Μετάβαση στο περιεχόμενο

Αλεξιάς/Βιβλίο 14

Από Βικιθήκη
Αλεξιάς
Συγγραφέας:
Βιβλίο 14


14.1.1 Τῶν οὖν δεδογμένων τῷ αὐτοκράτορι πέρας ἐσχη κότων, τὴν ἐκτεθεῖσαν ἀνωτέρω ἔγγραφον συμφωνίαν ἐνόρ κως ὁ Βαϊμοῦντος βεβαιωσάμενος τῶν ἱερῶν εὐαγγελίων προτεθέντων καὶ τῆς λόγχης δι' ἧς τὴν τοῦ Σωτῆρος ἡμῶν πλευρὰν οἱ ἄνομοι ἐξεκέντησαν, τὴν πρὸς τὴν ἐνεγκα μένην ἐπάνοδον ᾐτεῖτο ἀναθέμενος πάντας τοὺς ὑπ' αὐτὸν τῇ ἐξουσίᾳ καὶ γνώμῃ τοῦ αὐτοκράτορος, ἀξιῶν ἅμα ἐντὸς τῆς τῶν Ῥωμαίων ἐπικρατείας παραχειμάσαι τούτους τῶν χρειωδῶν δαψιλῶς ἐπιχορηγουμένων αὐτοῖς, ἐπὰν δὲ ὁ χειμὼν παρέλθοι καὶ τῶν πολλῶν κόπων ἑαυτοὺς ἀνακτήσαιντο, ὅπου βουλητὸν αὐτοῖς, συγχωρηθῆναι ἀπελεύ σεσθαι. Ταῦτ' αἰτησάμενος καὶ τὸν αὐτοκράτορα συγκα τατιθέμενον ταῖς τούτου αἰτήσεσιν εἶχεν εὐθύς. Τιμηθεὶς οὖν τηνικαῦτα τῷ τῶν σεβαστῶν ἀξιώματι καὶ χρήματα λαβὼν ἱκανὰ πρὸς τὸ οἰκεῖον ἐπανέτρεχε στράτευμα. Συναπῄει δὲ τούτῳ καὶ Κωνσταντῖνος ὁ Εὐφορβηνὸς ὁ τὴν προσηγορίαν Κατακαλών, ὡς μή τι κατὰ τὴν ὁδὸν δεινὸν παρά τινων στρατιωτῶν τῶν ἡμετέρων ταγμάτων αὐτῷ συμβαίη, ἀλλὰ μᾶλλον πρόνοιαν τοῦ στρατοπέδου αὐτοῦ ποιήσαιτο ἔν τε προσήκοντι τόπῳ καὶ ἀκινδύνῳ στρατοπεδεύοντος καὶ ἐνδεχομένας τὰς αἰτήσεις παρέχοι αὐτοῖς. Καταλαβὼν οὖν τὴν ἰδίαν παρεμβολὴν καὶ παραδοὺς τὸ στράτευμα τοῖς ἐπ' αὐτῷ τούτῳ ἀπεσταλμένοις παρὰ τοῦ αὐτοκράτορος, εἰς μονῆρες εἰσελθὼν τὴν Λογγιβαρδίαν κατέλαθεν. Οὐ πλείω δὲ τῶν ἓξ μηνῶν ἐπιβιοὺς τὸ κοινὸν ἀπεδεδώκει χρέος. 14.1.2 Ὁ δὲ αὐτοκράτωρ τῆς τῶν Κελτῶν ἔτι φροντίδος εἴχετο· καὶ τὰ κατ' αὐτοὺς εὖ διαθέμενος τῆς πρὸς τὸ Βυζάντιον φερούσης ἥψατο. Ἐπανελθὼν δὲ οὐ πρὸς ἀνέσεις καὶ ἀναπαύλας ἀνέκλινεν ὅλως, ἀλλὰ λογιζόμενος αὖθις ὅπως τὰ κατὰ τὴν παραλίαν τῆς Σμύρνης καὶ μέχρις αὐτῆς Ἀτταλείας οἱ βάρβαροι τελείως ἠρίπω σαν, ἐν δεινῷ ἐποιεῖτο εἰ μὴ καὶ τὰς πόλεις αὖθις ἐς τὴν προτέραν ἐπαναγάγοι κατάστασιν καὶ τὸν πρῴην ἀποδοίη κόσμον καὶ τοὺς ἁπανταχῆ σκεδασθέντας ἐποίκους αὐταῖς ἐπανασώσοιτο. Οὐ μὴν ἀλλ' οὐδὲ περὶ τῆς τοῦ Ἀττάλου ἀμεριμνίαν εἶχεν, ἀλλὰ πολλὴν ἐποιεῖτο τὴν περὶ αὐτῆς φροντίδα. 14.1.3 Ὁ Φιλοκάλης οὖν Εὐμάθιος (ἀνὴρ δὲ οὗτος ἐπηβολώτατος καὶ τῶν ἐπιφανῶν οὐ γένει μόνον, ἀλλὰ καὶ φρονήσει τῶν πολλῶν διαφέρων, ἐλευθέριος καὶ γνώμην καὶ χεῖρα, πιστὸς μὲν πρὸς Θεὸν καὶ τοὺς φίλους, πρὸς δὲ τοὺς δεσπότας εὔνους εἴπερ τις ἄλλος, τῆς μέντοι στρα τιωτικῆς παιδείας πάμπαν ἀμύητος· οὔτε γὰρ τόξον καὶ νευρὰν ἐπὶ μαζὸν ἕλκειν ᾔδει οὔτε θυρεῷ σκέπεσθαι· τἆλλα δὲ δεινότατος, λόχους τε ἐφιστᾶν καὶ διὰ παντοίων μη χανημάτων τοὺς πολεμίους ἡττᾶν) οὗτος προσελθὼν τῷ αὐτοκράτορι τὴν τῆς Ἀτταλείας φρουρὰν ἐπιμελῶς ᾐτεῖτο. Γινώσκων οὖν τὸ ποικίλον τῶν αὐτοῦ νοημάτων τε καὶ ἐγχειρήσεων ὁ αὐτοκράτωρ καὶ τὴν συμπαρομαρτοῦσαν αὐτῷ εὐτυχίαν, ἥτις ποτέ ἐστί τε καὶ λέγεται, οὐδὲ γὰρ οἱᾳδήτινι ἐπιβαλών ποτε πράξει διημάρτηκε τοῦ σκοποῦ, πείθεται διὰ ταῦτα καὶ δυνάμεις ἀποχρώσας αὐτῷ δίδωσι, πολλὰ ὑποθέμενος καὶ ἐντειλάμενος ἐν πᾶσι νουνεχεῖς τὰς ἐπιχειρήσεις ποιεῖσθαι. 14.1.4 Ὁ δὲ καταλαβὼν τὴν Ἄβυδον αὐτίκα τὸν ἀναμεταξὺ διαπλῳσόμενος πορθμὸν καταλαμ βάνει τὸ Ἀτραμύτιον. Πόλις δὲ πρῴην μὲν ἦν πολυανθρω ποτάτη· ὁπηνίκα δὲ ὁ Τζαχᾶς τὰ κατὰ τὴν Σμύρνην ἐλῄζετο, καὶ αὐτὴν παντελῶς ἐριπώσας ἠφάνισε. Τὸν γοῦν παντελῆ ἀφανισμὸν τῆς τοιαύτης θεασάμενος πόλεως, ὡς δοκεῖν μηδὲ ἄνθρωπον κατοικῆσαί ποτε ἐν αὐτῇ, παραχρῆμα ἀνῳκοδόμησέ τε καὶ εἰς τὸ πρότερον ἀποκα τέστησε σχῆμα, τούς τε ἐποίκους ἁπανταχόθεν ἀνεκαλέ σατο ὁπόσοι τέως τῶν αὐτοχθόνων ἐσῴζοντο, καὶ ἐξ ἀλλοδαπῶν πολλοὺς μεταπεμψάμενος ἐνῴκισέ τε καὶ τὸν πρότερον ἀποδεδώκει κόσμον. Πυθόμενος δὲ περὶ τῶν Τούρκων καὶ μεμαθηκὼς κατὰ τὴν Λάμπην τούτους τῷ τότε ἐνδιατρίβειν, ἀπόμοιραν τῶν ὑπ' αὐτὸν δυνάμεων ἀποδιελόμενος, ἐξέπεμψε κατ' αὐτῶν. Οἳ καὶ καταλαβόντες αὐτοὺς καὶ πόλεμον καρτερὸν μετ' αὐτῶν συνά ψαντες τὴν νικῶσαν εἶχον παραυτίκα· ἀπηνῶς δὲ τοῖς Τούρκοις τοσοῦτον ἐχρήσαντο ὡς καὶ τὰ νεογνὰ τούτων εἰς λέβητας ἐμβαλεῖν καχλάζοντας. Πολλοὺς δὲ καὶ ἔκτειναν καὶ ζωγρίαν ἄγοντες πρὸς τὸν Εὐμάθιον χαίροντες ἐπανῄεσαν. Οἱ δέ γε καταλειφθέντες Τοῦρκοι μελανδυτήσαντες καὶ τὰς σφῶν συμφορὰς ἐξ αὐτῶν ἀμφίων παριστάναι τοῖς ὁμοφύλοις βουλόμενοι, ἅπασαν τὴν ὑπὸ τῶν Τούρκων κατεχομένην διῄεσαν χώραν γοερὸν ἀνοι μώζοντες καὶ τά σφισιν αὐτοῖς ξυμπεσόντα δεινὰ διηγού μενοι, κἀκ τῶν ἀμφίων ἅπαντας εἰς οἶκτον παρακινοῦντες καὶ πρὸς ἄμυναν ἐρεθίζοντες. 