Μετάβαση στο περιεχόμενο

Αλεξιάς/Βιβλίο 2

Από Βικιθήκη
Αλεξιάς
Συγγραφέας:
Βιβλίο 2


2.1.1 Ὅθεν μὲν οὖν ὁ αὐτοκράτωρ Ἀλέξιος ὥρμητο καὶ ἐξ οἵου γένους τὸν βουλόμενον εἰδέναι εἰς τὰς τοὐμοῦ Καίσαρος συγγραφὰς παραπέμπομεν· ἀλλὰ δὴ καὶ τὰ περὶ τοῦ βασιλέως Νικηφόρου τοῦ Βοτανειάτου ἐκεῖθεν ἑλκύσεται. Μανουὴλ μὲν οὖν τὸν πρωτότοκον ἀδελφὸν Ἰσαακίου καὶ Ἀλεξίου καὶ τῶν λοιπῶν τῶν ἐξ Ἰωάννου τοῦ Κομνηνοῦ καὶ πρὸς πατρὸς ἐμοῦ πάππου κατηγμένων στρατηγὸν αὐτοκράτορα ἡ Ἀσία πάσα εἶχε τοῦ προβεβασιλευκότος Ῥωμανοῦ τοῦ Διογένους τοῦτον προχειρισαμένου, αὖθις δὲ καὶ τὸν Ἰσαάκιον δοῦκα ἡ Ἀντιόχου ἐκληρώσατο, πολλοὺς πολέμους καὶ μάχας ἀγωνισαμένους, πολλὰ δὲ καὶ τρόπαια κατὰ τῶν ἀντικειμένων στήσαντας. Καὶ μετ' αὐτοὺς οὑμὸς πατὴρ Ἀλέξιος στρατηγὸς αὐτοκράτωρ προὐβέβλητο κατὰ τοῦ Οὐρσελίου παρὰ τοῦ τότε βασιλεύοντος Μιχαὴλ τοῦ Δούκα ἀποσταλείς. 2.1.2 Ὡς δὲ καὶ ὁ βασιλεὺς Νικηφόρος περιδέξιον τοῦτον περὶ τὰ πολεμικὰ ἐθεάσατο, ἀκηκοὼς δὲ καὶ ὅπως περὶ τὴν ἕω συνὼν τἀδελφῷ Ἰσαακίῳ ὑπὲρ τὸν αὐτοῦ χρόνον ἐν διαφόροις ἀγῶσιν ἐμπέπτωκεν ἀριστεὺς ἀναφανεὶς καὶ ὅπως τὸν Οὐρσέλιον κατετροπώσατο, διαφερόντως ἠγάπα καὶ τοῦ Ἰσαακίου οὐκ ἔλαττον. Καὶ ἐνστερνιζόμενος ἄμφω τἀδελφὼ ἱλαρὸν ἐνητένιζεν, ἔστιν οὗ καὶ τῆς αὐτῆς τραπέζης ἀξιῶν. 2.1.3 Ἀνέφλεγε τοῦτο τὸν κατ' αὐτῶν φθόνον καὶ μᾶλλον τῶν εἰρημένων δύο βαρβάρων Σθλαβογενῶν, τοῦ τε Βορίλου φημὶ καὶ τοῦ Γερμανοῦ. Ὁρῶντες γὰρ τὴν τοῦ βασιλέως ἐς αὐτοὺς εὐμένειαν καὶ ὅτι καθ' ὥραν ταῖς τοῦ φθόνου τοξείαις βαλλόμενοι ἄτρωτοι διαμένουσιν, ἐξετήκοντο. Τὸν γὰρ Ἀλέξιον, κἂν οὔπω τὸν ἴουλον ἐπανθοῦντα εἶχεν, ἐν πᾶσιν εὐδοκιμοῦντα ὁρῶν ὁ βασιλεὺς στρατηγὸν αὐτοκράτορα τῆς ἑσπέρας ἀναδείκνυσι τῷ τῶν προέδρων τετιμηκὼς ἀξιώματι. Ὅσα μὲν οὖν καὶ κατὰ τὴν ἑσπέραν οὗτος ἀνέστησε τρόπαια καὶ ὁπόσους ἀποστάτας καταγωνισάμενος ζωγρίας ἦγε τῷ βασιλεῖ, ἀρκούντως προλέλεκται. Ἀλλὰ ταῦτα τοῖς δούλοις οὐκ ἤρεσκεν, ἐξέκαε δὲ μᾶλλον αὐτῶν ἀναφλέγοντα τὸν φθόνον. Οἳ καὶ πολλὰ μὲν ὑπετονθόρυζον βυσσοδομοῦντες κατ' αὐτῶν, πολλὰ δὲ καὶ κρύφια λέγοντες τῷ βασιλεῖ, τινὰ δὲ καὶ εἰς τοὐμφανές, ἄλλα δὲ δι' ἑτέρων, μεθοδείαις τισὶ χρώμενοι ἐκποδὼν τούτους γενέσθαι παντοίως ἐσπούδαζον. 2.1.4 Ἀπορίᾳ γοῦν συνεχόμενοι οἱ Κομνηνοὶ δέον ἐλογίσαντο τοὺς περὶ τὴν γυναικωνῖτιν ὑποποιήσασθαι καὶ δι' αὐτῶν τὴν τῆς βασιλίδος ἐπὶ πλέον εὐμένειαν ἐπισπάσασθαι. Ἐπαγωγοὶ γὰρ οἱ ἄνδρες καὶ λιθίνην καταμαλάξαι ψυχὴν δυνάμενοι καὶ παντοίοις ἐπιχειρήμασι. Τοῦτο ἤδη κατώρθου ὁ Ἰσαάκιος πάλαι πρὸς αὐτῆς ἐπὶ τῇ ἰδίᾳ ἐξαδέλφῃ εἰς κῆδος προσληφθείς, ὁ γενναιότατος ὢν ἐν λόγοις καὶ πράξεσι καὶ τὰ πλεῖστα τὠμῷ πατρὶ ἐμφερής. Ἀλλ' ἐπεὶ τὰ περὶ αὐτὸν καλῶς προκεχώρηκε, πολλὰ φροντίζων ἦν περὶ τἀδελφοῦ, καὶ ὅσον ἐκεῖνος τούτῳ εἰς τὴν τοῦ κήδους τότε συνῄρετο ὑπόθεσιν, τοσοῦτον οὗτος ἐσπουδάκει μηδ' αὐτὸν τῆς βασιλίδος πορρωτέρω καθεστάναι. Ὀρέστην μὲν οὖν καὶ Πυλάδην φίλους ὄντας τοσοῦτον τὸν πρὸς ἀλλήλους πόθον ἔχειν φασίν, ὡς ἐν καιρῷ μάχης ἀμελεῖν μὲν ἑκάτερον τῶν καθ' ἑαυτοῦ πολεμίων, ἀμύνειν δὲ τοὺς ἐπιφερομένους θατέρῳ καὶ προαρπάζειν ἅτερον τὰς πρὸς θάτερον ἐρχομένας τῶν ὀϊστῶν βολὰς τὰ στέρνα ὑπέχοντα. Τοιοῦτον καὶ ἐπὶ τούτοις ἦν συνορᾶν. Ἄμφω γὰρ τἀδελφὼ καὶ τοὺς κινδύνους προαρπάζειν ἐβούλοντο καὶ τὰς ἀριστείας τε καὶ τιμὰς καὶ ἁπλῶς τἀγαθὸν θατέρου ἴδιον ἅτερος ἐλογίζετο καὶ αὖ τοὐναντίον, τοσοῦτον τὸν πόθον πρὸς ἀλλήλους εἶχον. 2.1.5 Τὰ μὲν οὖν κατὰ τὸν Ἰσαάκιον οὕτως ἐκ θείας ᾠκονόμητο προνοίας· οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ οἱ περὶ τὴν γυναικωνῖτιν ταῖς τοῦ Ἰσαακίου ὑποθημοσύναις παραπείθουσι τὴν βασιλίδα υἱοθετήσασθαι τὸν Ἀλέξιον. Πείθεται τούτοις, κἀπειδὴ περὶ τὰ βασίλεια κατά τινα κυρίαν ἡμέραν καὶ ἄμφω γεγόνατον, ἡ βασιλὶς υἱοθετεῖ τὸν Ἀλέ ξιον κατὰ τὸν παρακολουθήσαντα περὶ τῶν τοιούτων πάλαι τύπον. Ἀνέσφηλε γοῦν τοῦ λοιποῦ τῆς πολλῆς φροντίδος ὁ μέγας τῶν ἑσπερίων στρατευμάτων δομέστικος. Κἄκτοτε θαμὰ τοῖς βασιλείοις ἄμφω φοιτῶντες καὶ τὴν τοῖς βασιλεῦσι προσήκουσαν ἀποπληροῦντες προσκύνησιν καὶ μικρὸν ἐγκαρτεροῦντες τῇ βασιλίδι προσήρχοντο· ταῦτα ἐπὶ πλέον τὸν κατ' αὐτῶν φθόνον ἐξέκαε. 2.1.6 Τοῦτο δὲ διὰ πολλῶν οἱ Κομνηνοὶ βεβαιούμενοι, δείσαντες, ἵνα μὴ ἀμφότεροι ταῖς πάγαις αὐτῶν ἁλόντες οὐδὲ τὸν ἐπαρήγοντα ἔχωσι, τρόπον ἐζήτουν, δι' οὗ τὸ ἀσφαλὲς Θεοῦ συλλαμβανομένου ἑαυτοῖς περιποιήσαιντο. Πολλοὺς οὖν λογισμοὺς σύναμα τῇ μητρὶ ἀνελίξαντες καὶ πολλὰ πολλάκις διασκεψάμενοι μίαν εὗρον κατὰ ἄνθρωπον σωτηρίας ἐλπίδα· ἡ δὲ ἦν τῇ βασιλίδι προσελθεῖν, ὁπηνίκα αἰτίαν τινὰ εὐπρόσωπον πρὸς τοῦτο σχοῖεν, καὶ τὸ ἀπόρρητον ἐξειπεῖν. Εἶχον δὲ ὅμως ὑποβρύχιον τὴν βουλὴν καὶ οὐδενὶ τὸ παράπαν τὸ σκοπούμενον ἐξεκάλυπτον. Προσεῖχον δὲ καθάπερ οἱ θαλάττιοι μὴ τὸ θήραμα προσοβήσωσιν. Ἀποδρᾶναι μὲν γὰρ ἐμελέτων, ἐπεφόβηντο δὲ ἄρα τοῦτο πρὸς τὴν βασιλίδα εἰπεῖν, μή πως ἐκείνη φθάσῃ τῷ βασιλεῖ παραδηλῶσαι τὰ κατ' αὐτοὺς καὶ ἀμφοτέρων κηδομένη καὶ τοῦ βασιλέως καὶ τῶν ἀνδρῶν. Τούτου τοίνυν κατεγνωκότες τοῦ σκέμματος ἄλλοσε τρέπουσι τὴν βουλήν· δεινοὶ γὰρ τοῖς παραπεπτωκόσι καιροῖς ἀποχρήσασθαι.

2.2.1 Ἐπεὶ γὰρ ὁ βασιλεὺς τεκνογονεῖν διὰ τὸ γῆρας οὐκ ἐπεφύκει, δεδιὼς δὲ καὶ τὸ ἄφυκτον τῆς τοῦ θανάτου τομῆς περὶ τοῦ διαδεξομένου διεσκοπεῖτο. Ἦν δὲ τηνικαῦτα Συναδηνός τις ἐξ ἀνατολῶν ὁρμώμενος, ἐκ γένους λαμπροῦ, τὸ εἶδος ὡραῖος, τὴν φρένα βαθύς, ῥωμαλέος τὴν χεῖρα, τὴν ἡλικίαν ἐς μειράκιον παραγγέλλων καὶ ἄλλως δὲ προσήκων αὐτῷ κατὰ γένος. Τῶν ἄλλων μᾶλλον ἐσκέπτετο διάδοχον αὐτὸν τῆς βασιλείας καταλιπεῖν, καθάπερ τινὰ πάτριον κλῆρον τὸ κράτος αὐτῷ διδούς, κακῶς βουλευόμενος. Ἐξὸν γὰρ αὐτῷ τὸ ἀσφαλὲς μέχρι τέλους περιποιήσασθαι, ἅμα δὲ καὶ δίκαιόν τι σκοπεῖν τὴν αὐτοκράτορος ἐξουσίαν τῷ τῆς βασιλίδος υἱῷ Κωνσταντίνῳ καταλιπεῖν καὶ ὡς οἷόν τινα κλῆρον πρὸς πάππου καὶ πατρὸς αὐτῷ διαφέρουσαν, καὶ τὴν βασιλίδα μᾶλλον διὰ τοῦτο ἐπ' αὐτῷ θαρρεῖν καὶ τὸ εὔνουν ἐπαύξειν, λέληθεν ἑαυτὸν ὁ γηραλέος ἄδικά τε καὶ ἀξύμφορα διασκοπούμενος καὶ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς τεκταίνων κακά. 2.2.2 Τούτων ὑποψιθυριζομένων ᾔσθετο ἡ βασιλὶς καὶ περίλυπος ἦν τὸν τοῦ παιδὸς κίνδυνον ὑφορωμένη. Καὶ ἦν ἀθυμοῦσα μέν, οὐδενὶ δὲ τὴν λύπην ἐξορχουμένη. Τοῦτο τοὺς Κομνηνοὺς οὐ διέλαθεν. Εὐκαιρίαν οὖν, ἣν ἐζήτουν, εὑρηκότες τῇ βασιλίδι προσελθεῖν ἐβουλεύσαντο. Τῆς δὲ πρὸς αὐτὴν ὁμιλίας τὴν καταρχὴν ἡ μήτηρ τῷ Ἰσαακίῳ ἐπέτρεψε συμπαρόντος αὐτῷ τἀδελφοῦ Ἀλεξίου. Τῶν δὲ προσελθόντων τῇ βασιλίδι ὁ Ἰσαάκιός φησι πρὸς αὐτήν «οὐχ ὡς χθὲς καὶ πρότριτα ὁρῶμέν σε, δέσποινα, ἔχουσαν, ἀλλ' ὡς ὑπὸ λογισμῶν ἀνεκφόρων δακνομένην καὶ σκεπτομένην, ὡς μὴ θαρρεῖν ἔχουσαν, πρὸς ὃν ἂν ἐκκαλύψειας τὸ ἀπόρρητον». Ἡ δὲ τέως μὲν ἐκφαίνειν οὐκ ἤθελε, βύθιον δέ τι στενάξασα «οὐ χρή» φησι «τοὺς ἀλλοτρίαν οἰκοῦντας ἐπερωτᾶν· αὐτὸ γὰρ τοῦτο ἐς λύπην αὐτοῖς ἀξιόχρεων. Ἐμὲ δέ, φεῦ, οἷα ἐξ οἵων διεδέξατο καὶ ὁποῖά μοι, ὡς ἔοικε, μετ' οὐ πολὺ ταμιεύεται». Οἱ δὲ ἀποστάντες πλείω μὲν ῥήματα οὐ προσέθεντο· ἐς γῆν δὲ τοὺς ὀφθαλμοὺς ἐπερείσαντες καὶ περιστείλαντες ἄμφω τὼ χεῖρε σύννους πρὸς μικρὸν εἱστήκεσαν. Εἶτα τὴν συνήθη προσκύνησιν ποιησάμενοι οἴκαδε ἀπῄεσαν ἀγωνιῶντες. 2.2.3 Τῇ δ' ὑστεραίᾳ πάλιν προσερησόμενοι ἥκουσιν· ἱλαρώτερον δὲ ἢ πρῴην τούτοις ἀτενίζουσαν ὁρῶντες προσίασιν ἄμφω καί φασι «σὺ μὲν δεσπότις, ἡμεῖς δὲ δοῦλοι εὐνούστατοι, πᾶν ὁτιοῦν ἑτοίμως ἔχοντες ὑπὲρ τῆς σῆς βασιλείας παθεῖν. Καὶ μή σε λογισμός τις διαταραττέτω εἰς διψυχίαν ὅλως εἰσάγων». Ἐκ τούτων οὖν τῶν λόγων τὰ πιστὰ δεδωκότες τῇ βασιλίδι καὶ ἀπαλλάξαντες ἑαυτοὺς ὑποψίας ἁπάσης τὸ ἀπόρρητον ἤδη συνῄεσαν ὀξεῖς τε ὄντες καὶ ἀγχίνοι καὶ δεινοὶ θηρᾶσαι ἀνθρώπων ἐξ ὀλίγων ῥημάτων βαθέως ἐγκειμένην γνώμην καὶ τέως ἀπόρρητον. Καὶ αὐτίκα μάλα προσετίθεντό τε τῇ βασιλίδι καὶ ἐκ πολλῶν εὔνους αὐτοὺς φανερῶς καταστήσαντες καὶ πᾶν εἰς ὅπερ ἂν αὐτοὺς προσκαλοῖτο, ἐκθύμως ἐπαμύνειν κατεπηγγείλαντο. Συγχαίρειν τε χαιρούσῃ καὶ λυπουμένῃ συνανιᾶσθαι, τοῦτο δὴ τὸ ἀποστολικόν, μάλα προθύμως συνέθεντο. Καὶ ὡς αὐθιγενεῖς ἠξίουν τούτους λογίζεσθαι καὶ συνήθεις κἀκεῖθεν ὁρμωμένους ὅθεν καὶ αὐτή, τοσοῦτον ἐπειπόντες, ὡς εἴ τι παρὰ τῶν φθονούντων αὐτῇ τε τῇ δεσποίνῃ καὶ τῷ αὐτοκράτορι κατ' αὐτῶν εἰσηγηθείη, τοῦτο αὐτοὺς μὴ διαλανθάνοι τὸ παραυτίκα, ἵνα μὴ λάθωσι ταῖς πάγαις τῶν ἐχθρῶν ἐμπεσούμενοι. Τοῦτό τε ἠξίουν καὶ θαρρεῖν ἐκέλευον, ὡς σὺν Θεῷ γε φάναι τὴν δυνατὴν μετὰ προθυμίας εἰσενεγκεῖν βοήθειαν, ὡς ἑαυτῶν γε ἕνεκα μὴ ἐκπεπτωκέναι τῆς βασιλείας τὸν ταύτης υἱὸν Κωνσταντῖνον. Καὶ δὴ καὶ δι' ὅρκων ἐμπεδοῦν ἤθελον τὰ συνδόξαντα· οὐδὲ γὰρ ἐνῆν διατρίβειν διὰ τοὺς ἐποφθαλμιῶντας. 2.2.4 Τῆς τε πολλῆς ἀνεκουφίσθησαν λύπης οἱ ἄνδρες καὶ ἐξανέφερον καὶ τὸ ἀπὸ τοῦδε μεθ' ἱλαρωτέρου προσώπου τῷ βασιλεῖ διελέγοντο, ὁποδαποὶ ἐκεῖνοι καὶ μᾶλλον ἅτερος τούτων Ἀλέξιος συσκιάσαι ἀπόρρητον ἔννοιαν καὶ βυσσοδομευομένην ἐπι βουλὴν τοῖς φαινομένοις προσχήμασιν. Ἐπεὶ δὲ ὁ φθόνος μᾶλλον εἰς πυρσὸν ἀνήπτετο μέγιστον καὶ οὐδὲν τοῦ λοιποῦ τῶν πρὸς τὸν βασιλέα κατ' αὐτῶν λεγομένων αὐτοὺς διελάνθανε κατὰ τὰ πρῴην συνδόξαντα, ἐγίνωσκον δὲ καὶ τοὺς δύο παραδυναστεύοντας δούλους βουλευομένους ἐκποδὼν τούτους ποιήσασθαι, οὐκέτι κατὰ τὸ σύνηθες ὁμοῦ τοῖς βασιλείοις ἐφοίτων, ἀλλ' ἑτερήμερος ἦν ἑκάτερος. Τὸ δὲ σκέμμα σοφόν τε καὶ Παλαμήδειον, ἵν' εἰ γένοιτο τὸν ἕτερον τούτων κατασχεθῆναι διὰ τὰς λαθραίας ἐπιβουλὰς τῶν παραδυναστευόντων ἐκείνων Σκυθῶν, ἅτερος ἀποδράσειε, καὶ μὴ ἅμα καὶ ἄμφω ταῖς πάγαις τῶν βαρβάρων ἐμπεσοῦνται. Ἀλλὰ τὸ μὲν σκέμμα τοιοῦτον ἦν· οὐ μὴν κατὰ τὴν ὑποψίαν ἐκείνων ἀπηντήκει τούτοις τὰ πράγματα. Ἔφθασαν γὰρ κρείττους γενέσθαι τῶν ἐπιβουλευόντων ἀνδρῶν, ὡς ἔνθεν ὁ λόγος ἀφορμηθεὶς διὰ πάσης σαφηνείας δηλώσειε.

