Ανδρομάχη

Από Βικιθήκη
Μετάβαση στην πλοήγηση Πήδηση στην αναζήτηση
Ἀνδρομάχη
Συγγραφέας:
Δείτε επίσης: σχετικό λήμμα. Αρχ.Θέατρο. Τραγωδία που έγραψε ο Ευριπίδης και διδάχθηκε (παίχτηκε) περίπου το 424 π.Χ.


Ἀνδρομάχη

Ἀσιάτιδος γῆς σχῆμα, Θηβαία πόλις,
ὅθεν ποθ' ἕδνων σὺν πολυχρύσῳ χλιδῇ
Πριάμου τύραννον ἑστίαν ἀφικόμην
δάμαρ δοθεῖσα παιδοποιὸς Ἕκτορι,
ζηλωτὸς ἔν γε τῷ πρὶν Ἀνδρομάχη χρόνῳ,    5
νῦν δ', εἴ τις ἄλλη, δυστυχεστάτη γυνή·
[ἐμοῦ πέφυκεν ἢ γενήσεταί ποτε]·
ἥτις πόσιν μὲν Ἕκτορ' ἐξ Ἀχιλλέως
θανόντ' ἐσεῖδον, παῖδά θ' ὃν τίκτω πόσει
ῥιφθέντα πύργων Ἀστυάνακτ' ἀπ' ὀρθίων,    10
ἐπεὶ τὸ Τροίας εἷλον Ἕλληνες πέδον·
αὐτὴ δὲ δούλη τῶν ἐλευθερωτάτων
οἴκων νομισθεῖσ' Ἑλλάδ' εἰσαφικόμην
τῷ νησιώτῃ Νεοπτολέμῳ δορὸς γέρας
δοθεῖσα λείας Τρωϊκῆς ἐξαίρετον.    15
Φθίας δὲ τῆσδε καὶ πόλεως Φαρσαλίας
σύγχορτα ναίω πεδί', ἵν' ἡ θαλασσία
Πηλεῖ ξυνῴκει χωρὶς ἀνθρώπων Θέτις
φεύγουσ' ὅμιλον· Θεσσαλὸς δέ νιν λεὼς
Θετίδειον αὐδᾷ θεᾶς χάριν νυμφευμάτων.    20
Ἔνθ' οἶκον ἔσχε τόνδε παῖς Ἀχιλλέως,
Πηλέα δ' ἀνάσσειν γῆς ἐᾷ Φαρσαλίας,
ζῶντος γέροντος σκῆπτρον οὐ θέλων λαβεῖν.
Κἀγὼ δόμοις τοῖσδ' ἄρσεν' ἐντίκτω κόρον,
πλαθεῖσ' Ἀχιλλέως παιδί, δεσπότῃ δ' ἐμῷ.    25
Καὶ πρὶν μὲν ἐν κακοῖσι κειμένην ὅμως
ἐλπίς μ' ἀεὶ προσῆγε σωθέντος τέκνου
ἀλκήν τιν' εὑρεῖν κἀπικούρησιν δόμον·
ἐπεὶ δὲ τὴν Λάκαιναν Ἑρμιόνην γαμεῖ
τοὐμὸν παρώσας δεσπότης δοῦλον λέχος,    30
κακοῖς πρὸς αὐτῆς σχετλίοις ἐλαύνομαι.
Λέγει γὰρ ὥς νιν φαρμάκοις κεκρυμμένοις
τίθημ' ἄπαιδα καὶ πόσει μισουμένην,
αὐτὴ δὲ ναίειν οἶκον ἀντ' αὐτῆς θέλω
τόνδ', ἐκβαλοῦσα λέκτρα τἀκείνης βίᾳ·    35
ἁγὼ τὸ πρῶτον οὐχ ἑκοῦσ' ἐδεξάμην,
νῦν δ' ἐκλέλοιπα· Ζεὺς τάδ' εἰδείη μέγας,
ὡς οὐχ ἑκοῦσα τῷδ' ἐκοινώθην λέχει.
Ἀλλ' οὔ σφε πείθω, βούλεται δέ με κτανεῖν,
πατήρ τε θυγατρὶ Μενέλεως συνδρᾷ τάδε.    40
Καὶ νῦν κατ' οἴκους ἔστ', ἀπὸ Σπάρτης μολὼν
ἐπ' αὐτὸ τοῦτο· δειματουμένη δ' ἐγὼ
δόμων πάροικον Θέτιδος εἰς ἀνάκτορον
θάσσω τόδ' ἐλθοῦσ', ἤν με κωλύσῃ θανεῖν
Πηλεύς τε γάρ νιν ἔκγονοί τε Πηλέως    45
σέβουσιν, ἑρμήνευμα Νηρῇδος γάμων.
Ὃς δ' ἔστι παῖς μοι μόνος, ὑπεκπέμπω λάθρᾳ
ἄλλους ἐς οἴκους, μὴ θάνῃ φοβουμένη.
Ὁ γὰρ φυτεύσας αὐτὸν οὔτ' ἐμοὶ πάρα
προσωφελῆσαι, παιδί τ' οὐδέν ἐστ', ἀπὼν    50
Δελφῶν κατ' αἶαν, ἔνθα Λοξίᾳ δίκην
δίδωσι μανίας, ᾗ ποτ' εἰς Πυθὼ μολὼν
ᾔτησε Φοῖβον πατρὸς οὗ κτείνει δίκην,
εἴ πως τὰ πρόσθε σφάλματ' ἐξαιτούμενος
θεὸν παράσχοιτ' εἰς τὸ λοιπὸν εὐμενῆ.    55

Θεράπαινα.

Δέσποιν', ἐγώ τοι τοὔνομ' οὐ φεύγω τόδε
καλεῖν σ', ἐπείπερ καὶ κατ' οἶκον ἠξίουν
τὸν σόν, τὸ Τροίας ἡνίκ' ᾠκοῦμεν πέδον,
εὔνους δὲ καὶ σοὶ ζῶντί τ' ἦ τῷ σῷ πόσει,
καὶ νῦν φέρουσά σοι νέους ἥκω λόγους,    60
φόβῳ μέν, εἴ τις δεσποτῶν αἰσθήσεται,
οἴκτῳ δὲ τῷ σῷ· δεινὰ γὰρ βουλεύεται
Μενέλαος εἰς σὲ παῖς θ', ἅ σοι φυλακτέα.

Ἀνδρομάχη

Ὦ φιλτάτη σύνδουλε ̔σύνδουλος γὰρ εἶ
τῇ πρόσθ' ἀνάσσῃ τῇδε, νῦν δὲ δυστυχεῖ̓    65
τί δρῶσι; ποίας μηχανὰς πλέκουσιν αὖ,
κτεῖναι θέλοντες τὴν παναθλίαν ἐμέ;

Θεράπαινα

Τὸν παῖδά σου μέλλουσιν, ὦ δύστηνε σύ,
κτείνειν, ὃν ἔξω δωμάτων ὑπεξέθου.
φροῦδος δ' ἐπ' αὐτὸν Μενέλεως δόμων ἄπο.    70

Ἀνδρομάχη

Οἴμοι· πέπυσται τὸν ἐμὸν ἔκθετον γόνον;
πόθεν ποτ'; ὦ δύστηνος, ὡς ἀπωλόμην.

Θεράπαινα

Οὐκ οἶδ', ἐκείνων δ' ᾐσθόμην ἐγὼ τάδε·

Ἀνδρομάχη

Ἀπωλόμην ἄρ'. Ὦ τέκνον, κτενοῦσί σε
δισσοὶ λαβόντες γῦπες· ὁ δὲ κεκλημένος    75
πατὴρ ἔτ' ἐν Δελφοῖσι τυγχάνει μένων.

Θεράπαινα

Δοκῶ γὰρ οὐκ ἂν ὧδέ σ' ἂν πράσσειν κακῶς
κείνου παρόντος· νῦν δ' ἔρημος εἶ φίλων.

Ἀνδρομάχη

Οὐδ' ἀμφὶ Πηλέως ἦλθεν ὡς ἥξοι φάτις;

Θεράπαινα

Γέρων ἐκεῖνος ὥστε σ' ὠφελεῖν παρών.    80

Ἀνδρομάχη

Καὶ μὴν ἔπεμψ' ἐπ' αὐτὸν οὐχ ἅπαξ μόνον.

Θεράπαινα

Μῶν οὖν δοκεῖς σου φροντίσαι τιν' ἀγγέλων;

Ἀνδρομάχη

Πόθεν; θέλεις οὖν ἄγγελος σύ μοι μολεῖν;

Θεράπαινα

Τί δῆτα φήσω χρόνιος οὖσ' ἐκ δωμάτων;

Ἀνδρομάχη

Πολλὰς ἂν εὕροις μηχανάς· γυνὴ γὰρ εἶ.    85

Θεράπαινα

Κίνδυνος· Ἑρμιόνη γὰρ οὐ σμικρὸν φύλαξ.

Ἀνδρομάχη

Ὁρᾷς; ἀπαυδᾷς ἐν κακοῖς φίλοισι σοῖς.

Θεράπαινα

Οὐ δῆτα· μηδὲν τοῦτ' ὀνειδίσῃς ἐμοί.
Ἀλλ' εἶμ', ἐπεί τοι κοὐ περίβλεπτος βίος
δούλης γυναικός, ἤν τι καὶ πάθω κακόν.    90

Ἀνδρομάχη

Χώρει νυν· ἡμεῖς δ', οἷσπερ ἐγκείμεσθ' ἀεὶ
θρήνοισι καὶ γόοισι καὶ δακρύμασι,
πρὸς αἰθέρ' ἐκτενοῦμεν· ἐμπέφυκε γὰρ
γυναιξὶ τέρψις τῶν παρεστώτων κακῶν
ἀνὰ στόμ' ἀεὶ καὶ διὰ γλώσσης ἔχειν.    95
Πάρεστι δ' οὐχ ἓν ἀλλὰ πολλά μοι στένειν,
πόλιν πατρῴαν τὸν θανόντα θ' Ἕκτορα
στερρόν τε τὸν ἐμὸν δαίμον' ᾧ συνεζύγην
δούλειον ἦμαρ εἰσπεσοῦσ' ἀναξίως.
Χρὴ δ' οὔποτ' εἰπεῖν οὐδέν' ὄλβιον βροτῶν,
πρὶν ἂν θανόντος τὴν τελευταίαν ἴδῃς    100
ὅπως περάσας ἡμέραν ἥξει κάτω.

Ἰλίῳ αἰπεινᾷ Πάρις οὐ γάμον ἀλλά τιν' ἄταν
ἀγάγετ' εὐναίαν εἰς θαλάμους Ἑλέναν.
Ἃς ἕνεκ', ὦ Τροία, δορὶ καὶ πυρὶ δηιάλωτον    105
εἷλέ σ' ὁ χιλιόναυς Ἑλλάδος ὀξὺς Ἄρης
καὶ τὸν ἐμὸν μελέας πόσιν Ἕκτορα, τὸν περὶ τείχη
εἵλκυσε διφρεύων παῖς ἁλίας Θέτιδος·
αὐτὰ δ' ἐκ θαλάμων ἀγόμαν ἐπὶ θῖνα θαλάσσας,
δουλοσύναν στυγερὰν ἀμφιβαλοῦσα κάρᾳ.    110
Πολλὰ δὲ δάκρυά μοι κατέβα χροός, ἁνίκ' ἔλειπον
ἄστυ τε καὶ θαλάμους καὶ πόσιν ἐν κονίαις.
Ὤμοι ἐγὼ μελέα, τί μ' ἐχρῆν ἔτι φέγγος ὁρᾶσθαι
Ἑρμιόνας δούλαν; ἇς ὕπο τειρομένα
πρὸς τόδ' ἄγαλμα θεᾶς ἱκέτις περὶ χεῖρε βαλοῦσα
τάκομαι ὡς πετρίνα πιδακόεσσα λιβάς.    115

Χορός

Ὧ γύναι, ἃ Θέτιδος δάπεδον καὶ ἀνάκτορα θάσσεις
δαρὸν οὐδὲ λείπεις,
Φθιὰς ὅμως ἔμολον ποτὶ σὰν Ἀσιήτιδα γένναν,
εἴ τί σοι δυναίμαν    120
ἄκος τῶν δυσλύτων πόνων τεμεῖν,
οἳ σὲ καὶ Ἑρμιόναν ἔριδι στυγερᾷ συνέκλῃσαν,
τλᾶμον, ἀμφὶ λέκτρων
διδύμων, ἐπίκοινον ἔχουσαν
ἄνδρα, παῖδ' Ἀχιλλέως.    125

Γνῶθι τύχαν, λόγισαι τὸ παρὸν κακὸν εἰς ὅπερ ἥκεις.
Δεσπόταις ἁμιλλᾷ
Ἰλιὰς οὖσα κόρα Λακεδαίμονος ἐγγενέτῃσιν;
λεῖπε δεξίμηλον
δόμον τᾶς ποντίας θεοῦ. Τί σοι    130
καιρὸς ἀτυζομένᾳ δέμας αἰκέλιον καταλείβειν
δεσποτᾶν ἀνάγκαις;
τὸ κρατοῦν δέ σ' ἔπεισι. τί μόχθον
οὐδὲν οὖσα μοχθεῖς;

Ἀλλ' ἴθι λεῖπε θεᾶς Νηρηίδος ἀγλαὸν ἕδραν,    135
γνῶθι δ' οὖσ' ἐπὶ ξένας
δμωὶς ἐπ' ἀλλοτρίας
πόλεος, ἔνθ' οὐ φίλων τιν' εἰσορᾷς
σῶν, ὦ δυστυχεστάτα,
<ὦ> παντάλαινα νύμφα.    140

Οἰκτροτάτα γὰρ ἔμοιγ' ἔμολες, γύναι Ἰλιάς, οἴκους
δεσποτᾶν ἐμῶν· φόβῳ δ'
ἡσυχίαν ἄγομεν
Τὸ δὲ σὸν οἴκτῳ φέρουσα τυγχάνω'
μὴ παῖς τᾶς Διὸς κόρας    145
σοί μ' εὖ φρονοῦσαν εἰδῇ.

