Μετάβαση στο περιεχόμενο

Ανάπλους Βοσπόρου

Από Βικιθήκη
Ἀνάπλους Βοσπόρου
Συγγραφέας:
Προέλευση κειμένου: K. Wescher επιμ. (1874). Dionysii Byzantii De Bospori navigatione. Parisiis: e typographeo publico


I. Εἰ μόνην συνέβαινε τοῖς ἀναπλέουσιν εἰς τὸν Εὔξεινον πόντον καὶ τὸ καλούμενον αὐτοῦ Στόμα τερπνὴν ἅμα καὶ θαυμαστὴν εἶναι τὴν ὄψιν, δυσχερὴς ἦν ἄλλως ἐπὶ τοῖς ὁρωμένοις ὁ λόγος· ἀπείργαστο γὰρ δὴ τὸ σύμπαν ὑπὸ τῆς ὄψεως, ἀξιοθαύμαστον ἑαυτὴν παρεχομένης κατά τε ἐγγύτητα καὶ στενοχωρίαν τοῦ πορθμοῦ καὶ τὴν δι’ ὀλίγου τῆς θαλάττης πρὸς ἀμφοτέραν τὴν ἤπειρον ἐπιμιξίαν [καὶ] ἐγγυβαθῆ κόλπων καὶ λιμένων ἀνάχυσιν· ὑφ’ ὧν οὐχ ἧττον εὔθηρός ἐστιν ἢ σκεπανή· καὶ τοῦ ῥεύματος τὸ μὲν πλέον κατιόντος, ἔστι δὲ ὅτε κατ’ ἐπικράτειαν ἀναστρέφοντος· εἰσιόντων τε τῶν ἀκρωτηρίων τὴν περιαγωγὴν παρ’ ἀλλήλων ἀναπτυσσομένων, καὶ ἐκ τῆς κατ’ εὐθὺ πορείας ἀναλυόντων τοῦ ῥεύματος τὴν βιάν. Ἐπεὶ δὲ οὐκ ἐλάττω παρέχεται τῆς ὄψεως τὴν ἀκρόασιν, ἀναγκαῖον ἔδοξέ μοι συγγράψαι περὶ τούτων, ὡς τοῖς μὲν ἰδοῦσι μηδὲν ἐνδέοι τῆς ὁλοκλήρου καὶ τελειοτάτης ἱστορίας, οἱ δὲ μὴ θεασάμενοι τὸ γοῦν ἀκηκοέναι περί αὐτῶν ἔχοιεν.

II. Ἀρχὴ δὲ αὐτὴ τοῦ τε λόγου καὶ τῆς τῶν χωρίων φύσεως πέλαγός ἐστιν ὁ Πόντος ὁ Εὔξεινος, μεγέθει τῶν ἄλλων πλεῖστον, ὅσα μὴ πρὸς τὴν ἔξω θάλασσαν ἰσώσασθαι· μόνη δ' ὑπὲρ αὐτὸν ἀνακέχυται λίμνη Μαιῶτις, ἢν μητέρα καὶ τροφὸν τοῦ Πόντου κατεφήμισε λόγος, ἐκ παλαιᾶς μνήμης παραδεδομένος· ταύτης τὸ μὲν περίμετρόν ἐστι δισχιλίων σταδίων· τὸ δὲ πέρας, ποταμὸς ὁ Τάναϊς, ὅρος τῶν δυεῖν ἠπείρων, ἀνατέλλων ἐκ τῆς διὰ κρυμὸν ἀοικήτου· στεναὶ δὲ ἐκβολαὶ κατὰ τὸν καλούμενον Κιμμέριον Βόσπορον· ὑποδέχεται δὲ αὐτὴν ἀθρόαν ὁ Πόντος, καὶ πολὺς ἐπ’ ἀμφοτέραν τὴν ἤπειρον ἀναχωρεῖ. Περιοικοῦσι δ’ αὐτὸν, πρὸς θαλάττῃ μὲν, πόλεις Ἑλληνίδες, ἅς μετὰ τῆν τοῦ Βυζαντίου γένεσιν ἔνιοι τῶν Ἑλλήνων ἀπῴκισαν· ὑπὲρ δὲ τὴν θάλασσαν, ἔθνη βάρβαρα πολλὰ καὶ μεγάλα. Μετέχει δὲ τῆς λίμνης θάλαττα τρεπομένη, καὶ πλήθη τῶν ἀφ' ἑκατέρας τῆς ἠπείρου κατερχομένων ποταμῶν ἐπιγλυκαίνει τὴν φυσικὴν δεινότητα. Τελευτᾷ δὲ εἰς τὸν Θρᾷκιον Βόσπορον, καὶ διὰ τοῦ Στόματος ἐκπίπτει.

III. Τοῦτο πορθμός ἐστι ῥοώδης. Μῆκος μὲν, ρκ σταδίων· εὖρος δὲ, ᾗ στενώτατος αὐτὸς ἑαυτοῦ, τεττάρων. Οὔτι γε μὴν θηρίων γόνιμος, εἴτε Ἡρακλέους ἀνακαθῃραμένου τὸν Πόντον, ὡς λόγος, εἵτε καὶ διὰ τὴν τῆς θαλάττης προτροπήν· οὐδ' εὐθυτενὴς, ἀλλὰ συνεχέσι καὶ παραλλήλοις ὑπεροχαῖς ἀκρωτηρίων ἀγνύμενος, παρ’ ὃ καὶ δῖναι συνεχεῖς καὶ ἀνακοπαὶ τῆς θαλάττης· κυκᾷ μὲν γὰρ ἐν ὀλίγῳ τὸ ῥεῦμα, καὶ τῇ στενοχωρίᾳ τῶν ἠπείρων θλιβόμενον σπασμῷ καὶ ταράχῳ κάτεισιν. Ὑποτροχάζουσι δὲ ἀλλήλαις αἱ τῶν ἠπείρων ἄκραι, καὶ τῷ παρὰ μικρὸν ἐξαπατῶσιν ὡς εἴργουσαι τοῦ πρόσω τοὺς πλέοντας· ἔνθεν μοι δοκοῦσι καὶ Συμπληγάδας ὀνομάσαι τὰς πέτρας, ἐπειδὴ προσπλεόντων τε διΐστανται καὶ ἀναχωρούντων συνίασι, ψευδομένης τῆς προσόψεως τὴν δόξαν· ὅ, τι γὰρ δοκεῖ πέρας εἶναι, τοῦτ’ ἕστιν εὐθὺς ἀρχῆ.

IV. Φέρεται δὲ ὁ ῥοῦς ἕλικα πορείαν, καὶ καθ’ ὃ πρῶτον ἐφίησι τῶν χωρίων ἠ φύσις, ἀθροῦς ἐλαυνόμενος σχίζεται περὶ τὴν Βοσπόριον ἄκραν· ἥδε ἐστὶν ἐπὶ τῆς Εὐρώπης, προπίπτουσα μὲν τῆς πόλεως, διαστήματι δὲ ἑπτασταδίῳ πρὸς τὴν Ἀσίαν ἀπαντῶσα.