14.1.5 Ὁ δὲ Εὐμάθιος τὴν Φιλαδέλφειαν καταλαβὼν ἔχαιρεν ἐπὶ τῇ εὐτυχίᾳ τοῦ ἐγχειρήματος. Ἀρχισατράπης δέ τις Ἀσὰν τὴν κλῆσιν, ὁ τὴν Καππαδοκίαν κατέχων, τοῖς αὐτόχθοσι καθαπερεὶ ἀργυρωνήτοις χρώμενος, μεμαθηκὼς τὰ τοῖς ἤδη ῥηθεῖσι Τούρκοις ξυμπεσόντα, τὰς οἰκείας δυνάμεις ἀναλαβόμενος καὶ ἑτέρωθεν πολλοὺς μεταπεμψάμενος ὡς ἐς εἴκοσι πρὸς ταῖς τέσσαρσι χιλιάδας παραστῆναι τὸ ὑπ' αὐτὸν στρά τευμα, κατ' αὐτοῦ ἔξεισι. Δεινὸς δὲ ὢν ἀνὴρ ὁ Εὐμάθιος, ὡς εἴρηται, οὐκ ἀμελῶς τὴν Φιλαδέλφειαν ᾤκει οὐδ' ἀνα πεπτώκει εἴσω τῶν ταύτης τειχῶν γεγονώς, ἀλλὰ σκοπούς τε ἁπανταχῆ ἔπεμπε καί, ἵνα μὴ ἀμελοῖεν, αὐτοῖς προσέ πεμπεν ἄλλους καὶ πρὸς ἐγρήγορσιν ἀνηρέθιζεν ὥστε παννύχους ἐγρηγορέναι καὶ τὰς ἀμφόδους καὶ τὰς πεδιά δας περιαθρεῖν. 14.1.6 Τούτων οὖν τις πόρρωθεν τὸ τουρκικὸν θεασάμενος στράτευμα δρομαῖος αὐτῷ προσελθὼν ἀπαγγέλλει. Ὁ δὲ φρενήρης ὢν καὶ ὀξὺς τὸ δέον συνιδεῖν καὶ ἐν ἀσκέπτῳ χρόνῳ πέρας τοῖς λογισμοῖς διδόναι, ἐπεὶ μὴ ἀποχρώσας πρὸς τοσαύτας ἔχειν ἐγνώκει δυνάμεις, παραχρῆμα ἁπάσας τὰς πύλας ταυτησὶ τῆς πόλεως ἀσφαλισθῆναι ἐκέλευε, καὶ μηδένα τὸ παράπαν ἐς τὸ τεῖχος συγχωρεῖσθαι ἀνιέναι μήτε μὴν κραυγάζειν ὅλως μήτε αὐλοὺς ἢ κιθάρας ἠχεῖν· καὶ ἁπλῶς ἐν τοιούτῳ σχήματι τὴν πόλιν κατεστήσατο ὡς πάντη ἀοίκητον δοκεῖν τοῖς διερχομένοις. Ὁ δὲ Ἀσὰν καταλαβὼν τὴν Φιλαδέλφειαν τῷ οἰκείῳ περιζώσας τὰ τείχη στρατεύματι ἐπὶ τρισὶ παρέμεινεν ἡμέραις. Ὡς δὲ οὐδεὶς ἄνωθεν προκύπ των ἐφαίνετο, αἱ δὲ πύλαι τῶν ἐντὸς εἶχον ἀσφάλειαν, ἑλεπόλεις δὲ οὐ παρῆσαν αὐτῷ οὐδὲ πετροβόλα ὄργανα, νομίσας ὀλίγον εἶναι τὸ τοῦ Εὐμαθίου στράτευμα καὶ διὰ τοῦτο μηδὲ ἀποθαρρεῖν τὴν ἐξέλευσιν, πολλὴν ἀσθένειαν καταψηφισάμενος τῶν ἐντὸς ἄλλην ἀτραπὸν ἐτράπετο καταπεφρονηκὼς αὐτοῦ παντάπασι. Δέκα γοῦν χιλιάδας τοῦ ἰδίου στρατεύματος διελὼν κατὰ τοῦ Κελβιανοῦ ἐξα πέστειλεν, ἑτέρας δὲ ... ὡς πρὸς Σμύρνην καὶ τὸ Νύμφαιον, τὰς δέ γε ἐπιλοίπους πρὸς τὰ Χλιαρὰ καὶ τὴν Πέργαμον· ἅπαντας δὲ εἰς προνομὰς ἀποστείλας συνείπετο καὶ αὐτὸς τοῖς πρὸς τὴν Σμύρνην .... ἀπερχομένοις. 14.1.7 Ὁ μέντοι Φιλοκάλης, διαγνοὺς τὸ τοῦ Ἀσὰν ἐπιχείρημα, ἁπάσας τὰς ὑπ' αὐτὸν δυνάμεις κατὰ τῶν Τούρκων ἀπέστειλεν. Οἱ καὶ διώκοντες τοὺς πρὸς τὸ Κελβιανὸν ἀπελθόντας ἀπεριμερίμνως καταλαμβάνουσι καὶ ἐπεισπε σόντες τούτοις αὐγαζούσης ἡμέρας ἀφειδῶς κατέσφαττον· τοὺς δὲ παρ' αὐτῶν κατεχομένους δορυαλώτους ἐρρύσαντο ἅπαντας. Κἄπειτα τοὺς πρὸς τὴν Σμύρνην καὶ τὸ Νύμ φαιον ἀπερχομένους Τούρκους ἐδίωξαν· διεκδραμόντες δὲ καί τινες ἀπό τε τοῦ ἔμπροσθεν μέρους καὶ ἐξ ἑκατέρων κεράτων τὸν κατ' αὐτῶν συγκροτήσαντες πόλεμον κατὰ κράτος ἐνίκησαν. Καὶ πολλοὺς μὲν κτείνουσι, πολλοὺς δὲ καὶ ζωγρίαν ἄγουσιν· οἱ δέ γε καταλειφθέντες ὀλίγοι πάνυ φεύγοντες ταῖς δίναις τοῦ Μαιάνδρου ἐμπεσόντες εὐθὺς ἀπεπνίγησαν. Ποταμὸς δὲ οὗτος περὶ Φρυγίαν, σκολιώτα τος ποταμῶν ἁπάντων καὶ καμπὰς συνεχεῖς ποιούμενος. Θαρρήσαντες δὲ κἀπὶ τῇ δευτέρᾳ νίκῃ τοὺς ἐπιλοίπους ἐδίωκον. Ἀλλ' οὐδὲν αὐτοῖς ἐγένετο πλέον τῶν Τούρκων φθασάντων πορρωτέρω γενέσθαι τούτων. Εἶθ' οὕτως ἐπανῆλθον πρὸς Φιλαδέλφειαν. Ὁ δέ γε Εὐμάθιος, τού τους θεασάμενος καὶ μεμαθηκὼς ὡς ἐκθύμως ἠγωνίσαντο σπεύδοντες μηδένα τῶν χειρῶν αὐτῶν ἐκφυγεῖν, δαψιλῶς αὐτοὺς φιλοτιμησάμενος μεγάλας καὶ ἐς τὸ ἔμπροσθεν ὑπισχνεῖτο τὰς χάριτας.