2.3.1 Τῆς πόλεως τοίνυν Κυζίκου κατασχεθείσης παρὰ τῶν Τούρκων, πυθόμενος τὴν τῆς πόλεως ἅλωσιν ὁ αὐτοκράτωρ τὸν Κομνηνὸν αὐτίκα μετεκαλεῖτο Ἀλέξιον. Ἔτυχε γὰρ κατὰ τὴν ἡμέραν ἐκείνην ὁ Ἰσαάκιος ἐληλυθώς. Ὡς δὲ εἰσερχόμενον τοῦτον παρὰ τὴν συνθήκην ὁ ἀδελφὸς Ἰσαάκιος ἐθεάσατο, προσελθὼν ἠρώτα ὅτου χάριν παρεγένετο. Ὁ δ' εὐθὺς τὴν αἰτίαν εἰρήκει, «ὅτι μέ» φησιν «ὁ αὐτοκράτωρ προσεκαλέσατο». Εἰσελθόντων οὖν ἄμφω καὶ τὴν συνήθη προσκύνησιν ποιησαμένων, ἐπεὶ ἀρίστου καιρὸς ἤδη παρῆν, προσμεῖναι μικρὸν παρακελευσάμενος προστάττει κοινῆς αὐτῷ τραπέζης μετειληχέναι. Καὶ δὴ διαιρεθέντες ὁ μὲν περὶ τὸ δεξιὸν καθῆστο τῆς τραπέζης, ὁ δὲ περὶ τὸ εὐώνυμον, ἀντικρὺ ἀλλήλων. Μετ' ὀλίγον δὲ τοῖς περιεστῶσιν ἐνατενίσαντες μετὰ σκυθρωπότητος ψιθυρίζοντας ἑώρων. Δείσαντες οὖν μή τι κατ' αὐτῶν ὀξὺ μελετῶσιν οἱ δοῦλοι καὶ ὑπόγυος αὐτοῖς ὁ κίνδυνος εἴη, λαθριδίοις βλέμμασι ἀλλήλοις ἐνητένιζον μὴ ἔχοντες ὅ τι καὶ δράσαιεν. 2.3.2 Ἐπεὶ δὲ πρὸ πολλοῦ τοὺς περὶ τὸν βασιλέα ἅπαντας μειλιχίοις λόγοις προπομπαῖς τε καὶ παντοίαις δεξιώσεσιν ἐσφετερίζοντο καὶ αὐτὸν τὸν ὀψοποιὸν δεξιωσάμενοι ἱλαρὸν αὐτοῖς προσβλέπειν ἀνέπεισαν, τούτῳ προσελθών τις τῶν θεραπόντων Ἰσαακίου τοῦ Κομνηνοῦ φησιν «ἀπάγγειλον τῷ κυρίῳ μου τὴν τῆς Κυζίκου κατάσχεσιν· γράμμα γὰρ ἐκεῖθεν ἥκει τοῦτο μηνῦον». Ὁ δ' εὐθὺς ἅμα τε ὄψα τῇ τραπέζῃ παρετίθει καὶ ἅπερ παρὰ τοῦ ὑπηρέτου ἀνεδιδάχθη, ἀνεδίδασκε τὸν Ἰσαάκιον ἠρεμαίᾳ φωνῇ. Ὁ δὲ μικρὸν ὑποκινήσας τὰ χείλη ἐσήμανε τἀδελφῷ τὸ λεχθέν. Ὀξὺς δὲ ὢν περὶ τὸ νοεῖν καὶ πυρὸς θερμότερος ὁ Ἀλέξιος αὐτίκα ἥρπασε τὸ λεγόμενον. Ἀνέπνευσαν οὖν καὶ ἄμφω τῆς κατασχούσης αὐτοὺς ἐννοίας. Καὶ γεγονότες ἑαυτῶν ἐσκοποῦντο, ἵν' εἴ πού τις αὐτοὺς ἔροιτο περὶ τούτου, ἑτοίμως ἀποκριθήσονται, εἰ δὲ καὶ ὁ βασιλεὺς αὐτοὺς ἐς βουλὴν ἀγάγοι, προσηκόντως αὐτῷ βουλεύσοιντο. 2.3.3 Τοιαῦτα τούτων λογιζομένων ὁ βασιλεὺς ἀπιδὼν πρὸς τοὺς ἄνδρας ὡς δὴ ἀγνοοῦντας αὐτοὺς τὰ κατὰ τὴν Κύζικον τὴν ἅλωσιν αὐτοῖς ἔλεγεν. Οἱ δὲ (καὶ γὰρ ἦσαν ἕτοιμοι ψυχὴν θεραπεῦσαι κυμαινομένην βασιλέως ἐπὶ πορθήσεσι πόλεων) ἀνήγειράν τε τὸ πεπτωκὸς τοῦ αὐτοκράτορος φρόνημα καὶ πρὸς ἐλπίδας ἀγαθὰς ἀνεθέρμηναν ῥᾳδίως τὴν πόλιν ἐπανασωθῆναι κατεγγυώμενοι. «Μόνον» φησὶ «τὸ σὸν κράτος ἐχέτω καλῶς· οἱ δέ γε πολιορκηταὶ τῆς πόλεως ἑπταπλάσιον εἰς τὸν κόλπον αὐτῶν ἀπολήψονται ὧν εἰργάσαντο». Τότε μὲν οὖν ἠγάσατο τούτους ὁ βασιλεὺς καὶ τῆς εὐωχίας ἀπολύσας τὸ ἑξῆς τῆς ἡμέρας ἀπεριμερίμνως ἔσχε. 2.3.4 Τὸ ἀπὸ τοῦδε τοίνυν ἐπιμελὲς ἔσχον οἱ Κομνηνοὶ τοῖς βασιλείοις προσιέναι καὶ τοὺς περὶ τὸν βασιλέα ἔτι μᾶλλον ἐναγκαλίζεσθαι καὶ αὐτοὺς μὲν μὴ διδόναι λαβὴν τὸ παράπαν τοῖς κατ' αὐτῶν μελετῶσι μηδ' ἡντιναοῦν πρόφασιν ἀπεχθείας αὐτοῖς ὑπανοίγειν, πάντας δὲ ἀναπείθειν στέργειν αὐτοὺς καὶ τὰ ὑπὲρ αὐτῶν φρονεῖν τε καὶ λέγειν. Προσεμηχανῶντο δέ τι πλέον ὑποποιεῖσθαι καὶ τὴν βασιλίδα Μαρίαν καὶ ὅλους αὐτοὺς ἐκείνην καὶ βλέπειν καὶ ἀναπνεῖν. Ὁ μὲν γὰρ Ἰσαάκιος καὶ τὸ κῆδος τὸ ἐπὶ τῇ ἐξαδέλφῃ αὐτῆς προβαλλόμενος τὴν παρρησίαν ξυνέτεινεν· ὁ δ' ἐμὸς πατὴρ οὐχ ἧττον μὲν καὶ διὰ τὴν ἐξ ἀγχιστείας συγγένειαν, πλέον δὲ τὴν υἱοθεσίαν λαμπρὰν ὑπόθεσιν τῶν πρὸς τὴν βασιλίδα εἰσόδων ποιούμενος παντάπασιν ἀνέμφαντος ἦν καὶ τὸν φθόνον τῶν πονηρευομένων αὐτῷ συνεσκίαζεν· οὐδὲ γὰρ ἐλάνθανεν αὐτὸν τὸ βαρύμηνι τῶν βαρβάρων ἐκείνων δούλων καὶ τὸ τοῦ βασιλέως κουφότατον. Καὶ εἰκότως μὴ ἐκπεσεῖν τῆς ἐκείνης εὐνοίας ἐφρόντιζον, ἵνα μὴ ἐντεῦθεν τοῖς ἐχθροῖς παρανάλωμα γένοιντο. Τὰ γάρ τοι κουφότατα ἤθη εὐμετάφορά πως καὶ Εὐρίπου δίκην ὡς ἐν παλιρροίᾳ περιπλαζόμενα.

2.4.1 Ταῦτα ὁρῶντες οἱ δοῦλοι καὶ ὅπως οὐ κατὰ σκοπὸν αὐτοῖς τὸ πρᾶγμα προῄει οὐδὲ ἡ τῶν τοιούτων ἀνδρῶν ἀπώλεια εὐχερὴς αὐτοῖς ἐστι τῆς τοῦ αὐτοκράτορος ἐς αὐτοὺς εὐμενείας ὁσημέραι αὐξανούσης, πολλὰ μὲν εἰπόντες, πολλὰ δὲ καὶ ἀπειπόντες ἐφ' ἑτέραν ἀτραπὸν ἐτράπησαν. Τίς δὲ αὕτη; Ἵν' ἐν μιᾷ νυκτὶ μετακαλεσάμενοι τούτους βουλῆς ἄτερ τοῦ κρατοῦντος ἐκποδὼν τοὺς ἄνδρας ποιήσωνται τοὺς αὐτῶν ὀφθαλμοὺς ἐξορύξαντες ψευδῆ αἰτίαν ἀναπλασάμενοι. 2.4.2 Τοῦτο τοὺς Κομνηνοὺς οὐ διέλαθε. Καὶ ἐπεὶ πολλὰ γνωσιμαχήσαντες ὑπόγυον τὸν κίνδυνον ἔγνωσαν, μίαν σωτηρίας ἐλπίδα τὴν ἀποστασίαν ἐδόκουν πρὸς ταύτην κατ' ἀνάγκην πολλὴν συνωθούμενοι. Τί γὰρ δεῖ περιμένειν τὸν ἐπενεγκόντα μύδρον τοῖς ὄμμασι καὶ τὸν ἐν αὐτοῖς ἥλιον ἀποσβέσοντα; Ὑποβρύχιον οὖν ἐν ταῖς ψυχαῖς τὴν γνώμην ταύτην εἶχον. Ἐπεὶ δὲ μετ' οὐ πολὺ προσετέτακτο ὁ Ἀλέξιός τινα μερίδα τῆς στρατιᾶς εἰσαγαγεῖν μέλλουσαν ἐξοπλίζεσθαι κατὰ τῶν πορθησάντων τὴν πόλιν Κυζίκου Ἀγαρηνῶν (ἔτυχε γὰρ τηνικαῦτα δομέστικος ὢν τῆς ἑσπέρας), ἀφορμῆς εὐλόγου δραξάμενος τοὺς εὔνως πρὸς αὐτὸν ἔχοντας τῶν τοῦ στρατοῦ ἡγεμόνων μετὰ τῶν ὑπ' αὐτοὺς διὰ γραμμάτων μετεκαλέσατο. Καὶ δὴ κινηθέντες ἅπαντες πρὸς τὴν μεγαλόπολιν ἠπείγοντο. 2.4.3 Ἐν τοσούτῳ δὲ εἰσελθών τις ἐξ ὑποθήκης θατέρου τῶν δούλων, τοῦ λεγομένου Βορίλου, ἤρετο τὸν βασιλέα, εἰ κατὰ γνώμην αὐτοῦ τὰς δυνάμεις ἁπάσας ὁ μέγας δομέστικος εἰς τὴν βασιλεύουσαν πόλιν εἰσάγει. Ὁ δ' εὐθὺς μετακαλεσάμενος τοῦτον ἠρώτα, εἰ ἀληθές ἐστι τὸ λεγόμενον. Καὶ ὃς αὐτίκα τοῦτο μὲν οὐκ ἠρνεῖτο, ὅτι στρατιά τις εἰσάγεται τῇ ἐκείνου κελεύσει, πρὸς δὲ τὸ πᾶσαν ἁπανταχόθεν ἐνταυθοῖ συναθροίζεσθαι πιθανῶς παρεκρούετο. «Ὁ γάρ τοι στρατός» φησι «διεσπαρμένος ὢν ἁπανταχόθεν ἄλλος ἄλλοθεν ἥκει λαβὼν τὸ ἐνδόσιμον. Καὶ οἱ τούτους ὁρῶντες ἐκ διαφόρων μερῶν τῆς τῶν Ῥωμαίων ἡγεμονίας ἀθρόους ἀφικνουμένους νομίζουσιν ὡς ἀπὸ συνθήματος πάντα τὸν στρατὸν ἐνταυθοῖ συναθροίζεσθαι τῇ θέᾳ καὶ μόνῃ ἐξαπατώμενοι.» Καίτοι τοῦ Βορίλου πολλὰ πρὸς τούτους τοὺς λόγους ἀνθυπενεγκόντος, ἰσχυρότερος καὶ οὕτως ἦν ὁ Ἀλέξιος καὶ ὅλαις ἐκράτει ψήφοις. Ὁ δὲ Γερμανὸς ἁπλούστερος ὢν οὐ πάνυ τοῦ Ἀλεξίου κατέτρεχεν. Ἐπεὶ δὲ οὐδὲ τὰ εἰσηγηθέντα ταῦτα κατὰ τοῦ δομεστίκου τὴν τοῦ βασιλέως ἐξετάραξε ψυχήν, καιροῦ λαβόμενοι ἀδείας (ἑσπέρα δὲ ἦν) τὴν κατὰ τῶν Κομνηνῶν ἐνέδραν ἐξήρτυον. 2.4.4 Ἔστι μὲν γὰρ ἄλλως φύσει τὸ δοῦλον τοῖς δεσπόταις πολέμιον, ὅταν δὲ τῶν δεσποτῶν ἀστοχήσῃ, ἐξουσίας δραξάμενον κατὰ τῶν ὁμοδούλων ἀνύποιστον γίνεται. Τοιούτου γοῦν ἐπειράθη καὶ ἤθους καὶ φρονήματος τῶν εἰρημένων δούλων ὁ Κομνηνὸς Ἀλέξιος. Ἐντεῦθεν οἱ ἤδη ῥηθέντες οὐχ ὑπὲρ τοῦ αὐτοκράτορος κατὰ τῶν Κομνηνῶν ἐμηνίων· ἀλλ' ἐβασιλεία μὲν ὁ Βορῖλος, ὥς τινες ἔφασαν, ὁ δέ γε Γερμανὸς κοινωνὸς ὢν αὐτῷ τοῦ σκέμματος ἐπιμελῶς σὺν αὐτῷ ἐνέδραν ἐξήρτυε. Καὶ πρὸς ἀλλήλους τὰ βουλευόμενα διελέγοντο καὶ ὅπως ἂν αὐτοῖς κατὰ νοῦν ἀποβαίῃ τὸ πρᾶγμα· καὶ εἰς τοὐμφανὲς ἤδη ἐξέφερον τὸ ὑπ' ὀδόντα τέως λαλούμενον. 2.4.5 Ἠκροᾶτό τις τῶν λεγομένων Ἀλανὸς τὸ γένος, μάγιστρος τὴν ἀξίαν, ἐκ πολλοῦ προσῳκειωμένος τῷ βασιλεῖ κἀν τοῖς οἰκείοις διατελῶν. Τηνικαῦτα γοῦν μέσης ἐξελθὼν φυλακῆς τῆς νυκτὸς ἐκτρέχει πρὸς τοὺς Κομνηνοὺς ἀπαγγελῶν ἅπαντα τῷ μεγάλῳ δομεστίκῳ. Τινὲς δέ φασι μηδὲ τὴν βασιλίδα τὴν πρὸς τοὺς Κομνηνοὺς τοῦ μαγίστρου ἄφιξιν παντάπασιν ἠγνοηκέναι. Ὁ δὲ εἰσάγει τοῦτον τῇ μητρὶ καὶ τἀδελφῷ. Ἐνωτισθέντες δὲ τὴν ἀπευκταίαν ἐκείνην ἀγγελίαν, δέον ἐλογίσαντο τὸ τέως κρυπτόμενον εἰς τοὐμφανὲς ἀγαγεῖν καὶ ξὺν Θεῷ τὴν σφῶν σωτηρίαν περιποιήσασθαι. 2.4.6 Ἐπεὶ δὲ μετὰ τὴν ἐπιοῦσαν ἐμεμαθήκει τὸ στράτευμα καταλαβεῖν τὴν Τζουρουλόν (πολίχνιον δὲ τοῦτο περί που τὴν Θρᾴκην κείμενον), ὁ δομέστικος περὶ πρώτην φυλακὴν τῆς νυκτὸς φοιτᾷ πρὸς τὸν Πακουριανόν (ἀνὴρ δὲ οὗτος μικρὸς μὲν ἔην δέμας κατὰ τὸν ποιητήν, πλὴν ἀλλὰ μαχητής, γένους λαμπροῦ ἐξ Ἀρμενίων ὁρμώμενος) καὶ ἀνακοινοῦται τούτῳ τὰ πάντα, τὴν μῆνιν τῶν δούλων, τὸν φθόνον, τὴν ἐκ πολλοῦ κατ' αὐτῶν μελέτην καὶ τὴν ἐξ ὑπογύου μελετωμένην τῶν ὀφθαλμῶν αὐτῶν ἐκκοπήν, καὶ ὡς οὐ χρὴ ὡς ἀνδράποδα παθεῖν, ἀλλὰ δράσαντάς τι γενναῖον ἀπολέσθαι, εἰ καὶ τούτου δεήσειε· καὶ τοῦτο γὰρ ἴδιον μεγαλοψυχίας ἔλεγεν. 