V. Κατὰ δὲ ὀξὺ ῥηγνυμένου περὶ αὐτὴν τοῦ ῥεύματος, τὸ μὲν πολὺ καὶ βίαιον ὠθεῖ κατὰ τῆς Προποντίδος· ὅσον δὲ πραῢ καὶ θήρας ἰχθύων ἀγωγὸν, ὐποδέχεται τῷ καλουμένῳ Κέρατι· κόλπος οὗτος ὗπὸ τὴν Βοσπόριον ἄκραν. Βαθὺς μὲν πλέον ἢ καθ' ὅρμον· ἑξήκοντα γὰρ ἀνακέχυται σταδίοις· ἀσφαλὴς δὲ ὅσα λιμήν· ἐν κύκλῳ μὲν, ὄρεσι καὶ λόφοις ἅ πρὸ τῶν πνευμάτων· κατόπιν δὲ , ποταμοῖς βαθηῖαν καὶ μαλθακὴν καταφέρουσιν ἰλύν· κατὰ στόμα δὲ, ὐπὸ τῆς ἄκρας ἐφ’ ἤς ἡ πόλις.

VI. Ἔστι δ’ αὕτη τῇ θαλαττῃ πᾶσα, πλὴν τοῦ συνάπτοντος αὐτὴν πρὸς τὴν ἤπειρον ἰσθμοῦ. Μέγεθος δὲ τοῦ μὲν παντὸς περιβόλου, τριακονταπέντε σταδίων· τοῦ δὲ αὐχένος, ὐφ’ οὗ διείργεται τὸ μὴ νῆσος εἶναι, πέντε. Ἐννένευκε δὲ ἐπὶ τῆν θαλατταν ἅπαν τὸ περικλυζόμενον αὐτῆς, πλὴν οὐκ ἀθρόως ἀπὸ τοῦ Θρᾳκίου τείχους ἠρέμα πρὸς ἀμφότερον μέρος ἀποκλίνεται· διὰ μέσου δὲ ἐπιεικῶς ὁμαλὴς, ὅσα μὴ πρὸς τοῖς ἄκροις, καὶ τοὐντεῦθεν ἐπ’ ἀμφοτέραν πεδία γῆς τὴν θάλατταν. Ἥδε πᾶσαν περιρρεῖ τὴν πόλιν ἀγχιβαθὴς καὶ ῥοώδης, ἑλαυνομένη μὲν ὑπὸ τοῦ Ποντικοῦ πελάγους καὶ διὰ στενότητα τοῦ πόρου καὶ τὰς ἐκ τῶν ἠπείρων πληγὰς καὶ ἀντιτυπὶας ἀθρόα προσπίπτουσα τῇ πόλει, σχιζομένη δὲ περί τὴν Βοσπόριον ἄκραν· τὸ μὲν αὐτῆς εἰς κόλπον ὑποχωρεῖ πολὺν καὶ εὔθηρον, τελευτᾷ δὲ εἰς ἐλαφρὰς καὶ τεναγώδεις ἀποβάσεις· καλεῖται δὲ Κέρας, κατὰ τὸ ἐμφερὲς τοῦ σχήματος. Παρέρχεται δὲ κόλπου μὲν μέγεθος, ὡς προείρηται, λιμένος δὲ εὐκαιρίαν· ὄρη τε γὰρ αὐτὸν μεγάλα περιέχει πρὸς τῆν βίαν τῶν πνευμάτων ἀμύνοντα· τὴν δὲ θάλατταν εἴργει κατὰ στόμα μὲν ἡ πόλις ἥ τε ἄντικρυς ἤπειρος πολλὴ παραθέουσα καὶ νοσφιζομένη τοῦ ῥοῦ τὸ τάχος, ἐκ πλαγίου δ’ ἡ στενότης. Καὶ τὰ μὲν καθόλου, βουλομένοις μὴ μακρὰν περιάγειν· ταὐτὰ τὰ δὲ ἐπὶ μέρους ἤδη λεκτέον.

VII. Περὶ μὲν οὗν τῆς ἄκρας ἥν Βοσπόριον καλοῦμεν, διττὸς κατέχει λόγος· οἱ μὲν γάρ φασι βοῦν, οἴστρῳ κατ’ αὐτὴν ἐνεχθεῖσαν, διανήξασθαι τὸν μεταξὺ πόρον· οἱ δὲ μυθωδέστερον ἀπομνημονεύοντες Ἰὼ τὴν Ἰνάχου, κατὰ ζῆλον Ἥρας ἐλαυνομένην, ἕνθεν εἰς τὴν Ἀσίαν διαπεράσαι. Πεπιστεύσθω δὲ τῶν λόγων ὁ θειότερος· οὐ γὰρ ἄν μοι δοκῇ τοσοῦτον ἑπικρατῆσαι τὸ ἐπιχώριον πάθος ὥστε ἀπ' αὐτοῦ τὸν μὲν Κιμμέριον, τὸν δὲ Θρᾴκιον καλεῖσθαι Βόσπορον, εἰ μή τι μεῖζον ἦν τῆς τοπικῆς ἱστορίας. Κληρονομεῖ δ’ οὖν ἀπὸ τῆς τοῦ συμβεβηκότος μνήμης τοὔνομα.

VIII. Μικρὸν δὲ ὑπὲρ αὐτὴν, Ἐκβασίου βωμὸς Ἀθηνᾶς· ἔνθεν ἐκβάντες οἱ τὴν ἀποικίαν στολαγωγήσαντες εὑθὺς ὡς ὑπὲρ ἰδίας ἠγωνίζοντο τῆς γῆς.

IX. Καὶ Ποσειδῶνος νεὼς, ἀρχαῖος μέν παρ' ὃ καὶ λιτὸς, ἐπιβεβηκὼς δὲ τῇ θαλλάττῃ. Τοῦτον δὲ μετάρασθαι προελομένων τῶν αὖθις εἰς τὸν ὑπὲρ τοῦ σταδίου μάλα καλὸν καὶ μέγαν καὶ ἐν ὀλίγοις τῶν ὁμοίων θαυμάσιον, οὐκ ἐφίησι· χρωμένοις γὰρ ἀπεῖπεν, εἴτε ἀγαπῶν τὴν πρόσοικον θαλλάττῃ φιλοχωρίαν, εἴτε ἐνδεικνύμενος ὡς ὀλίγον ἆρα πρὸς τὴν εὐσέβειαν πλοῦτος.

X. Ὑπὸ δὲ τὸν νεὼν τοῦ Ποσειδῶνος, ἕνδοθεν μὲν τοῦ τείχους, στάδια καὶ γυμνάσια καὶ δρόμοι νέων ἐν τοῖς ἐπιπέδοις· ἐκ θαλάττης δὲ ἠρέμα ῥοώδης καὶ εἰς τὸ Κέρας ἐπάντης ὁ πλοῦς.

