέγουσα· ὦ σὺ θηρίον πονηρόν, οὐ φοβήσει τὴν εἰκόνα τοῦ θεοῦ πολεμῆσαι; πῶς ἠνοίγη τὸ στόμα σου; πῶς ἐνίσχυσαν οἱ ὀδόντες σου; πῶς οὐκ ἐμνήσθης τῆς ὑποταγῆς σου, ὅτι πρότερον ὑπετάγης τῇ εἰκόνι τοῦ θεοῦ; 11 Τότε τὸ θηρίον ἐβόησε λέγον· ὦ Εὔα, οὐ πρὸς ἡμᾶς ἡ πλεονεξία σου οὔτε ὁ κλαυθμός σου, ἀλλὰ πρὸς σέ, ἐπειδὴ ἡ ἀρχὴ τῶν θηρίων ἐκ σοῦ ἐγένετο. πῶς ἠνοίγη τὸ στόμα σου φαγεῖν ἀπὸ τοῦ ξύλου περὶ οὗ ἐνετείλατό σοι ὁ θεὸς μὴ φαγεῖν ἐξ αὐτοῦ; διὰ τοῦτο καὶ ἡμῖν ἡ φύσις μετηλλάγη. νῦν οὖν οὐ δυνήσει ὑπενεγκεῖν, ἐὰν ἀπάρξομαι ἐλέγχειν σε. 12 Λέγει δὲ ὁ Σὴθ πρὸς τὸ θηρίον· κλεῖσαί σου τὸ στόμα καὶ σίγα, καὶ ἀπόστηθι ἀπὸ τῆς εἰκόνος τοῦ θεοῦ ἕως ἡμέρας τῆς κρίσεως. τότε λέγει τὸ θηρίον τῷ Σήθ· ἰδοὺ ἀφίσταμαι, Σήθ, ἀπὸ τῆς εἰκόνος τοῦ θεοῦ. τότε ἔφυγεν τὸ θηρίον καὶ ἀφῆκεν αὐτὸν πεπληγμένον, καὶ ἐπορεύθη εἰς τὴν σκηνὴν αὐτοῦ. 13 Ἐπορεύθη δὲ Σὴθ μετὰ τῆς μητρὸς αὐτοῦ Εὔας πλησίον τοῦ παραδείσου· καὶ ἔκλαυσαν ἐκεῖ, δεόμενοι τοῦ θεοῦ ὅπως ἀποστείλῃ τὸν ἄγγελον αὐτοῦ καὶ δώσει αὐτοῖς τὸ ἔλαιον τοῦ ἐλέου. καὶ ἀπέστειλεν ὁ θεὸς πρὸς αὐτοὺς Μιχαὴλ τὸν ἀρχάγγελον, καὶ εἶπεν αὐτοῖς τοὺς λόγους τούτους· Σήθ, ἄνθρωπε τοῦ θεοῦ, μὴ κάμῃς εὐχόμενος ἐπὶ τῇ ἱκεσίᾳ ταύτῃ περὶ τοῦ ξύλου ἐν ὧͺ ῥέει τὸ ἔλαιον, ἀλεῖψαι τὸν πατέρα σου Ἀδάμ· οὐ γὰρ γενήσεταί σοι νῦν, ἀλλ᾽ ἐπ᾽ ἐσχάτων τῶν καιρῶν. τότε ἀναστήσεται πᾶσα σὰρξ ἀπὸ Ἀδὰμ ἕως τῆς ἡμέρας ἐκείνης τῆς μεγάλης, ὅσοι ἔσονται λαὸς ἅγιος· τότε αὐτοῖς δοθήσεται πᾶσα εὐφροσύνη τοῦ παραδείσου, καὶ ἔσται ὁ θεὸς ἐν μέσῳ αὐτῶν· καὶ οὐκ ἔσονται ἔτι ἐξαμαρτάνοντες ἐνώπιον αὐτοῦ, ὅτι ἀρθήσεται ἀπ᾽ αὐτῶν ἡ καρδία ἡ πονηρά, καὶ δοθήσεται αὐτοῖς καρδία συνετιζομένη τὸ ἀγαθὸν καὶ λατρεύειν θεῷ μόνῳ. σὺ πάλιν πορεύου πρὸς τὸν πατέρα σου, ἐπειδὴ ἐπληρώθη τὸ μέτρον τῆς ζωῆς αὐτοῦ, ἴσον τριῶν ἡμερῶν, ἐξερχομένης δὲ τῆς ψυχῆς αὐτοῦ μέλλεις θεάσασθαι τὴν ἄνοδον αὐτῆς φοβεράν. 14 Εἰπὼν δὲ ταῦτα ὁ ἄγγελος ἀπῆλθεν ἀπ᾽ αὐτῶν. ἦλθεν Σὴθ καὶ ἡ Εὔα εἰς τὴν σκηνὴν ὅπου ἔκειτο ὁ Ἀδάμ. λέγει δὲ ὁ Ἀδὰμ τῇ Εὔᾳ· τί κατηργάσω ἐν ἡμῖν καὶ ἐπήνεγκας ἐφ᾽ ἡμᾶς ὀργὴν μεγάλην, ἥτις ἐστὶν θάνατος κατακυριεύων παντὸς τοῦ γένους ἡμῶν; καὶ λέγει πρὸς αὐτήν· κάλεσον πάντα τὰ τέκνα ἡμῶν καὶ τὰ τέκνα τῶν τέκνων ἡμῶν, καὶ ἀνάγγειλον αὐτοῖς τὸν τρόπον τῆς παραβάσεως ἡμῶν. 15 Τότε λέγει ἡ Εὔα πρὸς αὐτούς· ἀκούσατε, πάντα τὰ τέκνα μου καὶ τὰ τέκνα τῶν τέκνων μου, κἀγὼ ἀναγγελῶ ὑμῖν πῶς ἠπάτησεν ἡμᾶς ὁ ἐχθρὸς ἡμῶν. ἐγένετο ἐν τῷ φυλάσσειν ἡμᾶς τὸν παράδεισον ἐφυλάττομεν ἕκαστος τὸ λαχὸν αὐτοῦ μέρος ἀπὸ τοῦ θεοῦ· ἐγὼ δὲ ἐφύλαττον ἐν τῷ κληρῷ μου νότον καὶ δύσιν. ἐπορεύθη δὲ ὁ διάβολος εἰς τὸν κλῆρον τοῦ Ἀδάμ, ὅπου ἦσαν τὰ ἀρσενικὰ θηρία· ἐπειδὴ τὰ θηρία ἐμέρισεν ὁ θεὸς ἡμῖν, καὶ τὰ μὲν ἀρσενικὰ πάντα δέδωκεν τῷ πατρὶ ὑμῶν, καὶ τὰ θηλικὰ πάντα ἔδωκεν ἐμοί, καὶ ἕκαστος ἡμῶν τὸ ἑαυτοῦ ἐτήρει. 