2.4.7 Ὁ δὲ ἅπαντα διακηκοὼς καὶ συνιδὼν ὡς οὐ χρὴ μέλλειν ἐν τοῖς τοιούτοις, ἀλλὰ ταχέως γενναιοτέρου ἔργου ἐφάπτεσθαί, φησιν «εἰ μὲν αὐγαζούσης τῆς αὔριον ἐξέλθῃς τῶν ἐνταυθοῖ, συνέψομαί σοι κἀγὼ προθύμως ἐπαγωνισόμενος. Εἰ δὲ ἐς νέωτα φυλάξεις τὸ βουλευόμενον, ἀλλ' ἐμέ γ' ἴσθι αὐτὸν ἐμὲ προσελθόντα τῷ βασιλεῖ παραυτίκα καὶ σοῦ καὶ τῶν σὺν σοὶ κατειπεῖν μηδὲ μικρὸν ἀναβαλόμενον». Ὁ δέ «ἐπεί σε τῆς ἐμῆς κηδόμενον ὁρῶ σωτηρίας, Θεοῦ δὲ τοῦτο πάντως ἔργον, οὐκ ἀποστήσομαί σου τῆς βουλῆς, πλὴν ἀλλὰ χρὴ δι' ὅρκου τὸ ἀσφαλὲς ἑκάτερον ἔχειν». Ἔνθεν τοι καὶ πίστεις πρὸς ἀλλήλους δι' ὅρκων ἐποιησάτην, ὡς ἄρα, εἰ εἰς τὸν βασίλειον θρόνον αὐτὸν ἀγάγοι Θεός, ἐκεῖνον ἐς τὴν τοῦ δομεστίκου ἀξίαν ἀναγάγῃ, ἣν νῦν αὐτὸς ἐν τῷ τέως κατεῖχεν. Ἐξελθὼν οὖν ἐκεῖθεν ὁ Κομνηνὸς Ἀλέξιος καὶ τοῦ Πακουριανοῦ ἀπαλλαγεὶς πρὸς ἕτερον ἄνδρα καὶ αὐτὸν ἀρειμάνιον τὸν Οὐμπερτόπουλον ἄπεισι. Καὶ τὸν ἴδιον ἀπαγγέλλει σκοπὸν καὶ τὴν αἰτίαν παρίστησι, καθ' ἣν διαδρᾶναι βουλόμενος εἰς συμμαχίαν καὶ αὐτὸν προσκαλεῖται. Ὁ δ' εὐθὺς κατενενεύκει· «κἀμὲ δ'« ἔφη «πάντως ἕξεις εὐψύχως σου καὶ μάλα προκινδυνεύοντα». 2.4.8 Προσέκειντο δὲ καὶ τῷ Ἀλεξίῳ μᾶλλον οἱ εἰρημένοι ἄνδρες τά τε ἄλλα, καὶ διότι ἀνδρείᾳ καὶ συνέσει τῶν ἄλλων διέφερε. Φιλοδωρότατόν τε ὄντα καὶ τὴν χεῖρα, εἴπερ τις ἄλλος, περὶ τὰς δόσεις εὐκίνητον λίαν ὑπερηγάπων, καίτοι μὴ πάνυ τι πλούτῳ περιρρεόμενον. Οὐ γὰρ ἦν τῶν ἁρπαζόντων καὶ πρὸς τὸ πλουτεῖν διακεχηνότων. Τὸ γὰρ ἐλευθέριον οὐκ ἐν πλήθει παροχῆς χρημάτων κρίνεσθαι εἴωθεν, ἀλλὰ γνώμῃ ταλαντεύεσθαι πέφυκεν. Ἔστι γὰρ τὸν ὀλίγα κεκτημένον καὶ πρὸς λόγον τῶν ἐνόντων καταβαλόντα ἐλευθέριον εἶναι, τὸν δέ γε πλοῦτον πολὺν ἔχοντα καὶ τῇ γῇ κατορύττοντα ἢ μὴ κατὰ λόγον τοῦτον τῷ δεομένῳ παρέχοντα ἄλλον Κροῖσον ἢ χρυσομανῆ Μίδαν κίμβικά τε καὶ γλίσχρον καὶ ἕνα τῶν διαπριόντων τὸ κύμινον εἰπὼν ἄν τις οὐ διαμάρτῃ τοῦ δέοντος. Πάσαις τοίνυν ἀρεταῖς κεκοσμημένον τὸν Ἀλέξιον οἱ ἤδη ῥηθέντες ἄνδρες ἀνέκαθεν καὶ πάλαι γινώσκοντες τὴν αὐτοῦ ἀνάρρησιν καὶ ἠγάπων καὶ ἐπηύχοντο. 2.4.9 Ὁ δὲ Ἀλέξιος καὶ ἐξ αὐτοῦ αἰτήσας ὅρκον καὶ λαβὼν δρομαῖος ἄπεισιν οἴκαδε καὶ πάντα ἀνακοινοῦται τοῖς αὐτοῦ. Νὺξ ἦν ἡ τῆς τυροφάγου κυριακῆς, καθ' ἣν οὑμὸς πατὴρ ταῦτα ἐσκέπτετο. Τῇ δὲ μετ' αὐτὴν ὄρθρου βαθέος μετὰ τῶν ἀμφ' αὐτὸν ἐξεληλύθει τῆς πόλεως. Ἔνθεν τοι καὶ τὸ πλῆθος ἀποδεξάμενον τῆς ὁρμῆς τὸν Ἀλέξιον καὶ τῆς ἀγχινοίας ἐξ αὐτῶν τῶν πραγμάτων ᾀσμάτιον αὐτῷ ἀνεπλέξαντο ἐξ ἰδιώτιδος μὲν συγκείμενον γλώττης, αὐτὴν δὲ τὴν τοῦ πράγματος ἐπίνοιαν ἐμμελέστατά πως ἀνακρουόμενον καὶ κατεμφαῖνον τήν τε προαίσθησιν τῆς κατ' ἐκείνου ἐπιβουλῆς καὶ τὰ παρ' αὐτοῦ μεμηχανημένα. Τὸ δὲ ᾀσμάτιον αὐταῖς λέξεσιν εἶχεν οὕτως· «τὸ σάββατον τῆς τυρινῆς χαρὰ 'στ' Ἀλέξιε ἐνόησές το καὶ τὴν δευτέραν τὸ πρωῒ ὕπα καλῶς γεράκιν μου.» Εἶχε δὲ ὧδέ πως ἐννοίας τὸ διαφημιζόμενον ἐκεῖνο ᾀσμάτιον, ὡς ἄρα «κατὰ μὲν τὸ τυρώνυμον σάββατον ὑπέρευγέ σοι τῆς ἀγχινοίας, Ἀλέξιε, τὴν δὲ μετὰ τὴν κυριακὴν δευτέραν ἡμέραν καθάπερ τις ὑψιπέτης ἱέραξ ἀφίπτασο τῶν ἐπιβουλευόντων βαρβάρων».

2.5.1 Ἐπεὶ δὲ ἡ μήτηρ τῶν Κομνηνῶν ἡ Δαλασσηνὴ Ἄννα γαμβρὸν ἔφθασεν εἰσποιήσασθαι ἐπὶ τῇ θυγατρὶ Μανουὴλ τοῦ πρωτοτόκου τῶν υἱῶν αὐτῆς τὸν τοῦ Βοτανειάτου ἔγγονον, πτοηθεῖσα μὴ ὁ παιδαγωγὸς αὐτοῦ γνοὺς τὴν ἐπιβουλὴν προσαγγείλῃ τῷ βασιλεῖ βουλὴν ἀρίστην βουλεύεται. Καὶ δὴ προσκυνήσεως χάριν τῶν τοῦ Θεοῦ ἁγίων ἐκκλησιῶν ἀθροισθῆναι κελεύει πάντας ἑσπέρας· ἦν γὰρ αὐτῇ σύνηθες εἰς τὰ ἱερὰ τεμένη φοιτᾶν. Γίνεται τοῦτο· καὶ δὴ πάντες, ὡς ἔθος, παρῆσαν ἐξῆγόν τε τοὺς ἵππους τῶν ἱπποστάθμων ἐπιμελῶς στρωννύειν σχηματιζόμενοι τὰς γυναιξὶ πρεπούσας ἐφεστρίδας. Ὁ δέ γε τοῦ Βοτανειάτου ἔγγονος σὺν τῷ παιδαγωγῷ ὕπνωττον· ἀπομεμέριστο γάρ τι τούτοις οἴκημα ἴδιον. 2.5.2 Περὶ πρώτην δὲ φυλακὴν τοὺς πυλεῶνας κλείσαντες οἱ Κομνηνοὶ μέλλοντες ἤδη ὁπλίζεσθαι καὶ τῆς βασιλευούσης πόλεως ἀφιππάσασθαι τῇ μητρὶ παρέσχον τὰς κλεῖς ἔκλεισάν τε ἀψοφητὶ καὶ τὰς θύρας τοῦ δώματος, ἐν ᾧ ὁ ἐπ' ἐγγόνῃ γαμβρὸς αὐτῆς ὁ Βοτανειάτης ἀφύπνωττεν, οὐ μέντοι ἀκριβῶς κατασφαλισάμενοι ὡς ἐφαρμόσαι ταύτας ἀλλήλαις, ἵνα μὴ ψόφος τις γεγονὼς διυπνίσῃ αὐτόν. Τούτων οὕτω γινομένων τὸ πλεῖστον παρῳχήκει τῆς νυκτός. Πρὸ ἀλεκτοροφωνίας οὖν πρώτης τοὺς πυλεῶνας ἀνοίξαντες τήν τε μητέρα καὶ τὰς ἀδελφὰς καὶ τὰς σφῶν γυναῖκας καὶ τὰ παιδία συμπαραλαβόντες μέχρι τοῦ Κωνσταντινίου φόρου ὁμοῦ πεζῇ συναπῄεσαν. Κἀκεῖθεν συνταξάμενοι ταύταις ἐκεῖνοι μὲν πρὸς τὰ ἐν Βλαχέρναις βασίλεια μάλα ὀξέως ἐξέδραμον· αὖται δὲ πρὸς τὸν τῆς μεγάλης Σοφίας νεὼν σὺν σπουδῇ ἔθεον. 2.5.3 Ὁ δὲ τοῦ Βοτανειάτου παιδαγωγὸς διυπνισθεὶς καὶ γνοὺς τὸ γενόμενον ἐξῄει πρὸς αὐτοὺς δᾷδα ταῖν χεροῖν ἔχων φθάνει τε κατὰ τάχος αὐτοὺς τοῦ τῶν ἁγίων τεσσαράκοντα τεμένους ἐγγὺς μήπω κατειληφότας. Θεασαμένη δὲ τοῦτον εὐθὺς ἡ Δαλασσηνὴ καὶ μήτηρ τῶν ἀριστέων ἐκείνων παίδων φησὶ «κατεῖπον ἡμῶν τινες, ὡς ἐπυθόμην, τῷ βασιλεῖ. Ἄπειμι γοῦν εἰς τὰς ἁγίας ἐκκλησίας τῇ αὐτῶν χρωμένη, καθὼς ἂν δυναίμην, ἐπαρωγῇ· κἀκεῖθεν αὐγαζούσης ἡμέρας ἀπελεύσομαι πρὸς τὰ βασίλεια. Ἄπιθι τοίνυν αὐτός, ἵν' ὁπηνίκα οἱ πυλωροὶ ἀνοίξωσι, περὶ τῆς ἡμῶν αὐτοῖς ἀπαγγείλῃς ἐλεύσεως». Ὁ δ' εὐθὺς πρὸς τὸ κελευσθὲν ἠπείγετο. 2.5.4 Αἱ δὲ φθάνουσι πρὸς τὸ τοῦ ἱεράρχου Νικολάου τέμενος, ὃ Προσφύγιον μέχρι τῆς δεῦρο εἰώθασιν ὀνομάζειν, ἀγχοῦ τῆς μεγάλης ἐκκλησίας καὶ πρῴην ἐνιδρυμένον πάλαι ἐπὶ σωτηρίᾳ τῶν ἐπ' ἐγκλήμασιν ἁλισκομένων, ὡς μέρος τυγχάνον τοῦ μεγάλου τεμένους καὶ ἐπίτηδες, οἶμαι, κατασκευασθὲν τοῖς ἀρχαίοις, ἵνα πᾶς ὁ ἐπ' ἐγκλήματι ἁλοὺς καὶ φθάσας εἴσω τούτου γενέσθαι τῆς ἐκ τῶν νόμων τηνικαῦτα ἐλευθερῶται ποινῆς. Οἱ γὰρ πάλαι βασιλεῖς τε καὶ καίσαρες πολλῆς προμηθείας ἠξίουν τὸ ὑπήκοον. Ὁ δέ γε ἐν τῷ τοιούτῳ τεμένει προσμένων ταχέως αὐταῖς οὐκ ἀπεζύγου τὰς θύρας, ἀλλ' ἐπυνθάνετο, τίνες καὶ ὅθεν εἶεν. Εἷς δέ τις τῶν σὺν αὐταῖς «γυναῖκές» φησιν «ἐξ ἀνατολῶν. Τὰ δὲ πρὸς χρείαν ἅπαντα δαπανήσασαι ἐπισπεύδουσι τὴν προσκύνησιν οἴκαδε ἐθέλουσαι ἐπανελθεῖν». Ὁ δ' εὐθὺς ἀποζυγώσας τὰς θύρας παραχωρεῖ αὐταῖς τῆς εἰσόδου. 2.5.5 Τῇ δ' ἐπαύριον ἐκκλησιάσας ὁ αὐτοκράτωρ τὴν σύγκλητον, ἐπειδὴ τὰ κατὰ τοὺς ἄνδρας ἐμεμαθήκει, τὰ εἰκότα πρὸς τούτους ἐδημηγόρησε καταδρομὴν τοῦ δομεστίκου ποιούμενος. Ἐκπέμπει δὲ τηνικαῦτα πρὸς τὰς γυναῖκας τόν τε καλούμενον Στραβορωμανὸν καί τινα Εὐφημιανὸν τὴν κλῆσιν μετακαλούμενος αὐτὰς εἰς τὰ βασίλεια. Ἡ δὲ Δαλασσηνὴ πρὸς αὐτοὺς «εἴπατέ» φησι «πρὸς τὸν αὐτοκράτορα· οἱ παῖδες οἱ ἐμοὶ δοῦλοί εἰσι πιστοὶ τῆς σῆς βασιλείας καὶ προθύμως ἐξυπηρετοῦντες αὐτῇ ἐπὶ πᾶσιν οὐκ ἐφείσαντο οὔτε ψυχῶν οὔτε σωμάτων ἀεὶ προκινδυνεύοντες ἐκθύμως ὑπὲρ τοῦ σοῦ κράτους. Ὁ δὲ κατ' αὐτῶν φθόνος μὴ φέρων τὴν εἰς αὐτοὺς εὔνοιάν τε καὶ κηδεμονίαν τῆς σῆς βασιλείας μέγαν τὸν κίνδυνον κατ' αὐτῶν κατ' ὥραν ἐξήρτυεν· ὡς δὲ καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐξορύττειν ἐμελέτησαν, τοῦτο αἰσθόμενοι καὶ μὴ φέροντες τὸν τοιοῦτον ἄδικον κίνδυνον τῆς πόλεως οὐχ ὡς ἀποστάται ἐξῆλθον, ἀλλ' ὡς δοῦλοι πιστοὶ ἅμα μὲν τὸν ὑπόγυον ἀποδιδράσκοντες κίνδυνον, ἅμα δὲ καὶ τὰ κατ' αὐτῶν μελετώμενα τὸ κράτος σου ἀναδιδάξοντες καὶ τὴν ἀπὸ τῆς σῆς βασιλείας ἐξαιτησόμενοι βοήθειαν.» 2.5.6 Οἱ δὲ ἐπέκειντο σφόδρα μετακαλούμενοι ταύτην. Ἀγανακτήσασα δὲ ἡ γυνή φησι πρὸς αὐτοὺς «παραχωρήσατέ μοι εἰς τὴν τοῦ Θεοῦ ἐκκλησίαν εἰσελθούσῃ προσκυνῆσαι. Ἄτοπον γάρ ἐστιν εἰς τοὺς πυλεῶνας αὐτῆς φθάσασαν μὴ εἰσελθεῖν καὶ μεσίτιδι τῇ παναχράντῳ δεσποίνῃ καὶ θεομήτορι χρήσασθαι εἴς τε τὸν Θεὸν καὶ τὴν τοῦ βασιλέως ψυχήν.» Τὴν εὔλογον οὖν αἴτησιν τῆς γυναικὸς αἰδεσθέντες οἱ πρέσβεις παραχωροῦσιν αὐτῇ τῆς εἰσόδου. Ἡ δὲ βραδεῖ ποδὶ στείχουσα ὡς οἷον ὑπὸ τοῦ γήρως καὶ τῆς λύπης κεκμηκυῖα, μᾶλλον δὲ καὶ τὸν κεκμηκότα ὑποκρινομένη περί τε αὐτά που τὰ εἰσόδια τοῦ ἱεροῦ βήματος πελάσασα καὶ γονυκλισίας δύο ποιησαμένη περὶ τὴν τρίτην καθεσθεῖσα χαμαὶ ἀπρὶξ τῶν ἁγίων εἴχετο θυρῶν ἐπιβοωμένη ὡς «εἰ μὴ τὰς χεῖρας ἀποτμηθείην, οὐκ ἂν τοῦ ἱεροῦ τεμένους ἐξέλθοιμι, εἰ μὴ τὸν τοῦ βασιλέως ὥσπερ ἐχέγγυον τῆς σωτηρίας δεξαίμην σταυρόν». 