XI. Ὑποδέχονται δὲ τῆς ἅκρας τὴν πρώτην περιαγωγὴν τρεῖς λιμένες, ὧν ὁ διὰ μέσον βαθὺς ἐπιεικῶς, καὶ τῶν μὲν ἄλλων ἀνέμων ἀνήκοος· λιβὸς δὲ ἐκνικήσαντος, οὐκ εἰς ἅπαν ὀχυρός· κλειστὸς δὲ ἀμφοτέρωθεν· εἴργεται γὰρ ὑποδομήσεσι τειχίων ἡ τῆς θαλάττης ἐπιδρομή.

XII. Τὸν δὲ ἔνθεν παραμειψάμενοι κατὰ βάθος κείμενον πύργον, περιφερῆ μὲν τὸ σχῆμα, πολὺν δὲ ἐπὶ πᾶν μέγεθος, συνάπτοντα δὲ πρὸς τὴν ἤπειρον τὸ τεῖχος· πρῶτον μὲν πεδίον τοῦ διείργοντος τὸ μὴ νῆσον εἶναι τήν πόλιν αὐχένος, ἠρέμα κατιόντος ἐπὶ τὴν ἀκτήν· ἔπειτα Γῆς Ὀνησιδώρας τέμενος ὑπὲρ τῆς θαλάσσης, κατὰ κορυφῆς μὲν ἄστεγον, ἐπισημηναμένων, οἶμαι, τῶν ἀρχαίων τῆς Γῆς τὸ αὐτεξούσιον, λίθου δὲ ξεστοῦ περιβόλῳ συγκλειόμενον.

XIII. Μικρὸν δὲ ὑπὲρ αὐτοῦ Δήμητρος καὶ Κόρης παράλληλα· γραφαὶ δὲ ἐν αὐτοῖς ἱκαναὶ, τῆς πρόσθεν εὐδαιμονίας παράσημον ἔτι λείψανον· τά γε μὴν ξόανα, τέχνης ἀκριβοῦς οὐδὲν χείρω τῶν ἄκρων.

XIV. Κατὰ δὲ ἀπόβασιν τῆς θάλλάττης δύο νεὼ, Ἡρᾶς καὶ Πλούτωνος· λέγεται δὲ αὐτῶν οὐδὲν, ὅτι μὴ τοὔνομα· τὸν μὲν γὰρ οἱ σὺν Δαρείῳ κατᾶ τὴν Περσῶν ἐπὶ Σκύθας ἔλασιν ἐνέπρησαν, τῷ βασιλεῖ τιμωροῦντες ἀνθ' ὧν ᾐτιᾶτο τὴν πόλιν· τὸν δὲ τοῦ Πλούτωνος ὁ Μακεδὠν Φίλιππος, ἡνίκα προεκαθέζετο τῇ πόλει, χρείᾳ τῆς ὕλης καθεῖλε· προστίθησι δὲ ἡ μνήμη τοῖς χωρίοις τῆν ἐπωνυμίαν· τὸ μὲν γὰρ ἡ τοῦ Πλούτωνος ἄκρα, τὸ δὲ [Ἡραία ἄκρα] λέγεται. Πολυείδῳ μάντει καὶ τοῖς ἐκείνου παισὶν ἐνταῦθα καθ’ ἕκαστον ἔτος ἐντέμνεται σφάγια, τοῦ μὲν λήγοντος ἔτους, τοῦ δὲ ἱσταμένου· τὸ δὲ ἔθνος Μεγαρικόν.

XV. Ἔνθεν Σκιρωνίδες ὠνομάσθησαν πέτραι, τοὔνομα καθ’ ὁμοιότητα τῆς δυσχωρίας Κορινθίων θεμένων· ἐκοινώνησαν γὰρ Κορίνθιοι τῆς ἀποικίας, καὶ τὰ εἰκότα θαυμάζονται.

XVI. Μεθ’ ἃς προμήκης αἰγιαλὸς, χωρίον οὐδενὸς τῶν ἀρίστων εἰς θήραν ἰχθύων χεῖρον, πρός τε τοῦ βυθοῦ τὸ μέγεθος (ἐν ὀλίγοις γὰρ ἀγχιβαθὴς) καὶ τῆς θαλάττης τὸ πραῢ καὶ εἰς τὴν ἀκτὴν ἐπίδρομον. Κύκλα δὲ ὠνόμασται, κυκλωσαμένων, ὡς οἶμαι, τῶν Ὲλλήνων ἐνταῦθα τοὺς βαρβάρους. Παρ’ ὃ καὶ βωμὸς Σκεδασίου Ἀθηνᾶς, αἰνιττόμενος τὸν ἐκ τῆς κυκλώσεως τοῦ πλῆθους σκεδασμόν.

XVII. Τὰ Κύκλα δὲ ἐκδέχεται Μελίας κόλπος, εὔθηρος μὲν ὡς οὐχ ἕτερος· ἐν ἅπασι γὰρ δὴ πάντων περίεστι· ταῖς δὲ ἀνατεινούσαις ἄκραις καὶ τοῖς ὑπ' ἀμφότερον ὑφάλοις ἕρμασι συγκλειόμενος. Ὠνόμασται δὲ ἀπό τινος ἥρωος ἐπιχωρίου, καὶ ἔστι περὶ τὴν ἄγραν τῶν ἰχθῦων ὡς ἐπὶ πλεῖστον ἀναμάρτητος.

XVIII. Μεθ' ὃν ὁ καλοῦμενος Κῆπος, τὸ μὲν ὄνομα λαβὼν ἀπὸ τῆς γῆς· κηπεῦεσθαι γὰρ ἐν ὀλίγοις ἀγαθή· τὴν δὲ ἀπὸ τῆς θαλάσσης ἐργασίαν ἐπίκτητον ἔχων· οὐ πᾶλαι γὰρ ἀνευρίσκεται, τέως ἄρτι καὶ ἀνερεύνητος οὖσα.

XIX. Ἐπὶ δὲ αὐτῷ, τὸ καλούμενον Ἁψασιεῖον· ὠνόμασται δὲ οὕτως ἀπὸ τῶν ἀπὸ Ἀρκαδίας, καὶ Ζεὺς Ἁψάσιος ἐν τούτῳ τετίμηται. Παρέχει δὲ τῶν ἰχθύων τὴν καταγωγήν.