16 Καὶ ἐλάλησεν τῷ ὄφει ὁ διάβολος λέγων· ἀνάστα ἐλθὲ πρός με καὶ εἴπω σοι ῥῆμα ἐν ὧͺ ὀφεληθῇς. τότε ἦλθεν πρὸς αὐτὸν ὁ ὄφις, καὶ λέγει αὐτῷ ὁ διάβολος· ἀκούω ὅτι φρονιμώτερος εἶ ὑπὲρ πάντων τῶν θηρίων, ἐγὼ δὲ ἦλθον κατανοῆσαί σε· εὗρον δὲ σὲ μείζονα πάντων τῶν θηρίων, καὶ ὁμιλοῦσί σοι· ὅμως προσκυνεῖς τὸν ἐλαχιστότερον. διὰ τί ἐσθίεις ἐκ τῶν ζιζανίων τοῦ Ἀδὰμ καὶ τῆς γυναικὸς αὐτοῦ, καὶ οὐχὶ ἐκ τοῦ καρποῦ τοῦ παραδείσου; ἀνάστα καὶ δεῦρο καὶ ποιήσωμεν αὐτὸν ἐκβληθῆναι διὰ τῆς γυναικὸς αὐτοῦ ἐκ τοῦ παραδείσου, ὡς καὶ ἡμεῖς ἐξεβλήθημεν δι᾽ αὐτοῦ. λέγει αὐτῷ ὁ ὄφις· φοβοῦμαι μήποτε ὀργισθῇ μοι κύριος. λέγει αὐτῷ ὁ διάβολος· μὴ φοβοῦ· μόνον γενοῦ μοι σκεῦος, κἀγὼ λαλήσω διὰ στόματός σου ῥῆμα ἐν ὧͺ δυνήσῃ ἐξαπατῆσαι αὐτόν. 17 Καὶ ἐκρεμάσθη εὐθὺς διὰ τῶν τειχέων τοῦ παραδείσου περὶ ὥραν ὅταν ἀνῆλθον οἱ ἄγγελοι τοῦ θεοῦ τοῦ προσκυνῆσαι. τότε ὁ σατανᾶς ἐγένετο ἐν εἴδει ἀγγέλου καὶ ὕμνει τὸν θεὸν καθάπερ οἱ ἄγγελοι· καὶ παρακύψασα ἐκ τοῦ τείχους ἴδον αὐτὸν ὅμοιον ἀγγέλου. καὶ λέγει μοι· σὺ εἶ ἡ Εὔα; καὶ εἶπον αὐτῷ· ἐγώ εἰμι. καὶ λέγει μοι· τί ποιεῖς ἐν τῷ παραδείσῳ; καὶ εἶπον αὐτῷ· ὁ θεὸς ἔθετο ἡμᾶς ὥστε φυλάσσειν καὶ ἐσθίειν ἐξ αὐτοῦ. ἀπεκρίθη μοι ὁ διάβολος διὰ στόματος τοῦ ὄφεως· καλῶς ποιεῖτε, ἀλλ᾽ οὐκ ἐσθίετε ἀπὸ παντὸς φυτοῦ. κἀγὼ λέγω αὐτῷ· ναί, ἀπὸ παντὸς φυτοῦ ἐσθίομεν παρὲξ ἑνὸς μόνου, ὅ ἐστιν ἐν μέσῳ τοῦ παραδείσου, περὶ οὗ ἐνετείλατο ὁ θεὸς ἡμῖν τοῦ μὴ ἐσθίειν ἐξ αὐτοῦ, ἐπεὶ θανάτῳ ἀποθανεῖσθε. 18 Τότε λέγει μοι ὁ ὄφις· ζῇ ὁ θεὸς ὅτι λυποῦμαι περὶ ὑμῶν, ὅτι ὡς κτήνη ἐστέ. οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν αὐτό, ἀλλὰ ἀνάστα δεῦρο, ἐπάκουσόν μου καὶ φάγε, καὶ νόησον τὴν τιμὴν τοῦ ξύλου. ἐγὼ δὲ εἶπον αὐτῷ· φοβοῦμαι μήποτε ὀργισθῇ μοι ὁ θεός, καθὼς εἶπεν ἡμῖν. καὶ λέγει μοι· μὴ φοβοῦ· ἅμα γὰρ φάγῃς, ἀνοιχθήσονταί σου οἱ ὀφθαλμοί, καὶ ἔσεσθε ὡς θεοὶ ἐν τῷ γινώσκειν τί ἀγαθὸν καὶ τί πονηρόν. τοῦτο δὲ γινώσκων ὁ θεός, ὅτι ἔσεσθε ὅμοιοι αὐτοῦ, ἐφθόνησεν ὑμῖν καὶ εἶπεν· οὐ φάγεσθε ἐξ αὐτοῦ. σὺ δὲ πρόσεχε τῷ φυτῷ, καὶ ὄψει δόξαν μεγάλην περὶ αὐτοῦ. ἐγὼ δὲ προσέσχον τῷ φυτῷ, καὶ ἴδον δόξαν μεγάλην περὶ αὐτοῦ. εἶπον δὲ αὐτῷ ὅτι ὁραῖόν ἐστιν τοῖς ὀφθαλμοῖς κατανοῆσαι, καὶ ἐφοβήθην λαβεῖν ἀπὸ τοῦ καρποῦ. καὶ λέγει μοι· δεῦρο δώσω σοι, ἀκολούθει μοι. 19 Ἤνοιξα δὲ αὐτῷ, καὶ εἰσῆλθεν ἔσω εἰς τὸν παράδεισον, καὶ διώδευσεν ἔμπροσθέν μου. καὶ περιπατήσας ὀλίγον ἐστράφη καὶ λέγει μοι· μεταμεληθεὶς οὐ δώσω σοι φαγεῖν. ταῦτα δὲ εἶπεν θέλων εἰς τέλος δελεάσαι καὶ ἀπολέσαι με. καὶ λέγει μοι· ὄμοσόν μοι ὅτι δίδεις καὶ τῷ ἀνδρί σου. ἐγὼ δὲ εἶπον αὐτῷ ὅτι οὐ γινώσκω ποίῳ ὅρκῳ ὀμόσω σοι, πλὴν ὃ οἶδα λέγω σοι· μὰ τὸν θρόνον τοῦ δεσπότου καὶ τὰ χερουβὶμ καὶ τὸ ξύλον τῆς ζωῆς, ὅτι δώσω καὶ τῷ ἀνδρί μου φαγεῖν. ὅτε δὲ ἔλαβεν ἀπ᾽ ἐμοῦ τὸν ὅρκον, τότε ἦλθεν καὶ ἐπέβη ἐπ᾽ αὐτόν· ἔθετο δὲ ἐπὶ τὸν καρπόν, ὃν ἔδωκέν μοι φαγεῖν, τὸν ἰὸν τῆς κακίας αὐτοῦ, τοῦτ᾽ ἔστιν τῆς ἐπιθυμίας αὐτοῦ· ἐπιθυμία γάρ ἐστιν κεφαλὴ πάσης ἁμαρτίας. καὶ ἔκλινα τὸν κλάδον ἐπὶ τὴν γῆν καὶ ἔλαβον ἀπὸ τοῦ καρποῦ καὶ ἔφαγον. 