2.5.7 Ἐκβαλὼν δὲ ὁ Στραβορωμανὸς ὅνπερ ἐπεφέρετο σταυρὸν ἐγκόλπιον ἐδίδου. Ἡ δέ «οὐκ ἄφ' ὑμῶν τὴν πληροφορίαν αἰτῶ, ἀλλ' ἐξ αὐτοῦ τοῦ βασιλέως ἐπιζητῶ τὴν εἰρημένην βοήθειαν. Καὶ οὐδ' ἁπλῶς ἐν μικρῷ μεγέθει τὸν διδόμενον ἂν σταυρὸν δεξαίμην, ἀλλ' ἀξιόλογον τὸ μέγεθος ἔχοντα», τοῦτο δὲ ἐπεζήτει, ἵνα καταφανὲς πρὸς ἐκείνην τὸ ὅρκιον γίνοιτο· ἐν μικρῷ γὰρ σταυρίῳ τῆς ὑποσχέσεως γινομένης τάχα ἂν τοὺς πολλοὺς τὰ ἐμπεδούμενα διελάνθανον· «ἐκείνου τοίνυν τὴν κρίσιν καὶ τὸν ἔλεον ἀνακαλοῦμαι. Ἄπιτε, ἀπαγγείλατε αὐτῷ». 2.5.8 Ἡ δὲ ἐπὶ τῷ Ἰσαακίῳ νύμφη αὐτῆς (προέφθασε γὰρ εἰς τὸν ναὸν εἰσελθεῖν ἅμα τῷ τὰς πύλας ἀνεῳχθῆναι διὰ τὸν ὄρθριον ὕμνον) τὴν ἐπικαλύπτουσαν ὀθόνην τὸ πρόσωπον περιελοῦσά φησι πρὸς αὐτούς «αὕτη μέν, εἰ βούλεται, ἀπερχέσθω· ἡμεῖς δὲ πληροφορίας ἄτερ τοῦ ἱεροῦ οὐκ ἐξερχόμεθα, κἂν θανεῖν ἡμᾶς πρόκειται». Ἰδόντες οὖν τὸ ἐνστατικὸν τῶν γυναικῶν καὶ ὅπως ἀναισχυντότερον αὐτοῖς ἢ πρότερον προσεφέροντο, καὶ πτοηθέντες μὴ θόρυβος γένηται, ἀπελθόντες ἀπήγγειλαν πάντα τῷ βασιλεῖ. Ὁ δὲ φύσει ἀγαθὸς ὤν, ἐπικαμφθεὶς καὶ τοῖς τῆς γυναικὸς λόγοις, ἀποστέλλει τὸν ἐπιζητούμενον σταυρὸν πρὸς αὐτὴν πᾶσαν ἀφροντισίαν αὐτῇ διδούς. Καὶ οὕτω τῆς τοῦ Θεοῦ ἁγίας ἐκκλησίας ἐξελθοῦσαν περιορισθῆναι παρακελεύει μετά τε τῶν θυγατέρων καὶ τῶν νυμφῶν αὐτῆς εἰς τὴν ἀγχοῦ τῆς Σιδηρᾶς διακειμένην γυναικείαν μονὴν τῶν Πετρίων. Μετάκλητον δὲ ποιεῖται καὶ τὴν συμπενθέραν αὐτῆς τὴν τοῦ καίσαρος Ἰωάννου νύμφην (πρωτοβεστιαρία δὲ ἦν αὐτὴ τὸ ἀξίωμα) ἀπὸ τοῦ ἐν Βλαχέρναις τεμένους, ὃ ἐπ' ὀνόματι τῆς δεσπότιδος ἡμῶν θεομήτορος ᾠκοδόμητο, καὶ εἰς τὴν ῥηθεῖσαν μονὴν τῶν Πετρίων καὶ αὐτὴν εἶναι παρακελεύεται. Καὶ προστάττει τούς τε πιθῶνας καὶ σιτῶνας αὐτῶν καὶ πάντα τὰ ταμεῖα τηρεῖσθαι ἀμειαγώγητα. 2.5.9 Καθ' ἑκάστην οὖν πρωΐαν ἄμφω τοῖς φυλάττουσι προσερχόμεναι ἐπυνθάνοντο, εἴ τι ἀπὸ τῶν παίδων αὐτῶν μεμαθήκεσαν. Οἱ δὲ ἁπλοϊκώτερον αὐταῖς προσφερόμενοι ἀπήγγελλον ἅπαν τὸ ἀκουσθέν. Ἡ δὲ πρωτοβεστιαρία ἐλευθέρα καὶ χεῖρα καὶ γνώμην οὖσα βουλομένη τε τοὺς φυλάσσοντας σφετερίσασθαι ἐπέταττεν αὐτοῖς ἀναλαμβάνεσθαι ἀπὸ τῶν βρωσίμων εἰς ἰδίαν χρῆσιν ὁπόσα καὶ βούλοιντο· ἐφεῖτο γὰρ αὐταῖς ἀπαραποδίστως εἰσάγεσθαι τὰ πρὸς χρείαν. Ἐντεῦθεν προθυμότεροι πρὸς τὰς ἀπαγγελίας οἱ φύλακες ἐγεγόνεισαν, κἄκτοτε ἔκφορα πάντα ποιούντων ἐκείνων οὐδὲν αὐτὰς διελάνθανε.

2.6.1 Τὰ μὲν οὖν κατὰ τὰς γυναῖκας τοιαῦτα· οἱ δέ γε ἀποστάται φθάσαντες τὴν περὶ τὸ βραχιόνιον τῶν Βλαχερνῶν ἱσταμένην πύλην καὶ τὰς κλεῖς κατεάξαντες ἀδεῶς ἐξεληλύθεισαν εἰς τοὺς βασιλικοὺς ἱπποστάθμους. Καὶ τοὺς μὲν τῶν ἵππων αὐτοῦ που καταλιμπάνουσι πρότερον τοὺς ὄπισθεν πόδας ἀπ' αὐτῶν τῶν μηρῶν τῷ ξίφει ἀποτεμόντες, τοὺς δ' ἀναλαβόμενοι, ὅσοι τούτοις ἔδοξαν χρησιμώτεροι, ἐκεῖθεν ταχέως τὸ ἀγχοῦ που τῆς μεγαλοπόλεως μοναστήριον, ὃ Κοσμίδιον ἐπωνόμασται, καταλαμβάνουσι. Καὶ γάρ, ἵνα μεταξύ πως ἐπιδιηγησαίμην καὶ σαφέστερος ἡμῖν ὁ λόγος προίῃ, τὴν εἰρημένην ἄνωθεν πρωτοβεστιαρίαν, πρὶν ἢ τὸν βασιλέα ταύτην μετακαλέσασθαι, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, κεῖθι καταλαβόντες ταύτῃ τε συνετάττοντο ἐπὶ τῷ ἐξελαύνειν ἐκεῖθεν καὶ Γεώργιον τὸν Παλαιολόγον ἀνέπειθον μεθ' ἑαυτῶν συλλαβεῖν καὶ συναπαίρειν αὐτοῖς κατηνάγκαζον. 2.6.2 Οὔπω γὰρ ἦσαν ἔκφορα τὰ κατ' αὐτοὺς θέμενοι πρὸς τὸν ἄνδρα δι' ὑποψίαν εὐπρόσωπον· ἦν γὰρ ὁ πατὴρ τοῦ Γεωργίου τουτουῒ τῷ βασιλεῖ εὐνούστατος ἐς τὰ μάλιστα, καὶ ἡ τῆς ἀποστασίας πρὸς τοῦτον ἀπογύμνωσις οὐκ ἀκίνδυνος. Τὰ μὲν οὖν πρῶτα ὁ Παλαιολόγος πρὸς τούτους οὐκ εἶχεν εὐαγώγως πολλά τε ἀντιτεινόμενος καὶ κατονειδίζων τὴν πρὸς ἐκεῖνον τούτων διαπιστίαν καὶ ὅτι ὕστερον, τοῦτο δὴ τὸ πεπαροιμιασμένον, νοῦν οἴσαντες καὶ τοῦτον ἀνακαλοῦνται. Ἐπεὶ δὲ καὶ ἡ πρωτοβεστιαρία ἡ τοῦ Παλαιολόγου πενθερὰ βαρεῖα ἐνέκειτο τούτῳ συνεξελθεῖν καὶ ἀπειλοῦσα αὐτῷ τὰ δεινότατα, μαλακώτερος γίνεται. 2.6.3 Φροντίζει δὲ τὸ ἐντεῦθεν περὶ τῶν γυναικῶν, τῆς τε αὐτοῦ γαμετῆς Ἄννης καὶ Μαρίας τῆς πενθερᾶς αὐτοῦ, τὰ πρῶτα τοῦ γένους ἐκ τῶν Βουλγάρων ἐχούσης, κάλλους δὲ τοσοῦτον ἐπισυρομένης καὶ εὐαρμοστίας μελῶν καὶ μερῶν, ὥστε μηδεμίαν φανῆναι κατ' ἐκεῖνο καιροῦ τὴν ταύτης ὡραιοτέραν. Οὐκ ἄνευ οὖν φροντίδος ἦσαν τὰ κατ' αὐτὴν τῷ Παλαιολόγῳ καὶ Ἀλεξίῳ. Ταύτῃ τοι καὶ γνώμην ἔσχον οἱ ἀμφὶ τὸν Ἀλέξιον ἐκεῖθεν ἀνελόμενοι ταύτας οἱ μὲν εἴς τι φρούριον ἀπαγαγεῖν, ὁ δὲ Παλαιολόγος εἰς τὸ ἐν Βλαχέρναις τέμενος τῆς θεομήτορος. Καὶ κρατεῖ ἡ τοῦ Γεωργίου γνώμη. Εὐθὺς οὖν ἀπελθόντες μετ' αὐτῶν παρέθεντο ταύτας τῇ πανάγνῳ μητρὶ τοῦ τὰ πάντα συνέχοντος Λόγου. Αὐτοὶ δὲ παλινοστήσαντες, ὅθεν ἐξῄεσαν, ἐσκόπουν ὅ τι δὴ καὶ ποιήσαιεν. Ὁ δὲ Παλαιολόγος «ὑμᾶς μέν» φησιν «ἀπέρχεσθαι χρή· ἐγὼ δὲ τάχιον ὑμᾶς καταλήψομαι τὰ προσόντα μοι χρήματα συνεπιφερόμενος». Ἔτυχε γὰρ πᾶσαν τὴν ἐν κινητοῖς αὐτοῦ θεωρουμένην περιουσίαν ἔχων ἐγκειμένην ἐκεῖσε. Μὴ μελλήσαντες οὖν εὐθὺς τῆς προκειμένης ὁδοιπορίας εἴχοντο· ἐκεῖνος δὲ τοῖς τῶν μοναχῶν ὑποζυγίοις ἐπισάξας τὰ ἑαυτοῦ ὄπισθεν αὐτῶν ἤλαυνε. Καὶ φθάσας σὺν τούτοις εἰς Τζουρουλόν (κώμη δὲ καὶ αὕτη Θρᾳκική) διασῴζεται κἀκεῖσε τυχαίως τῷ ἐξ ἐπιταγῆς τοῦ δομεστίκου καταλαβόντι στρατεύματι ἡνώθησαν ἅπαντες. 2.6.4 Δέον οὖν κρίναντες περὶ τῶν συμπεσόντων αὐτοῖς δηλῶσαι τῷ Δούκᾳ Ἰωάννῃ τῷ καίσαρι ἐν τοῖς ἰδίοις κτήμασι τῶν Μωροβούνδου αὐλιζομένῳ ἀπεστάλκασι τὸν τὴν ἀποστασίαν ἐκείνῳ μηνύσοντα. Φθάσας δὲ ὁ τὴν ἀγγελίαν ἐκείνην κομίζων περὶ δείλην ἑῴαν ἔξω τῶν οὐδῶν τῆς αὐλίδος εἱστήκει τὸν καίσαρα ἀναζητῶν. Ἰδὼν δὲ τοῦτον ὁ ἔγγονος αὐτοῦ Ἰωάννης, νέος ἔτι ὢν καὶ μήπω μειράκιον καὶ διὰ τοῦτο ἀδιασπάστως συνὼν τῷ καίσαρι, δρομαῖος εἴσεισι καὶ καθεύδοντα τοῦτον διυπνίσας ἀπαγγέλλει τὴν ἀποστασίαν. Ὁ δ' εὐθὺς πληγεὶς τῇ ἀκοῇ ῥαπίζει τὸν υἱωνὸν κατὰ κόρρης καὶ μὴ τοιαῦτα ληρεῖν ἐπειπὼν ἀπώσατο. Κἀκεῖνος μετὰ μικρὸν πάλιν εἰσελθὼν τὴν αὐτὴν ἀγγελίαν κομίζει προσθέμενος καὶ τὸν ἀπὸ τῶν Κομνηνῶν πρὸς αὐτὸν ἀποτοξευόμενον λόγον. 2.6.5 Εἶχε δὲ ὁ λόγος μεταξύ που καί τι ἀστειότατον τὴν τυραννίδα συναινιττόμενον ὡς «ἡμεῖς μέν» φησιν «ὄψον μάλα καλὸν ηὐτρεπίσαμεν καὶ καρυκείας οὐκ ἄτερ· σὺ δὲ ἀλλ' εἰ βούλει τῆς εὐωχίας μεταλαχεῖν, τὴν ταχίστην ἥκειν τῆς πανδαισίας μεταληψόμενος» Ἀνακαθίσας οὖν καὶ ἐπὶ τοῦ δεξιοῦ ἀγκῶνος ἑαυτὸν ἐπερείσας εἰσαγαγεῖν τὸν ἐκεῖθεν ἐλθόντα κελεύει. Τοῦ δὲ πάντα τὰ κατὰ τοὺς Κομνηνοὺς διηγησαμένου, «φεῦ μοι» ὁ καῖσαρ εἰπὼν εὐθὺς ἐπιβάλλει τὰς χεῖρας ταῖς ὄψεσιν· ἐπὶ μικρὸν δὲ καὶ τῆς ὑπήνης περιδραξάμενος, οἷον ἐν τοσούτῳ λογισμοὺς πολλοὺς ἀνελίττων, εἰς ἓν τοῦτο ἤρεισεν ἑαυτόν, συναποστατῆσαι κἀκεῖνον. Εὐθὺς οὖν μετακαλεσάμενος τοὺς ἱπποκόμους καὶ τοῦ ἵππου ἐπιβὰς τῆς πρὸς τοὺς Κομνηνοὺς φερούσης ἥψατο. 2.6.6 Καὶ Βυζαντίῳ δέ τινι καθ' ὁδὸν ἐντυχὼν χρυσοῦ βαλάντιον ἱκανὸν ἐπιφερομένῳ καὶ πρὸς τὴν μεγαλόπολιν ἀπιόντι ἤρετο αὐτόν, τοῦτο δὴ τὸ Ὁμηρικόν, «τίς, πόθεν εἰς ἀνδρῶν;» Καὶ ἐπειδὴ παρ' αὐτοῦ ἐμάνθανεν, ὅτι τε πολὺν χρυσὸν ἐπιφέρεται ἀπό τινων εἰσπράξεων καὶ ὅτι πρὸς τὸν κοιτῶνα τοῦτον διακομίζει, βιάζεται τοῦτον συγκαταλῦσαι αὐτῷ ὑπισχνούμενος ὡς ἅμα ἡμέρᾳ, οὗπερ ἂν βούλοιτο, βαδιεῖται. Τοῦ δὲ ἐνισταμένου καὶ βαρέως φέροντος τοῦτο ὁ καῖσαρ σφοδρότερον ἐπετίθετο καὶ ἔπεισε λέγων, ὁποῖος ἐκεῖνος ἐπιτρόχαλος ἐν λόγοις καὶ δεινὸς ἐν νοήμασι πειθώ τε ἐν γλώττῃ φέρων ᾗπερ Αἰσχίνης ἄλλος ἢ Δημοσθένης. Συμπαραλαβὼν οὖν τὸν τοιοῦτον καταλύει ἔν τινι δωματίῳ καὶ παντοίως φιλοφρονησάμενος τραπέζης τε ἀξιώσας καὶ διαναπαύσας καλῶς παρακατέσχε τὸν ἄνδρα. 