XX. Εἶτ' ἐνάκρα πλεῖστον ὑπερτείνουσα τὰς ἄλλας, καὶ τοῦ τε ῥεύματος καὶ τῶν πνευμάτων τήν βίαν ἐκδεχομένη. Ταύτης τὸ μὲν προέχον ἀπέρρωγεν ἐπὶ τὴν θάλασσαν, καὶ παραθεῖ βυθὸς ἀστήρικτος· τὸ δὲ κάτω, τὴν ἐντομὴν τῆς πέτρας εἱς πολλὴν διασφάγα κοπτόμενον, ὀλίγῃ συνῆπται τῇ πρὸς τὴν ἤπειρον κοινωνίᾳ, μέλλοντι καὶ λυομένῳ προσεοικός ἡ δὲ εἰκὼν τῆς ὄψεως αὐτῷ τοὔνομα προστίθησι· Μελλαποκόψας γὰρ κέκληται.

XXI. Μετὰ τοῦτο δύο τόποι, θήρας διετησίους ἰχθύων παρεχόμενοι, κατά τε ὑποστολὰς τῶν ἀκρωτηρίων καὶ βάθη κόλπων εὐδίου καὶ νηνέμου τῆς θαλάττης εἰς αὐτοὺς ἀναχεομένης. Λέγεται δὲ ὁ μὲν Ἰνγενίδας, ἥρωος ἐπώνυμον ἐγχωρίου· Περαϊκὸς δὲ ἅτερος, ὡς μὲν ὁ πλείων κατέχει λόγος ἀπὸ Πειραιῶς τοῦ πρὸς τῇ πόλει τῶν Ἀθηναίων, ὡς δὲ ἐνιοί φασι Πέρωνος ἑνὸς τῶν ἀρχαίων οἰκητόρων ὀνομάσαντος ἀφ’ ἑαυτοῦ. Μέσον δὲ ἀμφοῖν Κιττὸς, ὑπό τε πλήθους καὶ εὐτροφίας τοῦ φυομένου κιττοῦ.

XXII. Περαϊκῷ δὲ συνεχὴς Καμάρα, προσάντης καὶ πνεύμασιν ἐπίδρομος ἀκτή· παρ’ ὃ καὶ πολλὴν ἐπιδέχεται τῆς θαλάσσης τὴν ἀνακοπήν.

XXIII. Ἔνθεν ἡ καλουμένη Σαπρὰ θάλασσα, πέραν μὲν τοῦ παντὸς κόλπου (κεῖται γὰρ ἐν τῷ πυθμένι τοῦ Κέρατος), ἀρχὴ δὲ τῶν καταδιδόντων εἰς αὐτὴν ποταμῶν. Ὠνόμασται δὲ, οὐκ οἶδα εἴτε κατὰ τὴν ἐκείνων γειτνίασιν (ἐπειγόμενοι γὰρ διαφθείρουσι τῆς θαλάσσης τὸ αὐθιγενές), εἴτε καὶ πρὸς τὸ ἀκινητον καὶ ἀπαθὲς ὑπὸ πνευμάτων· δύναιτο δ’ ἄν μᾶλλον ὑπὸ τῆς προχώσεως τῶν ποταμῶν, οἳ συνεχῆ καὶ μαλθακὴν καταφέροντες ἰλὺν, ἐλαφρὰν καὶ τεναγώδη παρέχονται τὴν θάλασσαν. Θήρα δὲ κἀνταῦθα τῶν ἰχθύων. Καὶ τὸ μὲν πρῶτον τῶν χωρίων Πολυρρήτιον, ἀπὸ ἀνδρὸς Πολυρρήτου. Τὸ δὲ μετὰ τοῦτο Βαθεῖα Σκωπιὰ, πρὸς τὸ βάθος τῆς θαλάσσης. Τρίτων Βλαχέρνας, ὄνομα βαρβαρικὸν ἀφ’ ἑνὸς τῶν ταύτης βασιλέων. Καὶ τὸ τελευταῖον Ὑπαλῶδες, ἀπὸ τοῦ τελματώδη καὶ πηλῷ προσεοικυῖαν ὑφιζάνειν αὐτῷ τὴν τῶν ποταμῶν παραχώρησιν· οὐ γὰρ στεριφὸς οὐδὲ ὑπόψαμμος ὁ βυθός· ὅθεν οὐδε ναυσὶν ὅτι μὴ βραχείαις περατὸς ὑπὸ πλήθους τῆς καταδιδούσης ἰλύος. Τὸ δὲ ἔνθεν, μετέωρος καὶ τεναγώδης ἀνάχυσις ἄχρις ἐπὶ τὰς ἐκβολὰς τῶν ποταμῶν, οἳ δίχα μὲν ἀλλήλων φέρονται, συμβάλλουσι δὲ ἐπὶ ταῖς προχοαῖς, ὡς δι’ ἑνὸς στόματος ἐκπίπτοντες. Διὰ μέσου δὲ, ἒλη τε ἐὔβοτα καὶ λειμῶνες, ἀφθόυνους ἀναδιδόντες νομὰς βοσκημάτων. Τούτους ὁ θεὸς σκύλακας ᾐνίξατο, τοὺς ὑπὲρ τῆς ἀποικίας χρωμένονς προτρέπων. Λέγει δὲ οὕτως· [Ὄλβιοι οἳ κείνην ἱερὴν πόλιν οἰκήσουσιν, Ἀκτὴν Θρηϊκίην τ’ ἔνυγρον παρά τε στόμα Πόντου] Ἔνθα δύο σκύλακες πολιὴν μάρπτουσι θάλασσαν, Ἔνθ’ ἰχθὺς ἔλαφός τε νομὸν βόσκονται ἀν’ αὐτόν. Εἴρηται δὲ ταῦτα ἀπὸ τοῦ συμβεβηκότος· οἳ τε γὰρ ἔλαφοι, κατιόντες ἐκ τῆς ὕλης ὥρᾳ χειμερίῳ, σιτοῦνται τὸν ἑλείτην κάλαμον· ἰχθύων τε ὅσον ἐπίμικτον θαλάσσῃ καὶ ποταμοῖς ὑποφωλεύει τῇ τοῦ Κέρατος ἡσυχίᾳ, νωθρὸν ἅμα καὶ ἀργὸν ἐπ’ εὐτροφίας λιχνεύει τὴν κατὰ βυθοῦ ῥίζαν.