Ἑρμιόνη

κόσμον μὲν ἀμφὶ κρατὶ χρυσέας χλιδῆς
στολμόν τε χρωτὸς τόνδε ποικίλων πέπλων
οὐ τῶν Ἀχιλλέως οὐδὲ Πηλέως ἄπο
δόμων ἀπαρχὰς δεῦρ' ἔχουσ' ἀφικόμην,    150
ἀλλ' ἐκ Λακαίνης Σπαρτιάτιδος χθονὸς
Μενέλαος ἡμῖν ταῦτα δωρεῖται πατὴρ
πολλοῖς σὺν ἕδνοις, ὥστ' ἐλευθεροστομεῖν.
[ὑμᾶς μὲν οὖν τοῖσδ' ἀνταμείβομαι λόγοις.]
σὺ δ' οὖσα δούλη καὶ δορίκτητος γυνὴ    155
δόμους κατασχεῖν ἐκβαλοῦσ' ἡμᾶς θέλεις
τούσδε, στυγοῦμαι δ' ἀνδρὶ φαρμάκοισι σοῖς,
νηδὺς δ' ἀκύμων διὰ σέ μοι διόλλυται·
δεινὴ γὰρ ἠπειρῶτις εἰς τὰ τοιάδε
ψυχὴ γυναικῶν· ὧν ἐπισχήσω σ' ἐγώ,    160
κοὐδέν σ' ὀνήσει δῶμα Νηρῇδος τόδε,
οὐ βωμὸς οὐδὲ ναός, ἀλλὰ κατθανῇ.
ἢν δ' οὖν βροτῶν τίς σ' ἢ θεῶν σῷσαι θέλῃ,
δεῖ σ' ἀντὶ τῶν πρὶν ὀλβίων φρονημάτων
πτῆξαι ταπεινὴν προσπεσεῖν τ' ἐμὸν γόνυ,    165
σαίρειν τε δῶμα τοὐμὸν ἐκ χρυσηλάτων
τευχέων χερὶ σπείρουσαν Ἀχελῴου δρόσον,
γνῶναί θ' ἵν' εἶ γῆς. οὐ γάρ ἐσθ' Ἕκτωρ τάδε,
οὐ Πρίαμος οὐδὲ χρυσός, ἀλλ' Ἑλλὰς πόλις.
εἰς τοῦτο δ' ἥκεις ἀμαθίας, δύστηνε σύ,    170
ἣ παιδὶ πατρός, ὃς σὸν ὤλεσεν πόσιν,
τολμᾷς ξυνεύδειν καὶ τέκν' αὐθεντῶν πάρα
τίκτειν. τοιοῦτον πᾶν τὸ βάρβαρον γένος·
πατήρ τε θυγατρὶ παῖς τε μητρὶ μείγνυται
κόρη τ' ἀδελφῷ, διὰ φόνου δ' οἱ φίλτατοι    175
χωροῦσι, καὶ τῶνδ' οὐδὲν ἐξείργει νόμος.
ἃ μὴ παρ' ἡμᾶς εἴσφερ'· οὐδὲ γὰρ καλὸν
δυοῖν γυναικοῖν ἄνδρ' ἕν' ἡνίας ἔχειν,
ἀλλ' εἰς μίαν βλέποντες εὐναίαν Κύπριν
στέργουσιν, ὅστις μὴ κακῶς οἰκεῖν θέλει.    180

Χορός

Ἐπίφθονόν τοι χρῆμα θηλείας φρενὸς
καὶ ξυγγάμοισι δυσμενὲς μάλιστ' ἀεί.

Ἀνδρομάχη

Φεῦ φεῦ·
κακόν γε θνητοῖς τὸ νέον ἔν τε τῷ νέῳ
τὸ μὴ δίκαιον ὅστις ἀνθρώπων ἔχει.    185
Ἐγὼ δὲ ταρβῶ μὴ τὸ δουλεύειν μέ σοι
λόγων ἀπώσῃ πόλλ' ἔχουσαν ἔνδικα,
ἢν δ' αὖ κρατήσω, μὴ 'πὶ τῷδ' ὄφλω βλάβην·
οἱ γὰρ πνέοντες μεγάλα τοὺς κρείσσους λόγους
πικρῶς φέρουσι τῶν ἐλασσόνων ὕπο·    190
ὅμως δ' ἐμαυτὴν οὐ προδοῦσ' ἁλώσομαι.
Εἴπ', ὦ νεᾶνι, τῷ σ' ἐχεγγύῳ λόγῳ
πεισθεῖσ' ἀπωθῶ γνησίων νυμφευμάτων;
[ὡς ἡ Λάκαινα τῶν Φρυγῶν μείων πόλις,
τύχῃ θ' ὑπερθεῖ, κἄμ' ἐλευθέραν ὁρᾷς;]    195
Ποτερον ἵν' αὐτὴ παῖδας ἀντὶ σοῦ τέκω
δούλους ἐμαυτῇ τ' ἀθλίαν ἐφολκίδα;
ἢ τῷ νέῳ τε καὶ σφριγῶντι σώματι
πόλεως τε μεγέθει καὶ φίλοις ἐπηρμένη
οἶκον κατασχεῖν τὸν σὸν ἀντὶ σοῦ θέλω;    200
Ἢ τοὺς ἐμούς τις παῖδας ἐξανέξεται
Φθίας τυράννους ὄντας, ἢν σὺ μὴ τέκῃς;
φιλοῦσι γάρ μ' Ἕλληνες Ἕκτορός τ' ἄπο
<Πάριδός τε, κείνων τοῦ τ' ἐμοῦ κηδεύματος,>
αὐτή τ' ἀμαυρὰ κοὐ τύραννος ἦ Φρυγῶν;
οὐκ ἐξ ἐμῶν σε φαρμάκων στυγεῖ πόσις,    205
ἀλλ' εἰ ξυνεῖναι μὴ 'πιτηδεία κυρεῖς.
Φίλτρον δὲ καὶ τόδ'· οὐ τὸ κάλλος, ὦ γύναι,
ἀλλ' ἁρεταὶ τέρπουσι τοὺς ξυνευνέτας.
Σὺ δ' ἤν τι κνισθῇς, ἡ Λάκαινα μὲν πόλις
μέγ' ἐστί, τὴν δὲ Σκῦρον οὐδαμοῦ τίθης·    210
πλουτεῖς δ' ἐν οὐ πλουτοῦσι· Μενέλεως δέ σοι
μείζων Ἀχιλλέως. Ταῦτά τοί σ' ἔχθει πόσις.
Χρὴ γὰρ γυναῖκα, κἂν κακῷ πόσει δοθῇ,
στέργειν, ἅμιλλάν τ' οὐκ ἔχειν φρονήματος.
Εἰ δ' ἀμφὶ Θρῄκην τὴν χιόνι κατάρρυτον    215
τύραννον ἔσχες ἄνδρ', ἵν' ἐν μέρει λέχος
δίδωσι πολλαῖς εἷς ἀνὴρ κοινούμενος,
ἔκτεινας ἂν τάσδ'; εἶτ' ἀπληστίαν λέχους
πάσαις γυναιξὶ προστιθεῖσ' ἂν ηὑρέθης.
Αἰσχρόν γε· καίτοι χείρον' ἀρσένων νόσον    220
ταύτην νοσοῦμεν, ἀλλὰ προστῶμεν καλῶς.
Ὦ φίλταθ' Ἕκτορ, ἀλλ' ἐγὼ τὴν σὴν χάριν
σοὶ καὶ ξυνήρων, εἴ τί σε σφάλλοι Κύπρις,
καὶ μαστὸν ἤδη πολλάκις νόθοισι σοῖς
ἐπέσχον, ἵνα σοι μηδὲν ἐνδοίην πικρόν.    225
Καὶ ταῦτα δρῶσα τῇ ἀρετῇ προσηγόμην
πόσιν· σὺ δ' οὐδὲ ῥανίδ' ὑπαιθρίας δρόσου
τῷ σῷ προσίζειν ἀνδρὶ δειμαίνουσ' ἐᾷς.
Μὴ τὴν τεκοῦσαν τῇ φιλανδρίᾳ, γύναι,
ζήτει παρελθεῖν· τῶν κακῶν γὰρ μητέρων    230
φεύγειν τρόπους χρὴ τέκν', ὅσοις ἔνεστι νοῦς.

Χορός

Δέσποιν', ὅσον σοι ῥᾳδίως παρίσταται,
τοσόνδε πείθου τῇδε συμβῆναι λόγοις.

Ἑρμιόνη

Τί σεμνομυθεῖς κἀς ἀγῶν' ἔρχῃ λόγων,
ὡς δὴ σὺ σώφρων, τἀμὰ δ' οὐχὶ σώφρονα;    235

Ἀνδρομάχη

Οὔκουν ἐφ' οἷς γε νῦν καθέστηκας λόγοις;

Ἑρμιόνη

Ὁ νοῦς ὁ σός μοι μὴ ξυνοικοίη, γύναι.

Ἀνδρομάχη

Νέα πέφυκας καὶ λέγεις αἰσχρῶν πέρι.

Ἑρμιόνη

Σὺ δ' οὐ λέγεις γε, δρᾷς δέ μ' εἰς ὅσον δύνᾳ.    240

Ἀνδρομάχη

Οὐκ αὖ σιωπῇ Κύπριδος ἀλγήσεις πέρι;

Ἑρμιόνη

Τί δ'; Οὐ γυναιξὶ ταῦτα πρῶτα πανταχοῦ;

Ἀνδρομάχη

Καλῶς γε χρωμέναισιν· εἰ δὲ μή, οὐ καλά.

Ἑρμιόνη

Οὐ βαρβάρων νόμοισιν οἰκοῦμεν πόλιν.

Ἀνδρομάχη

Κἀκεῖ τά γ' αἰσχρὰ κἀνθάδ' αἰσχύνην ἔχει.    245

Ἑρμιόνη

Σοφὴ σοφὴ σύ· κατθανεῖν δ' ὅμως σε δεῖ.

Ἀνδρομάχη

Ὁρᾷς ἄγαλμα Θέτιδος εἰς σ' ἀποβλέπον;

Ἑρμιόνη

Μισοῦν γε πατρίδα σὴν Ἀχιλλέως φόνῳ.

Ἀνδρομάχη

Ἑλένη νιν ὤλεσ', οὐκ ἐγώ, μήτηρ γε σή.

Ἑρμιόνη

Ἦ καὶ πρόσω γὰρ τῶν ἐμῶν ψαύσεις κακῶν;    250

Ἀνδρομάχη

Ἰδοὺ σιωπῶ κἀπιλάζυμαι στόμα.

Ἑρμιόνη

Ἐκεῖνο λέξον, οὗπερ εἵνεκ' ἐστάλην.

Ἀνδρομάχη

Λέγω σ' ἐγὼ νοῦν οὐκ ἔχειν ὅσον σε δεῖ.

Ἑρμιόνη

Λείψεις τόδ' ἁγνὸν τέμενος ἐναλίας θεοῦ;

Ἀνδρομάχη

Εἰ μὴ θανοῦμαί γ'· εἰ δὲ μή, οὐ λείψω ποτέ.    255

Ἑρμιόνη

Ὡς τοῦτ' ἄραρε, κοὐ μενῶ πόσιν μολεῖν.

Ἀνδρομάχη

Ἀλλ' οὐδ' ἐγὼ μὴν πρόσθεν ἐκδώσω μέ σοι.

Ἑρμιόνη

Πῦρ σοι προσοίσω, κοὐ τὸ σὸν προσκέψομαι.

Ἀνδρομάχη

Σὺ δ' οὖν κάταιθε· θεοὶ γὰρ εἴσονται τάδε.

Ἑρμιόνη

Καὶ χρωτὶ δεινῶν τραυμάτων ἀλγηδόνας.    260

Ἀνδρομάχη

Σφάζ', αἱμάτου θεᾶς βωμόν, ἣ μέτεισί σε.

Ἑρμιόνη

Ὦ βάρβαρον σὺ θρέμμα καὶ σκληρὸν θράσος,
ἐγκαρτερεῖς δὴ θάνατον; ἀλλ' ἐγώ σ' ἕδρας
ἐκ τῆσδ' ἑκοῦσαν ἐξαναστήσω τάχα·
τοιόνδ' ἔχω σου δέλεαρ. Ἀλλὰ γὰρ λόγους
κρύψω, τὸ δ' ἔργον αὐτὸ σημανεῖ τάχα.    265
Κάθησ' ἑδραία· καὶ γὰρ εἰ πέριξ σ' ἔχοι
τηκτὸς μόλυβδος, ἐξαναστήσω σ' ἐγὼ
πρὶν ᾧ πέποιθας παῖδ' Ἀχιλλέως μολεῖν.

Ἀνδρομάχη

Πέποιθα. Δεινὸν δ' ἑρπετῶν μὲν ἀγρίων
ἄκη βροτοῖσι θεῶν καταστῆσαί τινα·    270
ὃ δ' ἔστ' ἐχίδνης καὶ πυρὸς περαιτέρω
οὐδεὶς γυναικὸς φάρμακ' ἐξηύρηκέ πω
[κακῆς· τοσοῦτόν ἐσμεν ἀνθρώποις κακόν].

Χορός

Ἦ μεγάλων ἀχέων ἄρ' ὑπῆρξεν, ὅτ' Ἰδαίαν
ἐς νάπαν ἦλθ' ὁ Μαί-    275
ας τε καὶ Διὸς τόκος,
τρίπωλον ἅρμα δαιμόνων
ἄγων τὸ καλλιζυγές,
ἔριδι στυγερᾷ κεκορυθμένον εὐμορφίας
σταθμοὺς ἔπι βούτας,    280
βοτῆρά τ' ἀμφὶ μονότροπον νεανίαν
ἔρημόν θ' ἑστιοῦχον αὐλάν.

Ταὶ δ' ἐπεὶ ὑλόκομον νάπος ἤλυθον οὐρειᾶν
πιδάκων νίψαν αἰ-
γλᾶντα σώματα ῥοαῖς,    285
ἔβαν δὲ Πριαμίδαν ὑπερ-
βολαῖς λόγων δυσφρόνων
παραβαλλόμεναι, δολίοις δ' ἕλε Κύπρις λόγοις,
τερπνοῖς μὲν ἀκοῦσαι,
πικρὰν δὲ σύγχυσιν βίου Φρυγῶν πόλει
ταλαίνᾳ περγάμοις τε Τροίας.    290

Ἀλλ' εἴθ' ὑπὲρ κεφαλὰν ἔβαλεν κακὸν
ἁ τεκοῦσά νιν μόρον
πρὶν Ἰδαῖον κατοικίσαι λέπας,
ὅτε νιν παρὰ θεσπεσίῳ δάφνᾳ    295
βόασε Κασάνδρα κτανεῖν,
μεγάλαν Πριάμου πόλεως λώβαν.
τίν' οὐκ ἐπῆλθε, ποῖον οὐκ ἐλίσσετο
δαμογερόντων βρέφος φονεύειν;

Οὔτ' ἂν ἐπ' Ἰλιάσι ζυγὸν ἤλυθε    300
δούλιον, σύ τ' ἂν γύναι,
τυράννων ἔσχες ἂν δόμων ἕδρας·
παρέλυσε δ' ἂν Ἑλλάδος ἀλγεινοὺς
οὓς ἀμφὶ Τρωίαν πόνους
δεκέτεις ἀλάληντο νέοι λόγχαις.    305
Λέχη τ' ἔρημ' ἂν οὔποτ' ἐξελείπετο,
καὶ τεκέων ὀρφανοὶ γέροντες.