2.6.7 Κατὰ τὸ περίορθρον δὲ ἤδη, ὅτε καὶ ὁ ἥλιος τὸν ἀνατολικὸν ὁρίζοντα καταλαμβάνειν ἐπείγεται, ὁ μὲν Βυζάντιος ἐπιθέμενος τὰς ἐφεστρίδας τοῖς ἵπποις εὐθὺ Βυζαντίδος ἐλαύνειν ἠπείγετο. Τοῦτον δὲ ὁ καῖσαρ θεασάμενος «ἔα» φησὶ «καὶ συμπορεύου μεθ' ἡμῶν» Ὁ δὲ μηθ' ὅπου πορεύεται γινώσκων, παντάπασι δὲ καὶ τὴν αἰτίαν δι' ἣν τῆς τοιαύτης φιλοφροσύνης ἠξίωται ἀγνοῶν πάλιν δυσανασχετῶν ἦν καὶ ὑπόπτως εἶχε πρὸς τὸν καίσαρα καὶ τὰς φιλοφροσύνας τοῦ καίσαρος. Ὁ δὲ ἐπέκειτο ἕλκων αὐτόν· ὡς δ' οὐχ ὑπήκουε, μεταβαλὼν τραχυτέροις πρὸς τοῦτον ἐκέχρητο ῥήμασιν, εἰ μὴ τὸ προσταττόμενον ποιήσειε. Μὴ ὑπακούοντος δὲ προστάττει τὰ μὲν προσόντα αὐτῷ ἅπαντα τοῖς ἰδίοις ἑνωθῆναι ὑποζυγίοις καὶ τὴν προκειμένην πορεύεσθαι, ἐκείνῳ δὲ ἄδειαν δίδωσιν ὅπη βούλοιτο ἀπιέναι. Ὁ δὲ τὴν μὲν εἰς τὰ βασίλεια εἴσοδον παντελῶς ἀπαγορεύσας, ἅτε δεδιὼς μὴ καὶ ἔμφρουρος γένηται διὰ τὸ κεναῖς χερσὶν τοῖς ἀμφὶ τὸν βασιλικὸν κοιτῶνα ὀφθῆναι, παλινδρομῆσαι δὲ μὴ θέλων διὰ τὴν τοῖς πράγμασιν ἐπεισπεσοῦσαν ἀκαταστασίαν καὶ σύγχυσιν ἐκ τῆς ἀνακυψάσης ἤδη τοῦ Κομνηνοῦ ἀποστασίας, καὶ μὴ βουλόμενος συνείπετο τῷ καίσαρι. 2.6.8 Γίνεται δέ τι κατὰ συντυχίαν τοιοῦτον. Ἀπερχόμενος ὁ καῖσαρ περιέτυχε Τούρκοις ἄρτι διαπερῶσι τὸν Εὖρον καλούμενον ποταμόν. Ἀνασειράσας οὖν τὸν χαλινὸν ἐπυνθάνετο ὅθεν καὶ ὅποι πορεύονται, ἅμα δὲ καὶ ὑπισχνεῖτο χρήματά τε πολλὰ δώσειν καὶ παντοίας θεραπείας ἀξιῶσαι, εἰ πρὸς τὸν Κομνηνὸν σὺν αὐτῷ φοιτήσουσι. Συντίθεται οὖν τηνικαῦτα, καὶ ὃς ὅρκον ἐκ τῶν ἡγεμόνων αὐτῶν ἀπαιτεῖ ἐμπεδῶσαι τὰς συνθήκας διὰ τούτου βουλόμενος. Οἱ δ' εὐθὺς κατὰ τὸ εἰθισμένον αὐτοῖς τὸν ὅρκον ἐπλήρουν συμμαχῆσαι τῷ Κομνηνῷ μάλα προθύμως διαβεβαιούμενοι. 2.6.9 Ἄπεισι τοίνυν συμπαραλαβὼν καὶ τοὺς Τούρκους πρὸς τοὺς Κομνηνούς. Οἱ δὲ πόρρω τοῦτον θεασάμενοι καὶ τὴν καινὴν ἄγραν ὑπεραγασάμενοι καὶ μάλιστα τούτων οὑμὸς πατὴρ Ἀλέξιος οὐκ εἶχον ὑφ' ἡδονῆς ὅ τι καὶ δράσαιεν. Προϋπαντήσας δὲ καὶ περιπλακεὶς τὸν καίσαρα κατησπάζετο. Τί τὸ ἐντεῦθεν; Τῆς πρὸς τὴν βασιλεύουσαν ἀπαγούσης ἥψαντο τοῦ καίσαρος τοῦτο ὑποθεμένου καὶ ἐπισπεύσαντος. 2.6.10 Ἅπαντες οὖν οἱ κατὰ τὰς κωμοπόλεις αὐτόμολοι προσερχόμενοι ἐφήμιζον τοῦτον βασιλέα πλὴν τῶν κατὰ τὴν Ὀρεστιάδα· ἐκεῖνοι γὰρ ἐγκοτοῦντες πάλαι αὐτῷ διὰ τὴν τοῦ Βρυεννίου κατάσχεσιν τῷ μέρει τοῦ Βοτανειάτου προσέκειντο. Καταλαβόντες οὖν τὸν Ἀθύραν κἀκεῖσε διαναπαυσάμενοι τὴν μετ' αὐτὴν ἐκεῖθεν ἀπάραντες τὰ Σχιζὰ κατέλαβον (κώμη δὲ καὶ τοῦτο Θρᾳκική) κεῖθι τὸν χάρακα πηξάμενοι.

2.7.1 Μετέωροι δὲ ἦσαν ἅπαντες καραδοκοῦντες τὸ μέλλον καὶ τὸν ἐλπιζόμενον ἀναρρηθῆναι βασιλέα ἐπιποθοῦντες ἰδεῖν. Οἱ πλείους δὲ Ἀλεξίῳ τὸ κράτος ἐπηύχοντο, ἀλλ' οὐδ' οἱ περὶ τὸν Ἰσαάκιον ἀναπεπτώκεσαν, ὡς ἐνόν, ἅπαντας μεταχειριζόμενοι. Στάσις δὲ ἦν ἀσύμβατος κατὰ τὸ φαινόμενον τῶν μὲν τοῦτον, τῶν δ' ἐκεῖνον οἰακοστρόφον τῆς βασιλικῆς περιωπῆς ἱμειρομένων γενέσθαι. Παρῆσαν δὲ τότε καὶ οἱ ἐξ ἀγχιστείας τῷ Ἀλεξίῳ προσήκοντες, ὁ ἄνωθεν μνημονευθεὶς καῖσαρ Ἰωάννης ὁ Δούκας, ἀνὴρ καὶ βουλεύσασθαι ἱκανὸς καὶ καταπράξασθαι περιδέξιος, ὃν κἀγὼ ἐπ' ὀλίγον φθάσασα τεθέαμαι, καὶ Μιχαὴλ καὶ Ἰωάννης οἱ τούτου ἔγγονοι, ναὶ μὴν καὶ ὁ τούτων ἐπ' ἀδελφῇ γαμβρὸς Γεώργιος ὁ Παλαιολόγος, συμπαρόντες αὐτοῖς καὶ ἀγωνιῶντες καὶ τὰς ἁπάντων πρὸς τὸ αὐτοῖς βουλητὸν διαστρέφοντες γνώμας καὶ πάντα κάλων, ὅ φασι, κινοῦντες καὶ πᾶσαν μηχανὴν εὐφυῶς τεχναζόμενοι, ὥστε τὸν Ἀλέξιον ἀναρρηθῆναι. Τοιγαροῦν καὶ τὰς ἁπάντων πρὸς τὸ αὐτοῖς βουλητὸν μετέφερον γνώμας· ἔνθεν τοι καὶ τοὺς τῷ Ἰσαακίῳ προσανέχοντας κατὰ βραχὺ ἐλαττοῦσθαι συνέβαινεν. 2.7.2 Ὅπου γὰρ Ἰωάννης ὁ καῖσαρ ἦν, οὐδεὶς τῶν ἁπάντων ἀντέχειν ἠδύνατο· ἦν γὰρ ἀπα ράμιλλος οὗτος κατά τε φρονήματος ὄγκον καὶ σώματος μέγεθος καὶ μορφὴν τυράννῳ προσήκουσαν. Τί μὲν οὐκ ἔπραττον οἱ Δοῦκαι; Τί δὲ οὐκ ἔλεγον; Τί δὲ οὐχ ὑπισχνοῦντο ἀγαθὸν ἔσεσθαι τοῖς τε λογάσι καὶ τῷ κοινῷ τοῦ στρατοῦ, εἰ ἐπὶ τὴν βασίλειον περιωπὴν Ἀλέξιος ἀναβαίῃ; Φάσκοντες ὡς «μεγίσταις ὑμᾶς δωρεαῖς καὶ τιμαῖς ἀνταμείψεται, ὡς ἑκάστῳ προσήκει καὶ οὐχ ὡς ἔτυχε, καθάπερ οἱ ἀμαθεῖς καὶ ἄπειροι τῶν ἡγεμόνων, διὰ τὸ καὶ στρατοπεδάρχης ὑμῶν χρόνον ἤδη συχνὸν χρηματίσαι καὶ μέγας τῆς ἑσπέρας δομέστικος καὶ κοινῶν ἁλῶν ὑμῖν μετασχεῖν ἐν λόχοις τε καὶ τοῖς κατασυστάδην πολέμοις γενναίως ὑμῖν συναγωνιζόμενος, μὴ σαρκῶν, μὴ μελῶν, μηδὲ τῆς ψυχῆς αὐτῆς ὑπὲρ τῆς ὑμῶν φεισάμενος σωτηρίας, ὄρη τε καὶ πεδιάδας μεθ' ὑμῶν πολλάκις διελθών, τὰς ἐκ τῶν μόθων κακοπαθείας ἐπιστάμενος καὶ ἀκριβῶς ἅπαντας ὁμοῦ καὶ καθ' ἕνα γινώσκων, Ἀρηΐφιλός τε ὢν καὶ τοὺς γενναίους τῶν στρατιωτῶν ἐξόχως ποθῶν». 2.7.3 Ἀλλὰ ταῦτα μὲν οἱ Δοῦκαι· ὁ δέ γε Ἀλέξιος πολλῆς τιμῆς ἠξίου τὸν Ἰσαάκιον ἐν πᾶσιν αὐτὸν προτιμώμενος εἴτε διὰ τὸ φίλτρον τῆς ἀδελφότητος ἢ καὶ μᾶλλον, ὃ καὶ λεκτέον, ἐπειδὴ ἡ μὲν στρατιὰ ξύμπασα πρὸς τοῦτον ξυνέρρει καὶ τὴν αὐτοῦ βασιλείαν κατέσπευδε, πρὸς δὲ τὸν Ἰσαάκιον οὐδ' ὁπωστιοῦν ἐπεστρέφετο, ἔχων ἐκεῖθεν τὸ κράτος καὶ τὴν ἰσχὺν καὶ κατ' ἐλπίδας αὐτῷ τὸ πρᾶγμα γινόμενον ὁρῶν παρεμυθεῖτο τὸν ἀδελφὸν τῇ πρὸς τὴν βασιλείαν ὑποποιήσει, πρᾶγμα οὐδὲν ἐκ τούτων πάσχων ἀβούλητον, εἰ αὐτὸς μὲν παρὰ τῆς στρατιᾶς ἁπάσης εἰς τοὺς ὑπερηφάνους ἄξονας ἀναρπάζοιτο, ὁ δὲ λόγοις ὑποσαίνοι τὸν ἀδελφὸν καὶ πρόσχημα ποιοῖτο τὴν τοῦ κράτους δῆθεν ἐκχώρησιν. 2.7.4 Τοῦ καιροῦ γοῦν οὕτω τριβομένου συνείλεκτο τὸ ὁπλιτικὸν ἅπαν περὶ τὴν σκηνὴν μετέωροι ὄντες καὶ τὴν ἰδίαν ἕκαστος ἐπιθυμίαν εὐχόμενος τελεσθῆναι. Ἀναστὰς δὲ ὁ Ἰσαάκιος καὶ λαβὼν τὸ φοινικοβαφὲς πέδιλον ὑποδιδύσκειν τὸν ἀδελφὸν ἐπειρᾶτο. Ὡς δὲ ἐκεῖνος πολλάκις ἀνένευεν, «ἔα» φησί, «διὰ σοῦ ὁ Θεὸς τὸ γένος ἡμῶν ἀνακαλέσασθαι βούλεται». Ἀναμνήσας καὶ ὧν ὁ φανείς ποτε περί που τὰ Καρπιανοῦ λεγόμενα ἐκ τῶν βασιλείων οἴκαδε ἀπερχομένων ἀμφοτέρων τῶν ἀδελφῶν πρὸς αὐτὸν ἀπεφοίβασεν. 2.7.5 Ἐκεῖσε γὰρ γενομένοις ἀνήρ τις τούτοις ὑπηντηκὼς εἴτε τῶν κρειττόνων τις ὢν ἢ ἄλλως ἄνθρωπος τῶν μελλόντων, ὡς ἀληθῶς εἰπεῖν, διορατικώτατος. Ἐδόκει δ' οὖν ἱερεὺς τὸ φαινόμενον ἀπὸ γυμνῆς τῆς κεφαλῆς προσερχόμενος, πολιὸς τὴν τρίχα, τὸ γένειον λάσιος· ἐπιλαμβάνεται τῆς κνήμης τοῦ Ἀλεξίου καὶ πρὸς ἑαυτὸν πεζὸς ὢν ἱππότην ἐφελκυσάμενος πρὸς τὸ οὖς τοῦτο δὴ τὸ τῆς Δαυιτικῆς ἀνεφθέγξατο λύρας «ἔντειναι καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πρᾳότητος καὶ δικαιοσύνης». Καὶ προσεῖπε τῷ λόγῳ «αὐτοκράτορ Ἀλέξιε». Ταῦτα εἰπὼν καὶ οἷον προμαντευσάμενος ἀφανὴς ᾤχετο. Οὐδὲ γὰρ ἧν τῷ Ἀλεξίῳ ἁλώσιμος, καίτοι πανταχόσε περιπαπταίνοντι, εἴ που καὶ τοῦτον θεάσαιτο, καὶ δὴ καὶ ὅλους λύσαντι χαλινοὺς καὶ τοῦτον μεταδιώκοντι, εἴ που καὶ καταλάβοιτο, ἵνα τίς τε εἴη καὶ ὁπόθεν ἀκριβέστερον μάθοι. Ἀλλ' ὅμως ἀφανέστα τον ἦν τὸ θεαθέν. 2.7.6 Ἐκεῖθεν δὲ ὑποστρέψαντα ὁ ἀδελφὸς Ἰσαάκιος πολλά τε περὶ τοῦ φανέντος ἐξεπυνθάνετο καὶ τὸ ἀπόρρητον ἠξίου παραγυμνοῦν· ὡς δὲ ἐνέκειτο ἀπαιτῶν ὁ Ἰσαάκιος, ὁ Ἀλέξιος τὸ ἐντεῦθεν τὰ πρῶτα μὲν ἀναβαλλομένῳ ἐῴκει, μετὰ ταῦτα δὲ καὶ τὸ λαληθὲν μυστικῶς πρὸς αὐτὸν ἐξωρχεῖτο. Αὐτὸς μὲν τοῖς ἔξωθεν λόγοις καὶ πρὸς τὸν ἀδελφὸν πλάσμα τὸ λεχθὲν ἐπεξηγούμενος καὶ φενάκην εἶναι ἐφθέγγετο, κατὰ νοῦν δὲ ἕλκων τὸν φανέντα ἐκείνῳ ἱεροπρεπῆ ἄνδρα εἰς τὸν τῆς βροντῆς υἱὸν θεολόγον παρείκαζεν. 2.7.7 Ἐπεὶ δὲ τὰ τοῦ γέροντος προμαντεύματα καὶ ἅπερ εἶπεν ἐκεῖνος ἐν λόγοις ὁ Ἰσαά κιος ἐν τοῖς πράγμασιν ἐθεᾶτο, ἐνίστατό τε ἀνδρικώτερον αὐτὸν βιαζόμενος καὶ τὸ ἐρυθροβαφὲς ἐνδιδύσκει ὑπόδημα, καὶ μᾶλλον ὁρῶν τοῦ ὁπλιτικοῦ παντὸς τὴν διάπυρον ἐπιθυμίαν πρὸς τὸν Ἀλέξιον. Καὶ τὸ ἐντεῦθεν ἐξῆρχον οἱ Δοῦκαι τῆς εὐφημίας τά τε ἄλλα τὸν ἄνδρα καὶ οὗτοι ἀποδεχόμενοι καὶ διότι ἡ τούτων προσγενὴς Εἰρήνη καὶ μήτηρ ἐμὴ κατὰ νόμους συνῆπτο τῷ ἐμῷ πατρί. Σύναμα δὲ τούτοις καὶ οἱ ἐκ τοῦ αἵματος συμφυεῖς αὐτῶν ἀναβλαστήσαντες τὸ αὐτὸ προθύμως ἐποίουν. Τὸ δέ γε λοιπὸν τοῦ στρατοῦ διαδεξάμενον τὴν εὐφημίαν σχεδὸν ἐς αὐτὸν τὸν οὐρανὸν ἀνέπεμπον τὰς φωνάς. Καὶ ἦν ἰδεῖν καινόν τι τηνικαῦτα συμβαῖνον, τοὺς πρότερον διῃρημένους τὰς γνώμας καὶ θάνατον ἑλέσθαι μᾶλλον ἢ τῆς σφῶν ἐπιθυμίας ἀποτυχεῖν βουλομένους, ὁμογνώμονας ἐν μιᾷ καιροῦ ῥοπῇ γεγονότας, καὶ τοσοῦτον ὡς μηδ' εἴ ποτε στάσις μεταξὺ τούτων ὅλως ἦν ἐπιγινώσκεσθαι.