XXIV. Ἄρχεται δὲ τῶν ποταμῶν Κύδαρος μὲν ἀπὸ θερινῆς δύσεως, Βαρβύσης δὲ ἐπὶ θάτερα κατὰ βορέαν ἄνεμον. Τοῦτον οἱ μὲν τροφέα καλοῦσι Βύζαντος· οἱ δὲ Ἰάσονι καὶ τοῖς σὺν αὐτῷ Μινύαις ἡγεμόνα τοῦ πλοῦ· τινὲς δὲ ἐπιχώριον ἥρωα. Καθ’ ὃ δὲ συμπεσόντες ἀλλήλοις ἐπὶ τὴν ἀπαντῶσαν παχεῖαν ἄκραν ὑπερενεχθέντες ἐκβαίνουσιν εἰς τὴν θάλασσαν, Σημύστρας βωμός· ἀφ’ ἧς καὶ τοὔνομα τῷ χωρίῳ. Σημύστρα δὲ νῦμφη Ναῒς Κεροέσσης τροφός. Ἰὼ γὰρ, ἐπὶ μηχαναῖς μὲν Διὸς, ὀργῇ δὲ Ἥρας, πτερωτὸν οἶστρον ἄφετος ἐν μορφῇ βοὸς ἐπὶ πολλὴν ἐπτοήθη γῆν κατὰ τοῦτον μάλιστα τὸν τόπον ἐπειγομένη, καὶ ὠδῖσι (θείας γὰρ γονῆς ἔμπλεως ἦν) ἀπερείδεται θῆλυ βρέφος. Τὸ δὲ ἀραμένη Σημύστρα τιθηνεῖται παράσημον τῆς μητρῷας μεταβολῆς· τύποι γὰρ κεράτων καθ’ ἑκάτερον τοῦ μετώπου μέρος ὑποδῦντες ἐξεῖχον. Ἔνθεν καλεῖται Κερόεσσα. Ταῦτης καὶ Ποσειδῶνος Βῦζας ἀνὴρ ἶσα θεῷ τετιμημένος, ἀφ’ οὖ τὸ Βυζάντιον. Σημῦστρα γε μῆν ἐκινδῦνευσε παρ’ ὀλίγον πόλιν εἶναι· ἐν ταύτῃ γὰρ κατέθεντο τῆς πόλεως τὴν κτίσιν οἱ τῆς ἀποικίας ἡγεμόνες. Λαμπομένων δὲ τῶν ἱερῶν, κόραξ ἁρπάσας ἐκ μέσης τῆς φλογὸς ἔνια τῶν μηρίων καὶ εἰς ὕψος ἀφεὶς, ἐπὶ τὴν Βοσπόριον ἄκραν ἐφέρετο. Τοῦτο πρὸς Ἀπόλλωνος εἴκασαν τὸ τέρας οἱ λοιποὶ τῶν Ἑλλήνων. Φράζει δ’ αὐτοῖς βουκόλος ἀνὴρ, ἀπὸ σκοπῆς θεασάμενος, ὅποι κατέθετο τῶν ἱερειῶν τὴν ἁρπαγήν· οἱ δὲ εἵποντο τῷ σημείῳ.

XXV. Κατόπιν δὲ τῆς Σημύστρας, μικρὸν ὑπὲρ τὰς τῶν ποταμῶν ἐκβολὰς, ἀρχὴ τῆς ἐπὶ θάτερα τοῦ Κέρως περιαγωγῆς, Δρέπανον ἐπίκαμπτος ἄκρα. Μεθ’ ἣν λόφος ὀξὺς, ἀθρόως ἀποκλινὴς ἐπὶ τὴν θάλασσαν· ὠνόμασται δὲ Βουκόλος, εὐχαρίστου μνήμης τὸν μηνυτὴν ἀξιωσάντων· ἔνθεν ἰδεῖν δωκεῖ τὸν κτίστην ὄρνιν.

XXVI. Μετὰ δὲ Βουκόλον, Μάνδραι καὶ Δρῦς· αἱ μὲν παρὰ τὸ ἡσύχιον τοῦ χωρίου καὶ σκεπανόν· θαλάττῃ γὰρ ἀπηνέμῳ προσκλύζεται· Δρῦς δὲ, ἄλσει. Τοῦτο δὲ, τέμενος Ἀπόλλωνος.

XXVII. Κάμψαντι δὲ τὴν ἄκραν, ἐπιμήκης κόλπος Αὐλεὼν ὄνομα..... Φιλίππον τοῦ Μακεδόνος ἔργον ἀπ’ ἀμφυτέρας τῆς ἠπείρον ζεῦγμα διατείναντος· καταβάλλει δὲ εἰς τὸν βυθὸν ἕρματα λίθων καὶ χῶμα παμμέγεθες, ἐκ πολυχειρίας ὡς ἔχοι γεφυρωθέντος αὐτῷ τοῦ Κέρατος κατὰ γῆν ἀφθόνοις χρῆσθαι ταῖς ἐπαγωγαῖς· ἐν γὰρ δὴ ταῖς ναυσὶν οὔκ ἦν ἀξιόμαχος περὶ πολλὰ θαλαττοκρατούντων τῶν Βυζαντίων.

XXVIII. Επὶ τούτῳ, Νικαίου βωμὸς ἥρωος· καὶ περιαγὲς ἠρέμα χωρίον, ἰχθύων θήρας ἐκδόχιον, καὶ Νέος βόλος ὡς εὕρηται λεγόμενος.

XXIX. Παρεξισοῦσι δὲ τὴν Ἀκτῖνα φύσις καὶ τοὔνομα. Περὶ δ’ αὐτὸν, Κάνωπος, Κῦβοι, Κρηνίδες· αἱ μὲν, ἀπὸ τῶν ἀναδιδόντων πηγαίων ναμάτων· πάνυ γὰρ ἔνδροσος καὶ κατάρρυτος ὁ χῶρος. Κῦβοι δὲ, Περσικῆς παράσημον ἱστορίας· καταγωγὰς γάρ τινας ἐνταῦθα καὶ ἀπολαύσεις ἐποιοῦντο. Κάνωπος δὲ ἀπὸ Αἰγύπτου φέρεται τοὔνομα, καθ’ ὁμοιότητα τῆς ἐν αὐτῷ τροφῆς. Μείζων δὲ τέμνει τὸν βυθὸν ποταμὸς, ἀφ’ οὗ καὶ τῷ κόλπῳ τοὔνομα, διαρκὴς μὲν ἄλλως, οὐ μὴν ναυσίπορος.

XXX. Τοὐντεῦθεν, ἄλλος ἀκροβύθιος, ὑφἀλοις ῥίζαις περιφερὴς...... ἀποκλείουσα τὸν κόλπον· παρ’ ὃ καὶ θήρας τῶν ἰχθύων ὑστερεῖ τῶν ἐν θαλάττῃ σπιλάδων περὶ αὐτὰς τὰς εἰσόδους ἀπαντώντων ὅσα μὴ νυκτὸς ἀσαφείᾳ καὶ πλάνῳ παρολισθᾶνει.

XXXI. Μετὰ δὲ τὴν ἄλλην, τὰ λεγόμενα Χοιράγια· κέκληται δὲ ἀπὸ τοῦ συμβεβηκότος· ἐπεί τινες τοὺς κατιόντας ἐκ τῶν ὀρῶν συάγρους ἀπάταις ᾕρουν. Πᾶσα γὰρ ἡ πρὸς νότον ἄνεμον πλευρὰ τοῦ Κέρατος, ἐπηρεφὴς ὕλαις.