20 Καὶ ἐν αὐτῇ τῇ ὥρᾳ ἠνεῴχθησαν οἱ ὀφθαλμοί μου, καὶ ἔγνων ὅτι γυμνὴ ἤμην τῆς δικαιοσύνης, ἧς ἤμην ἐνδεδυμένη. καὶ ἔκλαυσα λέγουσα· τί τοῦτο ἐποίησάς μοι, ὅτι ἀπηλλοτριώθην ἐκ τῆς δόξης μου, ἧς ἤμην ἐνδεδυμένη; ἔκλαιον δὲ καὶ περὶ τοῦ ὅρκου. ἐκεῖνος δὲ κατῆλθεν ἐκ τοῦ φυτοῦ καὶ ἄφαντος ἐγένετο. ἐγὼ δὲ ἐζήτουν ἐν τῷ μέρει μου φύλλα ὅπως καλύψω τὴν αἰσχύνην μου, καὶ οὐχ εὗρον ἀπὸ τῶν φυτῶν τοῦ παραδείσου, ἐπειδή, ἅμα ἔφαγον, πάντων τῶν φυτῶν τοῦ ἐμοῦ μέρους κατέρρεον τὰ φύλλα παρὲξ τοῦ σύκου μόνου. λαβοῦσα δὲ φύλλα ἐξ αὐτοῦ ἐποίησα ἐμαυτῇ περιζώματα, καὶ ἐστὶν παρ᾽ αὐτῶν τῶν φυτῶν ἐξ ὧν ἔφαγον. 21 Καὶ ἐβόησα φωνῇ μεγάλῃ λέγουσα· Ἀδὰμ Ἀδάμ, ποῦ εἶ; ἀνάστα ἐλθὲ πρός με, καὶ δείξω σοι μέγα μυστήριον. ὅτε δὲ ἦλθεν ὁ πατὴρ ὑμῶν, εἶπον αὐτῷ λόγους παρανομίας, οἵτινες κατήγαγον ἡμᾶς ἀπὸ μεγάλης δόξης. ἅμα γὰρ ἦλθεν, ἤνοιξα τὸ στόμα μου καὶ ὁ διάβολος ἐλάλει, καὶ ἠρξάμην νουθετεῖν αὐτὸν λέγουσα· δεῦρο, κύριέ μου Ἀδάμ, ἐπάκουσόν μου καὶ φάγε ἀπὸ τοῦ καρποῦ τοῦ δένδρου, οὗ εἶπεν ἡμῖν ὁ θεὸς τοῦ μὴ φαγεῖν ἀπ᾽ αὐτοῦ, καὶ ἔσῃ ὡς θεός. καὶ ἀποκριθεὶς ὁ πατὴρ ὑμῶν εἶπεν· φοβοῦμαι μήποτε ὀργισθῇ μοι ὁ θεός. ἐγὼ δὲ εἶπον αὐτῷ· μὴ φοβοῦ· ἅμα γὰρ φάγῃς, ἔσῃ γινώσκων καλὸν καὶ πονηρόν. καὶ τότε ταχέως πείσασα αὐτόν, ἔφαγεν, καὶ ἠνεῴχθησαν αὐτοῦ οἱ ὀφθαλμοί, καὶ ἔγνω καὶ αὐτὸς τὴν γύμνωσιν αὐτοῦ. καὶ λέγει μοι· ὦ γύναι πονηρά, τί κατηργάσω ἐν ἡμῖν; ἀπηλλοτρίωσάς με ἐκ τῆς δόξης τοῦ θεοῦ. 22 Καὶ αὐτῇ τῇ ὥρᾳ ἠκούσαμεν τοῦ ἀρχαγγέλου Μιχαὴλ σαλπίζοντος ἐν τῇ σάλπιγγι αὐτοῦ, καλῶν τοὺς ἀγγέλους λέγων· τάδε λέγει κύριος· ἔλθατε μετ᾽ ἐμοῦ εἰς τὸν παράδεισον καὶ ἀκούσατε τοῦ ῥήματος ἐν ὧͺ κρίνω τὸν Ἀδάμ. καὶ ὡς ἠκούσαμεν τοῦ ἀρχαγγέλου σαλπίζοντος, εἴπαμεν· ἰδοὺ ὁ θεὸς εἰς τὸν παράδεισον ἔρχεται κρῖναι ἡμᾶς. ἐφοβήθημεν δὲ καὶ ἐκρύβημεν. καὶ ἀνῆλθεν ὁ θεὸς εἰς τὸν παράδεισον ἐπιβεβηκὼς ἐπὶ ἅρματος Χερουβίμ, καὶ οἱ ἄγγελοι ὑμνοῦντες αὐτόν. ἐν ὧͺ εἰσῆλθεν ὁ θεὸς εἰς τὸν παράδεισον, ἐξήνθησαν τὰ φυτὰ τά τε τοῦ κλήρου τοῦ Ἀδὰμ καὶ τοῦ κλήρου τοῦ ἐμοῦ πάντα καὶ ἐστηρίζοντο, καὶ ὁ θρόνος τοῦ θεοῦ ὅπου ἦν τὸ ξύλον τῆς ζωῆς εὐτρεπίζετο. 