14.2.1 Μετὰ δὲ τὴν τοῦ Βαϊμούντου τελευτήν, ἐπειδὴ ὁ Ταγγρὲ τῆς Ἀντιοχείας περιεδράξατο καὶ ὡς διαφέρουσαν αὐτῷ ἐλογίζετο παντάπασι τὸν αὐτοκράτορα ταύτης ἀλλοτριῶν, ὁ βασιλεὺς ἐνταῦθα κατανοῶν καὶ τοὺς ἐπὶ τῇ πόλει παρασπονδουμένους ὅρκους τῶν βαρβάρων τουτωνὶ Φράγγων καὶ ὅτι αὐτὸς πολλὰ μὲν ἀνηλώκει χρήματα, πολλὰ δὲ πεπόνθει δεινὰ τά τε μυριοπληθῆ ἐκεῖνα στρατεύματα ἐκ τῆς ἑσπέρας εἰς τὴν Ἀσίαν διαβιβάζων, καίτοι δυστραχηλοτάτοις αὐτοῖς ἐντυγχάνων ἀεὶ καὶ καταπίκροις ἀνδράσι, πολλὰ δὲ ῥωμαϊκὰ στρατεύματα τούτοις συνεκπέμπων κατὰ τῶν Τούρκων, δυεῖν ἕνεκα, τοῦτο μὲν ἵνα μὴ τουρκικῆς μαχαίρας παρανάλωμα γένοιντο (ἐκήδετο γὰρ αὐτῶν ὡς Χριστιανῶν), τοῦτο δ' ὅπως καὶ ὑφ' ἡμῶν συγκροτούμενοι τὰς <μὲν> πόλεις τῶν Ἰσμαηλιτῶν ὀλοθρεύοιεν, τὰς δὲ καὶ ὑποσπόνδους τοῖς βασιλεῦσι Ῥωμαίων διδοῖεν κἀκ τούτου τὰ σχοινίσματα τῶν Ῥωμαίων πλατύνοιντο, ἀπήντησε δὲ οὐδὲν ὄφελος ἀπὸ τῶν τοσούτων καμάτων καὶ πόνων καὶ δωρεῶν τῇ Ῥωμαίων ἡγεμονίᾳ, ἀλλὰ τῆς τε Ἀντιόχου πόλεως ἀπρὶξ εἴχοντο τῶν τε ἄλλων πολισμάτων ἡμῖν οὐ μετεδίδοσαν, φέρειν οὐκ εἶχεν οὐδ' ὅλως ἠνείχετο μὴ οὐχὶ ἀντιδρᾶσαι τὰ χείρω καὶ τῆς τοιαύτης ἀπανθρωπίας αὐτοὺς ἀμύνασθαι. 14.2.2 Τὸ γὰρ ἐκείνου μὲν εἶναι τὰς ἀμυθήτους ἐκείνας δωρεὰς καὶ τοῦ χρυσοῦ τοὺς θημῶνας καὶ τὴν ἀνυπέρβλητον ὑπὲρ αὐτῶν φροντίδα καὶ τῶν παρ' αὐτοῦ συνεργῶν αὐτοῖς πεμφθέντων στρατευμάτων τὰ πλήθη, τὴν δὲ βασιλείαν Ῥωμαίων μηδὲν ἐντεῦθεν ἀπόνασθαι, τοὺς δὲ Φράγγους λογίζεσθαι τὸ ἐκνίκημα ἴδιον τὰς πρὸς αὐτὸν συνθήκας καὶ τοὺς ὅρκους ἀθετήσαντας καὶ παρ' οὐδὲν λογισαμένους, διεσπάραττεν αὐτοῦ τὴν ψυχὴν καὶ οὐκ εἶχεν ὅπως ἐνέγκοι τὴν ὕβριν. 14.2.3 Ἔνθεν τοι καὶ διαπρεσβεύεται πρὸς τὸν Ἀντιοχείας ἄρχοντα Ταγγρέ, διεγκαλῶν αὐτῷ τὴν ἀδικίαν καὶ τὴν τῶν ὅρκων παράβασιν καὶ ὡς οὐκ ἂν ἀνάσχοιτο μέχρι τέλους καταφρονούμενος, ἀλλὰ μετελεύσεται τοῦτον καὶ τῆς εἰς Ῥωμαίους ἀχαριστίας. Δεινὸν γὰρ ἂν εἴη καὶ πέρα δεινῶν, εἰ χρήματα μὲν ἀνηλώκει καὶ πλείω παντὸς ἀριθμοῦ, δυνάμεις δὲ συνεξαπέστειλε τὰς περιφανεστέρας τῶν ῥωμαϊκῶν συνταγμάτων ἕνεκα Συρίας ἁπάσης καὶ τῆς Ἀντιοχείας αὐτῆς, σπεύδων ὅλῃ χειρὶ καὶ γνώμῃ τὰ ὅρια πλατῦναι τῆς Ῥωμαίων ἀρχῆς, ὁ δὲ Ταγγρὲ κατατρυφῴη τῶν ἐκείνου καὶ χρημάτων καὶ πόνων. 14.2.4 Ταῦτα διαπρεσβευσαμένου τοῦ αὐτοκράτορος, ὁ ἐμμανὴς ἐκεῖνος καὶ θεοπλὴξ βάρβαρος, οὐδ' ἄκροις ὠσὶν ἀνασχόμενος τῆς τε ἀληθείας τῶν λόγων καὶ τῆς παρρησίας τῶν πρέσβεων, εὐθὺς τὰ τοῦ γένους ἐποίει καὶ ὑπ' ἀλαζονείας ὀγκούμενος ὑπεράνω τῶν ἄστρων θήσειν τὸν θρόνον ἠλαζονεύετο καὶ τοῦ δόρατος τῇ ἀκμῇ διατετραίνειν ἠπείλει τὰ τείχη τὰ Βαβυλώνια ἔλεγέ τε διαρρήδην καὶ ἐξετραγῴδει τὴν δύναμιν, ὡς ἀπτόητός ἐστι καὶ ἀκατάσχετος τὴν ὁρμήν, καὶ οὐδ' ἄν, εἴ τι γένοιτο, μεθήσειν τὴν Ἀντιόχειαν διισχυρίζετο, κἂν ἐμπύρους φέροιεν χεῖρας οἱ μέλλοντες πρὸς αὐτὸν ἀντι μάχεσθαι· καὶ ἑαυτὸν μὲν εἶναι τὸν Νίνον τὸν μέγαν τὸν Ἀσσύριον καὶ ὥσπερ τινὰ γίγαντα μέγαν καὶ ἀνυπόστατον καὶ ἄχθος ἀρούρης ἑστῶτα τῇ γῇ, τοὺς δὲ Ῥωμαίους ξύμπαντας μύρμηκας ἐλογίζετο καὶ τῶν ζῴων τὰ ἀσθενέστατα. 14.2.5 Ἐκεῖθεν δὲ τῶν πρέσβεων ἐπανελθόντων καὶ τὴν τοῦ Κελτοῦ ἀπόνοιαν διηγησαμένων, πλήρης ὁ βασιλεὺς ἐγεγόνει θυμοῦ καὶ οὐκέτι καθεκτὸς ἦν, ἀλλ' ἤθελε παραχρῆμα τὴν Ἀντιόχου ἀναζητεῖν. Συναγαγὼν οὖν τοὺς ἐλλογιμωτάτους τοῦ στρατιωτικοῦ καταλόγου καὶ ἅπαντας τοὺς τῆς συγκλήτου βουλῆς βουλὴν ἐξ ἁπάντων ᾐτεῖτο. Ἅπαντες δὲ τηνικαῦτα ἀνένευον πρὸς τὴν κατὰ τοῦ Ταγγρὲ τοῦ αὐτοκράτορος ἀπέλευσιν, δέον λέγοντες πρότερον τοὺς ἄλλους ὑποποιήσασθαι κόμητας τοὺς κατὰ τὰς παρακειμένας τῇ Ἀντιόχου πόλει ἐξουσιάζοντας καὶ αὐτὸν δὴ τὸν ῥῆγα Ἱεροσολύμων Βαλδουῖνον καὶ τὰς τούτων γνώμας πειρᾶσαι, εἰ συνεπαρῆξαι ἀπελθόντι αὐτῷ βούλοιντο κατὰ τῆς Ἀντιόχου, καὶ εἰ μὲν γνοίη τούτους κατὰ τοῦ Ταγγρὲ ἔχοντας, τότε ἀποθαρρῆσαι τὴν κατ' αὐτοῦ ἔλευσιν, εἰ δὲ μή, ἄλλως μετελθεῖν τὰ κατὰ τὴν Ἀντιόχου. 