2.8.1 Ἐν ὅσῳ ταῦτα ἐτελεῖτο, φήμη τις περὶ τοῦ Μελισσηνοῦ διέτρεχε φθάσαι τοῦτον μηνύουσα περὶ τὴν Δάμαλιν μεθ' ἱκανῆς στρατιᾶς εὐφημεῖσθαί τε ὡς βασιλέα ἤδη καὶ ἁλουργὰ ἠμφιεσμένον· οἱ δὲ τῷ λεγομένῳ πιστεύειν τέως οὐκ εἶχον. Τὰ δὲ κατ' αὐτοὺς κἀκεῖνος μαθὼν πρέσβεις ταχὺ πρὸς αὐτοὺς ἐξαπέστειλεν, οἳ καὶ καταλαβόντες ἤδη τὰς πρὸς αὐτοὺς γραφὰς ἐνεχείριζον οὑτωσί πως διεξιούσας. 2.8.2 «Ὁ Θεός με μέχρι Δαμάλεως μετὰ τῆς ὑπ' ἐμὲ στρατιᾶς ἀσινῆ διεσώσατο. Μεμάθηκα δὲ καὶ τὰ ὑμῖν ξυμπεσόντα καὶ ὡς τῆς κακονοίας τῶν δούλων ἐκείνων καὶ τῶν δεινῶν καθ' ὑμῶν ἐπιχειρημάτων Θεοῦ προμηθείᾳ ῥυσθέντες τῆς ἑαυτῶν πεφροντίκατε σωτηρίας. Ἐπεὶ δὲ κἀγὼ τῇ μὲν σχέσει Θεοῦ νεύσει ἐξ ἀγχιστείας ὑμῖν προσῳκείωμαι, τῇ δὲ γνώμῃ καὶ τῇ πρὸς ὑμᾶς ἀρρήκτῳ διαθέσει οὐδενὸς τῶν καθ' αἷμα προσηκόντων ὑμῖν ἀποδέω, ὡς ὁ τὰ πάντα κρίνων οἶδε Θεός, δέον ἡμᾶς κοινῶς σκοπήσαντας περιποιήσασθαι ἑαυτοῖς τὸ ἀσφαλές τε καὶ ἀκατάσειστον, ὅπως μὴ παντὶ ἀνέμῳ μεταφερώμεθα, ἀλλὰ καλῶς τὰ τῆς βασιλείας ἰθύνοντες ἐπ' ἀσφαλοῦς βαίνωμεν τῆς κρηπῖδος. Τοῦτο δὲ πάντως ἡμῖν ἐσεῖται, εἰ Θεοῦ νεύσει τῆς πόλεως παρ' ὑμῶν ἑαλωκυίας ὑμεῖς μὲν τὰ τᾶς ἑσπέρας διεξάγοιτε πράγματα θατέρου ὑμῶν ἀναρρηθέντος, ἐμοὶ δὲ τὰ τῆς Ἀσίας ἀποκληρωθῆναι ἐκχωρήσοιτε στεφηφοροῦντι καὶ ἁλουργὰ περιβεβλημένῳ καὶ ἀναγορευομένῳ, ὡς ἔθος τοῖς βασιλεῦσίν ἐστι, σὺν τῷ ἀναρρηθέντι ἐξ ὑμῶν, ὥστε κοινὴν τὴν ἡμῶν εὐφημίαν γίνεσθαι, κἂν οἱ τόποι καὶ τὰ πράγματα ἡμῖν ἀπομεμέρισται, τήν τε γνώμην μίαν καὶ τὴν αὐτὴν εἶναι. Καὶ οὕτως ἡμῶν ἐχόντων ἀστασίαστα δι' ἀμφοῖν διεξάγοιτο ἂν τὰ τῆς βασιλείας.» 2.8.3 Ταῦτα οἱ πρέσβεις ἀπαγγείλαντες ἀπόκρισιν μὲν αὐτοτελῆ τηνικαῦτα οὐκ ἐδέξαντο. Τῇ δὲ μετ' αὐτὴν μετακαλεσάμενοι τούτους διὰ πολλῶν τὸ ἀδύνατον τῶν παρὰ τοῦ Μελισσηνοῦ μηνυθέντων ἐδείκνυον· τὰ δέ γε δοκοῦντα τούτοις ἐς νέωτα γνωρίσαι αὐτοῖς ἐπηγγέλλοντο διὰ Γεωργίου τοῦ καλουμένου Μαγγάνη, ᾧ καὶ τὴν αὐτῶν θεραπείαν ἀνέθεντο. Τούτων οὕτω γινομένων οὐδὲ τῆς πολιορκίας κατερρᾳθύμουν παντάπασιν, ἀλλὰ δι' ἀκροβολισμῶν, ὡς ἐνόν, τῶν τειχῶν ἀπεπειρῶντο τῆς πόλεως. Τῇ δὲ μετ' αὐτὴν μετακαλεσάμενοι τούτους τὰ αὐτοῖς εἶπον δοκοῦντα. Τὰ δὲ ἦν τιμηθῆναι τὸν Μελισσηνὸν τῷ τοῦ καίσαρος ἀξιώματι καὶ ταινίας ἀξιωθῆναι καὶ εὐφημίας καὶ τῶν ἄλλων, ὅσα τῷ τοιούτῳ προσήκει ἀξιώματι, δοθῆναι δέ οἱ καὶ τὴν Θετταλοῦ μεγίστην πόλιν, ἐν ᾗ καὶ ὁ ἐπ' ὀνόματι τοῦ μεγαλομάρτυρος Δημητρίου περικαλλὴς ναὸς ᾠκοδόμηται, ὅπου καὶ τὸ μύρον ἐκ τῆς ἐκείνου τιμίας σοροῦ βλύζον ἀεὶ μεγίστας ἰάσεις τοῖς μετὰ πίστεως προσιοῦσι παρέχει. 2.8.4 Οἱ δὲ δυσχεραίνοντες ἐπὶ τούτοις, ἐπεὶ ἐφ' οἷς μὲν ἔλεγον οὐκ εἰσηκούοντο, ἑώρων δὲ πολλὴν τὴν κατὰ τῆς πόλεως τοῦ ἀποστάτου παρασκευὴν καὶ παμπληθῆ τὴν ὑπ' αὐτὸν στρατιὰν οὖσαν καὶ τὸν καιρὸν ἤδη αὐτοῖς ἀποστενούμενον, δεδιότες μὴ τῆς πόλεως ἁλούσης τεθαρρηκότες οἱ Κομνηνοὶ οὐδ' ἅπερ νῦν ὑπισχνοῦνται θελήσωσι περατῶσαι διὰ χρυσοβούλλου λόγου ταῦτα γενέσθαι ἐγγράφως δι' ἐρυθρῶν βεβαιωθέντος γραμμάτων ᾐτοῦντο. Κατανεύει πρὸς τοῦτο ὁ Ἀλέξιος ὁ ἀρτιφανὴς βασιλεὺς καὶ μετακαλεσάμενος εὐθὺς Γεώργιον τὸν Μαγγάνην, ὃς καὶ ὑπογραφεὺς αὐτῷ ἐχρημάτιζεν, ἀνατίθεται τούτῳ τὴν τοῦ χρυσοβούλλου γραφήν. Ὁ δ' ἐπὶ τρισὶν ἡμέραις ὑπερετίθετο ἄλλοτε ἄλλας αἰτίας συνείρων, ποτὲ μὲν λέγων, ὡς ἄρα κατάκοπος γεγονὼς κατὰ τὴν ἡμέραν ὅλην τῆς νυκτὸς μὴ δύνασθαι γραφὴν ξυντελέσαι, ἄλλοτε δ' ὅτι τὰ γεγραμμένα νυκτὸς σπινθὴρ ἐμπεσὼν ἀπετέφρωσε. Τοιαῦτα καὶ ἄλλα τινὰ ὁ Μαγγάνης προφασιζόμενος καὶ οἷον μαγγανευόμενος ἄλλοτε ἄλλως ὑπερετίθετο. 2.8.5 Ἀπάραντες δ' ἐκεῖθεν οἱ Κομνηνοὶ καταλαμβάνουσι ταχὺ τὰς καλουμένας Ἀρετάς. Τόπος δὲ οὗτος ἀγχοῦ τῆς πόλεως διακείμενος, ὑπερκείμενος μὲν τῆς πεδιάδος καὶ τοῖς κάτωθεν ἱσταμένοις καὶ πρὸς τοῦτον ὁρῶσιν εἰς λοφιὰν ἀνατεινόμενος καὶ τὴν ἑτέραν μὲν πλευρὰν πρὸς θάλατταν ἀπονεύων, κατὰ δὲ τὴν ἑτέραν πρὸς τὸ Βυζάντιον, ταῖς δέ γε λοιπαῖς δυσὶ πρὸς ἄρκτον καὶ δύσιν, παντὶ ἀνέμῳ καταπνεόμενος, διειδὲς ὕδωρ καὶ πότιμον ἔχων ῥέον ἀεί, φυτῶν δὲ καὶ δένδρων παντάπασιν ἀμοιρῶν· εἶπες ἂν ὑπό τινων δρυτόμων ἐκπεφαλακρῶσθαι τὸν λόφον. Διὰ γοῦν τὸ τοῦ τόπου ἐπιτερπὲς καὶ εὔκρατον καὶ Ῥωμανὸς Διογένης ὁ αὐτοκράτωρ ῥᾳστώνης μικρᾶς χάριν οἰκήματα λαμπρὰ καὶ ἀποχρῶντα βασιλεῦσιν ἀνήγειρεν. Ἐκεῖσε τοίνυν γενόμενοι πέμποντες ἀπεπειρῶντο τοῦ τείχους οὐ δι' ἑλεπόλεων ἢ μηχανῶν ἢ πετροβόλων τινῶν ὀργάνων, ἐπεὶ μηδ' ὁ καιρὸς ἐδίδου, ἀλλὰ διὰ πελταστῶν καὶ ἑκηβόλων καὶ δορυφόρων καὶ καταφράκτων ἀνδρῶν.