Μενέλαος

ἥκω λαβὼν σὸν παῖδ', ὃν εἰς ἄλλους δόμους
λάθρᾳ θυγατρὸς τῆς ἐμῆς ὑπεξέθου.
Σὲ μὲν γὰρ ηὔχεις θεᾶς βρέτας σῴσειν τόδε,    310
τοῦτον δὲ τοὺς κρύψαντας· ἀλλ' ἐφηυρέθης
ἧσσον φρονοῦσα τοῦδε Μενέλεω, γύναι.
Κεἰ μὴ τόδ' ἐκλιποῦσ' ἐρημώσεις πέδον,
ὅδ' ἀντὶ τοῦ σοῦ σώματος σφαγήσεται.
Ταῦτ' οὖν λογίζου, πότερα κατθανεῖν θέλεις    315
ἢ τόνδ' ὀλέσθαι σῆς ἁμαρτίας ὕπερ,
ἣν εἰς ἔμ' εἴς τε παῖδ' ἐμὴν ἁμαρτάνεις.

Ἀνδρομάχη

Ὦ δόξα δόξα, μυρίοισι δὴ βροτῶν
οὐδὲν γεγῶσι βίοτον ὤγκωσας μέγαν.
[Εὔκλεια δ' οἷς μὲν ἔστ' ἀληθείας ὕπο,    320
εὐδαιμονίζω· τοὺς δ' ὑπὸ ψευδῶν, ἔχειν
οὐκ ἀξιώσω, πλὴν τύχῃ φρονεῖν δοκεῖν.]
Σὺ δὴ στρατηγῶν λογάσιν Ἑλλήνων ποτὲ
Τροίαν ἀφείλου Πρίαμον, ὧδε φαῦλος ὤν;
ὅστις θυγατρὸς ἀντίπαιδος ἐκ λόγων    325
τοσόνδ' ἔπνευσας, καὶ γυναικὶ δυστυχεῖ
δούλῃ κατέστης εἰς ἀγῶν'; οὐκ ἀξιῶ
οὔτ' οὖν σὲ Τροίας οὔτε σοῦ Τροίαν ἔτι.
[Ἔξωθέν εἰσιν οἱ δοκοῦντες εὖ φρονεῖν
λαμπροί, τὰ δ' ἔνδον πᾶσιν ἀνθρώποις ἴσοι,    330
πλὴν εἴ τι πλούτῳ· τοῦτο δ' ἰσχύει μέγα.
Μενέλαε, φέρε δὴ διαπεράνωμεν λόγους·
τέθνηκα τῇ σῇ θυγατρὶ καί μ' ἀπώλεσε·
μιαιφόνον μὲν οὐκέτ' ἂν φύγοι μύσος.
Ἐν τοῖς δὲ πολλοῖς καὶ σὺ τόνδ' ἀγωνιῇ    335
φόνον· τὸ συνδρῶν γάρ σ' ἀναγκάσει χερός.
Ἢν δ' οὖν ἐγὼ μὲν μὴ θανεῖν ὑπεκδράμω,
τὸν παῖδά μου κτενεῖτε; κᾆτα πῶς πατὴρ
τέκνου θανόντος ῥᾳδίως ἀνέξεται;
οὐχ ὧδ' ἄνανδρον αὐτὸν ἡ Τροία καλεῖ·    340
ἀλλ' εἶσιν οἷ χρή, Πηλέως γὰρ ἄξια
πατρός τ' Ἀχιλλέως ἔργα δρῶν φανήσεται
ὤσει δὲ σὴν παῖδ' ἐκ δόμων· σὺ δ' ἐκδιδοὺς
ἄλλῳ τί λέξεις; πότερον ὡς κακὸν πόσιν
φεύγει τὸ ταύτης σῶφρον; ἀλλ' οὐ πείσεται.    345
Γαμεῖ δὲ τίς νιν; ἤ σφ' ἄνανδρον ἐν δόμοις
χήραν καθέξεις πολιόν; ὦ τλήμων ἀνήρ,
κακῶν τοσούτων οὐχ ὁρᾷς ἐπιρροάς;
πόσας ἂν εὐνὰς θυγατέρ' ἠδικημένην
βούλοι' ἂν εὑρεῖν ἢ παθεῖν ἁγὼ λέγω;]    350

Οὐ χρὴ 'πὶ μικροῖς μεγάλα πορσύνειν κακὰ
οὐδ', εἰ γυναῖκές ἐσμεν ἀτηρὸν κακόν,
ἄνδρας γυναιξὶν ἐξομοιοῦσθαι φύσιν.
Ἡμεῖς γὰρ εἰ σὴν παῖδα φαρμακεύομεν
καὶ νηδὺν ἐξαμβλοῦμεν, ὡς αὕτη λέγει,    355
-- κόντες οὐκ ἄκοντες, οὐδὲ βώμιοι
πίτνοντες, αὐτοὶ τὴν δίκην ὑφέξομεν
ἐν σοῖσι γαμβροῖς, οἷσιν οὐκ ἐλάσσονα
βλάβην ὀφείλω προστιθεῖσ' ἀπαιδίαν.
Ἡμεῖς μὲν οὖν τοιοίδε· τῆς δὲ σῆς φρενὸς    360
ἕν σου δέδοικα· διὰ γυναικείαν ἔριν
καὶ τὴν τάλαιναν ὤλεσας Φρυγῶν πόλιν.

Χορός

Ἄγαν ἔλεξας ὡς γυνὴ πρὸς ἄρσενας,
<τὸ δ' ὀξύθυμον τὴν διάγνωσιν κρατεῖ>
καί σου τὸ σῶφρον ἐξετόξευσεν φρενός.    365

Μενέλαος

Γύναι, τάδ' ἐστὶ σμικρὰ καὶ μοναρχίας
οὐκ ἄξι', ὡς φῄς, τῆς ἐμῆς οὐδ' Ἑλλάδος.
Εὖ δ' ἴσθ', ὅτου τις τυγχάνει χρείαν ἔχων,
τοῦτ' ἔσθ' ἑκάστῳ μεῖζον ἢ Τροίαν ἑλεῖν.
Κἀγὼ θυγατρί--μεγάλα γὰρ κρίνω τάδε,    370
λέχους στέρεσθαι--σύμμαχος καθίσταμαι.
Τὰ μὲν γὰρ ἄλλα δεύτερ' ἂν πάσχοι γυνή,
ἀνδρὸς δ' ἁμαρτάνουσ' ἁμαρτάνει βίου.
Δούλων δ' ἐκεῖνον τῶν ἐμῶν ἄρχειν χρεὼν
καὶ τῶν ἐκείνου τοὺς ἐμούς, ἡμᾶς τε πρός·    375
φίλων γὰρ οὐδὲν ἴδιον, οἵτινες φίλοι
ὀρθῶς πεφύκασ', ἀλλὰ κοινὰ χρήματα.
Μένων δὲ τοὺς ἀπόντας, εἰ μὴ θήσομαι
τἄμ' ὡς ἄριστα, φαῦλός εἰμι κοὐ σοφός.
Ἀλλ' ἐξανίστω τῶνδ' ἀνακτόρων θεᾶς·    380
ὡς, ἢν θάνῃς σύ, παῖς ὅδ' ἐκφεύγει μόρον,
σοῦ δ' οὐ θελούσης κατθανεῖν, τόνδε κτενῶ.
Δυοῖν δ' ἀνάγκη θατέρῳ λιπεῖν βίον.

Ἀνδρομάχη

Οἴμοι, πικρὰν κλήρωσιν αἵρεσίν τέ μοι
βίου καθίστης· καὶ λαχοῦσά γ' ἀθλία    385
καὶ μὴ λαχοῦσα δυστυχὴς καθίσταμαι.
Μεγάλα πράσσων αἰτίας μικρᾶς πέρι,
πιθοῦ· τί καίνεις μ'; ἀντὶ τοῦ; ποίαν πόλιν
προύδωκα; τίνα σῶν ἔκτανον παίδων ἐγώ;
ποῖον δ' ἔπρησα δῶμ'; ἐκοιμήθην βίᾳ    390
σὺν δεσπόταισι· κᾆτ' ἔμ', οὐ κεῖνον κτενεῖς,
τὸν αἴτιον τῶνδ', ἀλλὰ τὴν ἀρχὴν ἀφεὶς
πρὸς τὴν τελευτὴν ὑστέραν οὖσαν φέρῃ;
οἴμοι κακῶν τῶνδ', ὦ τάλαιν' ἐμὴ πατρίς,
ὡς δεινὰ πάσχω. Τί δέ με καὶ τεκεῖν ἐχρῆν    395
ἄχθος τ' ἐπ' ἄχθει τῷδε προσθέσθαι διπλοῦν;
[ἀτὰρ τί ταῦτα δύρομαι, τὰ δ' ἐν ποσὶν
οὐκ ἐξικμάζω καὶ λογίζομαι κακά;]
ἥτις σφαγὰς μὲν Ἕκτορος τροχηλάτους
κατεῖδον οἰκτρῶς τ' Ἴλιον πυρούμενον,    400
αὐτὴ δὲ δούλη ναῦς ἐπ' Ἀργείων ἔβην
κόμης ἐπισπασθεῖσ'· ἐπεὶ δ' ἀφικόμην
Φθίαν, φονεῦσιν Ἕκτορος νυμφεύομαι.
Τί δῆτ' ἐμοὶ ζῆν ἡδύ; πρὸς τί χρὴ βλέπειν;
πρὸς τὰς παρούσας ἢ παρελθούσας τύχας;    405
Εἷς παῖς ὅδ' ἦν μοι λοιπὸς ὀφθαλμὸς βίου·
τοῦτον κτενεῖν μέλλουσιν οἷς δοκεῖ τάδε.
Οὐ δῆτα τοὐμοῦ γ' εἵνεκ' ἀθλίου βίου·
ἐν τῷδε μὲν γὰρ ἐλπίς, εἰ σωθήσεται,
ἐμοὶ δ' ὄνειδος μὴ θανεῖν ὑπὲρ τέκνου.    410
Ἰδοὺ προλείπω βωμὸν ἥδε χειρία
σφάζειν φονεύειν, δεῖν, ἀπαρτῆσαι δέρην.
Ὦ τέκνον, ἡ τεκοῦσά σ', ὡς σὺ μὴ θάνῃς,
στείχω πρὸς Ἅιδην· ἢν δ' ὑπεκδράμῃς μόρον,
μέμνησο μητρός, οἷα τλᾶσ' ἀπωλόμην,    415
καὶ πατρὶ τῷ σῷ διὰ φιλημάτων ἰὼν
δάκρυά τε λείβων καὶ περιπτύσσων χέρας
λέγ' οἷ' ἔπραξα. Πᾶσι δ' ἀνθρώποις ἄρ' ἦν
ψυχὴ τέκν'· ὅστις δ' αὔτ' ἄπειρος ὢν ψέγει,
ἧσσον μὲν ἀλγεῖ, δυστυχῶν δ' εὐδαιμονεῖ.    420

Χορός

ᾬκτιρ' ἀκούσασ'· οἰκτρὰ γὰρ τὰ δυστυχῆ
βροτοῖς ἅπασι, κἂν θυραῖος ὢν κυρῇ.
Εἰς ξύμβασιν δὲ χρῆν σε παῖδα σὴν ἄγειν,
Μενέλαε, καὶ τήνδ', ὡς ἀπαλλαχθῇ πόνων.

Μενέλαος

Λάβεσθέ μοι τῆσδ', ἀμφελίξαντες χέρας,    425
δμῶες· λόγους γὰρ οὐ φίλους ἀκούσεται.
Ἔχω σ'· ἵν' ἁγνὸν βωμὸν ἐκλίποις θεᾶς,
προύτεινα παιδὸς θάνατον, ᾧ σ' ὑπήγαγον
εἰς χεῖρας ἐλθεῖν τὰς ἐμὰς ἐπὶ σφαγήν.
Καὶ τἀμφὶ σοῦ μὲν ὧδ' ἔχοντ' ἐπίστασο·    430
τὰ δ' ἀμφὶ παιδὸς τοῦδε παῖς ἐμὴ κρινεῖ,
ἤν τε κτανεῖν νιν ἤν τε μὴ κτανεῖν θέλῃ.
Ἀλλ' ἕρπ' ἐς οἴκους τούσδ', ἵν' εἰς ἐλευθέρους
δούλη γεγῶσα μηκέθ' ὑβρίζειν μάθῃς.    435

Ἀνδρομάχη

Οἴμοι· δόλῳ μ' ὑπῆλθες, ἠπατήμεθα.

Μενέλαος

Κήρυσσ' ἅπασιν· οὐ γὰρ ἐξαρνούμεθα.

Ἀνδρομάχη

Ἦ ταῦτ' ἐν ὑμῖν τοῖς παρ' Εὐρώτᾳ σοφά;

Μενέλαος

Κἀν τοῖς γε Τροίᾳ, τοὺς παθόντας ἀντιδρᾶν.

Ἀνδρομάχη

Τὰ θεῖα δ' οὐ θεῖ' οὐδ' ἔχειν ἡγῇ δίκην;    440

Μενέλαος

Ὅταν τάδ' ᾖ, τότ' οἴσομεν· σὲ δὲ κτενῶ.

Ἀνδρομάχη

Ἦ καὶ νεοσσὸν τόνδ', ὑπὸ πτερῶν σπάσας;

Μενέλαος

Οὐ δῆτα· θυγατρὶ δ', ἢν θέλῃ, δώσω κτανεῖν.

