Συγγραφέας:Αντίπατρος ο Θεσσαλονικεύς
Εμφάνιση
(Ανακατεύθυνση από Αντίπατρος Θεσσαλονικεύς)
←Συγγραφείς: | Αντίπατρος ο Θεσσαλονικεύς (αρχές 1ου αιώνα) |
- V 31 Χρύσεος ἦν γενεὴ καὶ χάλκεος ἀργυρέη τε πρόσθεν
- VII 232 Λύδιον οὖδας ἔχει τόδ᾽ Ἀμύντορα, παῖδα Φιλίππου
- VII 236 οὐχὶ Θεμιστοκλέους Μάγνης τάφος
- IX 3 Εἰνοδίην καρύην με παρερχομένοισ΄ ἐφύτευσαν παισὶ
- XI 224 Ἑστηκὸς τὸ Κίμωνος ἰδὼν πέος εἶφ' ὁ Πρίηποςὶ
V 31 Αντιπάτρου Θεσσαλονικέως
[Επεξεργασία]- Χρύσεος ἦν γενεὴ καὶ χάλκεος ἀργυρέη τε πρόσθεν· παντοίη δ᾿ ἡ Κυθέρεια τὰ νῦν·
- καὶ χρυσοῦν τίει καὶ χάλκεον ἄνδρ᾿ ἐφίλησεν καὶ τοὺς ἀργυρέους οὔ ποτ᾿ ἀποστρέφεται.
- Νέστωρ ἡ Παφίη. Δοκέω δ᾿, ὅτι καὶ Δανάῃ Ζεὺς οὐ χρυσός, χρυσοῦς δ᾿ ἦλθε φέρων ἑκατόν.
VII 232 Αντιπάτρου Θεσσαλονικέως
[Επεξεργασία]- Λύδιον οὖδας ἔχει τόδ᾽ Ἀμύντορα, παῖδα Φιλίππου, πολλὰ σιδηρείης χερσὶ θιγόντα μάχης·
- οὐδέ μιν ἀλγινόεσσα νόσος δόμον ἄγαγε Νυκτός, ἀλλ᾽ ὄλετ᾽ ἀμφ᾽ ἑτάρωι σχὼν κυκλόεσσαν ἴτυν.
VII 236 Αντιπάτρου Θεσσαλονικέως
[Επεξεργασία]- οὐχὶ Θεμιστοκλέους Μάγνης τάφος, ἀλλὰ κέχωσμαι Ἑλλήνων φθονερῆς σῆμα κακοκρισίης.
ΙΧ 3 Πλάτωνος ή Αντιπάτρου Θεσσαλονικέως
[Επεξεργασία]- Εἰνοδίην καρύην με παρερχομένοισ΄ ἐφύτευσαν παισὶ λιθοβλήτου παίγνιον εὐστοχίης.
- πάντας δ΄ ἀκρεμόνας τε καὶ εὐθαλέας ὀροδάμνους κέκλασμαι πυκιναῖς χερμάσι βαλλομένη.
- δένδρεσιν εὐκάρποισ΄ οὐδὲν πλέον· ἦ γὰρ ἔγωγε δυσδαίμων ἐς ἐμὴν ὕβριν ἐκαρποφόρουν.
XI 224 Αντιπάτρου Θεσσαλονικέως
[Επεξεργασία]- Ἑστηκὸς τὸ Κίμωνος ἰδὼν πέος εἶφ' ὁ Πρίηπος• «Οἴμοι, ὑπὸ θνητοῦ λείπομαι ἀθάνατος.»
|