14.2.6 Ὁ δὲ αὐτοκράτωρ τὴν βουλὴν ταύτην ἐπαινέσας, αὐτίκα μεταπεμψάμενος Μανουὴλ τὸν Βουτουμίτην καί τινα ἕτερον τῆς λατινικῆς εἰδήμονα διαλέκτου, πρὸς τοὺς κόμητας καὶ τὸν ῥῆγα Ἱεροσολύμων ἐξέπεμψε πολλὰ τούτοις ὑποθέμενος, περὶ ὧν αὐτοῖς τε χρὴ ὁμιλῆσαι καὶ αὐτῷ δὴ τῷ ῥηγὶ Ἱεροσολύμων Βαλδουίνῳ. Ἐπεὶ δὲ καὶ χρεία χρημάτων ἀποστολῆς πρὸς αὐτοὺς ἀπαραίτητος ἦν διὰ τὸ τῶν Λατίνων ἐρα σιχρήματον, προστάγματα πρὸς τὸν τηνικαῦτα δοῦκα Κύπρου Εὐμάθιον τὸν Φιλοκάλην ἐνεχείρισε τῷ Βουτουμίτῃ διαλαμβάνοντα, ὅπως καὶ πλοῖα δοίη τούτοις ὁπόσων ἐν χρείᾳ γένοιντο· ἅμα δὲ παρεκελεύετο τούτῳ καὶ χρήματα πολλὰ καὶ παντοδαπὰ καὶ ἀπὸ πάσης ἰδέας καὶ εἰκονίσματος παντοδαπῶν ποιοτήτων εἰς τὰς πρὸς τοὺς κόμητας δόσεις. Ἐπέσκηψε δὲ τοῖς ἤδη ῥηθεῖσι καὶ μᾶλλον Μανουὴλ τῷ Βουτουμίτῃ, ὡς ἂν τὰ μὲν χρήματα ἀναλαβόμενοι ἀπὸ τοῦ Φιλοκάλου εἰς Τρίπολιν προσορμίσωσι τὰς ἰδίας ναῦς καὶ θεασάμενοι Πελκτράνον κόμητα τὸν υἱὸν τοῦ Ἰσαγγέλη, περὶ οὗ ἐν πολλοῖς ὁ λόγος ἐμνήσθη, ἀναμνήσωσι τῆς τοῦ πατρὸς αὐτοῦ πίστεως ἣν πρὸς τὸν αὐτοκράτορα ἐτήρησεν, ἅμα δὲ καὶ τὰς βασιλικὰς ἐγχειρίσωσιν αὐτῷ γραφὰς καὶ ἐξείποιεν πρὸς αὐτὸν ὡς· «Οὐ χρή σε δεύτερον τοῦ ἰδίου πατρὸς ὀφθῆναι, ἀλλ' ὁμοίαν καὶ αὐτὸν τὴν πρὸς ἡμᾶς διατηρῆσαι πίστιν. Ἐμὲ δὲ ἴσθι καταλαμβάνειν ἤδη τὴν Ἀντιόχειαν ἑαυτὸν ἐκδικήσοντα εἰς τὸν μήτε εἰς Θεὸν μήτε εἰς ἐμὲ τοὺς φρικτοὺς ἐκείνους τηρήσαντα ὅρκους. Σὺ δὲ πρὸς τῷ μηδαμῶς αὐτῷ ἐπαρῆξαι σπεῦσον καὶ τοὺς κόμητας πρὸς τὴν ἡμετέραν πίστιν ἐφελκύσασθαι, ὡς μὴ διὰ οἱουδήτινος τρόπου ἀντιλήψεσθαι τοῦ Ταγγρέ.» 14.2.7 Καταλαμβάνουσι τοιγαροῦν τὴν Κύπρον καὶ ἀναλαβόμενοι ἐκεῖθεν τὰ χρήματα καὶ ὁπόσας ἤθελον νῆας εὐθὺ Τριπόλεως πλέουσι. Προσορμίσαντες δὲ εἰς τὸν αὐτῆς λιμένα τὰς ναῦς καὶ τῶν νηῶν ἀποβεβηκότες, ἐντυγχάνουσι τῷ Πελκτράνῳ καὶ ἀπεστομάτισαν ὁπόσα πρὸς τοῦ βασιλέως παρηγγέλθησαν. Ὡς δὲ τοῦτον ἐπιρρεπῆ τε καὶ ἕτοιμον πρὸς πᾶν θέλημα τοῦ αὐτοκράτορος ἑώρων καὶ θάνατον ὑπὲρ αὐτοῦ προθύμως ἑλέσθαι, εἰ καὶ τούτου δεήσει, ἐπαγγελλόμενον ναὶ μὴν καὶ εἰς προσκύνησιν αὐτοῦ ἐληλυθέναι, ἐπειδὰν ἐν τοῖς μέρεσι τῆς Ἀντιόχου ἀφίκηται, μετὰ τῆς αὐτοῦ γνώμης ἅπερ ἐπεφέροντο χρήματα εἰς τὴν ἐπισκοπὴν Τριπόλεως ἐναπέθεντο κατὰ τὰς τοῦ αὐτοκράτορος ὑποθήκας. Ἐδεδίει γὰρ μὴ ἐπεφερομένους αὐτοὺς τὰ χρήματα οἱ κόμητες διαγνόντες αὐτὰ μὲν ἀναλάβωνται, τοὺς δὲ κενοὺς ἀποπέμψαιεν, τοῖς δὲ χρήμασιν ὑπὲρ ἑαυτῶν καὶ τοῦ Ταγγρὲ χρήσαιντο. Δέον οὖν ἐλογίσατο κενοὺς ἀπελθόντας πρότερον τὴν αὐτῶν ἐκπειρᾶσαι γνώμην ἀπαγγείλαντας ἅμα καὶ ὅσα παρὰ τοῦ αὐτοκράτορος ἐμηνύθη αὐτοῖς, καὶ τὴν τῶν χρημάτων δόσιν ὑποσχέσθαι καὶ ὅρκον ἐξ αὐτῶν ἀπαιτῆσαι, εἴ που τέως τοῖς τοῦ αὐτοκράτορος θελήμασιν ὑπεῖξαι βούλοιντο, κᾆθ' οὕτως τὰ χρήματα αὐτοῦς ἐγχειρίσαι. Οἱ μὲν οὖν ἀμφὶ τὸν Βουτουμίτην ταῦτα εἰς τὴν ἐπισκοπὴν Τριπόλεως ἐνα πέθεντο, καθά γε καὶ εἴρηται. 14.2.8 Ὁ δὲ Βαλδουῖνος, μεμαθηκὼς περὶ τῆς τουτωνὶ τῶν πρέσβεων εἰς Τρίπολιν ἀφίξεως, τηνικαῦτα Σιμοῦντον τὸν ἴδιον ἐξάδελφον ἐφέσει χρημάτων προαρπάζων τὴν τούτων ἔλευσιν πέπομφε μετακαλούμενος αὐτούς. Οἱ δὲ τὰ χρήματα αὐτοῦ που καταλιπόντες μετὰ τῆς τοῦ Πελκτράνου γνώμης εἵποντο τῷ ἀποσταλέντι ἐξ Ἱεροσολύμων Σιμούντῳ καὶ καταλαμβάνουσι τὸν Βαλδουῖνον πολιορκοῦντα τὴν Τύρον. Ὁ δὲ ἄσμενος αὐτοὺς ὑποδεξάμενος καὶ παντοίας φιλοφροσύνης ἀξιώσας, ἐπεὶ κατὰ τὴν ἀπόκρεω τοῦτον κατέλαβον, κατεῖχεν αὐτοὺς δι' ὅλης τῆς τεσσαρακοστῆς πολιορκῶν τὴν Τύρον, ὡς εἴρηται. Ἐπεφρούρητο δὲ ἡ πόλις καὶ ἄλλοις μὲν ἀρραγέσι τείχεσι καὶ δὴ καὶ τρισὶ προτειχίσμασι κύκλῳ ταύτην περιλαμβάνουσιν· ὁ μὲν γὰρ ἐξώτατος κύκλος περιεῖχε τὸν δεύτερον, οὗτος δὲ τὸν ἐνδοτάτω καὶ τρίτον. Καὶ ἦσαν καθάπερ τινὲς κύκλοι ἀλλήλους περιλαμβάνοντες καὶ περιζωννύντες τὴν πόλιν. 