Ἀνδρομάχη

Οἴμοι· τί δῆτά σ' οὐ καταστένω, τέκνον;

Μενέλαος

Οὔκουν θρασεῖά γ' αὐτὸν ἐλπὶς ἀμμένει.    445

Ἀνδρομάχη

Ὦ πᾶσιν ἀνθρώποισιν ἔχθιστοι βροτῶν
Σπάρτης ἔνοικοι, δόλια βουλευτήρια,
ψευδῶν ἄνακτες, μηχανορράφοι κακῶν,
-- λικτὰ κοὐδὲν ὑγιές, ἀλλὰ πᾶν πέριξ
φρονοῦντες, ἀδίκως εὐτυχεῖτ' ἀν' Ἑλλάδα.
Τί δ' οὐκ ἐν ὑμῖν ἐστιν; οὐ πλεῖστοι φόνοι;    450
οὐκ αἰσχροκερδεῖς, οὐ λέγοντες ἄλλα μὲν
γλώσσῃ, φρονοῦντες δ' ἄλλ' ἐφευρίσκεσθ' ἀεί;
ὄλοισθ'. Ἐμοὶ μὲν θάνατος οὐχ οὕτω βαρὺς
ὃς σοὶ δέδοκται· κεῖνα γάρ μ' ἀπώλεσεν,
ὅθ' ἡ τάλαινα πόλις ἀνηλώθη Φρυγῶν    455
πόσις θ' ὁ κλεινός, ὅς σε πολλάκις δορὶ
ναύτην ἔθηκεν ἀντὶ χερσαίου κακόν.
Νῦν δ' εἰς γυναῖκα γοργὸς ὁπλίτης φανεὶς
κτείνεις μ'. Ἀπόκτειν'· ὡς ἀθώπευτόν γέ σε
γλώσσης ἀφήσω τῆς ἐμῆς καὶ παῖδα σήν.    460
Ἐπεὶ σὺ μὲν πέφυκας ἐν Σπάρτῃ μέγας,
ἡμεῖς δὲ Τροίᾳ γ'. Εἰ δ' ἐγὼ πράσσω κακῶς,
μηδὲν τόδ' αὔχει· καὶ σὺ γὰρ πράξειας ἄν.

Χορός

Οὐδέποτε δίδυμα λέκτρ' ἐπαινέσω βροτῶν
οὐδ' ἀμφιμάτορας κόρους,    465
ἔριν μελάθρων δυσμενεῖς τε λύπας.
Μίαν μοι στεργέτω πόσις γάμοις
ἀκοινώνητον ἀμὸς εὐνάν.

Οὐδέ γ' ἐνὶ πόλεσι δίπτυχοι τυραννίδες
μιᾶς ἀμείνονες φέρειν,
ἄχθος ἐπ' ἄχθει καὶ στάσιν πολίταις·    475
τεκόντοιν θ' ὕμνον ἐργάταιν δυοῖν
ἔριν Μοῦσαι φιλοῦσι κραίνειν.

Πνοαὶ δ' ὅταν φέρωσι ναυτίλους θοαί,
κατὰ πηδαλίων δίδυμαι πραπίδων γνῶμαι,
σοφῶν τε πλῆθος ἀθρόον ἀσθενέστερον    480
φαυλοτέρας φρενὸς αὐτοκρατοῦς.
Ἑνὸς ἄρ' ἄνυσις ἀνά τε μέλαθρα
κατά τε πόλιας, ὁπόταν εὑ-
ρεῖν θέλωσι καιρόν.

Ἔδειξεν ἡ Λάκαινα τοῦ στρατηλάτα    485
Μενέλα· διὰ γὰρ πυρὸς ἦλθ' ἑτέρῳ λέχει,
κτείνει δὲ τὰν τάλαιναν Ἰλιάδα κόραν
παῖδά τε δύσφρονος ἔριδος ὕπερ.
Ἄθεος ἄνομος ἄχαρις ὁ φόνος·
ἔτι σε, πότνια, μετατροπὰ    490
τῶνδ' ἔπεισιν ἔργων.

-- Καὶ μὴν ἐσορῶ τόδε σύγκρατον
ζεῦγος πρὸ δόμων ψήφῳ θανάτου    495
κατακεκριμένον.
Δύστηνε γύναι, τλῆμον δὲ σὺ παῖ,
μητρὸς λεχέων ὃς ὑπερθνῄσκεις
οὐδὲν μετέχων
οὐδ' αἴτιος ὢν βασιλεῦσιν.    500

Ἀνδρομάχη

Ἄδ' ἐγὼ χέρας αἱματη-
ρὰς βρόχοισι κεκλῃμένα
πέμπομαι κατὰ γαίας.

Παῖς

Μᾶτερ μᾶτερ, ἐγὼ δὲ σᾷ
πτέρυγι συγκαταβαίνω.    505

Ἀνδρομάχη

Θῦμα δάιον, ὦ χθονὸς
Φθίας κράντορες.

Παῖς

Ὦ πάτερ,
μόλε φίλοις ἐπίκουρος.

Ἀνδρομάχη

Κείσῃ δή, τέκνον ὦ φίλος,    510
μαστοῖς ματέρος ἀμφὶ σᾶς
νεκρὸς ὑπὸ χθονί, σὺν νεκρῷ <τε>.

Παῖς

Ὤμοι μοι, τί πάθω; τάλας
δῆτ' ἐγὼ σύ τε, μᾶτερ.

Μενέλαος

Ἴθ' ὑποχθόνιοι· καὶ γὰρ ἀπ' ἐχθρῶν    515
ἥκετε πύργων· δύο δ' ἐκ δισσαῖν
θνῄσκετ' ἀνάγκαιν· σὲ μὲν ἡμετέρα
ψῆφος ἀναιρεῖ, παῖδα δ' ἐμὴ παῖς
τόνδ' Ἑρμιόνη· καὶ γὰρ ἀνοία
μεγάλη λείπειν ἐχθροὺς ἐχθρῶν,    520
ἐξὸν κτείνειν
καὶ φόβον οἴκων ἀφελέσθαι.

Ἀνδρομάχη

Ὦ πόσις πόσις, εἴθε σὰν
χεῖρα καὶ δόρυ σύμμαχον
κτησαίμαν, Πριάμου παῖ.    525

Παῖς

Δύστανος, τί δ' ἐγὼ μόρου
παράτροπον μέλος εὕρω;

Ἀνδρομάχη

Λίσσου, γούνασι δεσπότου
χρίμπτων, ὦ τέκνον.

Παῖς

Ὦ φίλος,    530
φίλος, ἄνες θάνατόν μοι.

Ἀνδρομάχη

Λείβομαι δάκρυσιν κόρας,
στάζω λισσάδος ὡς πέτρας
λιβὰς ἀνήλιος, ἁ τάλαινα.

Παῖς

Ὤμοι μοι, τί δ' ἐγὼ κακῶν    535
μῆχος ἐξανύσωμαι;

Μενέλαος

Τί με προσπίτνεις, ἁλίαν πέτραν
ἢ κῦμα λιταῖς ὣς ἱκετεύων;
τοῖς γὰρ ἐμοῖσιν γέγον' ὠφελία,
σοὶ δ' οὐδὲν ἔχω φίλτρον, ἐπεί τοι    540
μέγ' ἀναλώσας ψυχῆς μόριον
Τροίαν εἷλον καὶ μητέρα σήν·
ἧς ἀπολαύων
Ἅιδην χθόνιον καταβήσῃ.

Χορός

Καὶ μὴν δέδορκα τόνδε Πηλέα πέλας,    545
σπουδῇ τιθέντα δεῦρο γηραιὸν πόδα.

Πηλεύς

Ὑμᾶς ἐρωτῶ τόν τ' ἐφεστῶτα σφαγῇ,
τί ταῦτα; πῶς ταῦτ'; ἐκ τίνος λόγου νοσεῖ
δόμος; τί πράσσετ' ἄκριτα μηχανώμενοι;
Μενέλα', ἐπίσχες· μὴ τάχυν' ἄνευ δίκης.    550
Ἡγοῦ σὺ θᾶσσον, οὐ γὰρ ὡς ἔοικέ μοι
σχολῆς τόδ' ἔργον, ἀλλ' ἀνηβητηρίαν
ῥώμην με καὶ νῦν λαμβάνειν, εἴπερ ποτέ.
Πρῶτον μὲν οὖν κατ' οὖρον ὥσπερ ἱστίοις
ἐμπνεύσομαι τῇδ'· εἰπέ, τίνι δίκῃ χέρας    555
βρόχοισιν ἐκδήσαντες οἵδ' ἄγουσί σε
καὶ παῖδ'; ὕπαρνος γάρ τις οἶς ἀπόλλυσαι,
ἡμῶν ἀπόντων τοῦ τε κυρίου σέθεν.

Ἀνδρομάχη

Οἵδ', ὦ γεραιέ, σὺν τέκνῳ θανουμένην
ἄγουσί μ' οὕτως ὡς ὁρᾷς. Τί σοι λέγω;    560
οὐ γὰρ μιᾶς σε κληδόνος προθυμίᾳ
μετῆλθον, ἀλλὰ μυρίων ὑπ' ἀγγέλων.
Ἔριν δὲ τὴν κατ' οἶκον οἶσθά που κλύων
τῆς τοῦδε θυγατρός, ὧν τ' ἀπόλλυμαι χάριν.
Καὶ νῦν με βωμοῦ Θέτιδος, ἣ τὸν εὐγενῆ    565
ἔτικτέ σοι παῖδ', ἣν σὺ θαυμαστὴν σέβεις,
ἄγουσ' ἀποσπάσαντες, οὔτε τῳ δίκῃ
κρίναντες οὔτε τοὺς ἀπόντας ἐκ δόμων
μείναντες, ἀλλὰ τὴν ἐμὴν ἐρημίαν
γνόντες τέκνου τε τοῦδ', ὃν οὐδὲν αἴτιον    570
μέλλουσι σὺν ἐμοὶ τῇ ταλαιπώρῳ κτανεῖν.
Ἀλλ' ἀντιάζω σ', ὦ γέρον, τῶν σῶν πάρος
πίτνουσα γονάτων--χειρὶ δ' οὐκ ἔξεστί μοι
τῆς σῆς λαβέσθαι φιλτάτης γενειάδος--
ῥῦσαί με πρὸς θεῶν· εἰ δὲ μή, θανούμεθα    575
αἰσχρῶς μὲν ὑμῖν, δυστυχῶς δ' ἐμοί, γέρον.

Πηλεύς

Χαλᾶν κελεύω δεσμὰ πρὶν κλαίειν τινά,
καὶ τῆσδε χεῖρας διπτύχους ἀνιέναι.

Μενέλαος

Ἐγὼ δ' ἀπαυδῶ τἄλλα τ' οὐχ ἥσσων σέθεν
καὶ τῆσδε πολλῷ κυριώτερος γεγώς.    580

Πηλεύς

Πῶς; ἦ τὸν ἀμὸν οἶκον οἰκήσεις μολὼν
δεῦρ'; Οὐχ ἅλις σοι τῶν κατὰ Σπάρτην κρατεῖν;

Μενέλαος

Εἷλόν νιν αἰχμάλωτον ἐκ Τροίας ἐγώ.

Πηλεύς

Οὑμὸς δέ γ' αὐτὴν ἔλαβε παῖς παιδὸς γέρας.

Μενέλαος

Οὔκουν ἐκείνου τἀμὰ τἀκείνου τ' ἐμά;    585

Πηλεύς

[Ναί,]
δρᾶν εὖ, κακῶς δ' οὔ, μηδ' ἀποκτείνειν βίᾳ.

Μενέλαος

Ὡς τήνδ' ἀπάξεις οὔποτ' ἐξ ἐμῆς χερός.

Πηλεύς

Σκήπτρῳ γε τῷδε σὸν καθαιμάξας κάρα.

Μενέλαος

Ψαῦσόν θ', ἵν' εἰδῇς, καὶ πέλας πρόσελθέ μου.

Πηλεύς

Σὺ γὰρ μετ' ἀνδρῶν, ὦ κάκιστε κἀκ κακῶν;    590
[σοὶ ποῦ μέτεστιν ὡς ἐν ἀνδράσιν λόγου;]
ὅστις πρὸς ἀνδρὸς Φρυγὸς ἀπηλλάγης λέχος,
ἄκλῃστ' ἄδουλα δώμαθ' ἑστίας λιπών,
ὡς δὴ γυναῖκα σώφρον' ἐν δόμοις ἔχων
πασῶν κακίστην. Οὐδ' ἂν εἰ βούλοιτό τις    595
σώφρων γένοιτο Σπαρτιατίδων κόρη,
αἳ ξὺν νέοισιν ἐξερημοῦσαι δόμους
γυμνοῖσι μηροῖς καὶ πέπλοις ἀνειμένοις
δρόμους παλαίστρας τ' οὐκ ἀνασχετοὺς ἐμοὶ
κοινὰς ἔχουσι. Κᾆτα θαυμάζειν χρεὼν    600
εἰ μὴ γυναῖκας σώφρονας παιδεύετε;
Ἑλένην ἐρέσθαι χρῆν τάδ', ἥτις ἐκ δόμων
τὸν σὸν λιποῦσα Φίλιον ἐξεκώμασε
νεανίου μετ' ἀνδρὸς εἰς ἄλλην χθόνα.
Κἄπειτ' ἐκείνης οὕνεχ' Ἑλλήνων ὄχλον    605
τοσόνδ' ἀθροίσας ἤγαγες πρὸς Ἴλιον;
ἣν χρῆν σ' ἀποπτύσαντα μὴ κινεῖν δόρυ,
κακὴν ἐφευρόντ', ἀλλ' ἐᾶν αὐτοῦ μένειν
μισθόν διδόντα μήποτ' εἰς οἴκους λαβεῖν.
Ἀλλ' οὔτι ταύτῃ σὸν φρόνημ' ἐπούρισας,    610
ψυχὰς δὲ πολλὰς κἀγαθὰς ἀπώλεσας,
παίδων τ' ἄπαιδας γραῦς ἔθηκας ἐν δόμοις,
πολιούς τ' ἀφείλου πατέρας εὐγενῆ τέκνα.
Ὧν εἷς ἐγὼ δύστηνος· αὐθέντην δὲ σὲ
μιάστορ' ὥς τιν' εἰσδέδορκ' Ἀχιλλέως.    615
Ὃς οὐδὲ τρωθεὶς ἦλθες ἐκ Τροίας μόνος,
κάλλιστα τεύχη δ' ἐν καλοῖσι σάγμασιν
ὅμοι' ἐκεῖσε δεῦρό τ' ἤγαγες πάλιν.
Κἀγὼ μὲν ηὔδων τῷ γαμοῦντι μήτε σοὶ
κῆδος ξυνάψαι μήτε δώμασιν λαβεῖν    620
κακῆς γυναικὸς πῶλον· ἐκφέρουσι γὰρ
μητρῷ' ὀνείδη. Τοῦτο καὶ σκοπεῖτέ μοι,
μνηστῆρες, ἐσθλῆς θυγατέρ' ἐκ μητρὸς λαβεῖν.
Πρὸς τοῖσδε δ' εἰς ἀδελφὸν οἷ' ἐφύβρισας,
σφάξαι κελεύσας θυγατέρ' εὐηθέστατα;    625
Οὕτως ἔδεισας μὴ οὐ κακὴν δάμαρτ' ἔχῃς.
Ἑλὼν δὲ Τροίαν--εἶμι γὰρ κἀνταῦθά σοι
οὐκ ἔκτανες γυναῖκα χειρίαν λαβών,
ἀλλ', ὡς ἐσεῖδες μαστόν, ἐκβαλὼν ξίφος
φίλημ' ἐδέξω, προδότιν αἰκάλλων κύνα,    630
ἥσσων πεφυκὼς Κύπριδος, ὦ κάκιστε σύ.
Κἄπειτ' ἐς οἴκους τῶν ἐμῶν ἐλθὼν τέκνων
πορθεῖς ἀπόντων, καὶ γυναῖκα δυστυχῆ
κτείνεις ἀτίμως παῖδά θ', ὃς κλαίοντά σε
καὶ τὴν ἐν οἴκοις σὴν καταστήσει κόρην,    635
κεἰ τρὶς νόθος πέφυκε. Πολλάκις δέ τοι
ξηρὰ βαθεῖαν γῆν ἐνίκησε σπορᾷ,
νόθοι τε πολλοὶ γνησίων ἀμείνονες.
Ἀλλ' ἐκκομίζου παῖδα. Κύδιον βροτοῖς
πένητα χρηστὸν ἢ κακὸν καὶ πλούσιον    640
γαμβρὸν πεπᾶσθαι καὶ φίλον· σὺ δ' οὐδὲν εἶ.