XXXII. Καθ’ ὃ δὴ λήγει μὲν τὸ Κέρας, ἄρχεται δὲ ὁ τοῦ Πόντον προκείμενος ἰσθμὸς, εἱς ἀναπεπταμένην ἤδη καὶ πολλὴν τὴν Προποντίδα βλέπον ἀκρωτήριον· ἐφ’ ᾦ τάφος Ἱπποσθένους ἥρωος Μεγαρέως, ἀφ’ οὗ καὶ τοὔνομα τῷ χωρίῳ.

XXXIII. Μεθ Ἱπποσθένην δὲ, Συκίδες, ἀπὸ τοῦ πλήθους καὶ κάλλους τῶν φυτῶν· φασὶ γὰρ ἔνιοι τῶν περιεργοτέρων ἔνθεν αὐτὸ καὶ καθόλου τὴν ἀρχὴν λαβεῖν.

XXXIV. Σχοινίκλου τέμενος ἐντεῦθεν, Μεγαρόθεν αὐτῷ Βυζαντίων καὶ μνήμην καὶ τιμὴν ἐνεγκαμένων· τοῦτον Ἀμφιάραω τοῦ μάντεως ἡνίοχον γενέσθαι φασίν.

XXXV. Ὁ δὲ συναφὴς τόπος Αὐλητὴς ἐπωνόμασται, Πύθωνος ἐποικήσαντος Αὐλητοῦ ἐπ’ ὀνόματι· τετίμηκε δὲ τὴν μνήμην ἡ τέχνη.

XXXVI. Τὸ δὲ ἐφεξῆς Βόλος, εἰς τὴν κατὰ χειμῶνα τῶν ἰχθύων θήραν εὐφυὴς, ἐφ’ ᾧ τέμενος Ἀρτέμιδος Φωσφόρου καὶ Ἀφροδίτης Πραείας, ᾗ κατ’ ἔθος θύουσι Βυζάντιοι· δοκεῖ γὰρ δὴ ταμιεύειν τῶν ἀνέμων τὴν εὐκαιρίαν, πραΰνουσα [καὶ] καθισταμένη τήν ἐπιπλέον αὐτῶν ταραχήν.

XXVII. Τὸ δὲ ἐντεῦθεν Ὀστρεώδης ἀπὸ τοῦ συμβεβηκότος ὠνόμασται· βύθιόν τε γὰρ ἔστρωται κατὰ τῆς θαλάσσης ἕρμα πλήθει τῶν ὀστρέων ἐπιλευκαινόμενον· διαφαίνεται δὲ τοῖς ὁρῶσιν ὁ βυθὸς, καὶ μάλιστα ἐν ἡσυχίᾳ καὶ γαλήνῃ πνευμάτων· τρέφει δὲ ὁ τόπος τὸ ἀεὶ δαπανώμενον· καὶ ἔστιν ὠς ἄν εἴποι τις ἄσωτος ἡ χρῆσις, διαμιλλωμένης τῇ θήρᾳ τῆς γενέσεως.

XXXVIII. Εκδέχεται δὴ τὴν Οστρεώδη τὸ καλοῦμενον Μέτωπον· τοῦτο κεῖται μὲν κατὰ πρόσωπον τῆς πόλεως· βλέπει γὰρ αὐτὴν τὴν Βοσπόριον ἄκραν· ὠνόμασται δὲ ἀπὸ τοῦ σχήματος· καὶ γὰρ πρὸς τὴν ἤπειρον γεώδεσι λόφοις ἐστὶν ὁμαλὲς, καὶ ἐκ θαλάττης ἀπότομον καὶ ἀκλινὲς, οὐ μὴν θεοῦ μαρτυρίας ἄμοιρον· τετίμηται γὰρ Ἀπόλλων κατὰ τοῦτο.

XXXIX. Μετὰ δὲ τὸ Μέτωπον, Αἰάντειον ἐπώνυμον Αἴαντος τοῦ Τελαμῶνος, ὅντινα κατὰ μαντείαν σέβουσι Μεγαρεῖς· τὰ δὲ ἔθη τῶν οἰκιστῶν, νόμοι τοῖς ἀποίκοις.

XL. Ἔνθεν καθ’ ὃ προπίπτων κρημνὸς εἰς θάλατταν ἐπιστρέφει, Παλινόρμικον ὠνόμασται ἀπὸ τῆς δευτέρας καθορμίσεως, ἐπειδὴ κατ’ ἀρχὰς προσέσχον, εἶτα ἀναχθέντες αὖθις ἀνέστρεψαν· ἡ πεῖρα τοῦ συμβάντος ἔθετο τῷ τόπῳ τοὔνομα.

XLI. Μικρὸν δὲ ὑπὲρ αὐτοῦ, νεὼς Πτολεμαίου τοῦ Φιλαδέλφου· τοῦτον έτίμησαν ἶσα θεῷ Βυζάντιοι, μεγαλοφροσύνης τε αὐτοῦ καὶ τιμῆς τῆς περὶ τὴν πόλιν ἀπολαύσαντες· καὶ γὰρ χώραν ἐπὶ τῆς Ἀσίας δωρεῖται καὶ σίτου πολλὰς μυριάδας καὶ βέλη καὶ χρήματα.

XLII. Τὸ δὲ ἑξῆς χωρίον Δελφὶν λέγεται καὶ Καράνδας· αἰτία δὲ τῶν ὀνομάτων ἥδε· Χάλκις ἐπῴκησεν ἀνὴρ, Βυζάντιος μὲν τὸ γένος, τὴν δὲ ἐπιστήμην κιθαρῳδὸς, οὐδενὸς τῶν ἄκρων ἀποδεέστερος· ἐπὶ τοῦτον ὁπότε τὴν σκευὴν ἀμπισχόμενος τὸν ὄρθιον ἀείδοι νόμον, δελφὶν ἐκ τοῦ πελάγους κάτεισι, πρὸς δὲ τὸ ἐπίφορον τῆς ᾠδῆς ἐκκλίνων τὰς ἀκοὰς, καὶ τῇ τῆς θαλάσσης ἀποβάσει προσιστάμενος ἔξαλος καὶ τὴν ὄψιν μετέωρος, ὡς ὰθρόου τοῦ μέλους ἐμφοροῖτο, μηδὲν εἰς τὴν τῆς ἀκοῆς ἀκρίβειαν ὑπὸ τοῦ βυθοῦ τῆς κινήσεως βλαπτόμενος· ἦν δὲ αὐτῷ μέτρον ἡδονῆς τε καὶ εὐτυχίας ὅ, τι καὶ τῷ Χάλκιδι τῆς ᾠδῆς· παυσαμένου γὰρ ἐδύετο κατὰ τῆς θαλάττης ἀναχωρῶν εἰς τὰ ἤθη τὰ ἑαύτοῦ. Καράνδας δὲ ποιμὴν πάροικος, εἴτε φθόνῳ καὶ μίσει Χάλκιδος, δύναιτο δ’ ἄν καὶ πλεονεξίας ἕνεκα λοχήσας ἠρέμα διολισθαίνοντα τῆς θαλάττης καὶ κατὰ τὸ ἐπαγωγὸν τῆς τοῦ μέλους ἡδονῆς ὑπέρ τῶν μετεώρων ὠκείλαντα, διαφθείρει βαλών. Οὐ μὴν ἐνοσφίσατο τὴν ἄγραν· θάπτει γὰρ δὴ Χάλκις μεγαλοπρεπῶς τὸν ἀκροατήν· ἔθετο δὲ τοῖς χωρίωις ὀνόματα Δελφῖνα καὶ Καράνδας, τὸν μὲν τιμῶν τῆς μνήμης, τὸν δὲ ἀμυνόμενος.