14.2.9 Ἀλλ' ὅ γε Βαλδουῖνος ἔγνω πρότερον τὰ προτειχίσματα ταῦτα καταβαλεῖν, εἶθ' οὕτω τὴν πόλιν ἑλεῖν· οἷα γάρ τινα θωράκια τῆς Τύρου προβεβλημένα τὴν πολιορκίαν ἀπεῖργον. Ὁ δὲ διά τινων μηχανημάτων πορθητικῶν τήν τε πρώτην καὶ δευτέραν ζώνην καθεῖλε καὶ τῆς τρίτης ἀπεπειρᾶτο. Καὶ δὴ τὰς ἐπάλξεις αὐτῆς καθελὼν ἐς τὸ ἐφεξῆς ἐρρᾳθύμηκεν. Εἷλε γὰρ ἂν καὶ ταύτην, εἴπερ ἐπέσπευσεν. Ἀλλὰ διά τινων κλιμάκων οἰόμενος μετὰ ταῦτα ἐπιβῆναι τῆς πόλεως καὶ ὡς ἤδη ταύτην ἔχων εἰς χεῖρας πρὸς τὴν πολιορκίαν ἀνέπεσεν. Ὅπερ τοῖς Σαρακηνοῖς σωτηρίαν προὐξένησε· καὶ ὁ μὲν τῆς νίκης τυγχάνων ἐγγύθεν ἐξεκρούσθη παρὰ πολύ, αὐτοὶ δὲ ἐντὸς ἀρκύων τυγχάνοντες τῶν βρόχων ἀφήλλοντο. Ὁ γὰρ μεταξὺ τῆς ἀμελείας τοῦ Βαλδουίνου χρόνος αὐτοῖς εἰς ἐπιμέλειαν γέγονεν ἀναπνεύσασι. 14.2.10 Πανουργεύονται δέ τι καὶ τοιοῦτον. Τῷ μὲν δοκεῖν πρὸς εἰρηνικὰς σπονδὰς ἀφορῶσι καὶ διαπέμπονται πρὸς αὐτὸν τὴν εἰρήνην, ταῖς δὲ ἀληθείαις, ἐν ᾧ τὰ τῆς εἰρήνης ἐπραγματεύοντο, εἰς ἄμυναν ηὐτρεπίζοντο ἐκεῖνον μὲν μετέωρον ταῖς ἐλπίσι ποιοῦντες, αὐτοὶ δὲ μηχανάς τινας συρράπτοντες κατ' αὐτοῦ. Ἑωρακότες γὰρ ἀσχολίαν πολλὴν τοῦ πολέμου καὶ ἀναπεπτωκότας τοὺς ἔξωθεν στρατιώτας, ἐν νυκτὶ μιᾷ πολλοὺς ἀμφορεῖς ὀστρακίνους ἐμπλήσαντες ὑγρᾶς πίττης ῥίπτουσι κατὰ τῶν ἐφισταμένων τῇ πόλει μηχανημάτων. Ὧν ἐξ ἀνάγκης καταθραυσθέντων περιεκέχυτο τὸ τοιοῦτον ὑγρὸν τοῖς ξύλοις. Οἷς ἐπερρίπτουν δᾷδας ἡμμένας, εἶτ' αὖθις ἑτέρους ἀμφορεῖς φέροντας ἔνδον πολλὴν τὴν νάφθαν, ἣ ἐπιδραξαμένη τοῦ πυρὸς εὐθύς τε εἰς ἀέριον μετέβαλε φλόγα καὶ τὰς μηχανὰς αὐτῶν ἀπετέφρωσεν. Ἅμα τε γὰρ ἡμέρα διέλαμπε καὶ τὸ πῦρ συνεξέλαμπεν ἀπὸ τῶν ξυλίνων χελωνῶν εἰς αἰθέρα πυργούμενον. 14.2.11 Καὶ οἱ μὲν περὶ τὸν Βαλδουῖνον τὰ τῆς ῥᾳθυμίας εἶχον ἐπίχειρα οἷς ἠμέλουν μεταμελόμενοι· ὁ γὰρ καπνὸς αὐτοὺς καὶ τὸ πῦρ τὸ γεγονὸς ἀνεδίδασκεν. Ἑάλωσαν δὲ καί τινες τῶν περὶ τὰς χελώνας ὄντων, ἓξ στρατιῶται τὸν ἀριθμόν, οὓς ὁ Τύριος ἐκεῖνος θεασάμενος ἀρχηγὸς καὶ τὰς κεφαλὰς ἀποκόψας διὰ πετροβόλων ὀργάνων τῷ στρα τεύματι τοῦ Βαλδουίνου ἀπεσφενδόνησε. Ταῦτα θεασάμενοι τὸ στράτευμα πᾶν καὶ τὸ πῦρ καὶ τὰς κεφαλάς, μετ' ἐκπλήξεως ἔφευγον τοῖς ἵπποις ἐποχηθέντες ὥσπερ ὑπὸ τῶν κεφαλῶν ἐκείνων ἐκδειματούμενοι, καίτοι τοῦ Βαλδουίνου πανταχόθεν ἐξιππαζομένου καὶ ἀνακαλουμένου τοὺς φεύγοντας καὶ παντοίως παραθαρρύνοντος. Ἀλλὰ γὰρ ᾖδε παρὰ κωφοῖς· ἐκεῖνοι γὰρ καθάπαξ ἐκδεδωκότες ἑαυτοὺς εἰς φυγὴν ἀκατασχέτως εἴχοντο τοῦ δρόμου καὶ πτηνοῦ παντὸς ἐφαίνοντο ταχινώτεροι. Καὶ τέλος τοῦ δρόμου τούτοις τὸ φρούριον Ἄκε ἐγχωρίως καλούμενον· ἐκεῖνο γὰρ ἐγεγόνει τοῖς δειλοῖς δρομεῦσιν ἐκείνοις κρησφύγετον. Ἀπειπάμενος δ' οὖν καὶ ὁ Βαλδουῖνος καὶ τοῖς ὅλοις ἐξαπορήσας καὶ ἄκων τοῖς φεύγουσιν εἵπετο καὶ πρὸς τὴν εἰρημένην πόλιν καὶ οὗτος ἀπεδραπέτευσεν. 14.2.12 Ὁ δέ γε Βουτουμίτης εἰσελθὼν εἰς τὰς Κυπρίους τριήρεις (δυοκαίδεκα δὲ ἦσαν αἱ πᾶσαι) καὶ παραπλέων τὰς ἀκτὰς τῆς πρὸς τὸ Ἄκε φερούσης, κεῖθι τὸν Βαλδουῖνον καταλαμβάνει καὶ ἅπαντα τηνικαῦτα ἀπήγγειλεν, ὁπόσα ὁ αὐτοκράτωρ πρὸς αὐτὸν ἀπαγγεῖλαι παρεκελεύσατο· προσεπιβαλὼν δὲ τοῖς λόγοις καὶ τὸν βασιλέα μέχρι Σελευκείας ἐφθακέναι ἔλεγε. Τὸ δὲ ἄρα ἀληθὲς μὲν οὐκ ἦν, ἀλλά τις οἰκονομία ἵν' οὕτω καταπλήξῃ τὸν βάρβαρον καὶ ταχὺ ἀπολύσῃ ἐκεῖθεν αὐτόν. Ἀλλὰ τὸ δρᾶμα τὸν Βαλδουῖνον οὐκ ἔλαθε, καὶ πολλὰ τοῦτον ὡς ψευσάμενον κατεμέμψατο. Προέφθη γὰρ παρά του τὰ κατὰ τὸν αὐτοκράτορα μεμαθηκέναι ὡς εἰς τὸν μακρὸν ἐξεληλύθει αἰγιαλόν, ὡς τὰς λῃζομένας παρὰ τὴν θάλασσαν κατέσχε λῃστρικὰς ναῦς, ὡς νοσήσας ἐκεῖθεν ὑπεχώρησε, καθά γε δὴ σαφέστερον ὁ λόγος κατωτέρω δηλώσειε. Ταῦτα τῷ Βουτουμίτῃ ὁ Βαλδουῖνος ἀντειρηκὼς καὶ ὡς ψευσάμενον ὑπὸ μέμψιν ἀγαγὼν ἔφη· «Μετ' ἐμοῦ χρὴ μέχρι τοῦ ἁγίου τάφου ἐληλυθέναι κἀκεῖθεν τὰ ἡμῖν συνδόξαντα μετὰ πρέσβεων ἐμῶν δηλωθήσεται τῷ αὐτοκράτορι». 