23 Καὶ ἐκάλεσεν ὁ θεὸς τὸν Ἀδὰμ λέγων· Ἀδάμ, ποῦ ἐκρύβης, νομίζων ὅτι οὐχ εὑρίσκω σε; μὴ κρυβήσεται οἶκος τῷ οἰκοδομήσαντι αὐτόν; τότε ἀποκριθεὶς ὁ πατὴρ ὑμῶν εἶπεν· οὐχί, κύριε, κρυβόμεθα ὡς νομίζοντες ὅτι οὐχ εὑρισκόμεθα παρὰ σοῦ, ἀλλὰ φοβοῦμαι, ὅτι γυμνός εἰμι, καὶ αἰδέσθην τὸ κράτος σου, δέσποτα. λέγει αὐτῷ ὁ θεός· τίς σοι ὑπέδειξεν ὅτι γυμνὸς εἶ, εἰ μὴ ὅτι ἐγκατέλειπας τὴν ἐντολήν μου ἣν παρέδωκά σοι τοῦ φυλάξαι αὐτήν; τότε Ἀδὰμ ἐμνήσθη τοῦ λόγου ὃν ἐλάλησα αὐτῷ, ὅτε ἤθελον ἀπατῆσαι αὐτόν, ὅτι ἀκίνδυνόν σε ποιήσω παρὰ τοῦ θεοῦ· στραφεὶς δὲ πρός με εἶπέν μοι· τί τοῦτο ἐποίησας; ἐμνήσθην δὲ κἀγὼ τοῦ ῥήματος τοῦ ὄφεως, καὶ εἶπον ὅτι ὁ ὄφις ἠπάτησέν με. 24 Λέγει ὁ θεὸς τῷ Ἀδάμ· ἐπειδὴ παρήκουσας τὴν ἐντολήν μου καὶ ἤκουσας τῆς γυναικός σου, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἡνίκα γὰρ ἐργάζῃ αὐτήν, καὶ οὐ δώσει τὴν ἰσχὺν αὐτῆς, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ ἐν ὑδρότητι τοῦ προσώπου σου φάγει τὸν ἄρτον σου. ἔσῃ δὲ ἐν καμάτοις πολυτρόποις· καμῇ καὶ μὴ ἀναπαύου, θλιβεὶς ἀπὸ πικρίας, καὶ μὴ γεύσῃ γλυκύτητος, θλιβεὶς ἀπὸ καύματος καὶ στενωθεὶς ἀπὸ ψύξεως· καὶ κοπιάσεις πολλὰ καὶ μὴ πλουτήσεις, καὶ παχυνθήσει καὶ εἰς τέλος μὴ ὑπάρξεις, καὶ ὧν ἐκυρίευες θηρίων ἐπαναστήσονταί σοι ἐν ἀκαταστασίᾳ, ὅτι τὴν ἐντολήν μου οὐκ ἐφύλαξας. 25 Στραφεὶς δὲ πρός με ὁ κύριος λέγει μοι· ἐπειδὴ ἐπήκουσας σὺ τοῦ ὄφεως καὶ παρήκουσας τὴν ἐντολήν μου, ἔσῃ ἐν ματαίοις καὶ ἐν πόνοις ἀφορήτοις· τέξῃ τέκνα ἐν πολλοῖς τρόμοις, καὶ ἐν μιᾷ ὥρᾳ ἔλθῃς καὶ ἀπολέσεις τὴν ζωήν σου ἐκ τῆς ἀνάγκης σου τῆς μεγάλης καὶ τῶν ὀδυνῶν. ἐξομολογήσει δὲ καὶ εἴπῃς· κύριε κύριε, σῶσόν με, καὶ οὐ μὴ ἐπιστρέψω εἰς τὴν ἁμαρτίαν τῆς σαρκός. καὶ διὰ τοῦτο εἰς τὸν λόγον σου κρινῶ σε, διὰ τὴν ἔχθραν ἣν ἔθετο ὁ ἐχθρὸς ἐν σοί· στραφήσῃ δὲ πάλιν πρὸς τὸν ἄνδρα σου, καὶ αὐτός σου κυριεύσει. 26 Μετὰ δὲ τὸ εἰπεῖν μοι ταῦτα εἶπεν τῷ ὄφει ἐν ὀργῇ μεγάλῃ λέγων αὐτῷ· ἐπειδὴ ἐποίησας τοῦτο καὶ ἐγένου σκεῦος ἀχάριστον, ἕως ἂν πλανήσῃς τοὺς παρειμένους τῇ καρδίᾳ, ἐπικατάρατος σὺ ἐκ πάντων τῶν κτηνῶν· στερηθήσει τῆς τροφῆς σου ἧς ἤσθιες, καὶ χοῦν φάγει πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσει καὶ ὑστερηθήσει καὶ χειρῶν καὶ ποδῶν σου· οὐκ ἀφεθήσεταί σοι ὠτίον οὔτε πτέρυξ οὔτε ἓν μέλος τῶν ἁπάντων ὧν σὺ ἐδελέασας ἐν τῇ κακίᾳ σου καὶ ἐποίησας αὐτοὺς ἐκβληθῆναι ἐκ τοῦ παραδείσου· καὶ θήσω ἔχθραν ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτοῦ· αὐτός σου τηρήσει κεφαλὴν καὶ σὺ αὐτοῦ πτέρναν ἕως τῆς ἡμέρας τῆς κρίσεως. 27 Καὶ ταῦτα εἰπὼν κελεύει τοῖς ἀγγέλοις αὐτοῦ ἐκ τοῦ παραδείσου ἐκβληθῆναι ἡμᾶς. ἐλαυνομένων δὲ ἡμῶν καὶ ὀδυρομένων παρεκάλεσεν ὁ πατὴρ ὑμῶν Ἀδὰμ τοὺς ἀγγέλους λέγων· ἐάσατέ με μικρὸν ὅπως παρακαλέσω τὸν θεόν, καὶ σπλαγχνισθῇ καὶ ἐλεήσῃ με, ὅτι ἐγὼ μόνος ἥμαρτον. αὐτοὶ δὲ ἔπαυσαν τοῦ ἐλαύνειν αὐτόν· ἐβόησεν δὲ Ἀδὰμ μετὰ κλαυθμοῦ λέγων· συγχώρησόν μοι κύριε ὃ ἐποίησα. τότε λέγει ὁ κύριος τοῖς ἀγγέλοις αὐτοῦ· τί ἐπαύσατε ἐλαύνοντες τὸν Ἀδὰμ ἐκ τοῦ παραδείσου; μὴ ἐμόν ἐστιν τὸ ἁμάρτημα, ἢ κακῶς ἔκρινα; τότε οἱ ἄγγελοι πεσόντες ἐπὶ τὴν γῆν προσεκύνησαν τῷ κυρίῳ λέγοντες· δίκαιος εἶ, κύριε, καὶ εὐθύτητας κρίνεις. 