XLIII. Ἄκρα τοὐντεῦθεν ἐπὶ βραχὺ κολπουμένη· βάσις δὲ αὐτῇ καὶ ῥίζα, πέτρα κατὰ βυθοῦ, Θέρμαστις προσαγορεύεται.

XLIV. Μεθ’ ἣν αἰγιαλὸς ἀναπεπταμένος εἰς νότον ἄνεμον· λέγεται δὲ ἀπὸ τῶν ἐν τοῖς πεντηκοντόροις εἰς αὐτὸν κατασχόντων, Πεντηκοντορικόν· ἅμα γὰρ ἥ τε πόλις ἤρξατο τῆς κτίσεως, καὶ τῶν χωρίων ἕκαστα τῆς προσηγορίας.

XLV. Τούτῳ συνεχὴς Τὰ Σκύθου· Σκύθην γάρ φασι μετανάστην έκ τῆς αὐτοῦ, προσορμίσασθαι Ταῦρον ὄνομα· τοῦτον δὲ ἐπὶ Κρήτης φασὶ πλεύσαντα διαφθεῖραι Πασιφάην τήν Μίνωος· ὅθεν ὁ μῦθος τοῦ τε ἔρωτος καὶ τῆς ἐξ αὐτοῦ γενέσεως.

XLVI. Ὑπολαμβάνει δὲ ἐφεξῆς Ἰασόνιον, ἐνταῦθα τῶν σὺν Ἰάσονι ὁρμισαμένων· δρυμός δὲ ἐν αὐτῷ βαθείας δάφνης εὔπορος, καὶ βωμὸς Ἀπόλλωνος· ἡ δὲ ἀκτὴ προμήκης πᾶσα, καὶ τοῖς ἀφ’ ἑσπέρας καὶ μεσημβρίας πνεύμασιν ἐπίδρομος.

XLVII. Μετὰ τοῦτο, οἱ Ῥοδίων περίβολοι· καθ’ ὦν ἀναπτόμενοι τὰ πείσματα Ῥόδιοι τοῖς περὶ τῆς θαλάσσης συνδιαμφισβητοῦντες ἐφώρμουν· τούτων οἱ μὲν εἰς ἡμᾶς ἔτι σώζονται λίθοι τρητοὶ νεῶν ἀπόδεσμοι· προὔπεσον δὲ οἱ πλείους ὑπὸ τοῦ χρόνου.

XLVIII. Τούτοις ἕπεται τὸ καλούμενον Ἀρχεῖον· αὐτὸ μὲν, πεδίον ἐπιεικῶς εὔγειον καὶ φιλάμπελον, ἑκατέρωθέν τε τοῖς ἐπανισταμένοις καὶ προπίπτουσιν ἐπὶ τὴν θάλατταν λόφοις συγκλειόμενον· διὰ μέσου δὲ αὐτοῦ, κάτεισι ποταμὸς εἰς μαλακὴν καὶ βαθεῖαν ᾐόνα· τοῦτο ᾤκισεν Ἀρχίας Θάσιος [ὁ] Ἀριστωνύμου παῖς, καὶ πόλιν ἐν αὐτῷ κτίζειν ἠξίωσεν· ἀλλὰ γὰρ ὑπὸ Χαλκηδονίων εἴργεται δεδιότων ἐπ’ αὐτοῖς οἰκισθῆναι τὸ χωρίον. Ἀρχίας μὲν δὴ μεταναστὰς, Αἶνον οἰκίζεται· τῷ τόπῳ δὲ ἀπολείπει τοὔνομα.

XLIX. Μετὰ δὲ τὸ Ἀρχεῖον, πολὺς καὶ εἰς βάθος διερρωγὼς ἀπανίσταται κρημνός προσπίπτων δὲ τῇ τῆς ἄκρας ὑπεροχῇ, πρῶτος ἀθρόαν ἐκδέχεται τοῦ πελάγους τὴν ὕβριν, ῥοώδει κοπτόμενος θαλάσσῃ· κατὰ κορυφὴν δὲ αὐτοῦ Γέρων Ἅλιος ἵδρυται· τοῦτον οἱ μὲν Νηρέα φασὶν, οἱ δὲ Φόρκυν, ἄλλοι δὲ Πρωτέα, τινὲς δὲ πατέρα Σημύστρας· οἱ δὲ Ἰάσονι καὶ ταῖς σὺν αὐτῷ φραστῆρα τοῦ πλοῦ καὶ τῆς ἐκβολῆς τῶν στενῶν ἡγεμόνα γενέσθαι, Λευκία δὲ τοῦ μάντεως τὸ γένος ὄντα· δίδωσι δὲ ὁ χρησμὸς τοῖς ἐπεσσομένοις τῇ γενέσει τῆς ἀποικίας, ἐξ ἐνυπνίου φαντασίας προειπόντος, ὠς χρὴ θύειν Ἁλίῳ τῷ Γέροντι· καὶ δημοσίᾳ τετίμηται.

L. Γείτων δ’ αὐτῷ Παράβολος, ἀπὸ τῆς ἀνωμαλίας τοῦ πελάγους κινδυνευομένης ἄγρας· εἰς γὰρ ἀκάλυπτον καὶ γυμνὴν κατιὼν τὴν ῥαχίαν τῆς θαλάσσης, ὁ ῥοῦς παραβόλους ὡς ἀληθῶς καὶ τῷ παρὰ μικρὸν ἐπιτυγχανομένας δίδωσι τὰς θήρας τῶν ἰχθύων.

LI. Ἔνθεν Κάλαμος καὶ Βυθίας· ὁ μὲν, ἀπὸ τοῦ πλήθους· ὁ δὲ, σκέπῃ τῶν ἀκρωτηρίων ἀπὸ τοῦ βυθοῦ κατὰ περιτροπὴν ὠνόμασται· δάφνη δὲ ἐν αὐτῷ, Μηδείας τῆς Αἰήτου φυτὸν, ὡς λόγος.

LII. Τούτῳ παράλληλος λόφος ὕπτιος ήρέμα κατακλινὴς ἐπὶ θάλατταν καὶ Μητρὸς Θεῶν ἱερόν· ἀπὸ δὲ τῶν ἐποικησάντων αὐτῷ, Βάκα τοὔνομα.