14.2.13 Ἅμα γοῦν τῷ τὴν ἁγίαν πόλιν καταλαβεῖν ἐπεζήτει ἐξ αὐτῶν τὰ παρὰ τοῦ βασιλέως ἀποσταλέντα οἱ χρήματα. Ὁ δὲ Βουτουμίτης· «Εἴπερ βοηθήσειν κατὰ τοῦ Ταγγρὲ τῷ αὐτοκράτορι αὐτοὶ ἐπαγγέλλεσθε, τὸν ὅρκον ὃν ἐν τῷ διέρχεσθαι πρὸς αὐτὸν ἐποιήσατε φυλάττοντες, καὶ τὰ πρὸς ὑμᾶς ἀποσταλέντα τηνικαῦτα λήψεσθε χρήματα». Ὁ δὲ τὰ μὲν χρήματα λαβεῖν ἤθελε, βοηθεῖν δὲ μὴ τῷ βασιλεῖ προθυμούμενος, ἀλλὰ τῷ Ταγγρέ, μὴ λαμβάνων τὰ χρήματα ἠνιᾶτο. Τοιοῦτον γὰρ τὸ βάρβαρον ἅπαν ἦθος· πρὸς μὲν τὰς δωρεὰς κέχηνε καὶ τὰ χρήματα, πράττειν δὲ ὑπὲρ ὧν τὰ χρήματα δίδοται ἥκιστα βούλεται. Γραφὰς οὖν ψιλὰς ἐγχειρίσας αὐτῷ ἀπέλυσεν. Ἐντετυχηκότες δὲ οἱ πρέσβεις καὶ τῷ κόμητι Ἰατζουλίνῳ, κατὰ τὴν ἀναστάσιμον τοῦ Σωτῆρος ἡμέραν εἰς προσκύνησιν τοῦ ἁγίου τάφου ἐλη λυθότι, καὶ αὐτῷ τὰ εἰκότα ὁμιλήσαντες, ἐπεὶ σύμφωνα τῷ Βαλδουίνῳ καὶ αὐτὸν λέγοντα ἑώρων, ἄπρακτοι ἐκεῖθεν ὑποχωρήσαντες. 14.2.14 Καὶ μὴ ἐν τοῖς ζῶσι τῷ Πελκτράνῳ ἐντυχόντες, ἐπεζήτουν τὰ κατατεθέντα παρ' αὐτῶν εἰς τὴν ἐπισκοπὴν χρήματα. Ὁ δὲ υἱὸς ἐκείνου καὶ ὁ Τριπόλεως ἐπίσκοπος ἀνεβάλλοντο τέως τὴν τῶν χρημάτων παροχήν. Οἱ δὲ μετὰ ἀπειλῆς αὐτοῖς ἔλεγον· «Εἰ μὴ τὰ χρήματα ἡμῖν ἀποδοίητε, οὐκ ἐστὲ ἀληθεῖς δοῦλοι τοῦ βασιλέως οὔτε τὴν εἰς αὐτὸν πίστιν φαίνεσθε ἔχοντες καθὼς ὅ τε Πελκτράνος καὶ ὁ τούτου πατὴρ Ἰσαγγέλης. Λοιπὸν οὐδὲ τὴν ἀπὸ Κύπρου δαψιλῆ τῶν χρειωδῶν ἀρδείαν τοῦ λοιποῦ ἕξετε, οὔτε μὴν ἐπαρήγοντα ὑμῖν τὸν δοῦκα Κύπρου, κἀντεῦθεν λιμοῦ παρανάλωμα γενήσεσθε». Ὡς δὲ πάντα κάλων κινοῦντες πῆ μὲν διὰ μειλιχίων λόγων, πῆ δὲ δι' ἀπειλῶν πειρώμενοι τὰ χρήματα ἀναλαβέσθαι οὐκ ἔπειθον, δεῖν ἐλογίσαντο τὸν υἱὸν τοῦ Πελκτράνου εἰς σώαν πίστιν ὁρκίσαι τοῦ αὐτοκράτορος καὶ οὕτω τὴν πρὸς τὸν πατέρα αὐτοῦ ἀποσταλεῖσαν μόνην ἐπιδοῦναι αὐτῷ δωρεὰν ἀπό τε χαράγματος χρυσοῦ καὶ ἀργύρου καὶ πέπλων παντοίων. Ὁ δὲ λαβὼν ταῦτα εἰς σώαν πίστιν ὀμωμόκει τοῦ αὐτοκράτορος. Τὰ δέ γε λοιπὰ χρήματα ἀποκομίσαντες πρὸς τὸν Εὐμάθιον δι' αὐτῶν ἐξωνήσαντο ἵππους τῶν εὐγενῶν ἀπό τε Δαμάσκου καὶ Ἐδέσης καὶ αὐτῆς Ἀραβίας. Ἐκεῖθεν δὲ τό τε Συριακὸν πέλαγος καὶ τὸν Παμφύλιον παραμείψαντες κόλπον, τὸν πλοῦν τε παρῃτήσαντο καὶ τὴν ἤπειρον ἀσφαλεστέραν τῆς θαλάττης ἡγησάμενοι πρὸς τὴν Χερρόνησον ἀφορῶσι τὸν αὐτοκράτορα ἔχουσαν καί, τὸν Ἑλλήσποντον διαβεβηκότες, τὸν βασιλέα καταλαμβά νουσιν.

14.3.1 Ἐπεὶ γὰρ ἀλλεπάλληλοι τούτῳ αἱ φροντίδες νιφε τοῦ δίκην ἐπήρχοντο, ἀπὸ μὲν τῆς θαλάσσης διὰ στόλου εὐτρεπιζομένων τῶν ἡγεμόνων Πίσσης τε καὶ Γενούας καὶ Λογγιβαρδίας τὰ παρὰ θάλατταν ἅπαντα δῃώσασθαι, κἀκ τῆς ἠπείρου αὖθις ἐξ ἑῴας τοῦ Ἀμὴρ Σαϊσὰν καταλαμβά νοντος ἤδη κατὰ τῆς Φιλαδελφείας καὶ τῶν παραλίων μερῶν, δεῖν καὶ αὐτὸς ἐξεληλυθέναι τῆς βασιλευούσης ἔγνω κἀκεῖθεν παραγενέσθαι, οὗ δυνατὸν καὶ κατ' ἄμφω τὰ μέρη μάχεσθαι. Καταλαμβάνει τοίνυν τὴν Χερρόνησον, εἶτα ἁπανταχόθεν ἀνακαλεσάμενος τὰς δυνάμεις ἀπό τε ξηρᾶς καὶ θαλάττης καὶ ἀποδιελὼν ἱκανὸν στράτευμα διὰ τοῦ Σκαμάνδρου μέχρις Ἀτραμυτίου καὶ αὐτοῦ δὴ τοῦ Θρακησίου κατατίθησιν. Εἶχε μὲν τηνικαῦτα στρατηγὸν ἡ Φιλαδέλφεια Κωνσταντῖνον τὸν Γαβρᾶν καὶ λαὸν ἀποχρῶντα πρὸς τὴν ταύτης φρουράν, τὸν δὲ μιξοβάρβαρον Μοναστρᾶν, οὗπερ ἐν πολλοῖς ὁ λόγος ἐμέμνητο, ἡ Πέργαμος καὶ τὰ Χλιαρὰ καὶ τούτοις παρακείμενα πολίχνια, καὶ αἱ παρὰ θάλατταν ἕτεραι πόλεις ἄλλους τόλμῃ καὶ πείρᾳ στρατηγικῇ διαφέροντας. Πολλὴν δὲ τὴν πρὸς αὐτοὺς παραγγελίαν ὁ αὐτοκράτωρ ἐποιήσατο ἐγρηγορέναι διὰ παντὸς καὶ σκοποὺς ἁπανταχόθεν ἐκπέμπειν τοὺς τὰς τῶν βαρβάρων ἐπιτηροῦντας διεκδρομὰς καὶ ἀπαγγέλλοντας αὐτοῖς καθ' ὥραν. 14.3.2 Οὕτω μὲν οὖν τὰ κατὰ τὴν Ἀσίαν ἀσφαλισάμενος πρὸς τοὺς