Αλιείς (Ασφαλίων και Όλπις)

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Ἁλιεῖς
Συγγραφέας: Θεόκριτος


Ἁ πενία, Διόφαντε, μόνα τὰς τέχνας ἐγείρει·
αὐτὰ τῶ μόχθοιο διδάσκαλος· οὐδὲ γὰρ εὕδειν
ἀνδράσιν ἐργατίναισι κακαὶ παρέχοντι μέριμναι.
κἂν ὀλίγον νυκτός τις ἐπιβρίσσῃσι, τὸν ὕπνον
αἰφνίδιον θορυβεῦσιν ἐφιστάμεναι μελεδῶναι.
ἰχθύος ἀγρευτῆρες ὁμῶς δύο κεῖντο γέροντες
στρωσάμενοι βρύον αὖον ὑπὸ πλεκταῖς καλύβαισι,
κεκλιμένοι κοίτῳ τῷ φυλλίνῳ· ἐγγύθι δ᾽ αὐτοῖν
κεῖτο τὰ τῶν χειρῶν ἀθλήματα, τοὶ καλαθίσκοι,
τοὶ κάλαμοι, τἄγκιστρα, τὰ φυκιόεντά τε λῖνα, 10
ὁρμειαὶ κύρτοι τε καὶ ἐκ σχοίνων λαβύρινθοι,
μήρινθοι κώπα τε γέρων τ᾽ ἐπ᾽ ἐρείσμασι λέμβος·
νέρθεν τᾶς κεφαλᾶς φορμὸς βραχύς, εἵματα πύσσοι.
οὗτος τοῖς ἁλιεῦσιν ὁ πᾶς πόρος, οὗτος ὁ πλοῦτος.
οὐ κλεῖδ᾽, οὐχὶ θύραν ἔχον, οὐ κύνα· πάντα περισσὰ
ταῦτ᾽ ἐδόκει τήνοις· ἁ γὰρ πενία σφὰς ἐτήρει.
οὐδεὶς δ᾽ ἐν μέσσῳ γείτων πέλεν· ἁ δὲ παρ᾽ αὐτὰν
θλιβομένα καλύβαν τρυφερὸν προσέναχε θάλασσα.

κοὔπω τὸν μέσατον δρόμον ἄνυεν ἅρμα Σελάνας,
τοὺς δ᾽ ἁλιεῖς ἤγειρε φίλος πόνος, ἐκ βλεφάρων δὲ 20
ὕπνον ἀπωσάμενος σφετέραις φρεσὶν ἤρεθον αὐδάν.

ΑΣΦΑΛΙΩΝ

ψεύδοντ᾽ ὦ φίλε, πάντες, ὅσοι τὰς νύκτας ἔφασκον
τῶ θέρεος μινύθειν, ὅτε τἄματα μακρὰ φέρουσιν.
ἤδη μυρί᾽ ἐσεῖδον ὀνείρατα, κ᾽ οὐδέπω ἀώς.
ἢ λαθόμαν; τί τὸ χρῆμα χρόνου ταὶ νύκτες ἔχοντι;

ΕΤΑΙΡΟΣ

Ἀσφαλίων, μέμφῃ τὸ καλὸν θέρος· οὐ γὰρ ὁ καιρὸς
αὐτομάτως παρέβα τὸν ἑὸν δρόμον· ἀλλὰ τὸν ὕπνον
ἁ φροντὶς κόπτοισα μακρὰν τὰν νύκτα ποιεῖ τοι.

ΑΣΦΑΛΙΩΝ

ἄρ᾽ ἔμαθες κρίνειν ποκ᾽ ἐνύπνια; χρηστὰ γὰρ εἶδον.
οὔ σε θέλω τὠμῶ φαντάσματος ἦμεν ἄμοιρον· 30