Χορός

Σμικρᾶς ἀπ' ἀρχῆς νεῖκος ἀνθρώποις μέγα
γλῶσσ' ἐκπορίζει· τοῦτο δ' οἱ σοφοὶ βροτῶν
ἐξευλαβοῦνται, μὴ φίλοις τεύχειν ἔριν.

Μενέλαος

Τί δῆτ' ἂν εἴποις τοὺς γέροντας, ὡς σοφοί,    645
ὅτ' ὢν σὺ Πηλεὺς καὶ πατρὸς κλεινοῦ γεγώς,
κἀς τοὺς φρονεῖν δοκοῦντας Ἕλλησίν ποτε
κῆδος συνάψας, αἰσχρὰ μὲν σαυτῷ λέγεις
ἡμῖν δ' ὀνείδη διὰ γυναῖκα βάρβαρον,
ἣν χρῆν σ' ἐλαύνειν τήνδ' ὑπὲρ Νείλου ῥοὰς    650
ὑπέρ τε Φᾶσιν, κἀμὲ παρακαλεῖν ἅμα,
οὖσαν μὲν ἠπειρῶτιν, οὗ πεσήματα
πλεῖσθ' Ἑλλάδος πέπτωκε δοριπετῆ νεκρῶν,
τοῦ σοῦ δὲ παιδὸς αἵματος κοινουμένην.
[Πάρις γάρ, ὃς σὸν παῖδ' ἔπεφν' Ἀχιλλέα,    655
Ἕκτορος ἀδελφὸς ἦν, δάμαρ δ' ἥδ' Ἕκτορος.]
Καὶ τῇδέ γ' εἰσέρχῃ σὺ ταὐτὸν εἰς στέγος
καὶ ξυντράπεζον ἀξιοῖς ἔχειν βίον,
τίκτειν δ' ἐν οἴκοις παῖδας ἐχθίστους ἐᾷς.
Ἀγὼ προνοίᾳ τῇ τε σῇ κἀμῇ, γέρον,    660
κτανεῖν θέλων τήνδ' ἐκ χερῶν ἁρπάζομαι.
Καίτοι φέρ'· ἅψασθαι γὰρ οὐκ αἰσχρὸν λόγου·
ἢν παῖς μὲν ἡμὴ μὴ τέκῃ, ταύτης δ' ἄπο
βλάστωσι παῖδες, τῆσδε γῆς Φθιώτιδος
στήσεις τυράννους, βάρβαροι δ' ὄντες γένος    665
Ἕλλησιν ἄρξουσ'; εἶτ' ἐγὼ μὲν οὐ φρονῶ
μισῶν τὰ μὴ δίκαια, σοὶ δ' ἔνεστι νοῦς;
[κἀκεῖνο νῦν ἄθρησον· εἰ σὺ παῖδα σὴν
δούς τῳ πολιτῶν, εἶτ' ἔπασχε τοιάδε,
σιγῇ καθῆσ' ἄν; οὐ δοκῶ· ξένης δ' ὕπερ    670
τοιαῦτα λάσκεις τοὺς ἀναγκαίους φίλους;
καὶ μὴν ἴσον γ' ἀνήρ τε καὶ γυνὴ στένει
ἀδικουμένη πρὸς ἀνδρός· ὡς δ' αὔτως ἀνὴρ
γυναῖκα μωραίνουσαν ἐν δόμοις ἔχων.
Καὶ τῷ μὲν ἔστιν ἐν χεροῖν μέγα σθένος,    675
τῇ δ' ἐν γονεῦσι καὶ φίλοις τὰ πράγματα.
Οὔκουν δίκαιον τοῖς γ' ἐμοῖς ἐπωφελεῖν;]
γέρων γέρων εἶ. Τὴν δ' ἐμὴν στρατηγίαν
λέγων ἔμ' ὠφελοῖς ἂν ἢ σιγῶν πλέον.
Ἑλένη δ' ἐμόχθησ' οὐχ ἑκοῦσ', ἀλλ' ἐκ θεῶν,    680
καὶ τοῦτο πλεῖστον ὠφέλησεν Ἑλλάδα·
ὅπλων γὰρ ὄντες καὶ μάχης ἀίστορες
ἔβησαν εἰς τἀνδρεῖον· ἡ δ' ὁμιλία
πάντων βροτοῖσι γίγνεται διδάσκαλος.
Εἰ δ' εἰς πρόσοψιν τῆς ἐμῆς ἐλθὼν ἐγὼ    685
γυναικὸς ἔσχον μὴ κτανεῖν, ἐσωφρόνουν.
Οὐδ' ἂν σὲ Φῶκον ἤθελον κατακτανεῖν.
Ταῦτ' εὖ φρονῶν σ' ἐπῆλθον, οὐκ ὀργῆς χάριν·
ἢν δ' ὀξυθυμῇς, σοὶ μὲν ἡ γλωσσαλγία
μείζων, ἐμοὶ δὲ κέρδος ἡ προμηθία.    690

Χορός

Παύσασθον ἤδη--λῷστα γὰρ μακρῷ τάδε--
λόγων ματαίων, μὴ δύο σφαλῆθ' ἅμα.

Πηλεύς

Οἴμοι, καθ' Ἑλλάδ' ὡς κακῶς νομίζεται·
ὅταν τροπαῖα πολεμίων στήσῃ στρατός,
οὐ τῶν πονούντων τοὔργον ἡγοῦνται τόδε,    695
ἀλλ' ὁ στρατηγὸς τὴν δόκησιν ἄρνυται,
ὃς εἷς μετ' ἄλλων μυρίων πάλλων δόρυ,
οὐδὲν πλέον δρῶν ἑνὸς ἔχει πλείω λόγον.
[Σεμνοὶ δ' ἐν ἀρχαῖς ἥμενοι κατὰ πτόλιν
φρονοῦσι δήμου μεῖζον, ὄντες οὐδένες·    700
οἱ δ' εἰσὶν αὐτῶν μυρίῳ σοφώτεροι,
εἰ τόλμα προσγένοιτο βούλησίς θ' ἅμα.]
Ὡς καὶ σὺ σός τ' ἀδελφὸς ἐξωγκωμένοι
Τροίᾳ κάθησθε τῇ τ' ἐκεῖ στρατηγίᾳ,
μόχθοισιν ἄλλων καὶ πόνοις ἐπηρμένοι.    705
Δείξω δ' ἐγώ σοι μὴ τὸν Ἰδαῖον Πάριν
μείζω νομίζειν Πηλέως ἐχθρόν ποτε,
εἰ μὴ φθερῇ τῆσδ' ὡς τάχιστ' ἀπὸ στέγης
καὶ παῖς ἄτεκνος, ἣν ὅ γ' ἐξ ἡμῶν γεγὼς
ἐλᾷ δι' οἴκων τῶνδ' ἐπισπάσας κόμης    710
εἰ στερρὸς οὖσα μόσχος οὐκ ἀνέξεται
τίκτοντας ἄλλους, οὐκ ἔχουσ' αὐτὴ τέκνα.
Ἀλλ', εἰ τὸ κείνης δυστυχεῖ παίδων πέρι,
ἄπαιδας ἡμᾶς δεῖ καταστῆναι τέκνων;
φθείρεσθε τῆσδε, δμῶες, ὡς ἂν ἐκμάθω    715
εἴ τίς με λύειν τῆσδε κωλύσει χέρας.
Ἔπαιρε σαυτήν· ὡς ἐγὼ καίπερ τρέμων
πλεκτὰς ἱμάντων στροφίδας ἐξανήσομαι.
Ὧδ', ὦ κάκιστε, τῆσδ' ἐλυμήνω χέρας;
βοῦν ἢ λέοντ' ἤλπιζες ἐντείνειν βρόχοις;    720
ἢ μὴ ξίφος λαβοῦσ' ἀμυνάθοιτό σε
ἔδεισας; ἕρπε δεῦρ' ὑπ' ἀγκάλας, βρέφος,
ξύλλυε μητρὸς δεσμόν· ἐν Φθίᾳ σ' ἐγὼ
θρέψω μέγαν τοῖσδ' ἐχθρόν. Εἰ δ' ἀπῆν δορὸς
τοῖς Σπαρτιάταις δόξα καὶ μάχης ἀγών,    725
τἄλλ' ὄντες ἴστε μηδενὸς βελτίονες.

Χορός

Ἀνειμένον τι χρῆμα πρεσβυτῶν γένος
καὶ δυσφύλακτον ὀξυθυμίας ὕπο.

Μενέλαος

Ἄγαν προνωπὴς εἰς τὸ λοιδορεῖν φέρῃ·
ἐγὼ δὲ πρὸς βίαν μὲν εἰς Φθίαν μολὼν    730
οὔτ' οὖν τι δράσω φλαῦρον οὔτε πείσομαι.
Καὶ νῦν μέν--οὐ γὰρ ἄφθονον σχολὴν ἔχω
ἄπειμ' ἐς οἴκους· ἔστι γάρ τις οὐ πρόσω
Σπάρτης πόλις τις, ἣ πρὸ τοῦ μὲν ἦν φίλη,
νῦν δ' ἐχθρὰ ποιεῖ· τήνδ' ἐπεξελθεῖν θέλω    735
στρατηλατήσας χὑποχείριον λαβεῖν.
Ὅταν δὲ τἀκεῖ θῶ κατὰ γνώμην ἐμήν,
ἥξω· παρὼν δὲ πρὸς παρόντας ἐμφανῶς
γαμβροὺς διδάξω καὶ διδάξομαι λόγους.
Κἂν μὲν κολάζῃ τήνδε καὶ τὸ λοιπὸν ᾖ    740
σώφρων καθ' ἡμᾶς, σώφρον' ἀντιλήψεται·
θυμούμενος δὲ τεύξεται θυμουμένων
[ἔργοισι δ' ἔργα διάδοχ' ἀντιλήψεται].
Τοὺς σοὺς δὲ μύθους ῥᾳδίως ἐγὼ φέρω·
σκιὰ γὰρ ἀντίστοιχος ὣς φωνὴν ἔχεις,    745
ἀδύνατος, οὐδὲν ἄλλο πλὴν λέγειν μόνον.

Πηλεύς

Ἡγοῦ, τέκνον μοι, δεῦρ' ὑπ' ἀγκάλαις σταθείς,
σύ τ', ὦ τάλαινα· χείματος γὰρ ἀγρίου
τυχοῦσα λιμένας ἦλθες εἰς εὐηνέμους.

Ἀνδρομάχη

Ὦ πρέσβυ, θεοί σοι δοῖεν εὖ καὶ τοῖσι σοῖς,    750
σῴσαντι παῖδα κἀμὲ τὴν δυσδαίμονα.
Ὅρα δὲ μὴ νῷν εἰς ἐρημίαν ὁδοῦ
πτήξαντες οἵδε πρὸς βίαν ἄγωσί με,
γέροντα μὲν σ' ὁρῶντες, ἀσθενῆ δ' ἐμὲ
καὶ παῖδα τόνδε νήπιον· σκόπει τάδε,    755
μὴ νῦν φυγόντες εἶθ' ἁλῶμεν ὕστερον.

Πηλεύς

Οὐ μὴ γυναικῶν δειλὸν εἰσοίσεις λόγον·
χώρει· τίς ὑμῶν ἅψεται; κλαίων ἄρα
ψαύσει. Θεῶν γὰρ οὕνεχ' ἱππικοῦ τ' ὄχλου    760
πολλῶν θ' ὁπλιτῶν ἄρχομεν Φθίαν κάτα·
ἡμεῖς δ' ἔτ' ὀρθοὶ κοὐ γέροντες, ὡς δοκεῖς,
ἀλλ' εἴς γε τοιόνδ' ἄνδρ' ἀποβλέψας μόνον
τροπαῖον αὐτοῦ στήσομαι, πρέσβυς περ ὤν.
Πολλῶν νέων γὰρ κἂν γέρων εὔψυχος ὢν
κρείσσων· τί γὰρ δεῖ δειλὸν ὄντ' εὐσωματεῖν;    765

Χορός

Ἢ μὴ γενοίμαν ἢ πατέρων ἀγαθῶν
εἴην πολυκτήτων τε δόμων μέτοχος.
Εἴ τι γὰρ πάσχοι τις ἀμήχανον, ἀλκᾶς    770
οὐ σπάνις εὐγενέταις,
κηρυσσομένοισι δ' ἀπ' ἐσθλῶν δωμάτων
τιμὰ καὶ κλέος· οὔτοι λείψανα τῶν ἀγαθῶν
ἀνδρῶν ἀφαιρεῖται χρόνος· ἁ δ' ἀρετὰ
καὶ θανοῦσι λάμπει.    775

Κρεῖσσον δὲ νίκαν μὴ κακόδοξον ἔχειν
ἢ ξὺν φθόνῳ σφάλλειν δυνάμει τε δίκαν.    780
Ἡδὺ μὲν γὰρ αὐτίκα τοῦτο βροτοῖσιν,
ἐν δὲ χρόνῳ τελέθει
ξηρὸν καὶ ὀνείδεσιν ἔγκειται δόμος.
Ταύταν ᾔνεσα ταύταν καὶ φέρομαι βιοτάν,
μηδὲν δίκας ἔξω κράτος ἐν θαλάμοις    785
καὶ πόλει δύνασθαι.