θαλαττίους ἀπεῖδε πολέμους, τοῖς ναυτικοῖς ἐντειλάμενος, τοὺς μὲν τοῖς λιμέσι Μαδύ του καὶ Κοίλων προσορμίσαι καὶ τὸν ἀναμεταξὺ πορθμὸν ἀνυστάκτως φυλάττειν ἐκδρομάς τινας ποιουμένους διὰ δρομάδων κούφων νηῶν καὶ τὰς τῆς θαλάττης κελεύθους ἀνυστάκτως ἐπιτηρεῖν τὸν φραγγικὸν ἀπεκδεχομένους στόλον, τοὺς δὲ τὰς νήσους παραπλέοντας φρουρεῖν μηδὲ τὰ κατὰ τὴν Πελοπόννησον παριδόντας, ἀλλὰ καὶ ταύτης ἀποχρῶσαν ποιεῖσθαι φυλακήν. Ἐπεὶ δὲ βραδύνειν ἐν ἐκείνοις τοῖς μέρεσιν ἐβούλετο, ἐν ἐπικαίρῳ τόπῳ σχεδιά σας οἰκήματά τινα αὐτοῦ που τὴν παραχειμασίαν ἐποιεῖτο. 14.3.3 Ὡς δὲ ὁ ἀπὸ Λογγιβαρδίας εὐτρεπισθεὶς στόλος καὶ τῶν λοιπῶν μερῶν λύσας τὰ πρυμνήσια τὸν ἀπόπλουν ἐπεποίητο, ἀποδιελόμενος ὁ τούτων ἀρχηγὸς πέντε διήρεις ἀπέστειλεν, ἐφ' ᾧ κατασχεῖν τινας καὶ τὰ περὶ τοῦ βασι λέως καταμαθεῖν. Ὡς δὲ τὴν Ἄβυδον κατέλαβον ἤδη, μίαν τούτων πρὸς τὸν πέμψαντα συνέβη ἐπανιέναι τῶν λοιπῶν κατασχεθεισῶν σὺν αὐτοῖς ἐρέταις. Δι' ἧς οἱ ἀρχηγοὶ τῶν ἤδη ῥηθέντων στόλων τὰ κατὰ τὸν αὐτοκράτορα μεμαθη κότες καὶ ὅτι τά τε κατὰ τὴν θάλασσαν καὶ τὴν ἤπειρον ἀκριβῶς ἐξασφαλισάμενος, κατὰ τὴν Χερρόνησον τὴν παραχειμασίαν ποιεῖται ἐφ' ᾧ πάντας παραθαρρύνειν, ἐπεὶ πρὸς τὰ τοῦ αὐτοκράτορος μηχανήματα οὐχ οἷοί τε ἦσαν ἀπομάχεσθαι, τοὺς οἴακας μεταχειρισάμενοι ἄλλην ἐτράποντο. 14.3.4 Εἷς δέ τις Κελτὸς τῶν ἀμφὶ τοὺς τοιού τους ἀρχηγούς, τὴν ἰδίαν ἀφελόμενος νῆα μονήρη ὠκυτά την οὖσαν, πρὸς τὸν Βαλδουῖνον ἀπῄει καὶ τὴν Τύρον πολιορκοῦντα τοῦτον εὑρὼν ἅπαντα, καθὼς ὁ λόγος φθά σας ἐδήλωσε, τὰ κατὰ τὸν αὐτοκράτορα διηγήσατο, μετὰ γνώμης οἶμαι τῶν ἀρχηγῶν ἐκείνων ἀπελθών, καὶ ὅπως τὰς κατασκόπους δρομάδας ναῦς ὁ ῥωμαϊκὸς φθάσας κατέσχε στόλος, καθά γε καὶ εἴρηται. Ἀλλὰ δὴ καὶ τοῦτο ἀνερυθριάστως ἀνωμολόγει ὅτιπερ οἱ ἡγεμόνες τοῦ κελτικοῦ στόλου, οὕτω παρασκευασάμενον τὸν αὐτοκράτορα κατ' αὐτῶν ἐγνωκότες, ὑπέστρεψαν βέλτιον εἶναι νομί σαντες ἀπράκτους ὑποστρέψαι ἢ μετὰ τοῦ ῥωμαϊκοῦ στόλου μαχομένους ἡττηθῆναι. Ὁ μὲν οὖν Κελτὸς ἐκεῖνος ταῦτα πρὸς τὸν Βαλδουῖνον ἐξεῖπεν ὑπότρομος ὢν καὶ τὸν ῥωμαϊκὸν ἔτι δεδιὼς στόλον. 14.3.5 Ταῦτα μὲν οὖν τὰ κατὰ τὴν θάλατταν συμπεσόντα τοῖς Κελτοῖς· ἀλλ' οὐδὲ <τὰ> κατὰ τὴν ἤπειρον ζάλης ἄνευ παρῆσαν οὐδὲ φροντίδων ἄτερ καθεστήκασι τῷ αὐτοκράτορι. Μιχαὴλ γάρ τις ἐξ Ἀμά στριδος τὴν Ἀκρουνὸν φρουρῶν, ἀποστασίαν μελετήσας, κατέσχεν αὐτὴν καὶ τὰ παρακείμενα ταύτῃ δεινῶς ἐλῄζετο. Τοῦτο μεμαθηκὼς ὁ αὐτοκράτωρ μετὰ ἀποχρώσης δυνάμεως κατ' αὐτοῦ τὸν τοῦ Δεκανοῦ ἐξέπεμψε Γεώργιον. Ὃς καὶ πολιορκήσας ἐπὶ τρισὶ μησὶ ταυτηνὶ μὲν τὴν πόλιν κατέσχε, τὸν δὲ ἀποστάτην ἐκεῖνον πρὸς τὸν αὐτοκράτορα ταχέως ἐξέπεμψεν. Ὁ δὲ αὐτοκράτωρ τὴν μὲν τοῦ κάστρου φρουρὰν ἑτέρῳ ἀνέθετο, αὐτῷ δὲ τὰς ὀφρῦς ἐπιτοξεύσας, πολλὰ ἀπειλήσας καὶ θάνατον αὐτοῦ τῷ φαινομένῳ κατα ψηφισάμενος, εἰς φόβον μέγαν ἐνῆκε τὸν ἄνθρωπον, ταχὺ δὲ τὸ δέος ἔλυσε τοῦ στρατιώτου. Οὔπω γὰρ ὁ ἥλιος τοῦ ὁρί ζοντος κατέδυ, καὶ ὁ δεσμώτης ἐλεύθερος ἵστατο καὶ ὁ θανάτου καταψηφισθεὶς μυρίων ἐτετυχήκει δωρεῶν. 14.3.6 Τοιοῦ τος ὁ ἐμὸς πατὴρ βασιλεὺς ἐν πᾶσιν ἐφαίνετο, κἂν πολλῆς ἐς ὕστερον τῆς ἐξ ἁπάντων ἀγνωμοσύνης ἀπήλαυσε, καθάπερ ποτὲ καὶ ὁ πάντων εὐεργέτης ὁ Κύριος μάννα βρέ χων ἐν ἐρήμῳ, σιτίζων ἐν ὄρεσι καὶ ἐν θαλάττῃ ἀβρόχους διαβιβάζων καὶ ὕστερον ἀθετούμενος καὶ ὑβριζόμενος καὶ τυπτόμενος καὶ τέλος σταυρὸν παρὰ τῶν ἀνόμων κατακρινό μενος. Ἀλλ' ἐνταῦθα γενομένης προεκπηδᾷ μου τοῦ λόγου τὸ δάκρυον, καὶ σφύζω περὶ τούτων ἐρεῖν καὶ ποιήσασθαι τῶν ἀγνωμόνων κατάλογον, ἀλλὰ τὴν γλῶτταν ἐπέχω καὶ τὴν καρδίαν σφαδάζουσαν καὶ τοῦτο δὴ πρὸς ἐμαυτὴν ἐπιλέγω συνεχῶς τὸ τοῦ ποιητοῦ· «Τέτλαθι δὴ κραδίη· καὶ κύντερον ἄλλο ποτ' ἔτλης». 