28 Στραφεὶς δὲ ὁ κύριος πρὸς τὸν Ἀδὰμ εἶπεν· οὐκ ἀφήσω σε ἀπὸ τοῦ νῦν εἶναι ἐν τῷ παραδείσῳ. καὶ ἀποκριθεὶς ὁ Ἀδὰμ εἶπεν· κύριε, δός μοι ἐκ τοῦ φυτοῦ τῆς ζωῆς ἵνα φάγω πρὶν ἢ ἐκβληθῆναί με. τότε ὁ κύριος ἐλάλησεν πρὸς τὸν Ἀδάμ· οὐ λήψῃ νῦν ἀπ᾽ αὐτοῦ· ὡρίσθη γὰρ τοῖς Χερουβὶμ καὶ τῇ φλογίνῃ ῥομφαίᾳ τῇ στρεφομένῃ φυλάττειν αὐτὸ διὰ σέ, ὅπως μὴ γεύσῃ δι᾽ αὐτοῦ καὶ ἀθάνατος ἔσῃ εἰς τὸν αἰῶνα, ἔχῃς δὲ τὸν πόλεμον ὃν ἔθετο ὁ ἐχθρὸς ἐν σοί. ἀλλ᾽ ἐξερχομένου σου ἐκ τοῦ παραδείσου, ἐὰν φυλάξῃς ἑαυτὸν ἀπὸ παντὸς κακοῦ ὡς βουλόμενος ἀποθανεῖν, ἀναστάσεως πάλιν γενομένης ἀναστήσω σε, καὶ τότε δοθήσεταί σοι ἐκ τοῦ ξύλου τῆς ζωῆς, καὶ ἀθάνατος ἔσῃ εἰς τὸν αἰῶνα. 29 Ταῦτα δὲ εἰπὼν ὁ κύριος ἐκέλευσεν ἐκβληθῆναι ἡμᾶς ἐκ τοῦ παραδείσου, ἔκλαυσεν δὲ ὁ πατὴρ ὑμῶν ἔμπροσθεν τῶν ἀγγέλων ἀπέναντι τοῦ παραδείσου, καὶ λέγουσιν οἱ ἄγγελοι αὐτῷ· τί θέλεις ποιήσωμέν σοι, Ἀδάμ; ἀποκριθεὶς δὲ ὁ πατὴρ ὑμῶν εἶπεν τοῖς ἀγγέλοις· ἰδοὺ ἐκβάλλετέ με· δέομαι ὑμῶν, ἄφετέ με ἆραι εὐωδίας ἐκ τοῦ παραδείσου, ἵνα μετὰ τὸ ἐξελθεῖν με ἐνέγκω θυσίαν τῷ θεῷ, ὅπως εἰσακούσεταί μου ὁ θεός. καὶ προσελθόντες εἶπον οἱ ἄγγελοι τῷ θεῷ· Ἰαὴλ αἰώνιε βασιλεῦ, κέλευσον δοθῆναι τῷ Ἀδὰμ θυμιάματα εὐωδίας ἐκ τοῦ παραδείσου. καὶ ἐκέλευσεν ὁ θεὸς ἐλθεῖν τὸν Ἀδὰμ ἵνα λάβῃ εὐωδίας ἀρώματα ἐκ τοῦ παραδείσου εἰς διατροφὴν αὐτοῦ. καὶ ἀφέντες αὐτὸν οἱ ἄγγελοι, ἐπεσύναξεν ἀμφότερα γένη, κρόκον καὶ νάρδον καὶ κάλαμον καὶ κινάμωμον καὶ λοιπὰ σπέρματα εἰς διατροφὴν αὐτοῦ, καὶ λαβὼν ταῦτα ἐξῆλθεν ἐκ τοῦ παραδείσου. καὶ ἐγενόμεθα ἐπὶ τῆς γῆς. 30 Νῦν οὖν, τεκνία μου, ἐδήλωσα ὑμῖν τὸν τρόπον ἐν ὧͺ ἠπατήθημεν· ὑμεῖς δὲ φυλάξατε ἑαυτοὺς μὴ ἐγκαταλιπεῖν τὸ ἀγαθόν. 31 Ταῦτα δὲ εἰποῦσα ἐμμέσῳ τῶν υἱῶν αὐτῆς, κοιμωμένου τοῦ Ἀδὰμ ἐν τῇ νόσῳ αὐτοῦ, ἄλλην δὲ εἶχεν μίαν ἡμέραν τοῦ ἐξελθεῖν ἐκ τοῦ σώματος, λέγει τῷ Ἀδὰμ ἡ Εὔα· διὰ τί σὺ ἀποθνήσκεις κἀγὼ ζῶ; ἢ πόσον χρόνον ἔχω ποιῆσαι μετὰ τὸ ἀποθανεῖν σε; ἀνάγγειλόν μοι. τότε λέγει ὁ Ἀδὰμ τῇ Εὔα· μὴ θέλε φροντίσαι περὶ πραγμάτων· οὐ γὰρ βραδύνεις ἀπ᾽ ἐμοῦ, ἀλλ᾽ ἴσα ἀποθνήσκομεν ἀμφότεροι, καὶ αὐτὴ τεθήσει εἰς τὸν τόπον τὸν ἐμόν. ὅταν δὲ ἀποθάνω, καταλείψετέ με, καὶ μηδείς μου ἅψηται ἕως οὗ ὁ ἄγγελος κυρίου λαλήσει τι περὶ ἐμοῦ· οὐ γὰρ ἐπιλήσεταί μου ὁ θεός, ἀλλὰ ζητήσει τὸ ἴδιον σκεῦος ὃ ἔπλασεν. ἀνάστα μᾶλλον εὖξαι τῷ θεῷ ἕως οὗ ἀποδῶ τὸ πνεῦμά μου εἰς τὰς χεῖρας τοῦ δεδωκότος αὐτό· διότι οὐκ οἴδαμεν πῶς ἀπαντήσωμεν τοῦ ποιήσαντος ἡμᾶς, ἢ ὀργισθῇ ἡμῖν ἢ ἐπιστρέψῃ τοῦ ἐλεῆσαι ἡμᾶς. 32 Τότε ἀνέστη Εὔα καὶ ἐξῆλθεν ἔξω, καὶ πεσοῦσα ἐπὶ τὴν γῆν ἔλεγεν· ἥμαρτον, ὁ θεός, ἥμαρτον, ὁ πατὴρ τῶν πάντων, ἥμαρτον σοί, ἥμαρτον εἰς τοὺς ἐκλεκτούς σου ἀγγέλους, ἥμαρτον