Ὤ γέρον Αἰακίδα,    790
πείθομαι καὶ σὺν Λαπίθαισί σε Κενταύ-
ροις ὁμιλῆσαι δορὶ
κλεινοτάτῳ· καὶ ἐπ' Ἀργῴου δορὸς ἄξενον ὑγρὰ
ἐκπερᾶσαι ποντιᾶν Ξυμπληγάδων    795
κλεινὰν ἐπὶ ναυστολίαν,
Ἰλιάδα τε πόλιν ὅτε <τὸ> πάρος
εὐδόκιμος [ὁ] Διὸς ἶνις ἀμφέβαλλεν φόνῳ,
κοινὰν τὰν εὔκλειαν ἔχοντ'    800
Εὐρώπαν ἀφικέσθαι.

Τροφός

Ὦ φίλταται γυναῖκες, ὡς κακὸν κακῷ
διάδοχον ἐν τῇδ' ἡμέρᾳ πορσύνεται.
Δέσποινα γὰρ κατ' οἶκον, Ἑρμιόνην λέγω,
πατρός τ' ἐρημωθεῖσα συννοίᾳ θ' ἅμα,    805
οἷον δέδρακεν ἔργον Ἀνδρομάχην κτανεῖν
καὶ παῖδα βουλεύσασα, κατθανεῖν θέλει,
πόσιν τρέμουσα, μὴ ἀντὶ τῶν δεδραμένων
ἐκ τῶνδ' ἀτίμως δωμάτων ἀποσταλῇ
[ἢ κατθάνῃ κτείνουσα τοὺς οὐ χρὴ κτανεῖν].    810
Μόλις δέ νιν θέλουσαν ἀρτῆσαι δέρην
εἴργουσι φύλακες δμῶες ἔκ τε δεξιᾶς
ξίφη καθαρπάζουσιν ἐξαιρούμενοι.
Οὕτω μεταλγεῖ καὶ τὰ πρὶν δεδραμένα
ἔγνωκε πράξασ' οὐ καλῶς. Ἐγὼ μὲν οὖν    815
δέσποιναν εἴργουσ' ἀγχόνης κάμνω, φίλαι·
ὑμεῖς δὲ βᾶσαι τῶνδε δωμάτων ἔσω
θανάτου νιν ἐκλύσασθε· τῶν γὰρ ἠθάδων
φίλων νέοι μολόντες εὐπιθέστεροι.

Χορός

Καὶ μὴν ἐν οἴκοις προσπόλων ἀκούομεν    820
βοὴν ἐφ' οἷσιν ἦλθες ἀγγέλλουσα σύ.
Δείξειν δ' ἔοικεν ἡ τάλαιν' ὅσον στένει
πράξασα δεινά· δωμάτων γὰρ ἐκπερᾷ
φεύγουσα χεῖρας προσπόλων πόθῳ θανεῖν.

Ἑρμιόνη

Ἰώ μοί μοι·    825
σπάραγμα κόμας ὀνύχων τε
δάι' ἀμύγματα θήσομαι.

Τροφός

Ὦ παῖ, τί δράσεις; σῶμα σὸν καταικιῇ;

Ἑρμιόνη

Αἰαῖ αἰαῖ·
ἔρρ' αἰθέριον πλοκάμων ἐ-    830
μῶν ἄπο, λεπτόμιτον φάρος.

Τροφός

Τέκνον, κάλυπτε στέρνα, σύνδησον πέπλους.

Ἑρμιόνη

Τί δὲ στέρνα δεῖ καλύπτειν πέπλοις;
δῆλα καὶ ἀμφιφανῆ καὶ ἄκρυπτα δε-
δράκαμεν πόσιν.    835

Τροφός

Ἀλγεῖς φόνον ῥάψασα συγγάμῳ σέθεν;
Ἑρμιόνη κατὰ μὲν οὖν στένω τόλμαν δαί̈αν,
ἃν ἔρξ' ἁ κατάρατος ἐγὼ κατά-
ρατος ἀνθρώποις.

Τροφός

Συγγνώσεταί σοι τήνδ' ἁμαρτίαν πόσις.    840

Ἑρμιόνη

Τί μοι ξίφος
ἐκ χερὸς ἠγρεύσω;
ἀπόδος, ὦ φίλος, ἀπόδος, ἵν' ἀνταίαν
ἐρείσω πλαγάν· τί με βρόχων εἴργεις;

Τροφός

Ἀλλ' εἴ σ' ἀφείην μὴ φρονοῦσαν, ὡς θάνῃς;    845

Ἑρμιόνη

Οἴμοι πότμου.
Ποῦ μοι πυρὸς φίλα φλόξ;
ποῦ δ' ἐκ πέτρας ἀερθῶ,
ἢ κατὰ πόντον ἢ καθ' ὕλαν ὀρέων,
ἵνα θανοῦσα νερτέροισιν μέλω;    850

Τροφός

Τί ταῦτα μοχθεῖς; συμφοραὶ θεήλατοι
πᾶσιν βροτοῖσιν ἢ τότ' ἦλθον ἢ τότε.

Ἑρμιόνη

Ἔλιπες ἔλιπες, ὦ πάτερ, ἐπακτίαν
[ὡσεὶ] μονάδ' ἔρημον οὖσαν ἐνάλου κώπας.    855
Ὀλεῖ ὀλεῖ με [δηλαδὴ πόσις]· τᾷδ' οὐκέτ' ἐνοικήσω
νυμφιδίῳ στέγᾳ.
Τίνος ἀγαλμάτων ἱκέτις ὁρμαθῶ;
ἢ δούλα δούλας γόνασι προσπέσω;    860
Φθιάδος ἐκ γᾶς
κυανόπτερος ὄρνις ἀρθείην,
πευκᾶεν σκάφος ᾇ διὰ Κυανέας ἐπέρασεν ἀκτάς,
πρωτόπλοος πλάτα.    865

Τροφός

Ὦ παῖ, τὸ λίαν οὔτ' ἐκεῖν' ἐπῄνεσα,
ὅτ' εἰς γυναῖκα Τρῳάδ' ἐξημάρτανες,
οὔτ' αὖ τὸ νῦν σου δεῖμ' ὃ δειμαίνεις ἄγαν.
Οὐχ ὧδε κῆδος σὸν διώσεται πόσις
φαύλοις γυναικὸς βαρβάρου πεισθεὶς λόγοις.
Οὐ γάρ τί σ' αἰχμάλωτον ἐκ Τροίας ἔχει,    870
ἀλλ' ἀνδρὸς ἐσθλοῦ παῖδα σὺν πολλοῖς λαβὼν
ἕδνοισι, πόλεώς τ' οὐ μέσως εὐδαίμονος.
Πατὴρ δέ σ' οὐχ ὧδ' ὡς σὺ δειμαίνεις, τέκνον,
προδοὺς ἐάσει δωμάτων τῶνδ' ἐκπεσεῖν.    875
Ἀλλ' εἴσιθ' εἴσω μηδὲ φαντάζου δόμων
πάροιθε τῶνδε, μή τιν' αἰσχύνην λάβῃς
[πρόσθεν μελάθρων τῶνδ' ὁρωμένη, τέκνον].

Χορός

Καὶ μὴν ὅδ' ἀλλόχρως τις ἔκδημος ξένος
σπουδῇ πρὸς ἡμᾶς βημάτων πορεύεται.    880

Ὀρέστης

Ξέναι γυναῖκες, ἦ τάδ' ἔστ' Ἀχιλλέως
παιδὸς μέλαθρα καὶ τυραννικαὶ στέγαι;

Χορός

Ἔγνως· ἀτὰρ δὴ τίς σὺ πυνθάνῃ τάδε;

Ὀρέστης

Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τόκος,
ὄνομα δ' Ὀρέστης· ἔρχομαι δὲ πρὸς Διὸς    885
μαντεῖα Δωδωναῖ'. Ἐπεὶ δ' ἀφικόμην
Φθίαν, δοκεῖ μοι ξυγγενοῦς μαθεῖν πέρι
γυναικός, εἰ ζῇ κεὐτυχοῦσα τυγχάνει
ἡ Σπαρτιᾶτις Ἑρμιόνη· τηλουρὰ γὰρ
ναίουσ' ἀφ' ἡμῶν πεδί' ὅμως ἐστὶν φίλη.    890

Ἑρμιόνη

Ὦ ναυτίλοισι χείματος λιμὴν φανεὶς
Ἀγαμέμνονος παῖ, πρός σε τῶνδε γουνάτων,
οἴκτιρον ἡμᾶς ὧν ἐπισκοπεῖς τύχας,
πράσσοντας οὐκ εὖ. Στεμμάτων δ' οὐχ ἥσσονας
σοῖς προστίθημι γόνασιν ὠλένας ἐμάς.    895

Ὀρέστης

Ἔα· τί χρῆμα; μῶν ἐσφάλμεθ' ἢ σαφῶς ὁρῶ
δόμων ἄνασσαν τῶνδε Μενέλεω κόρην;

Ἑρμιόνη

Ἥνπερ μόνην γε Τυνδαρὶς τίκτει γυνὴ

Ἑλένη

Κατ' οἴκους πατρί· μηδὲν ἀγνόει.

Ὀρέστης

Ὦ Φοῖβ' ἀκέστορ, πημάτων δοίης λύσιν.    900
Τί χρῆμα; πρὸς θεῶν ἢ βροτῶν πάσχεις κακά;

Ἑρμιόνη

Τὰ μὲν πρὸς ἡμῶν, τὰ δὲ πρὸς ἀνδρὸς ὅς μ' ἔχει,
τὰ δ' ἐκ θεῶν του· πανταχῇ δ' ὀλώλαμεν.

Ὀρέστης

Τίς οὖν ἂν εἴη μὴ πεφυκότων γέ πω
παίδων γυναικὶ συμφορὰ πλὴν εἰς λέχος;    905

Ἑρμιόνη

Τοῦτ' αὐτὸ καὶ νοσοῦμεν· εὖ μ' ὑπηγάγου.

Ὀρέστης

Ἄλλην τιν' εὐνὴν ἀντὶ σοῦ στέργει πόσις;

Ἑρμιόνη

Τὴν αἰχμάλωτον Ἕκτορος ξυνευνέτιν.

Ὀρέστης

Κακόν γ' ἔλεξας, ἄνδρα δίσσ' ἔχειν λέχη.    910

Ἑρμιόνη

Τοιαῦτα ταῦτα. Κᾆτ' ἔγωγ' ἠμυνάμην.

Ὀρέστης

Μῶν εἰς γυναῖκ' ἔρραψας οἷα δὴ γυνή;

Ἑρμιόνη

Φόνον γ' ἐκείνῃ καὶ τέκνῳ νοθαγενεῖ.

Ὀρέστης

Κἄκτεινας, ἤ τις συμφορά σ' ἀφείλετο;

Ἑρμιόνη

Γέρων γε Πηλεύς, τοὺς κακίονας σέβων.

Ὀρέστης

Σοὶ δ' ἦν τις ὅστις τοῦδ' ἐκοινώνει φόνου;    915

Ἑρμιόνη

Πατήρ γ' ἐπ' αὐτὸ τοῦτ' ἀπὸ Σπάρτης μολών.

Ὀρέστης

Κἄπειτα τοῦ γέροντος ἡσσήθη χερί;

Ἑρμιόνη

Αἰδοῖ γε· καί μ' ἔρημον οἴχεται λιπών.

Ὀρέστης

Συνῆκα· ταρβεῖς τοῖς δεδραμένοις πόσιν.

Ἑρμιόνη

Ἔγνως· ὀλεῖ γάρ μ' ἐνδίκως. Τί δεῖ λέγειν;    920
Ἀλλ' ἄντομαί σε Δία καλοῦσ' ὁμόγνιον,
πέμψον με χώρας τῆσδ' ὅποι προσωτάτω
ἢ πρὸς πατρῷον μέλαθρον· ὡς δοκοῦσί γε
δόμοι τ' ἐλαύνειν φθέγμ' ἔχοντες οἵδε με,
μισεῖ τε γαῖα Φθιάς. Εἰ δ' ἥξει πάρος    925
Φοίβου λιπὼν μαντεῖον εἰς δόμους πόσις,
κτενεῖ μ' ἐπ' αἰσχίστοισιν· ἢ δουλεύσομεν
νόθοισι λέκτροις ὧν ἐδέσποζον πρὸ τοῦ.

Ὀρέστης

Πῶς οὖν τάδ', ὡς εἴποι τις, ἐξημάρτανες;

Ἑρμιόνη

Κακῶν γυναικῶν εἴσοδοί μ' ἀπώλεσαν,    930
αἵ μοι λέγουσαι τούσδ' ἐχαύνωσαν λόγους·
Σὺ τὴν κακίστην αἰχμάλωτον ἐν δόμοις
δούλην ἀνέξῃ σοὶ λέχους κοινουμένην;
μὰ τὴν ἄνασσαν, οὐκ ἂν ἔν γ' ἐμοῖς δόμοις
βλέπουσ' ἂν αὐγὰς τἄμ' ἐκαρποῦτ' ἂν λέχη.    935
Κἀγὼ κλύουσα τούσδε Σειρήνων λόγους,
[σοφῶν πανούργων ποικίλων λαλημάτων,]
ἐξηνεμώθην μωρίᾳ. Τί γάρ μ' ἐχρῆν
πόσιν φυλάσσειν, ᾗ παρῆν ὅσων ἔδει;
πολὺς μὲν ὄλβος· δωμάτων δ' ἠνάσσομεν·    940
παῖδας δ' ἐγὼ μὲν γνησίους ἔτικτον ἄν,
ἡ δ' ἡμιδούλους τοῖς ἐμοῖς νοθαγενεῖς.
Ἀλλ' οὔποτ' οὔποτ' ̔οὐ γὰρ εἰσάπαξ ἐρῶ,
χρὴ τούς γε νοῦν ἔχοντας, οἷς ἔστιν γυνή,
πρὸς τὴν ἐν οἴκοις ἄλοχον ἐσφοιτᾶν ἐᾶν    945
γυναῖκας· αὗται γὰρ διδάσκαλοι κακῶν·
ἡ μέν τι κερδαίνουσα συμφθείρει λέχος,
ἡ δ' ἀμπλακοῦσα συννοσεῖν αὑτῇ θέλει,
πολλαὶ δὲ μαργότητι. Κἀντεῦθεν δόμοι
νοσοῦσιν ἀνδρῶν. Πρὸς τάδ' εὖ φυλάσσετε    950
κλῄθροισι καὶ μοχλοῖσι δωμάτων πύλας·
ὑγιὲς γὰρ οὐδὲν αἱ θύραθεν εἴσοδοι
δρῶσιν γυναικῶν, ἀλλὰ πολλὰ καὶ κακά.

