Παλατινή Ανθολογία/V/31 Αντιπάτρου Θεσσαλονικέως

Από Βικιθήκη
AP V 31 Χρύσεος ἦν γενεὴ καὶ χάλκεος ἀργυρέη τε πρόσθεν
Συγγραφέας:
Παλατινή Ανθολογία, V (βιβλίο 5ο, Ερωτικά επιγράμματα)
Χρύσεος ἦν γενεὴ καὶ χάλκεος ἀργυρέη τε πρόσθεν, Αντιπάτρου Θεσσαλονικέως, Παλατινή Ανθολογία, βιβλίο 5, επίγραμμα 31 (AP V 31)


V 31 Αντιπάτρου Θεσσαλονικέως[Επεξεργασία]

Χρύσεος ἦν γενεὴ καὶ χάλκεος ἀργυρέη τε πρόσθεν· παντοίη δ᾿ ἡ Κυθέρεια τὰ νῦν·
καὶ χρυσοῦν τίει καὶ χάλκεον ἄνδρ᾿ ἐφίλησεν καὶ τοὺς ἀργυρέους οὔ ποτ᾿ ἀποστρέφεται.
Νέστωρ ἡ Παφίη. Δοκέω δ᾿, ὅτι καὶ Δανάῃ Ζεὺς οὐ χρυσός, χρυσοῦς δ᾿ ἦλθε φέρων ἑκατόν.