εἰς τὰ Χερουβίμ, ἥμαρτον εἰς τὸν ἀσάλευτόν σου θρόνον, ἥμαρτον κύριε, ἥμαρτον πολλά, ἥμαρτον ἐναντίον σοῦ, καὶ πᾶσα ἁμαρτία δι᾽ ἐμοῦ γέγονεν ἐν τῇ κτίσει. ἔτι δὲ εὐχομένης τῆς Εὔας ἐπὶ τὰ γόνατα αὐτῆς οὔσης, ἰδοὺ ἦλθεν πρὸς αὐτὴν ὁ ἄγγελος τῆς ἀνθρωπότητος καὶ ἀνέστησεν αὐτὴν λέγων· ἀνάστα Εὔα ἐκ τῆς μετανοίας σου· ἰδοὺ γὰρ ὁ Ἀδὰμ ὁ ἀνήρ σου ἐξῆλθεν ἐκ τοῦ σώματος αὐτοῦ, ἀνάστα καὶ ἴδε τὸ πνεῦμα αὐτοῦ ἀναφερόμενον εἰς τὸν πονήσαντα αὐτὸ τοῦ ἀπαντῆσαι αὐτῷ. 33 Ἀναστᾶσα δὲ Εὔα ἐπέβαλεν τὴν χεῖρα αὐτῆς ἐπὶ τὸ πρόσωπον αὐτῆς, καὶ λέγει αὐτῇ ὁ ἄγγελος· ἆρον σεαυτὴν ἀπὸ τῶν γηΐνων. Εὔα δὲ ἠτένισεν εἰς τὸν οὐρανόν, καὶ ἴδεν ἅρμα φωτὸς ἐρχόμενον ὑπὸ τεσσάρων ἀετῶν λαμπρῶν, ὃ οὐκ ἦν δυνατόν τινα γεννηθέντα ἀπὸ κοιλίας εἰπεῖν τὴν δόξαν αὐτῶν οὔτε ἰδεῖν τὸ πρόσωπον αὐτῶν, καὶ ἀγγέλους προάγοντας τὸ ἅρμα. ὅτε ἦλθον ἐπὶ τὸν τόπον ὅπου ἔκειτο ὁ πατὴρ ὑμῶν Ἀδάμ, ἔστη τὸ ἅρμα καὶ τὰ Σεραφὶμ ἀνὰ μέσον τοῦ πατρὸς καὶ τοῦ ἅρματος. ἴδον δὲ ἐγὼ θυμιατήρια χρυσᾶ καὶ τρεῖς φιάλας, καὶ ἰδοὺ πάντες οἱ ἄγγελοι μετὰ λίβανον καὶ τὰ θυμιατήρια καὶ τὰς φιάλας ἦλθον ἐπὶ τὸ θυσιαστήριον καὶ ἐνεφύσουν αὐτά, καὶ ἡ ἀτμὶς τοῦ θυμιάματος ἐκάλυψεν τὰ στερεώματα. καὶ προσέπεσαν οἱ ἄγγελοι καὶ προσεκύνησαν τῷ θεῷ, βοῶντες καὶ λέγοντες· Ἰαὴλ ἅγιε, συγχώρησον, ὅτι εἰκών σου ἐστὶν καὶ ποίημα τῶν χειρῶν σου τῶν ἁγίων. 34 Καὶ αὖθις ἴδον ἐγὼ Εὔα δύο μεγάλα καὶ φοβερὰ μυστήρια ἑστῶτα ἐνώπιον τοῦ θεοῦ. καὶ ἔκλαυσα ἐκ τοῦ φόβου, καὶ ἐβόησα πρὸς τὸν υἱόν μου Σὴθ λέγουσα· ἀνάστα Σὴθ ἐκ τοῦ σώματος τοῦ πατρός σου Ἀδὰμ καὶ ἐλθὲ ἕως ἐμοῦ, ὅπως ἴδῃς ἃ οὐκ εἶδεν ὀφθαλμός ποτε τινός, καὶ δέονται ὑπὲρ τοῦ πατρός σου Ἀδάμ. 35 Τότε ἀνέστη Σὴθ καὶ ἦλθεν πρὸς τὴν μητέρα αὐτοῦ, καὶ λέγει αὐτῇ· τί σοί ἐστιν; καὶ διὰ τί κλαίεις; λέγει αὐτῷ· ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε τὰ ἑπτὰ στερεώματα ἀνεῳγμένα, καὶ ἴδε τοῖς ὀφθαλμοῖς σου πῶς κεῖται τὸ σῶμα τοῦ πατρός σου ἐπὶ πρόσωπον, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ᾽ αὐτοῦ εὐχόμενοι ὑπὲρ αὐτοῦ καὶ λέγοντες· συγχώρησον αὐτῷ, ὁ πατὴρ τῶν ὅλων, ὅτι εἰκών σου ἐστίν. ἄραγε, τέκνον μου Σήθ, τί ἔσται τοῦτο; πότε δὲ παραδοθήσεται εἰς τὰς χεῖρας τοῦ ἀοράτου πατρὸς καὶ θεοῦ ἡμῶν; τίνες δέ εἰσιν οἱ δύο αἰθίοπες οἱ παριστάμενοι ἐπὶ τὴν προσευχὴν τοῦ πατρός σου; 36 Λέγει δὲ Σὴθ τῇ μητρὶ αὐτοῦ· οὗτοί εἰσιν ὁ ἥλιος καὶ ἡ σελήνη, καὶ αὐτοὶ προσπίπτοντες καὶ προσευχόμενοι ὑπὲρ τοῦ πατρός μου Ἀδάμ. λέγει αὐτῷ ἡ Εὔα· καὶ ποῦ ἐστὶν τὸ φῶς αὐτῶν, καὶ διὰ τί γεγόνασιν μελανοειδεῖς; καὶ λέγει αὐτῇ Σήθ· οὐ δύνανται φαίνειν ἐνώπιον τοῦ φωτὸς τῶν ὅλων, καὶ τούτου χάριν ἐκρύβη τὸ φῶς ἀπ᾽ αὐτῶν. 