Χορός

Ἄγαν ἐφῆκας γλῶσσαν εἰς τὸ σύμφυτον.
Συγγνωστὰ μέν νυν σοὶ τάδ', ἀλλ' ὅμως χρεὼν    955
κοσμεῖν γυναῖκας τὰς γυναικείας νόσους.

Ὀρέστης

Σοφόν τι χρῆμα τοῦ διδάξαντος βροτοὺς
λόγους ἀκούειν τῶν ἐναντίων πάρα.
Ἐγὼ γὰρ εἰδὼς τῶνδε σύγχυσιν δόμων    960
ἔριν τε τὴν σὴν καὶ γυναικὸς Ἕκτορος,
φυλακὰς ἔχων ἔμιμνον, εἴτ' αὐτοῦ μενεῖς
εἴτ' ἐκφοβηθεῖσ' αἰχμαλωτίδος φόνῳ
γυναικὸς οἴκων τῶνδ' ἀπηλλάχθαι θέλεις.
Ἦλθον δὲ σὰς μὲν οὐ σέβων ἐπιστολάς,
εἰ δ' ἐνδιδοίης, ὥσπερ ἐνδίδως, λόγον,    965
πέμψων σ' ἀπ' οἴκων τῶνδ'. Ἐμὴ γὰρ οὖσα πρὶν
σὺν τῷδε ναίεις ἀνδρὶ σοῦ πατρὸς κάκῃ,
ὃς πρὶν τὰ Τροίας ἐσβαλεῖν ὁρίσματα
γυναῖκ' ἐμοί σε δοὺς ὑπέσχεθ' ὕστερον
τῷ νῦν σ' ἔχοντι, Τρῳάδ' εἰ πέρσοι πόλιν.    970
Ἐπεὶ δ' Ἀχιλλέως δεῦρ' ἐνόστησεν γόνος,
σῷ μὲν συνέγνων πατρί, τὸν δ' ἐλισσόμην
γάμους ἀφεῖναι σούς, ἐμὰς λέγων τύχας
καὶ τὸν παρόντα δαίμον', ὡς φίλων μὲν ἂν
γήμαιμ' ἀπ' ἀνδρῶν, ἔκτοθεν δ' οὐ ῥᾳδίως,    975
φεύγων ἀπ' οἴκων ἃς ἐγὼ φεύγω φυγάς.
Ὁ δ' ἦν ὑβριστὴς ἐς τ' ἐμῆς μητρὸς φόνον
τάς θ' αἱματωποὺς θεὰς ὀνειδίζων ἐμοί.
Κἀγὼ ταπεινὸς ὢν τύχαις ταῖς οἴκοθεν
ἤλγουν μὲν ἤλγουν, συμφορὰς δ' ἠνειχόμην,    980
σῶν δὲ στερηθεὶς ᾠχόμην ἄκων γάμων.
Νῦν οὖν, ἐπειδὴ περιπετεῖς ἔχεις τύχας
καὶ ξυμφορὰν τήνδ' ἐσπεσοῦσ' ἀμηχανεῖς,
ἄξω σ' ἀπ' οἴκων καὶ πατρὸς δώσω χερί.
Τὸ συγγενὲς γὰρ δεινόν, ἔν τε τοῖς κακοῖς    985
οὐκ ἔστιν οὐδὲν κρεῖσσον οἰκείου φίλου.

Ἑρμιόνη

Νυμφευμάτων μὲν τῶν ἐμῶν πατὴρ ἐμὸς
μέριμναν ἕξει, κοὐκ ἐμὸν κρίνειν τόδε.
Ἀλλ' ὡς τάχιστα τῶνδέ μ' ἔκπεμψον δόμων
μὴ φθῇ σε προσβὰς δῶμα καὶ μ' ἑλὼν πόσις,    990
ἢ πρέσβυς οἴκους μ' ἐξερημοῦσαν μαθὼν
Πηλεὺς μετέλθῃ πωλικοῖς διώγμασιν.

Ὀρέστης

Θάρσει γέροντος χεῖρα· τὸν δ' Ἀχιλλέως
μηδὲν φοβηθῇς παῖδ', ὅσ' εἰς ἔμ' ὕβρισε.
Τοία γὰρ αὐτῷ μηχανὴ πεπλεγμένη    995
βρόχοις ἀκινήτοισιν ἕστηκεν φόνου
πρὸς τῆσδε χειρός· ἣν πάρος μὲν οὐκ ἐρῶ,
τελουμένων δὲ Δελφὶς εἴσεται πέτρα.
Ὁ μητροφόντης δ', ἢν δορυξένων ἐμῶν
μείνωσιν ὅρκοι Πυθικὴν ἀνὰ χθόνα,    1000
δείξω γαμεῖν σφε μηδέν' ὧν ἐχρῆν ἐμέ.
Πικρῶς δὲ πατρὸς φόνιον αἰτήσει δίκην
ἄνακτα Φοῖβον· οὐδέ νιν μετάστασις
γνώμης ὀνήσει θεῷ διδόντα νῦν δίκας,
ἀλλ' ἔκ τ' ἐκείνου διαβολαῖς τε ταῖς ἐμαῖς    1005
κακῶς ὀλεῖται· γνώσεται δ' ἔχθραν θεοῦ.
Ἐχθρῶν γὰρ ἀνδρῶν μοῖραν εἰς ἀναστροφὴν
δαίμων δίδωσι κοὐκ ἐᾷ φρονεῖν μέγα.

Χορός

Ὦ Φοῖβε πυργώσας τὸν ἐν Ἰλίῳ εὐτειχῆ πάγον
καὶ πόντιε κυανέαις ἵπποις διφρεύ-    1010
ων ἅλιον πέλαγος,
τίνος οὕνεκ' ἄτιμον ὀργά-
ας χέρα τεκτοσύνας Ἐ-    1015
νυαλίῳ δοριμήστορι προσθέν-
τες τάλαιναν τάλαι-
ναν μεθεῖτε Τροίαν;

Πλείστους δ' ἐπ' ἀκταῖσιν Σιμοεντίσιν εὐίππους ὄχους
ἐζεύξατε καὶ φονίους ἀνδρῶν ἁμίλ-    1020
λας ἔθετ' ἀστεφάνους·
ἀπὸ δὲ φθίμενοι βεβᾶσιν
Ἰλιάδαι βασιλῆες,
οὐδ' ἔτι πῦρ ἐπιβώμιον ἐν Τροί-    1025
ᾳ θεοῖσιν λέλαμ-
πεν καπνῷ θυώδει.

Βέβακε δ' Ἀτρείδας ἀλόχου παλάμαις,
αὐτά τ' ἐναλλάξασα φόνῳ θάνατον
πρὸς τέκνων ἀπηύρα.    1030
Θεοῦ θεοῦ νῦν κέλευμ' ἐπεστράφη
μαντόσυνον, ὅτε νιν Ἀργόθεν πορευθεὶς
Ἀγαμεμνόνιος κέλωρ, ἀδύτων ἐπιβὰς
κτήσατ', ὢν ματρὸς φονεὺς    1035
ὦ δαῖμον, ὦ Φοῖβε, πῶς πείθομαι;
πολλαὶ δ' ἀν' Ἑλλάνων ἀγόρους στοναχὰς
μέλποντο δυστάνων λεχέων ἄλοχοι,
ἐκ δ' ἔλειπον οἴκους    1040
πρὸς ἄλλον εὐνάτορ'. Οὐχὶ σοὶ μόνᾳ
δύσφρονες ἐπέπεσον, οὐ φίλοισι, λῦπαι·
νόσον Ἑλλὰς ἔτλα, νόσον· διέβα δὲ Φρυγῶν
καὶ πρὸς εὐκάρπους γύας    1045
σκηπτὸς σταλάσσων {Ἅιδα} φόνον.

Πηλεύς

Φθιώτιδες γυναῖκες, ἱστοροῦντί μοι
σημήνατ'· ᾐσθόμην γὰρ οὐ σαφῆ λόγον
ὡς δώματ' ἐκλιποῦσα Μενέλεω κόρη
φρούδη τάδ'· ἥκω δ' ἐκμαθεῖν σπουδὴν ἔχων    1050
εἰ ταῦτ' ἀληθῆ· τῶν γὰρ ἐκδήμων φίλων
δεῖ τοὺς κατ' οἶκον ὄντας ἐκπονεῖν τύχας.

Χορός

Πηλεῦ, σαφῶς ἤκουσας· οὐδ' ἐμοὶ καλὸν
κρύπτειν ἐν οἷς παροῦσα τυγχάνω κακοῖς·
βασίλεια γὰρ τῶνδ' οἴχεται φυγὰς δόμων.    1055

Πηλεύς

Τίνος φόβου τυχοῦσα; διαπέραινέ μοι.

Χορός

Πόσιν τρέμουσα, μὴ δόμων νιν ἐκβάλῃ.

Πηλεύς

Μῶν ἀντὶ παιδὸς θανασίμων βουλευμάτων;

Χορός

Ναί, καὶ γυναικὸς αἰχμαλωτίδος φόβῳ.

Πηλεύς

Σὺν πατρὶ δ' οἴκους ἢ τίνος λείπει μέτα;    1060

Χορός

Ἀγαμέμνονός νιν παῖς βέβηκ' ἄγων χθονός.

Πηλεύς

Ποίαν περαίνων ἐλπίδ'; ἦ γῆμαι θέλων;

Χορός

Καὶ σῷ γε παιδὸς παιδὶ πορσύνων μόρον.

Πηλεύς

Κρυπτὸς καταστὰς ἢ κατ' ὄμμ' ἐλθὼν μάχῃ;

Χορός

Ἀγνοῖς ἐν ἱεροῖς Λοξίου Δελφῶν μέτα.    1065

Πηλεύς

Οἴμοι· τόδ' ἤδη δεινόν. οὐχ ὅσον τάχος
χωρήσεταί τις Πυθικὴν πρὸς ἑστίαν
καὶ τἀνθάδ' ὄντα τοῖς ἐκεῖ λέξει φίλοις,
πρὶν παῖδ' Ἀχιλλέως κατθανεῖν ἐχθρῶν ὕπο;

Ἄγγελος

Ὤμοι μοι· οἵας ὁ τλήμων ἀγγελῶν ἥκω τύχας    1070
σοί τ', ὦ γεραιέ, καὶ φίλοισι δεσπότου.

Πηλεύς

Αἰαῖ· πρόμαντις θυμὸς ὥς τι προσδοκᾷ.

Ἄγγελος

Οὐκ ἔστι σοι παῖς παιδός, ὡς μάθῃς, γέρον
Πηλεῦ· τοιάσδε φασγάνων πληγὰς ἔχει
Δελφῶν ὑπ' ἀνδρῶν καὶ Μυκηναίου ξένου.    1075

Χορός

Ἆ ἆ, τί δράσεις, ὦ γεραιέ; μὴ πέσῃς· ἔπαιρε σαυτόν.

Πηλεύς

Οὐδέν εἰμ'· ἀπωλόμην.
Φρούδη μὲν αὐδή, φροῦδα δ' ἄρθρα μου κάτω.

Ἄγγελος

Ἄκουσον, εἰ σοὶ καὶ φίλοις ἀμυναθεῖν
χρῄζεις, τὸ πραχθέν, σὸν κατορθώσας δέμας.    1080

Πηλεύς

Ὦ μοῖρα, γήρως ἐσχάτοις πρὸς τέρμασιν
οἵα με τὸν δύστηνον ἀμφιβᾶσ' ἔχεις.
πῶς δ' οἴχεταί μοι παῖς μόνου παιδὸς μόνος;
σήμαιν'· ἀκοῦσαι δ' οὐκ ἀκούσθ' ὅμως θέλω.

Ἄγγελος

Ἐπεὶ τὸ κλεινὸν ἤλθομεν Φοίβου πέδον,    1085
τρεῖς μὲν φαεννὰς ἡλίου διεξόδους
θέᾳ διδόντες ὄμματ' ἐξεπίμπλαμεν.
Καὶ τοῦθ' ὕποπτον ἦν ἄρ'· ἐς δὲ συστάσεις
κύκλους τ' ἐχώρει λαὸς οἰκήτωρ θεοῦ.
Ἀγαμέμνονος δὲ παῖς διαστείχων πόλιν    1090
ἐς οὖς ἑκάστῳ δυσμενεῖς ηὔδα λόγους·
Ὁρᾶτε τοῦτον, ὃς διαστείχει θεοῦ
χρυσοῦ γέμοντα γύαλα, θησαυροὺς βροτῶν,
τὸ δεύτερον παρόντ' ἐφ' οἷσι καὶ πάρος
δεῦρ' ἦλθε, Φοίβου ναὸν ἐκπέρσαι θέλων;    1095
Κἀκ τοῦδ' ἐχώρει ῥόθιον ἐν πόλει κακόν·
ἀρχαὶ δ' ἐπληροῦντ' ἐς τὰ βουλευτήρια,
ἰδίᾳ θ' ὅσοι θεοῦ χρημάτων ἐφέστασαν,
φρουρὰν ἐτάξαντ' ἐν περιστύλοις δόμοις.
Ἡμεῖς δὲ μῆλα, φυλλάδος Παρνασίας    1100
παιδεύματ', οὐδὲν τῶνδέ πω πεπυσμένοι,
λαβόντες ᾖμεν ἐσχάραις τ' ἐφέσταμεν
σὺν προξένοισι μάντεσίν τε Πυθικοῖς.
Καί τις τόδ' εἶπεν· "Ὦ" νεανία, τί σοι
θεῷ κατευξώμεσθα; τίνος ἥκεις χάριν;    1105
Ὁ δ' εἶπε· Φοίβῳ τῆς πάροιθ' ἁμαρτίας
δίκας παρασχεῖν βουλόμεσθ'· ᾔτησα γὰρ
πατρός ποτ' αὐτὸν αἵματος δοῦναι δίκην.
Κἀνταῦθ' Ὀρέστου μῦθος ἰσχύων μέγα
ἐφαίνεθ', ὡς ψεύδοιτο δεσπότης ἐμός,    1110
ἥκων ἐπ' αἰσχροῖς. Ἔρχεται δ' ἀνακτόρων
κρηπῖδος ἐντός, ὡς πάρος χρηστηρίων
εὔξαιτο Φοίβῳ· τυγχάνει δ' ἐν ἐμπύροις·
τῷ δὲ ξιφήρης ἆρ' ὑφειστήκει λόχος
δάφνῃ σκιασθείς· ὧν Κλυταιμήστρας τόκος    1115
εἷς ἦν ἁπάντων τῶνδε μηχανορράφος.