ΕΤΑΙΡΟΣ

ὡς καὶ τὰν ἄγραν, τὠνείρατα πάντα μερίζευ.
οὐ γὰρ σ᾽ εἰκάξω κατὰ τὸν λόγον, οὗτος ἄριστος
ἐστὶν ὀνειροκρίτας, ὁ διδάσκαλός ἐστι παρ᾽ ὧ νοῦς;
ἄλλως καὶ σχολά ἐντι· τί γὰρ ποιεῖν ἂν ἔχοι τις
κείμενος ἐν φύλλοις ποτὶ κύματι μηδὲ καθεύδων;
ἀλλ᾽ ὄνος ἐν ῥάμνῳ τό τε λύχνιον ἐν πρυτανείῳ·
φαντὶ γὰρ ἀγρυπνίαν τάδ᾽ ἔχειν. λέγε· ὅπποτε νυκτὸς
ὄψιν πᾶς τις ἑῷ γε φιλεῖ μανύεν ἑταίρῳ.

ΑΣΦΑΛΙΩΝ

δειλινὸν ὡς κατέδαρθον ἐν εἰναλίοισι πόνοισιν
(οὐκ ἦν μὰν πολύσιτος, ἐπεὶ δειπνεῦντες ἐν ὥρᾳ, 40
εἰ μέμνῃ, τᾶς γαστρὸς ἐφειδόμεθ᾽) εἶδον ἐμαυτὸν
ἐν πέτρᾳ μεμαῶτα, καθεζόμενος δ᾽ ἐδόκευον
ἰχθύας, ἐκ καλάμω δὲ πλάνον κατέσειον ἑδωδάν.
καί τις τῶν τραφερῶν ὠρέξατο· καὶ γὰρ ἐν ὕπνοις
πᾶσα κύων ἄρκον μαντεύεται, ἰχθύα κἠγών.
χὢ μὲν τὠγκίστρῳ ποτεφύετο, καὶ ῥέεν αἶμα,
τὸν κάλαμον δ᾽ ὑπὸ τῶ κινήματος ἀγκύλον εἶχον.
τὼ χέρι τεινόμενον, περικλώμενον εὐρὺν ἀγῶνα,
πῶς μελετῶ μέγαν ἰχθὺν ἀφαυροτέροισι σιδάροις.
εἶθ᾽ ὑπομιμνᾴσκων τῶ τρώματος ἠρέμ᾽ ἔνυξα, 50
καὶ νύξας ἐχάλαξα, καὶ οὐ φεύγοντος, ἔτεινα.
ἤνυσα δ᾽ ὦν τὸν ἄεθλον, ἀνείλκυσα χρύσεον ἰχθύν,
παντᾳ τοι χρυσῷ πεπυκασμένον. εἶχε δὲ δεῖμα,
μήτι Ποσειδάωνι πέλει πεφιλημένος ἰχθὺς
ἢ τάχα τᾶς γλαυκᾶς κειμήλιον Ἀμφιτρίτης.
ἠρέμα δ᾽ αὐτὸν ἐγὼν ἐκ τὠγκίστρω ἀπέλυσα,
μή ποτε τῶ στόματος τἀγκίστρια χρυσὸν ἔχοιεν.
τὸν μὲν ἐπίστὰς ᾆσα καλάγρετον ἀπειρώταν,
ὤμοσα δ᾽ οὐκέτι λοιπὸν ὑπὲρ πελάγους πόδα θεῖναι,
ἀλλὰ μενεῖν ἐπὶ γᾶς καὶ τῶ χρυσῶ βασιλεύσειν. 60

ταῦτά με κἀξήγειρε, τὺ δ᾽ ὦ ξένε λοιπὸν ἔρειδε
τὰν γνώμαν· ὄρκον γὰρ ἐγὼ τὸν ἐπώμοσα—

ΕΤΑΙΡΟΣ

 θάρρει,
καὶ σύγε μὴ τρέσσηις· οὐκ ὤμοσας· οὐδὲ γὰρ ἰχθὺν
χρύσεον ὡς ἴδες εἶδες· ἴσα δ᾽ ἐν ψεύδεσι νῶσις·
ἐἰ γὰρ μὴ κνώσσων τὺ τὰ χωρία ταῦτα ματεύσεις,
ἔλπις τῶν ὕπνων· ζάτει τὸν σάρκινον ἰχθύν,
μὴ σὺ θάνῃς λιμῷ καὶ χρυσείοισιν ὀνείροις.