37 Λέγοντος δὲ τοῦ Σὴθ πρὸς τὴν μητέρα αὐτοῦ ἐσάλπισαν οἱ ἄγγελοι ἐπ᾽ ὄψεσι κείμενοι, καὶ ἐβόησαν φωνὴν φοβερὰν λέγοντες· εὐλογημένη ἡ δόξα κυρίου ἐπὶ τῶν ποιημάτων αὐτοῦ· ἠλέησεν τὸ πλάσμα τῶν χειρῶν αὐτοῦ Ἀδάμ. ὅταν διεφώνησαν ταῦτα οἱ ἄγγελοι, ἦλθεν εἷς ἐκ τῶν Σεραφὶμ ἑξαπτερύγων καὶ ἥρπασεν τὸν Ἀδὰμ εἰς τὴν ἀχέρουσαν λίμνην καὶ ἀπέπλυνεν αὐτὸν ἐνώπιον τοῦ θεοῦ. ἐποίησεν δὲ ὥρας τρεῖς κείμενος, καὶ οὕτως ἁπλώσας τὰς χεῖρας αὐτοῦ ὁ τῶν ὅλων δεσπότης καθήμενος ἐπὶ τοῦ ἁγίου θρόνου αὐτοῦ ἦρεν τὸν Ἀδὰμ καὶ παρέδωκεν αὐτὸν τῷ ἀρχαγγέλῳ Μιχαήλ, λέγων αὐτῷ· ἆρον αὐτὸν εἰς τὸν παράδεισον ἕως τρίτου οὐρανοῦ, καὶ ἄφες κἀκεῖσε ἕως τῆς ἡμέρας ἐκείνης τῆς μεγάλης καὶ φοβερᾶς, ἣν μέλλω οἰκονομῆσαι εἰς τὸν κόσμον. καὶ λαβὼν αὐτὸν Μιχαὴλ ὁ ἀρχάγγελος τὸν Ἀδὰμ ἀπῆγεν καὶ κατήλειψεν αὐτόν, καθὼς εἶπεν αὐτῷ ὁ θεὸς ἐπὶ τῇ συγχωρήσει τοῦ Ἀδάμ. 38 Μετὰ οὖν ταῦτα πάντα ἐδεήθη ὁ ἀρχάγγελος περὶ τῆς κηδείας τοῦ λειψάνου· καὶ προσέταξεν ὁ θεὸς ἵνα συνέλθωσιν πάντες οἱ ἄγγελοι ἐνώπιον αὐτοῦ, ἕκαστος κατὰ τάξιν αὐτοῦ. καὶ συνήχθησαν ἅπαντες οἱ ἄγγελοι, οἱ μὲν ἔχοντες θυμιατήρια, οἱ δὲ σάλπιγγας· καὶ κύριος στρατιῶν ἐπέβη, οἱ δὲ ἄνεμοι ἧλκον αὐτόν, καὶ Χερουβὶμ ὑπερέχοντα τοῖς ἀνέμοις καὶ ἄγγελοι οἱ τοῦ οὐρανοῦ προηγοῦντο αὐτῷ· καὶ ἐλθόντες ὅπου ἦν τὸ σῶμα τοῦ Ἀδάμ, ἔλαβον αὐτό. καὶ ἦλθον εἰς τὸν παράδεισον, καὶ ἐκινήθησαν πάντα τὰ φυτὰ τοῦ παραδείσου, ὡς πάντας ἀπὸ τοῦ Ἀδὰμ γεγεννημένους ἀπὸ τῆς εὐωδίας νυστάξαι, χωρὶς τοῦ Σήθ, διὰ τὸ γεννηθῆναι αὐτὸν καθ᾽ ὅρον τοῦ θεοῦ. 39 Ἔκειτο οὖν τὸ σῶμα τοῦ Ἀδὰμ ἐπὶ τὴν γῆν ἐν τῷ παραδείσῳ, καὶ ἐλυπεῖτο ὁ Σὴθ σφόδρα ἐπ᾽ αὐτῷ. καὶ λέγει κύριος ὁ θεός· Ἀδάμ, τί τοῦτο ἐποίησας; εἰ ἐφύλαξας τὴν ἐντολήν μου, οὐκ ἂν ἔχαιρον οἱ κατάγοντές σε εἰς τὸν τόπον τοῦτον. πλὴν οὖν λέγω σοι ὅτι τὴν χαρὰν αὐτῶν ἐπιστρέψω εἰς λύπην, τὴν δὲ σοῦ λύπην ἐπιστρέψω εἰς χαράν, καὶ ἐπιστρέψας καθίσω σε εἰς τὴν ἀρχήν σου ἐπὶ τὸν θρόνον τοῦ ἀπατήσαντός σε· ἐκεῖνος δὲ βληθήσεται εἰς τὸν τόπον τοῦτον, ὅπως ἦͺ καθήμενος ἐπάνω αὐτοῦ. τότε κατακριθήσεται αὐτὸς καὶ οἱ ἀκούσαντες αὐτοῦ, καὶ πολλὰ λυπηθήσονται καὶ κλαύσουσιν ὁρῶντές σε καθήμενον ἐπὶ τοῦ τιμίου αὐτοῦ θρόνου. 40 Καὶ τότε ἐλάλησεν τῷ ἀρχαγγέλῳ Μιχαήλ· ἄπελθε εἰς τὸν παράδεισον ἐν τῷ τρίτῳ οὐρανῷ καὶ ἔνεγκέ μοι σινδόνας τρεῖς βυσσίνας καὶ συρικάς. καὶ εἶπεν ὁ θεὸς τῷ Μιχαήλ, τῷ Γαβριήλ, τῷ Οὐριὴλ καὶ Ῥαφαήλ· σκεπάσατε μετὰ τῶν σινδόνων τὸ σῶμα τοῦ Ἀδάμ, καὶ ἐνεγκόντες ἔλαιον τοῦ ἐλαίου τῆς εὐωδίας ἐκχέατε ἐπ᾽ αὐτόν. καὶ οὕτως ποιήσαντες ἐκήδευσαν τὸ σῶμα αὐτοῦ. ἐλάλησεν δὲ κύριος· ἐνεχθήτω καὶ τὸ σῶμα τοῦ Ἄβελ. καὶ ἐνέγκαντες σινδόνας ἑτέρας ἐκήδευσαν καὶ αὐτόν, ἐπειδὴ ἀκήδευτον ἦν ἀφ᾽ ἧς ἡμέρας ἐφόνευσεν Κάϊν ὁ ἀδελφὸς αὐτοῦ. πολλὰ γὰρ φροντίσας ὁ πονηρὸς Κάϊν κρύψαι, οὐκ ἠδυνήθη· οὐκ ἐδέχετο γὰρ τοῦτο ἡ γῆ λέγουσα· οὐ δέξομαι ἑταῖρον σῶμα, ἕως οὗ τὸ ἐπ᾽ ἐμὲ χῶμα ἀρθὲν καὶ πλασθὲν ἔλθῃ πρὸς ἐμέ. ἄγγελοι δὲ τότε ἀναλαβόμενοι αὐτὸ ἔθεντο ἐπὶ τῇ πέτρᾳ, ἕως οὗ ἀπέθανεν ὁ πατὴρ αὐτοῦ, καὶ ἀμφότεροι ἐτάφησαν κατὰ πρόσταξιν θεοῦ εἰς τὰ μέρη τοῦ παραδείσου, εἰς τὸν τόπον ἐν ὧͺ εὗρεν τὸν χοῦν ὁ θεός. καὶ ἀπέστειλεν ὁ θεὸς ἑπτὰ ἀγγέλους εἰς παράδεισον, καὶ ἤγαγον εὐωδίας πολλὰς καὶ ἐτίθουν αὐτὰς ἐν τῇ γῇ· καὶ οὕτως ἔλαβον τὰ δύο σώματα καὶ ἔθαψαν αὐτὰ εἰς τὸν τόπον ὃν ὤρυξαν καὶ οἰκοδόμησαν. 