2.9.1 Ὁ δέ γε Βοτανειάτης τὴν τῶν Κομνηνῶν ἀποστασίαν ὁρῶν πολυπληθῆ τε καὶ ἐκ παντοίων συνειλεγμένην ἀνδρῶν καὶ πρὸς ταῖς πύλαις τῆς πόλεως ἐπειγομένην ἤδη ἐγγίσαι, τὸν δέ γε Μελισσηνὸν Νικηφόρον περὶ τὴν Δάμαλιν φθάσαντα οὐχ ἥττω τούτων δύναμιν ἔχοντα καὶ τῆς βασιλείας ὡσαύτως ἀντιποιούμενον, μὴ ἔχων ὅ τι καὶ δράσειε μήτε ἀντιπαλαμᾶσθαι δυνάμενος πρὸς ἄμφω τὰ μέρη, ὑπὸ τοῦ γήρως ὑπόψυχρός τε ὢν καὶ μᾶλλον περιδεής, κἂν ἐν νεότητι ἀνδρικώτατος ἦν, τοσοῦτον τότε μόνον ἀνέπνει, ὁπόσον αὐτὸν ἡ τοῦ τείχους περιβολὴ διεζώννυε, καὶ ἀπενενεύκει μᾶλλον πρὸς τὸ τῆς βασιλείας ἐκστῆναι. Ἔνθεν τοι καὶ ἔκπληξις κατεῖχε καὶ θόρυβος ἅπαντας καὶ ἁλώσιμα πάντα ἐδόκει γενήσεσθαι πάντοθεν. 2.9.2 Ὡς δὲ δυσχερὴς ἡ τῆς πόλεως ἅλωσις τοῖς Κομνηνοῖς κατεφαίνετο (αἱ δὲ δυνάμεις ἐκ διαφόρων ξενικῶν τε καὶ ἐγχωρίων συνελέγοντο· ὅπου δὲ πληθὺς διάφορος, ἐκεῖ καὶ τὸ τῆς γνώμης διάφορον καταφαίνεται), βλέπων ὁ τὸ νέον ἐνδεδυκὼς πέδιλον Ἀλέξιος τὸ δυσάλωτον τῆς πόλεως καὶ τὸ τῶν στρατιωτῶν παλίμβολον ὑποτοπάζων εἰς ἑτέραν ἐτράπετο γνώμην, ἵνα θωπείαις τισὶ καὶ ὑπο ποιησάμενός τινας τῶν φυλασσόντων τὰ τείχη καὶ κλέψας αὐτῶν τὴν γνώμην οὕτως αἱρήσει τὴν πόλιν. 2.9.3 Ταῦτα δι' ὅλης νυκτὸς μελετήσας εἰς τὴν σκηνὴν τοῦ καίσαρος ἅμα πρωῒ παραγίνεται ἀπαγγέλλων τὰ σκοπηθέντα καὶ ἀξιῶν ἅμα συνέψεσθαί οἱ καὶ κατασκοπῆσαι τὰ τείχη καὶ τὰς ἐπάλξεις ἀναθεωρῆσαι καὶ τοὺς φυλάσσοντας (ἦσαν γὰρ ἐκ διαφόρων), καὶ διαγνῶναι ὅπως δυνατόν ἐστιν ἁλῶναι τὴν πόλιν. Ὁ δὲ βαρέως τοὐπίταγμα ἔφερεν, ἅτε τὸ μοναχικὸν οὔπω πρῴην περιβεβλημένος ἄμφιον καὶ συνεὶς ὅτι καταγελῷτο ἂν ὑπὸ τῶν περὶ τὸ τεῖχος ἱσταμένων καὶ τὰς ἐπάλξεις, εἰ οὕτως τὸν πλησιασμὸν τῶν τειχῶν ἀνεδύετο. Ὅπερ καὶ πέπονθεν. Ὡς γὰρ βιασθεὶς τῷ Ἀλεξίῳ συνηκολούθηκεν, εὐθὺς αὐτὸν ἀπὸ τῶν τειχῶν ἑωρακότες τὸν ἀββᾶν μετά τινος προσθήκης ὑβριστικῆς διετώθαζον. Ὁ δὲ ἐπισυνάξας τὸ ἐπισκύνιον καὶ ἔνδοθεν ὑβριζόμενος παρ' οὐδὲν ἐλογίζετο, πρὸς δὲ τὸν προκείμενον σκοπὸν ὅλον εἶχε τὸν νοῦν. Εἰώθασι γὰρ οἱ φρόνημα στάσιμον ἔχοντες ἐμμένειν ἐφ' οἷς ἂν κρίνωσι, τῶν δ' ἔξωθεν ἐπισυμβαινόντων καταφρονεῖν. 2.9.4 Ἐπυνθάνετο οὖν, τίνες ἂν εἶεν οἱ ἑκασταχοῦ τοὺς πύργους φυλάσσοντες. Ὡς δὲ ἐνθαῦθα μὲν ἐφεστάναι τοὺς ἀθανάτους λεγομένους ἐμάνθανε (στράτευμα δὲ τοῦτο τῆς Ῥωμαϊκῆς δυνάμεως ἰδιαίτατον), ἐκεῖσε δὲ τοὺς ἐκ τῆς Θούλης Βαράγγους (τούτους δὴ λέγω τοὺς πελεκυφόρους βαρβάρους), ἀλλαχόσε δὲ τοὺς Νεμίτζους (ἔθνος δὲ καὶ τοῦτο βαρβαρικὸν καὶ τῇ βασιλείᾳ Ῥωμαίων δουλεῦον ἀνέκαθεν), φησὶ πρὸς τὸν Ἀλέξιον παραινῶν μήτε τοῖς Βαράγγοις ἐμβαλεῖν μήτε τοῖς ἀθανάτοις προσεμβαλεῖν. Οἱ μὲν γὰρ αὐτόχθονες ὄντες τῷ βασιλεῖ πολλὴν τὴν εἰς αὐτὸν ἐξ ἀνάγκης ἔχοντες εὔνοιαν θᾶττον ἂν τὰς ψυχὰς προδοῖεν ἢ πονηρόν τι κατ' αὐτοῦ μελετῆσαι πεισθήσονται. Οἱ δέ γε ἐπὶ τῶν ὤμων τὰ ξίφη κραδαίνοντες πάτριον παράδοσιν καὶ οἷον παρακαταθήκην τινὰ καὶ κλῆρον τὴν εἰς τοὺς αὐτοκράτορας πίστιν καὶ τὴν τῶν σωμάτων αὐτῶν φυλακὴν ἄλλος ἐξ ἄλλου διαδεχόμενοι τὴν πρὸς αὐτὸν πίστιν ἀκράδαντον διατηροῦσι καὶ οὐδὲ ψιλὸν πάντως ἀνέξονται περὶ προδοσίας λόγον. Τῶν δέ γε Νεμίτζων ἀποπειρώμενος ἴσως οὐ πόρρω βαλεῖ σκοποῦ, ἀλλ' εὐτυχήσει τὴν εἴσοδον ἀπὸ τοῦ ὑπ' αὐτῶν τηρουμένου πύργου. 2.9.5 Πείθεται τοίνυν τὸ ἐντεῦθεν Ἀλέξιος τοῖς τοῦ καίσαρος λόγοις ὥσπερ ἐκ θείας ὀμφῆς τούτους δεξάμενος. Διά τινος οὖν ἀποσταλέντος παρ' αὐτοῦ τὸν ἡγεμόνα τῶν Νεμίτζων κάτωθεν ἐπιμελῶς ἀνεζήτει· ὁ δὲ ἄνωθεν προκύψας πολλά τε εἰπὼν καὶ ἀκούσας συντίθεται ταχὺ προδοῦναι τὴν πόλιν. Ἧκεν οὖν τὴν ἀγγελίαν ταύτην κομίζων ὁ στρατιώτης· ἀκούσαντες δὲ οἱ ἀμφὶ τὸν Ἀλέξιον τὸ παρ' ἐλπίδας περιχαρεῖς γενόμενοι μάλα προθύμως ἐπιβαίνειν τοῖς ἵπποις ἡτοιμάζοντο.

2.10.1 Ἅμα δὲ τούτοις καὶ οἱ τοῦ Μελισσηνοῦ πρέσβεις σφοδρῶς ἐπέκειντο ἀπαιτοῦντες τὸν ὑπεσχημένον χρυσόβουλλον λόγον. Καὶ ὁ Μαγγάνης εὐθὺς μετεκαλεῖτο κομίσων αὐτόν· ὁ δὲ τὸν μὲν χρυσόβουλλον λόγον γεγραμμένον ἔχειν ἔλεγε, τὸ δέ γε χρησιμεῦον σκεῦος πρὸς τὰς βασιλικὰς ὑπογραφὰς σὺν τῇ γραφίδι ἀπολωλεκέναι διισχυρίζετο κρυψίνους ὣν ἀνὴρ καὶ δεινὸς τὸ μέλλον ῥᾷστα προϊδεῖν καὶ ἐκ μὲν τοῦ παρεληλυθότος θηρᾶσαί τι συνοῖσον, τὸ δέ γε ἐνεστὸς ἀκριβῶς διαγνῶναι καὶ πρὸς ὅπερ ἂν βούλοιτο εὐφυῶς μετενεγκεῖν ἐπισκιάσαι τε πράγματα, εἰ μόνον θελήσει. Ἀνεβάλλετο γὰρ τὴν τοῦ χρυσοβούλλου γραφὴν ὁ Μαγγάνης μετεώρους τὰς ἐλπίδας διδοὺς τῷ Μελισσηνῷ. Ἐδεδίει γάρ, μὴ τοῦ χρυσοβούλλου τάχιον ἢ προσῆκε καταπεμφθέντος αὐτῷ, ὃς τὴν τοῦ καίσαρος ἀξίαν τούτῳ κατεχαρίζετο, τὸν καίσαρα μὲν ἀποπέμψοιτο, τῆς δὲ βασιλείας ὅλος ἐξέχοιτο, καθάπερ καὶ πρὸς τοὺς Κομνηνοὺς διαμεμηνυκὼς ἦν, καὶ σπουδάσειέ τι θρασύτερον. Καὶ τοῦτο ἦν ἡ τέχνη καὶ τὸ μαγγάνευμα τῷ Μαγγάνῃ περὶ τὴν ἀναβολὴν τοῦ χρυσοβούλλου λόγου τοῦ καίσαρος. 2.10.2 Τούτων οὕτω τελουμένων καὶ τοῦ καιροῦ κατεπείγοντος τὴν πρὸς τὴν πόλιν εἴσοδον, ὑποτοπάζοντες οἱ πρέσβεις τὸ δρᾶμα σφοδρότερον ἐνέκειντο ἐξαιτούμενοι τὸν χρυσόβουλλον λόγον. Οἱ δὲ Κομνηνοί φασι πρὸς αὐτούς· «Ἐπεὶ ἐν χερσὶν ἤδη τὴν πόλιν ἔχοντες ἄπιμεν ἐφ' ᾧ κατασχεῖν αὐτὴν Θεοῦ ἐπαρήγοντος, ἀπελθόντες ἀπαγγείλατε ταῦτα τῷ δεσπότῃ καὶ κυρίῳ ὑμῶν, καὶ τοῦτ' ἐπειπόντες ὡς εἴ γε κατ' ἐλπίδας ἡμῖν ἀπαντήσει τὰ πράγματα σοῦ πρὸς ἡμᾶς παραγενομένου, πάντα κατὰ ῥοῦν ἀκολουθήσειε καὶ κατὰ τὸ ἡμῖν καὶ σοὶ βουλητόν». Ἀλλὰ ταῦτα μὲν πρὸς τοὺς πρέσβεις· τὸν μέντοι. Γεώργιον τὸν Παλαιολόγον πρὸς τὸν ἡγεμόνα τῶν Νεμίτζων Γιλπράκτον ἐξέπεμψαν ἀπόπειραν ποιήσασθαι τῆς γνώμης Γιλπράκτου. καὶ εἰ διαγνοίη προθυμούμενον δέξασθαι κατὰ τὴν ὑπόσχεσιν τοὺς Κομνηνούς, τὸ δοθὲν αὐτῷ σύνθημα ποιῆσαι, ὅπερ αὐτοὶ μὲν θεασάμενοι ἐπισπεύσουσι τὴν εἰσέλευσιν, αὐτὸς δὲ εἰς τὸν πύργον ἀνελθὼν θᾶττον αὐτοῖς τὰς πύλας ὑπανοίξει. Ὁ δὲ μάλα προθύμως τὴν πρὸς τὸν Γιλπράκτον ὁδοιπορίαν ἀνεδέξατο, πρόθυμος ὢν ἀνὴρ ἐς πολεμικὰς πράξεις καὶ πόλεων ἐκπορθήσεις, καὶ τοῦτ' αὐτὸ τειχεσιπλήτης αὐτόχρημα εἶπες ἄν, ὃ περὶ Ἄρεως Ὅμηρος. Οἱ δὲ Κομνηνοὶ ὁπλισάμενοι καὶ τὸ ὁπλιτικὸν ἅπαν ἐμπείρως πάνυ καταστησάμενοι βραδεῖ ποδὶ στείχοντες ἰλαδὸν πρὸς τὴν πόλιν ἀπῄεσαν. 2.10.3 Ἑσπέρας οὖν πελάσας τῷ τείχει ὁ Παλαιολόγος Γεώργιος καὶ σύνθημα ἀπὸ τοῦ Γιλπράκτου λαβὼν ἄνεισιν ἐπὶ τὸν πύργον μετὰ τῶν ἀμφ' αὐτόν. Οἱ δέ γε ἀμφὶ τὸν Ἀλέξιον τέως μὲν βραχύ τι πρὸ τῶν τειχῶν γεγονότες χάρακά τε βάλλονται καὶ στρατοπεδεύουσι λαμπρῶς. Καὶ βραχύ τι μέρος ἐπ' αὐτοῦ τῆς νυκτὸς αὐλισάμενοι τὸ λοιπὸν αὐτοὶ τὸ μεσαίτατον εἶχον τῆς φάλαγγος ἅμα τοῖς τῶν ἱππέων ἐπιλέκτοις καὶ τῇ κρείττονι στρατιᾷ τό τε ψιλὸν διατάξαντες βάδην τε προϊόντες κατ' αὐτὸ τὸ περίορθρον πρὸ τῶν τειχῶν ἀθρόον καθίστανται. Καὶ πολέμου σχῆμα διατυπώσαντες ἐσιδηροφόρουν ξύμπαντες, ἵνα τοὺς ἐντὸς καταπλήξαιεν. Σύνθημα δὲ ἄνωθεν δόντος αὐτοῖς τοῦ Παλαιολόγου καὶ τὰς πύλας ἀνοίξαντος συμμίγδην εἰσῄεσαν, οὐ σὺν εὐταξίᾳ στρατιωτικῇ, ἀλλ' ὡς ἔτυχεν ἕκαστος, ἀσπίδας καὶ τόξα καὶ δόρατα φέροντες. 2.10.4 Ἡ δὲ ἡμέρα πέμπτη ἦν ἡ μεγάλη, καθ' ἣν τὸ μυστικὸν πάσχα θύομεν, ἅμα καὶ ἑστιώμεθα, ἐπινεμήσεως τετάρτης ἔτους #22ϛφπθʹ μηνὸς Ἀπριλλίου. Καὶ οὕτως ἅπαν τὸ στρατόπεδον ἐκ ξενικῆς τε καὶ ἐγχωρίου δυνάμεως ἔκ τ' αὐτοχθόνων καὶ τῶν παρακειμένων χωρῶν συνεληλυθὸς τὴν πόλιν ἐκ πολλοῦ παντοίοις εὐθηνοῦσαν εἴδεσιν ἐξ ἠπείρου τε καὶ θαλάσσης συνεχῶς ἀρδομένην γινώσκοντες ἐν βραχεῖ χρόνῳ εἰσεληλύθασι διὰ τῆς Χαρσίου πύλης ἁπανταχοῦ σκεδασθέντες περί τε τὰς λεωφόρους περί τε τὰς τριόδους καὶ ἀμφόδους μὴ οἰκιῶν, μὴ ἐκκλησιῶν, μηδὲ αὐτῶν τῶν ἱερῶν ἀδύτων τὸ παράπαν φειδόμενοι, ἀλλὰ λείαν πολλὴν ἐκεῖθεν ἐπισυνάγοντες, τοῦ μέντοι ἀποκτείνειν μόνου ἀφιστάμενοι, τὰ δ' ἄλλα πάντα ἰταμῶς πάντη καὶ ἀναισχύντως ποιοῦντες. Τὸ δὲ δὴ χεῖρον, ὅτι οὐδὲ οἱ αὐτόχθονες τῶν τοιούτων ἀφίσταντο πράξεων, ἀλλ' οἷον ἐκλαθόμενοι ἑαυτῶν καὶ τὰ σφῶν ἤθη ἐπὶ τὸ χεῖρον ἀμείψαντες ἀνερυθριάστως καὶ αὐτοί, ἅπερ οἱ βάρβαροι, ἔπραττον.