LIII. Μεθ’ ὃν ἄκρα προτενὴς, πολὺν ἐγκολπιζομένη λιμένα, καὶ παχεῖ τῷ προσπίπτοντι κρημνῷ τὰς βορείους τῆς θαλάττης πληγὰς ἀμυνομένη· καθ’ ὃ μὲν γὰρ εἰς ἀμέτρητον ἐμβεβληκυῖα τὸν βυθὸν, πρὸς τὴν δύσιν ὑποστρέφει, μεγέθει τε διαρκεῖ καὶ πνευμάτων σκεπανὸν παρέχει τὸν ὅρμον· τῷ δὲ προσέχοντι πολλὴν καὶ θρασεῖαν ἐκδέχεται τοῦ ῥεύματος τὴν βίαν ὁμοία ἀνδριάντος· ποτὲ μὲν γὰρ οἷα παλιμπάστου κυκεὼν πελάγους εἱλεῖται κατ’ αὐτὴν, ποτὲ δὲ ῥόθιος εἰς τὸ κάταντες ὠθεῖ τὴν θάλασσαν· καὶ πολλὰς οἶδα ναῦς μεστὰς οὐριοδρομούσας τοῖς ἱστίοις ὑποφερομένας εἰς τοὐπίσω, μαχομένου τῷ πνεύματι τοῦ ῥοῦ· πάλιν δ’ ἐν χρῷ τῆς πέτρας ἀναστρέφει, καὶ ἐξ ἀνακοπῆς οἶον ἀντίσπαστος τοῦ πελάγους ἐναντίον αὐτὸς αὐτοδρομῶν ἐπείγεται· δείκνυνται δέ τινες τρίβοι καὶ τύποι τῶν ἐναλίον καρκίνων πεζῇ παρεξιόντων τὸ ῥοωδέστατον· ὅθεν τὰ πολλὰ μὲν ὑπὸ τῶν ἀναδουμένων τὰς ναῦς καὶ ἐκ τῆς γῆς ἐφελκόντων πρὸς ἀνάντη καὶ πολὺν ἐμίπτοντα τὸν ῥοῦν βιάζεται· καὶ φόβος καὶ ἀπορία ἔπεισιν, ὅσα μὴ δευτέρας πείρας· ἔστι δὲ ὅπου καὶ μικρὸν ἐνδόντος καὶ χαλάσαντος, ἐν τῷ χρῷ τῆς ἀποβάσεως καὶ παρ’ αὐτὰς τὰς πέτρας ἁμιλλῶνται τῷ ῥεύματι, στηρίζοντες εἰς τὰς ῥαχίας τὴν εἰρεσίαν, καὶ τὴν θαλαττίαν ἰσχὺν τῇ τῆς ἠπείρου συμμαχίᾳ βεβαιοῦντες. Ἑστίαι δὲ ὁ τόπος ὠνόμασται· κατέσχον γὰρ ἐνταῦθα ταῖς ναυσὶν οἱ τῆς ἀποικίας ἡγεμόνες, ἐπειδὴ, παρεξιόντες τὴν Βοσπόριον ἄκραν, ὁρῶσι πολλῷ πλήθει βαρβαρικοῦ στρατοῦ κατεχομένας τὰς ἀποβάσεις· καὶ ταὶς μὲν ἑστίας ἱδρύσαντο κατὰ πόλιν ἑκάστην ἔνθα πρῶτον ἀπέβησαν· ἐπεὶ δὲ αἰσθάνονται τοὺς βαρβάρους κατὰ γῆν ἰόντας ἐπ’ αὐτοὺς, ἀναμείναντες ἄχρι πλεῖστον ἀποσπάσαιεν ἐκείνων τῶν χωρίων ἐφιᾶσι τῷ ῥεύματι τὸν στόλον· καὶ εἰς ἐφύλακτον ἤδη καὶ κενὴν ἀνδρῶν κατίσχουσι τὴν ἄκραν διαστρατηγήσαντες τοὺς βαρβάρους· ἦν γὰρ τοῖς μὲν κατ’ ἐπιτομὰς τῶν κόλπων οὐ πολὺς ὁ πλοῦς, τοῖς δὲ ἐν κύκλῳ τῆς γῆς ἡ περίοδος· ἔνιοι δέ φασιν οὐ πόλεων ἀλλ’ οἴκων Μεγαρικῶν ἑπτὰ τῶν ἀρίστων εἶναι τὰς Ἑστίας· πεπιστεύσθω δὲ ὅπως ἑκάστῳ φίλον.

LIV. Κάμψαντι δὲ τὰς Ἑστίας εἰρηναῖος ἥδη καὶ βέβαιος ὁ πλοῦς πρός τε τῆς ἅκρας τὴν ἐπιστροφὴν καὶ τοῦ ῥεύματος τῆν πελάγιον καὶ μετέωρον ὁρμήν· ἔνθεν φασὶ περάσαι, πρὸ μὲν τῶν Τρωϊκῶν, Μυσοὺς ἅμα Τεύκροις· καὶ μέχρι Θετταλίας ἀνύσαι κρατοῦντας ἁπάσης ὅσης ἐπῄεσαν γῆς· ὑπὸ δὲ τὸ Ἰλιακὸν ἔργον, Ἀστεροπαῖον βασιλέα τῶν ἐπ’ Ἀξίῳ ποταμῷ Παιόνων.

LV. Χηλαὶ δὲ μετὰ τὰς Ἑστίας, κατὰ τὸ ἐμφερὲς τοῦ σχήματος· εἰκὼν γὰρ τῆς ὄψεως τοὔνομα· τούτων αἱ μὲν μείζονες, αἱ δὲ βραχύτεραι· λιμένες δὲ ἀμφότεροι.

XVI. Καὶ παρ’ αὐτὰς Δικτύννης ἱερὸν Ἀρτέμιδος· ἀνέθεσαν δὲ αὐτῇ τὰς κατὰ θάλατταν ἄγρας, ὡς ἕξει μόνη θεῶν ἐπ’ ἀμφότερον εὔθηρος· ταύτην Κυζικηνοῖς σέβειν προσέταξεν ὁ θεὸς ἀφορίᾳ τῆς θαλάσσης πιεζομένης· οἱ δ’ ὑφείλοντο λαθόντες· ἀφανοῦς δὲ γενομένης (θεῷ γὰρ ἐπὶ πάντα δύναμις) οἱ μὲν οὐδὲν ἀμείνονος ἐπειρῶντο τῆς θαλάττης· τὸ δὲ ἕδος ἦν, ἔνθα καὶ πρότερον· ἀλλὰ Κυζικηνοὶ πλεύσαντες καὶ ἀπὸ τοῦ φανεροῦ μετενεγκάμενοι χρυσέαις ἁλύσεσιν ἐβεβαιώσαντο· καὶ ἐκ τούτου μετέβαλε μὲν αὐτοῖς τοῦ χόλου ἡ θεός.....