41 Ἐκάλεσεν δὲ ὁ θεὸς τὸν Ἀδὰμ καὶ εἶπεν· Ἀδὰμ Ἀδάμ; καὶ ἀποκριθὲν τὸ σῶμα ἐκ τῆς γῆς εἶπεν· ἰδοὺ ἐγώ, κύριε. καὶ λέγει αὐτῷ ὁ κύριος· εἶπόν σοι ὅτι γῆ, καὶ εἰς γῆν ἀπελεύσει. πάλιν τὴν ἀνάστασιν ἐπαγγέλλομαί σοι· ἀναστήσω σε ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ ἐν τῇ ἀναστάσει μετὰ παντὸς ἀνθρώπου τοῦ ἐκ τοῦ σπέρματός σου. 42 Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐποίησεν ὁ θεὸς σφραγῖδα τρίγωνον καὶ ἐσφράγισε τὸ μνημεῖον, ἵνα μηδείς τι ποιήσῃ αὐτῷ ἐν ταῖς ἓξ ἡμέραις, ἕως οὗ ἀποστράφῃ ἡ πλευρὰ αὐτοῦ πρὸς αὐτόν. παραθέντος δὲ τοῦ φιλανθρώπου θεοῦ καὶ τῶν ἁγίων ἀγγέλων εἰς τὸν τόπον αὐτοῦ μετὰ τὰς ἓξ ἡμέρας ἐτελεύτησεν καὶ ἡ Εὔα. ζώσης δὲ αὐτῆς ἔκλαυσε περὶ τῆς κοιμήσεως αὐτῆς διὰ τὸ μὴ γινώσκειν ποῦ μέλλοι τεθῆναι τὸ σῶμα αὐτῆς. παρόντος γὰρ τοῦ κυρίου ἐν τῷ παραδείσῳ ὅτε ἐκήδευσαν τὸν Ἀδάμ, ἐκοιμᾶτο καὶ αὐτὴ καὶ οἱ παῖδες αὐτῆς πλὴν τοῦ Σήθ, ὡς ἔφην. παρεκάλεσεν δὲ ἡ Εὔα ἐν τῇ ὥρᾳ τῆς τελευτῆς αὐτῆς ὡς ἵνα ταφῇ ὅπου ἦν Ἀδὰμ ὁ ἀνὴρ αὐτῆς, λέγουσα οὕτως· δέσποτά μου, κύριε καὶ θεὲ πάσης ἀρετῆς, μὴ ἀπαλλοτριώσῃς με τὴν δούλην σου ἀπὸ τοῦ σώματος Ἀδάμ· ἀπὸ γὰρ τῶν μελῶν αὐτοῦ ἐποίησάς με· ἀλλὰ ἀξίωσόν με, κἀμὲ τὴν ἀναξίαν καὶ ἁμαρτωλόν, ἐπὶ τὸ σῶμα αὐτοῦ συνταφῆναι. καθὼς καὶ μετ᾽ αὐτοῦ συνήμην ἐν τῷ παραδείσῳ καὶ μετὰ τὴν παράβασιν ἀχώριστος, οὕτως καὶ οὐδεὶς μὴ χωρίσῃ ἡμᾶς. μετὰ οὖν τὸ εὔξασθαι ἀναβλέψασα εἰς τὸν οὐρανὸν ἀνέστη, τὸ στῆθος αὐτῆς τύπτουσα καὶ λέγουσα· θεὲ τῶν ἁπάντων, δέξαι τὸ πνεῦμά μου. καὶ εὐθέως παρέδωκε τῷ θεῷ τὸ πνεῦμα αὐτῆς. 43 Τελευτησάσῃ δὲ παρεγένετο ὁ ἀρχάγγελος Μιχαήλ, καὶ ἐλθόντων τριῶν ἀγγέλων ἔλαβον τὸ σῶμα αὐτῆς καὶ ἔθαψαν αὐτὸ ὅπου ἦν τὸ σῶμα τοῦ Ἄβελ. καὶ εἶπεν ὁ ἀρχάγγελος Μιχαὴλ πρὸς τὸν Σήθ· οὕτως κήδευσον πάντα ἄνθρωπον ἀποθνήσκοντα ἕως ἡμέραν τῆς ἀναστάσεως. μετὰ δὲ τὸ δοῦναι τοῦτον τὸν νόμον εἶπεν πρὸς αὐτόν· παρ᾽ ἓξ ἡμέρας μὴ πενθήσητε. τῇ δὲ ἑβδόμῃ ἡμέρᾳ κατάπαυσον καὶ εὐφράνθητι ἐπ᾽ αὐτῇ, ὅτι ἐν αὐτῇ ὁ θεὸς καὶ ἡμεῖς οἱ ἄγγελοι εὐφραινόμεθα ἐν τῇ μεταστάσῃ ἀπὸ γῆς δικαίᾳ ψυχῇ. ταῦτα εἰπὼν ὁ ἀρχάγγελος Μιχαὴλ ἀνῆλθεν εἰς τὸν οὐρανόν, δοξάζων καὶ λέγων τὸ ἀλληλούϊα, ἅγιος ἅγιος ἅγιος κύριος, εἰς δόξαν θεοῦ πατρός, ὅτι αὐτῷ πρέπει δόξα τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ καὶ ζωοποιῷ αὐτοῦ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.