2.11.1 Ταῦτα δὲ ὁ βασιλεὺς Νικηφόρος ὁρῶν καὶ ὡς τὰ κατ' αὐτὸν ἐν στενῷ κομιδῆ κατήντηκεν, ἀπό τε τῆς δύσεως πολιορκουμένης τῆς πόλεως ἀπό τε τῆς ἕω Νικηφόρου τοῦ Μελισσηνοῦ περὶ τὴν Δάμαλιν ἤδη αὐλιζομένου, μὴ ἔχων ὅ τι καὶ δράσειε, τῷ Μελισσηνῷ προτεθύμητο τῶν πρωτείων μᾶλλον παραχωρῆσαι. Κατασχεθείσης δὲ τῆς πόλεως ἤδη παρὰ τῶν Κομνηνῶν μετακαλεσάμενός τινα τῶν πιστοτέρων θεραπόντων αὐτοῦ παρεκελεύετο διὰ τοῦ στόλου τὸν Μελισσηνὸν εἰσάγειν εἰς τὰ βασίλεια, ᾧτινι συνείπετο καὶ σπαθάριός τις ἀνὴρ μαχιμώτατος. 2.11.2 Πρὸ δὲ τοῦ φθάσαι εἰς ἔργον τὸν λόγον ἡ μὲν πόλις ἑάλω, ὁ δὲ Παλαιολόγος ἕνα τῶν ὑπ' αὐτὸν ἀναλαβόμενος πεζῇ κάτεισιν ὡς πρὸς θάλασσαν πορευόμενος. Περιτυχὼν δέ τινι ἀκατίῳ εἴσεισιν εὐθὺς καὶ τοῖς ἐρέταις παρεκελεύετο, ὅπου ὁ στόλος κατὰ τὸ εἰθισμένον προσώρμιστο, ἀπευθῦναι τὸ σκάφος. Ἐγγίζων δὲ ἤδη πρὸς τὴν περαίαν ὁρᾷ τὸν παρὰ τοῦ Βοτανειάτου ἀποσταλέντα ἐφ' ᾧ τὸν Μελισσηνὸν διαπεραιῶσαι τὸν στόλον εὐτρεπίζοντα καὶ τὸν σπαθάριον ἐντὸς μιᾶς τῶν πολεμικῶν νηῶν. Γνωρίσας οὖν αὐτὸν πόρρωθεν, πάλαι συνήθη τοῦτον ἔχων, παραπλεύσας καὶ προσειπὼν αὐτῷ τὰ συνήθη ἐπυνθάνετο, ὅθεν καὶ ὅπη πορεύεται, καὶ μεθ' ἑαυτοῦ ἀναλαβέσθαι αὐτὸν ἠξίου. Ὁ δὲ σπαθάριος ξιφήρη τοῦτον ὁρῶν καὶ ἀσπίδα κατέχοντα, δειλιάσας φησὶ πρὸς αὐτόν· «Εἰ μή σε οὕτω καθωπλισμένον ἑώρων, περιχαρῶς ἂν ἐδεξάμην». Ὁ δὲ μάλα προθύμως καὶ τὴν ἀσπίδα καὶ ἀκινάκην καὶ τὴν κόρυθα ἀποθέσθαι κατετίθετο, εἰ μόνον θελήσει τοῦτον ἀναλαβέσθαι. 2.11.3 Ὡς δὲ καταθέμενον αὐτὸν τὰ ὅπλα ὁ σπαθάριος ἐθεάσατο, παρεκεχωρήκει τηνικαῦτα αὐτῷ τῆς εἰς τὸ ἴδιον πλοῖον εἰσελεύσεως καὶ περιπλακεὶς κατησπάζετο μάλα περιχαρῶς. Ὁ δὲ Παλαιολόγος ὀμβριμοεργὸς ὢν ἀνὴρ οὐδὲ πρὸς βραχὺ περιμείνας ἔργου ἥπτετο. Καὶ ὡς πρὸς τὴν πρῴραν ἁλλόμενος τοὺς ἐρέτας ἐπυνθάνετο «τί» λέγων «ποιεῖτε καὶ ὅπη πορεύεσθε κατὰ τῆς σφῶν κεφαλῆς κακὰ μέγιστα ἐπενεγκεῖν πραγματευόμενοι; ἡ πόλις, ὡς ὁρᾶτε, ἑάλω. Ὅ ποτε μέγας δομέστικος νῦν βασιλεὺς ἀνηγόρευται· καὶ τοὺς ὁπλοφόρους ὁρᾶτε καὶ τῆς εὐφημίας ἀκούετε· καὶ οὐκέτι χώραν ἕτερος ἐν τοῖς βασιλείοις ἕξει. Καλὸς μὲν οὖν ὁ Βοτανειάτης, ἀλλὰ καὶ οἱ Κομνηνοὶ πολλῷ κρείττονες. Πολλὴ ἡ τοῦ Βοτανειάτου στρατιά, ἀλλὰ πολλαπλάσιος ἡ ἡμετέρα. Οὐ χρὴ τοιγαροῦν τὴν σφῶν αὐτῶν ζωὴν τάς τε γυναῖκας καὶ τοὺς παῖδας προδοῦναι, ἀλλὰ δὴ τὴν πόλιν περιαθρήσαντας καὶ τὸ ὁπλιτικὸν ἅπαν ἐντὸς αὐτῆς θεασαμένους τάς τε σημαίας καὶ τὴν εὐφημίαν λαμπρὰν γινομένην ἀκούοντας τόν τέ ποτε μέγαν δομέστικον νῦν βασιλέα τοῖς βασιλείοις πελάζοντα καὶ τὴν αὐτοκράτορα ἀρχὴν ἤδη περιζωννύμενον πρύμναν τε κρούσασθαι καὶ ἑτεραλκέα τὴν νίκην ποιησαμένους αὐτῷ προσελθεῖν.» 2.11.4 Οἱ δὲ τηνικαῦτα τοῖς τούτου λόγοις ὑπείξαντες πάντες τῆς αὐτοῦ γνώμης γεγόνασι. Τοῦ δὲ σπαθαρίου δυσχεραίνοντος ἠπείλησεν ὁ ξιφηφόρος οὗτος Γεώργιος ὁ Παλαιολόγος αὐτοῦ που ἐπὶ τοῦ καταστρώματος τῆς νεὼς δεσμήσας καταβαλεῖν ἢ κατὰ τοῦ βυθοῦ ῥῖψαι. Εὐθὺς οὖν τῆς εὐφημίας ὁ Παλαιολόγος ἐξῆρχε καὶ σὺν αὐτῷ οἱ ἐρέται. Τὸν δὲ σπαθάριον δυσχεραίνοντα καὶ μὴ βουλόμενον κατὰ τοῦ καταστρώματος δεσμήσας κατέθηκε. 2.11.5 Παραπλεύσας δὲ μικρὸν ἀναλαμβάνεται τόν τε ἀκι νάκην καὶ τὴν ἀσπίδα καὶ οὕτω προσορμίζει, ὅπου ὁ στόλος, καὶ πάνδημον ἐποεῖτο ἤδη τὴν εὐφημίαν. Ἐντυχὼν δὲ καὶ τῷ ἀποσταλέντι παρὰ τοῦ Βοτανειάτου ἐφ' ᾧ τὸν στόλον ἀναλαβέσθαι καὶ διαπερᾶσαι τὸν Μελισσηνόν, εὐθὺς κατέσχεν αὐτὸν καὶ λῦσαι τὰ πρυμνήσια παρεκελεύετο τοῖς ναυτικοῖς. Ἀποπλεύσας οὖν ἐκεῖθεν σύναμα τῷ στόλῳ καταλαμβάνει τὴν ἀκρόπολιν τὴν εὐφημίαν λαμπρὰν ποιούμενος. Κἀκεῖσε τοῖς ἐρέταις παύσασθαι τῆς εἰρεσίας διεκελεύετο καὶ ἀτρεμοῦντας ἑστάναι ἐφ' ᾧ τοὺς ἐκ τῆς ἑῴας πειρωμένους διαπερᾶν ἀπείργειν. 2.11.6 Μετ' ὀλίγον δὲ πλοῖον θεασάμενος πρὸς τὸ μέγα παλάτιον καταῖρον, τοῖς τοῦ ἰδίου πλοίου ἐρέταις κελεύσας σφοδρὰν τὴν εἰρεσίαν ποιήσασθαι φθάνει τοῦτο. Καὶ ὡς τὸν ἴδιον ἐθεάσατο ἐν αὐτῷ πατέρα, ἀναστὰς εὐθὺς τὴν προσήκουσαν γονεῦσι προσκύνησιν αὐτῷ ἀπεδίδου. Ὁ δ' οὐ περιχαρῶς αὐτὸν ἐθεάσατο οὔτε μὴν γλυκερὸν φάος ὠνόμασε, καθάπερ ποτὲ ὁ Ἰθακήσιος Ὀδυσσεὺς τὸν Τηλέμαχον θεασάμενος. Ἐκεῖ γὰρ συμπόσιον καὶ μνηστῆρες καὶ ἅμιλλα καὶ νευρὰ καὶ τόξον, καὶ ἆθλον τῷ νικήσαντι ἡ σώφρων ἔκειτο Πηνελόπη. Καὶ ὁ Τηλέμαχος οὐκ ἐχθρός, ἀλλ' ὡς υἱὸς πατρὶ ἐπαρήγων εἰσῄει· ἐνταῦθα δὲ μάχη καὶ πόλεμος, καὶ ἀντικαθιστάμενοι πρὸς ἀλλήλους κατὰ γνώμην ἧσαν ἄμφω. Καὶ ἡ θατέρου ἅτερον οὐκ ἐλάνθανε σχέσις, κἂν εἰς ἔργον οὔπω τὰ τῆς γνώμης ἀπέβαινεν. Ἔνθεν τοι λοξὸν βλέψας καὶ μωρὸν αὐτὸν καλέσας ἐπυνθάνετο λέγων « τί ὧδε ποιήσων ἥκεις;» Ὁ δέ φησιν «ἐπεὶ σὺ ὁ ἐμοῦ πυνθανόμενος εἶ, οὐδέν.» Καὶ ὃς πρὸς αὐτόν «ἀνέχου μικρὸν καὶ εἴ μου ὁ βασιλεὺς ὑπακούσει, γνώσῃ μετ' οὐ πολύ» 2.11.7 Φθάσας οὖν ὁ ῥηθεὶς Νικηφόρος ὁ Παλαιολόγος εἰς τὰ ἀνάκτορα, ἐπεὶ ἐσκεδασμένους ἑώρα τοὺς ξύμπαντας καὶ περὶ τὴν συλλογὴν τῶν χρημάτων ἠσχολημένους, εὐκαταγωνίστους αὐτοὺς οἰόμενος ᾐτεῖτο τὸν Βοτανειάτην δοθῆναί οἱ τοὺς ἀπὸ τῆς Θούλης νήσου βαρβάρους, ὥστε δι' αὐτῶν ἐξωθῆσαι τῆς πόλεως τοὺς Κομνηνούς. Ὁ δέ γε Βοτανειάτης ἅπαξ τὰ περὶ αὐτὸν ἀπεγνωκὼς ἐσχηματίζετο μὴ θέλειν ἐμφύλιον γενέσθαι πόλεμον· «ἀλλ' εἴ γέ μοι πείθῃ, Νικηφόρε,» φησὶν «ἐπεὶ εἴσω τῆς πόλεως γεγόνασιν οἱ Κομνηνοί, ἄπελθε πρὸς αὐτοὺς πρεσβεύων τὰ πρὸς εἰρήνην». Ὁ δὲ δυσανασχετῶν ὅμως ἀπῄει.

2.12.1 Ὡς δὲ εἰσελθόντες οἱ Κομνηνοὶ τεθαρρηκότες ἤδη ἐκαρτέρουν περὶ τὸ πεδίον τοῦ μεγαλομάρτυρος Γεωργίου τοῦ καλουμένου Συκεώτου βουλευόμενοι εἰ χρὴ πρῶτον ἀπελθεῖν εἰς τὰς σφῶν μητέρας καὶ τὴν συνήθη προσκύνησιν κατὰ τὸ εἰθισμένον αὐταῖς ἀπονεῖμαι, εἶθ' οὕτω πρὸς τὰ βασίλεια χωρῆσαι, μαθὼν ὁ καῖσαρ ἀποστείλας τινὰ τῶν αὐτοῦ θεραπόντων ἠπειλήσατο τῆς βραδυτῆτος τούτους πολλὰ καταμεμψάμενος. Εὐθὺς οὖν ἀμφὶ τὸν οἶκον τοῦ Ἰβηρίτζη γενομένων καταλαμβάνει Νικηφόρος ὁ Παλαιολόγος λέγων. 2.12.2 «Ὁ βασιλεὺς ὑμῖν τάδε μηνύει· γέρων μὲν ἐγὼ ἤδη καὶ μόνος μήθ' υἱὸν κεκτημένος μήτ' ἀδελφὸν μήτε τινὰ τῶν γνησίων, καὶ εἰ βούλει», πρὸς τὸν ἀρτιφανῆ βασιλέα τὸν Ἀλέξιον ἀποτείνων τὸν λόγον «σὺ γενοῦ μοι θετὸς υἱός. Κἀγὼ οὐκ ἀφέλωμαί τι ὧν ἑκάστῳ τῶν συστρατευομένων σοι πεφιλοτίμησαι οὐδέ τινός σοι ἐξουσίας ἐπικοινωνήσω βασιλικῆς, ἀλλὰ μόνον ἔσομαι ψιλοῦ τοῦ τῆς βασιλείας μετέχων ὀνόματος καὶ τῆς εὐφημίας καὶ τῶν ἐρυθρῶν πεδίλων, ἔτι δὲ καὶ τοῦ διαναπαύεσθαι εἰς τὰ ἀνάκτορα. Σοὶ δὲ ἡ τῶν τῆς βασιλείας πραγμάτων μελήσει πάντως διοίκησις.» 2.12.3 Πρὸς ταῦτα οἱ Κομνηνοὶ ῥήματά τινα συγκαταθέσεως ἐμφαντικὰ ἐνέφαινον· ἅπερ ἐνωτισθεὶς ὁ καῖσαρ φθάνει τάχος πρὸς αὐτοὺς ἐπαπειλούμενος καὶ πρὸς τὰ βασίλεια κατεπείγων. Ὡς δὲ δεξιόθεν τῆς αὐλίδος εἰσῄει, ἐξελθόντες οἱ Κομνηνοὶ συναντῶσι πεζεύοντι αὐτῷ· ὁ δὲ πολλὰ τούτους ἐμέμφετο. Ἀτενίσας δ' ἐν τῷ εἰσιέναι καὶ τὸν Παλαιολόγον Νικηφόρον θεασάμενος ἀπὸ τῆς λαιᾶς αὖθις εἰσερχόμενον «τί πρὸς τὰ ἐνταῦθα;» φησὶ «καὶ τί βουλόμενος ἥκεις, συμπένθερε;» Ὁ δέ «τελέσω μέν, ὡς ἔοικεν, οὐδέν· τὰς δὲ αὐτὰς ταῖς πρῴην καὶ αὖθις ἥκω τοῖς Κομνηνοῖς κομίσων παρὰ τοῦ αὐτοκράτορος ἀγγελίας. Διενίσταται γὰρ ὁ βασιλεὺς φυλάξαι τὰ ὑπεσχημένα καὶ ὡς υἱῷ μὲν χρήσασθαι τῷ Ἀλεξίῳ ἐφ' ᾧ τὴν αὐτοκράτορος ἀρχὴν αὐτὸν ἀναδήσασθαι καὶ τὰ τῆς βασιλείας κατὰ τὸ αὐτῷ διοικεῖν βουλητόν, ἐκεῖνον δὲ μόνου τοῦ τῆς βασιλείας μετέχειν ὀνόματος καὶ τῶν ἐρυθρῶν πεδίλων καὶ τῆς κοινῆς ἁλουργίδος καὶ τοῦ περὶ τὰ βασίλεια διαναπαύεσθαι γέροντά τε ἤδη ὄντα καὶ ῥᾳστώνης δεόμενον.» Εὐθὺς δὲ πρὸς αὐτὸν δριμὺ ἐνατενίσας καὶ τὰς ὀφρῦς ἐπισυνάξας αὐτῷ φησιν «Ἀπελθὼν ἀπάγγειλον τῷ βασιλεῖ, ὡς ταῦτα ἦσαν ἂν συμφορώτατα πρὸ τοῦ τὴν πόλιν ἁλῶναι· τὸ δ' ἐντεῦθεν χώραν ὅλως οὐκ ἔχει τὰ τῆς πρεσβείας. Γέρων δὲ ἤδη ὢν ὑπεξίστασο τοῦ θρόνου καὶ τῆς σαυτοῦ φρόντισον σωτηρίας.» 2.12.4 Ἀλλὰ ταῦτα μὲν ὁ καῖσαρ. Ὁ δέ γε Βορῖλος τὴν τούτων μεμαθηκὼς εἰσέλευσιν καὶ ὡς ὁ ὑπ' αὐτοὺς στρατὸς ἁπανταχοῦ σκεδασθεὶς περὶ τὴν λείαν ἐνασχολεῖται καὶ τῆς τῶν λαφύρων συλλογῆς ὅλος γεγένηται (οὖτοι δὲ μετὰ τῶν ἐξ αἵματος καὶ ἐξ ἀγχιστείας προσηκόντων αὐτοῖς καὶ μετρίων ὀθνείων κατελείφθησαν), ἀντικαταστῆναι διέγνω τούτοις λίαν εὐχειρώτοις οὖσι διὰ τὸν τοῦ στρατοῦ σκεδασμόν. Τοίνυν καὶ συναγαγὼν τοὺς ἐπὶ τῶν ὤμων τὰ ξίφη κραδαίνοντας ἅπαντας, καὶ ὁπόσοι ἐκ τοῦ Χώματος ὥρμηντο, ἀπὸ τοῦ Κωνσταντινίου φόρου μέχρι καὶ τοῦ λεγομένου Μιλίου καὶ ἄνωθεν μετ' εὐταξίας ὅτι πολλῆς στοιχηδὸν αὐτοὺς συνέταξεν. Οἱ δὲ συνησπικότες ἵσταντο πρὸς μάχην παρεσκευασμένοι καὶ ἀτρεμοῦντες τέως. 2.12.5 Ἐπεὶ δὲ ὁ τηνικαῦτα πατριάρχης χρηματίζων ἱεροπρεπὴς τῷ ὄντι ἀκτήμων καὶ πᾶν εἶδος ἀσκήσεως, ᾗπερ οἱ ἐν ἐρημίαις καὶ ὄρεσιν ἐνδιαιτώμενοι τῶν πάλαι πατέρων, διεληλυθὼς κατηξίωτο προορατικοῦ καὶ θείου χαρίσματος πολλά τε πολλάκις προειπὼν καὶ μηδέποτε διαψευσάμενος καὶ κανὼν καὶ τύπος ἀρετῆς τοῖς μετ' αὐτὸν χρηματίσας οὐδὲ τὰ τῷ Βοτανειάτῃ συμπεσόντα παντάπασιν ἀγνοήσας ἐφαίνετο. Ἀλλ' εἴτε ἐκ θείας ἐπιπνοίας εἴτε καὶ τοῦ καίσαρος ὑποθεμένου (ἐλέγετο γὰρ καὶ τοῦτο) καὶ πάλαι φιλίως πρὸς αὐτὸν διακει μένου διὰ τὸ ὕψος τῆς αὐτοῦ ἀρετῆς, ξυνεβούλευε τῷ βασιλεῖ ὑπεκστῆναι τοῦ βασιλείου θρόνου «μὴ χώρει» λέγων «πρὸς ἐμφυλίους πολέμους μήτ' ἀντίβαινε Θεοῦ προστάξει. Αἵμασι Χριστιανῶν μὴ θέλε μιανθῆναι τὴν πόλιν, ἀλλ' εἴξας Θεοῦ βουλήσει ὑπέκστηθι τοῦ μέσου.» 2.12.6 Πείθεται τοῖς τοῦ ἀρχιερέως λόγοις ὁ βασιλεύς. Δεδιὼς δὲ τὸ τοῦ στρατοῦ ἀτάσθαλον περιζώννυται καὶ κάτεισιν ὡς πρὸς τὴν τοῦ Θεοῦ μεγάλην ἐκκλησίαν ἀπονε νευκώς. Πλήρης δὲ συγχύσεως ὢν λέληθεν ἠμφιεσμένος ἔτι τὴν τοῖς βασιλεῦσι πρέπουσαν στολήν. Ὁ δὲ Βορῖλος ἐπιστραφεὶς καὶ ἁψάμενος τῶν περὶ τὸν βραχίονα κεκολ λημένων διὰ μαργάρων πέπλων παραλύει τηνικαῦτα τῆς ἐσθῆτος φάμενος μετά τινος μυκτῆρος καὶ σεσηρότος ἤθους ὡς «τοιοῦτον ἡμῖν ἐπ' ἀληθείας προσήκει νῦν». Ὁ δὲ εἰς τὸν μέγαν τοῦ Θεοῦ νεὼν τῆς τοῦ Θεοῦ σοφίας εἰσελθὼν ἐγκαρτερῶν τέως ἦν ἐν αὐτῷ.