Χὠ μὲν κατ' ὄμμα στὰς προσεύχεται θεῷ:
οἱ δ' ὀξυθήκτοις φασγάνοις ὡπλισμένοι    1120
κεντοῦσ' ἀτευχῆ παῖδ' Ἀχιλλέως λάθρᾳ.
Χωρεῖ δὲ πρύμναν: οὐ γὰρ εἰς καιρὸν τυπεὶς
ἐτύγχαν': ἐξέλκει δὲ κἀκ παραστάδος
κρεμαστὰ τεύχη πασσάλων καθαρπάσας
ἔστη 'πὶ βωμοῦ γοργὸς ὁπλίτης ἰδεῖν,
βοᾷ δὲ Δελφῶν παῖδας ἱστορῶν τάδε·
Τίνος μ' ἕκατι κτείνετ' εὐσεβεῖς ὁδοὺς    1125
ἥκοντα; ποίας ὄλλυμαι πρὸς αἰτίας;
τῶν δ' οὐδὲν οὐδεὶς μυρίων ὄντων πέλας
ἐφθέγξατ', ἀλλ' ἔβαλλον ἐκ χερῶν πέτροις.
Πυκνῇ δὲ νιφάδι πάντοθεν σποδούμενος
προύτεινε τεύχη κἀφυλάσσετ' ἐμβολὰς    1130
ἐκεῖσε κἀκεῖσ' ἀσπίδ' ἐκτείνων χερί.
Ἀλλ' οὐδὲν ἦνον· ἀλλὰ πόλλ' ὁμοῦ βέλη,
οἰστοί, μεσάγκυλ' ἔκλυτοί τ' ἀμφώβολοι
σφαγῆς ἐχώρουν βουπόροι ποδῶν πάρος.
Δεινὰς δ' ἂν εἶδες πυρρίχας φρουρουμένου    1135
βέλεμνα παιδός. Ὡς δέ νιν περισταδὸν
κύκλῳ κατεῖχον οὐ διδόντες ἀμπνοάς,
βωμοῦ κενώσας δεξίμηλον ἐσχάραν,
τὸ Τρωικὸν πήδημα πηδήσας ποδοῖν
χωρεῖ πρὸς αὐτούς· οἱ δ' ὅπως πελειάδες    1140
ἱέρακ' ἰδοῦσαι πρὸς φυγὴν ἐνώτισαν.
Πολλοὶ δ' ἔπιπτον μιγάδες ἔκ τε τραυμάτων
αὐτοί θ' ὑπ' αὐτῶν στενοπόρους κατ' ἐξόδους,
κραυγὴ δ' ἐν εὐφήμοισι δύσφημος δόμοις
πέτραισιν ἀντέκλαγξ'· ἐν εὐδίᾳ δέ πως    1145
ἔστη φαεννοῖς δεσπότης στίλβων ὅπλοις·
πρὶν δή τις ἀδύτων ἐκ μέσων ἐφθέγξατο
δεινόν τι καὶ φρικῶδες, ὦρσε δὲ στρατὸν
στρέψας πρὸς ἀλκήν. Ἔνθ' Ἀχιλλέως πίτνει
παῖς ὀξυθήκτῳ πλευρὰ φασγάνῳ τυπεὶς    1150
[Δελφοῦ πρὸς ἀνδρός, ὅσπερ αὐτὸν ὤλεσε]
πολλῶν μετ' ἄλλων· ὡς δὲ πρὸς γαῖαν πίτνει,
τίς οὐ σίδηρον προσφέρει, τίς οὐ πέτρον,
βάλλων ἀράσσων; πᾶν δ' ἀνήλωται δέμας
τὸ καλλίμορφον τραυμάτων ὕπ' ἀγρίων.    1155
Νεκρὸν δὲ δή νιν κείμενον βωμοῦ πέλας
ἐξέβαλον ἐκτὸς θυοδόκων ἀνακτόρων.
Ἡμεῖς δ' ἀναρπάσαντες ὡς τάχος χεροῖν
κομίζομέν νίν σοι κατοιμῶξαι γόοις
κλαῦσαί τε, πρέσβυ, γῆς τε κοσμῆσαι τάφῳ.    1160
Τοιαῦθ' ὁ τοῖς ἄλλοισι θεσπίζων ἄναξ,
ὁ τῶν δικαίων πᾶσιν ἀνθρώποις κριτής,
δίκας διδόντα παῖδ' ἔδρασ' Ἀχιλλέως.
Ἐμνημόνευσε δ', ὥσπερ ἄνθρωπος κακός,
παλαιὰ νείκη· πῶς ἂν οὖν εἴη σοφός;    1165

Πηλεύς

Ὤμοι ἐγώ, κακὸν οἷον ὁρῶ τόδε
καὶ δέχομαι χερὶ δώμασί τ' ἀμοῖς.
Ἰώ μοί μοι, αἰαῖ,
ὦ πόλι Θεσσαλία, διολώλαμεν,
οἰχόμεθ': οὐκέτι μοι γένος, οὐκέτι μοι τέκνα λείπεται οἴκοις:    1170
ὦ σχέτλιος παθέων ἐγώ: {εἰς τίνα
δὴ φίλον αὐγὰς βαλὼν τέρψομαι;}
ὦ φίλιον στόμα καὶ γένυ καὶ χέρες,
εἴθε σ' ὑπ' Ἰλίῳ ἤναρε δαίμων
Σιμοεντίδα παρ' ἀκτάν.    1175

Χορός

Οὗτός γ' ἂν ὡς ἐκ τῶνδ' ἐτιμᾶτ' ἄν, γέρον,
θανών, τὸ σὸν δ' ἦν ὧδ' ἂν εὐτυχέστερον.

Πηλεύς

Ὦ γάμος, ὦ γάμος, ὃς τάδε δώματα
καὶ πόλιν ὤλεσας ὤλεσας ἁμάν.
Αἰαῖ, ἒ ἒ, ὦ παῖ:    1180
{μήποτε σῶν λεχέων τὸ δυσώνυμον
ὤφελ' ἐμὸν γένος εἰς τέκνα καὶ δόμον ἀμφιβαλέσθαι
Ἑρμιόνας Ἀίδαν ἐπὶ σοί, τέκνον,}
ἀλλὰ κεραυνῷ πρόσθεν ὀλέσθαι:
μηδ' ἐπὶ τοξοσύνᾳ φονίῳ πατρὸς    1185
αἷμα τὸ διογενές ποτε Φοῖβον
βροτὸς εἰς θεὸν ἀνάψαι.

Χορός

Ὀττοτοτοτοῖ, θανόντα δεσπόταν γόοις
νόμῳ τῷ νερτέρων κατάρξω.

Πηλεύς

Ὀττοτοτοτοῖ, διάδοχά <σοι> τάλας ἐγὼ    1190
γέρων καὶ δυστυχὴς δακρύω.

Χορός

Θεοῦ γὰρ αἶσα, θεὸς ἔκρανε συμφοράν.

Πηλεύς

Ὦ φίλος, δόμον ἔλιπες ἔρημον,
[ὤμοι μοι, ταλαίπωρον ἐμὲ]
γέροντ' ἄπαιδα νοσφίσας.    1195

Χορός

Θανεῖν θανεῖν σε, πρέσβυ, χρῆν πάρος τέκνων.

Πηλεύς

Οὐ σπαράξομαι κόμαν,
οὐκ ἐμῷ 'πιθήσομαι
κάρᾳ κτύπημα χειρὸς ὀλοόν; ὦ πόλις,
διπλῶν τέκνων    1200
μ' ἐστέρησε Φοῖβος.

Χορός

Ὦ κακὰ παθὼν ἰδών τε δυστυχὲς γέρον,
τίν' αἰῶν' ἐς τὸ λοιπὸν ἕξεις;

Πηλεύς

Ἄτεκνος ἔρημος, οὐκ ἔχων πέρας κακῶν
διαντλήσω πόνους ἐς Ἅιδαν.    1205

Χορός

Μάτην δέ σ' ἐν γάμοισιν ὤλβισαν θεοί.

Πηλεύς

Ἀμπτάμενα φροῦδα πάντ' ἐκεῖνα
κόμπων μεταρσίων πρόσω.

Χορός

Μόνος μόνοισιν ἐν δόμοις ἀναστρέφῃ.

Πηλεύς

Οὐκέτ' εἴμ', οἴμοι, πόλις,    1210
σκῆπτρά τ' ἐρρέτω τάδε [ἐπὶ γαῖαν]·
σύ τ', ὦ κατ' ἄντρα νύχια Νηρέως κόρη,
πανώλεθρόν μ' ὄψεαι πίτνοντα [πρὸς γᾶν].

Χορός

Ἰὼ ἰώ·
τί κεκίνηται; τίνος αἰσθάνομαι    1215
θείου; κοῦραι, λεύσσετ' ἀθρήσατε·
δαίμων ὅδε τις λευκὴν αἰθέρα
πορθμευόμενος τῶν ἱπποβότων
Φθίας πεδίων ἐπιβαίνει.

Θέτις

Πηλεῦ, χάριν σοι τῶν πάρος νυμφευμάτων    1220
ἥκω Θέτις λιποῦσα Νηρέως δόμους.
Καὶ πρῶτα μέν σοι τοῖς παρεστῶσιν κακοῖς
μηδέν τι λίαν δυσφορεῖν παρῄνεσα:
κἀγὼ γάρ, ἣν ἄκλαυτα χρῆν τίκτειν τέκνα,
θεὰν γεγῶσαν καὶ θεοῦ πατρὸς τέκος,    1225
ἀπώλεσ' ἐκ σοῦ παῖδα τὸν ταχὺν πόδας
Ἀχιλλέα τεκοῦσα πρῶτον Ἑλλάδος.
Ὧν δ' οὕνεκ' ἦλθον σημανῶ, σὺ δ' ἐνδέχου.
Τὸν μὲν θανόντα τόνδ' Ἀχιλλέως γόνον
θάψον πορεύσας Πυθικὴν πρὸς ἐσχάραν,    1230
Δελφοῖς ὄνειδος, ὡς ἀπαγγέλλῃ τάφος
φόνον βίαιον τῆς Ὀρεστείας χερός·
γυναῖκα δ' αἰχμάλωτον, Ἀνδρομάχην λέγω,
Μολοσσίαν γῆν χρὴ κατοικῆσαι, γέρον,
Ἑλένῳ συναλλαχθεῖσαν εὐναίοις γάμοις,    1235
καὶ παῖδα τόνδε, τῶν ἀπ' Αἰακοῦ μόνον
λελειμμένον δή. Βασιλέα δ' ἐκ τοῦδε χρὴ
ἄλλον δι' ἄλλου διαπερᾶν Μολοσσίας
εὐδαιμονοῦντας· οὐ γὰρ ὧδ' ἀνάστατον
γένος γενέσθαι δεῖ τὸ σὸν κἀμόν, γέρον,    1240
Τροίας τε· καὶ γὰρ θεοῖσι κἀκείνης μέλει,
καίπερ πεσούσης Παλλάδος προθυμίᾳ.
Σὲ δ', ὡς ἂν εἰδῇς τῆς ἐμῆς εὐνῆς χάριν,
κακῶν ἀπαλλάξασα τῶν βροτησίων
ἀθάνατον ἄφθιτόν τε ποιήσω θεόν.    1245
Κἄπειτα Νηρέως ἐν δόμοις ἐμοῦ μέτα
τὸ λοιπὸν ἤδη θεὸς συνοικήσεις θεᾷ·
ἔνθεν κομίζων ξηρὸν ἐκ πόντου πόδα
τὸν φίλτατον σοὶ παῖδ' ἐμοί τ' Ἀχιλλέα
ὄψῃ δόμους ναίοντα νησιωτικοὺς    1250
Λευκὴν κατ' ἀκτὴν ἐντὸς ἀξένου πόρου.
Ἀλλ' ἕρπε Δελφῶν εἰς θεόδμητον πόλιν
νεκρὸν κομίζων τόνδε, καὶ κρύψας χθονὶ
ἐλθὼν παλαιᾶς χοιράδος κοῖλον μυχὸν
Σηπιάδος ἵζου· μίμνε δ', ἔστ' ἂν ἐξ ἁλὸς    1255
λαβοῦσα πεντήκοντα Νηρῄδων χορὸν
ἔλθω κομιστήν σου· τὸ γὰρ πεπρωμένον
δεῖ σ' ἐκκομίζειν· Ζηνὶ γὰρ δοκεῖ τάδε.
Παῦσαι δὲ λύπης τῶν τεθνηκότων ὕπερ·
πᾶσιν γὰρ ἀνθρώποισιν ἥδε πρὸς θεῶν    1260
ψῆφος κέκρανται κατθανεῖν τ' ὀφείλεται.

Πηλεύς

Ὦ πότνι', ὦ γενναῖα συγκοιμήματα,
Νηρέως γένεθλον, χαῖρε· ταῦτα δ' ἀξίως
σαυτῆς τε ποιεῖς καὶ τέκνων τῶν ἐκ σέθεν.
Παύω δὲ λύπην σοῦ κελευούσης, θεά,    1265
καὶ τόνδε θάψας εἶμι Πηλίου πτυχάς,
οὗπερ σὸν εἷλον χερσὶ κάλλιστον δέμας.
[Κᾆτ' οὐ γαμεῖν δῆτ' ἔκ τε γενναίων χρεὼν
δοῦναί τ' ἐς ἐσθλούς, ὅστις εὖ βουλεύεται,
κακῶν δὲ λέκτρων μὴ 'πιθυμίαν ἔχειν,    1270
μηδ' εἰ ζαπλούτους οἴσεται φερνὰς δόμοις;
οὐ γάρ ποτ' ἂν πράξειαν ἐκ θεῶν κακῶς.]

Χορός

Πολλαὶ μορφαὶ τῶν δαιμονίων,
πολλὰ δ' ἀέλπτως κραίνουσι θεοί·
καὶ τὰ δοκηθέντ' οὐκ ἐτελέσθη,    1275
τῶν δ' ἀδοκήτων πόρον ηὗρε θεός.
Τοιόνδ' ἀπέβη τόδε πρᾶγμα.