14.3.7 Ἀλλὰ τοιαῦτα μὲν τὰ κατὰ τὸν ἀγνώμονα στρατιώτην ἐκεῖνον· τῶν δέ γε ἀπὸ τοῦ Χοροσὰν παρὰ τοῦ Σαϊσὰν σουλτάνου πεμφθέντων οἱ μὲν διὰ τῶν μερῶν τοῦ Σινάου κατήρχοντο, οἱ δὲ διὰ τῆς ἰδίως καλουμένης Ἀσίας ᾔεσαν. Ὅπερ μεμαθηκὼς ὁ Γαβρᾶς Κωνσταντῖνος τηνικαῦτα τὴν Φιλαδέλφειαν φρου ρῶν, ἀναλαβόμενος τὰς ὑπ' αὐτὸν δυνάμεις καὶ κατα λαβὼν τούτους εἰς τὸ Κελβιανόν, αὐτὸς πρῶτος ἁπάντων κατ' αὐτῶν λύσας τὸν χαλινὸν καὶ τοῖς ἄλλοις αὐτὸ τοῦτο παρακελευσάμενος ἡττᾷ τοὺς βαρβάρους. Ὁ δὲ τούτους ἐκπέμψας σουλτάνος τὴν ἧτταν τῶν τοσούτων μεμαθηκώς, ἀποστείλας πρὸς τὸν αὐτοκράτορα τὰ περὶ εἰρήνης διαπρεσβεύεται, ὁμολογῶν ἅμα ἐκ πολλοῦ τὴν ἀναμεταξὺ τῶν Μουσουλμάνων καὶ Ῥωμαίων εἰρήνην ἐπιποθεῖν θεάσασθαι. Ἐκ μακροῦ γὰρ τὰς τοῦ αὐτοκράτορος κατὰ πάντων ἀριστείας μανθάνων καὶ ἀπόπειραν αὐτοῦ οἷον ποιησάμενος, κἀκ τοῦ κρασπέδου τὸ ὕφασμα καὶ ἐξ ὀνύχων τὸν λέοντα ἐπεγνωκώς, καὶ μὴ βουλόμενος πρὸς εἰρηνικὰς ἀπενενεύκει σπονδάς. 14.3.8 Τῶν ἐκ Περσίδος τοίνυν καταλαβόντων πρέσβεων, ὁ βασιλεὺς φοβερὸς προὐκάθητο, καὶ οἱ ἐπὶ τῆς τάξεως τοὺς στρατιώτας ἐκ πάσης γλώττης συνειλεγμένους καὶ τοὺς πελεκυφόρους βαρβάρους ἐν τάξει καταστησάμενοι, τοὺς πρέσβεις ἐπὶ τοῦ βασιλικοῦ παρεστήσαντο βήματος. Ὁ δὲ περὶ τοῦ σουλτάνου τούτους τὰ εἰκότα ἐπερωτήσας καὶ ἀκούσας τὰ δι' αὐτῶν μηνύματα ὡμολόγει μὲν τὴν μετὰ πάντων εἰρήνην ἀσπάζεσθαί τε καὶ θέλειν, πυθόμενος δὲ περὶ τῶν τῷ σουλτάνῳ δοκούντων, ἐπεὶ μὴ πάντα τὰ παρ' αὐτῶν αἰτούμενα συνοίσοντα τῇ τῶν Ῥωμαίων ἀρχῇ διέγνω, πολλὴν τοῖς αὐτοῦ λόγοις πειθὼ περιστείλας, εὐστοχώτατά τε πρὸς αὐτοὺς ἀπολογησάμενος, διὰ πολλῶν ῥημάτων πείθει τοῖς αὐτοῦ συγκατανεῦσαι θελήμασιν. Εἶτα πρὸς τὴν παρασκευασθεῖσαν αὐτοῖς σκηνὴν ἀπέλυσεν ἐντειλάμενος σκοπῆσαι τὰ ῥηθέντα, καὶ εἰ μὲν ὅλῃ ψυχῇ πρὸς ταῦτα κατανεύσαιεν, ἐς νέωτα τὴν μεταξὺ συμφωνίαν πέρας λαβεῖν. Ἐπεὶ δὲ προθύμως τὰ παρὰ τοῦ αὐτοκράτορος ἐφαίνοντο δεχόμενοι, τῇ μετ' αὐτὴν πέρας ἡ συμφωνία λαμβάνει. 14.3.9 Οὐ πρὸς ἑαυτὸν δὲ ἀπένευε μόνον, ἀλλὰ πρὸς αὐτὴν τὴν βασιλείαν Ῥωμαίων. Κηδόμενος γὰρ τῶν κοσμικῶν μᾶλλον ἢ τῶν ἑαυτοῦ πᾶν τὸ οἰκονομούμενον πρὸς τὰ σκῆπτρα Ῥωμαίων ἀπονεύειν καὶ ἀναφέρεσθαι παντοίως διῳκονόμει, ἵνα καὶ μετ' αὐτὸν καὶ ἐς τὸν ἐφεξῆς χρόνον τὰ συμπεφωνημένα διήκῃ, κἂν ἀπετύγχανε τοῦ σκοποῦ. Τὰ γὰρ μετ' αὐτὸν ἄλλως ἔσχε καὶ εἰς σύγχυσιν ἀφώρα τὰ πράγματα. Κατεστόρεστο μὲν γὰρ τῷ τέως τὰ ἐνοχλοῦντα καὶ εἰς εἰρήνην ἀπεῖδε βαθεῖαν καὶ ἀπὸ .... μέχρι πέρατος αἰῶνος εἰρήνην ἤγομεν. Ἀλλὰ γὰρ συγκατέδυ τῷ βασιλεῖ πάντα τὰ λῴονα, καὶ κενόσπουδος αὐτῷ ἡ σπουδὴ μετὰ τὴν αὐτοῦ παρέλευσιν γέγονεν ἀβελτηρίᾳ τῶν διαδεξαμένων τὰ σκῆπτρα.

14.4.1 Οἱ δὲ τοῦ φραγγικοῦ στόλου ἡγεμόνες διὰ τῶν περισωθέντων ἀπὸ τῶν πέντε δρομάδων νηῶν τὰ περὶ τοῦ ῥωμαϊκοῦ στόλου, ὡς εἴρηται, βεβαιωθέντες, καὶ ὅτι ὁ βασιλεὺς τὸν στόλον εὐτρεπίσας τὴν αὐτῶν ἔφοδον περὶ τὴν Χερρόνησον περιμένων ἐνδιατρίβει, τοῦ προτέρου σκοποῦ ἀπέστησαν μηδ' ὅλως τοῖς μέρεσι τῆς Ῥωμανίας πλησιάσαι θελήσαντες. Παραχειμάσας οὖν ὁ βασιλεὺς εἰς Καλλιούπολιν μετὰ τῆς βασιλίδος (συνείπετο γὰρ αὐτῷ διὰ τὴν τῶν ποδῶν ὀδύνην, ὡς πολλάκις ἱστόρηται) καὶ τὸν καιρὸν καθ' ὃν ὁ τῶν Λατίνων εἴωθεν ἀποπλεῖν στόλος παραφυλαξάμενος εἰς τὴν βασιλεύουσαν ὑπέστρεψεν. Οὐ πολὺς παρίππευκε χρόνος καὶ Τούρκων ἔφοδος καταγγέλλεται ἐξ ἁπασῶν τῶν τῆς ἀνατολῆς χωρῶν καὶ αὐτοῦ τοῦ Χορασὰν ὡς εἰς πεντήκοντα χιλιάδας συμποσουμένων. Οὐδὲ γὰρ πρὸς βραχὺ ῥᾳστώνης μετειλήχει τὸν ἅπαντα τῆς αὐτοκρατορίας αὐτοῦ χρόνον ἄλλων καὶ ἄλλων ἐπιφυομένων πολεμίων διηνεκῶς. Μετακαλεῖται τοίνυν ἁπανταχόθεν τὸ ὁπλιτικὸν ἅπαν, καὶ τοῦ καιροῦ στοχασάμενος, καθ' ὃν σύνηθες τοῖς βαρβάροις τὰς κατὰ τῶν Χριστιανῶν ἐκδρομὰς ποιεῖσθαι, τὸν ἀναμεταξὺ Βυζαντίου καὶ Δαμάλεως διαπερᾷ πορθμόν. 14.4.2 Καὶ οὐδὲ ἡ ἐπελθοῦσα τούτῳ τῶν ποδῶν περιωδυνία ἀπεῖρξε τοῦ ἔργου. Ἥτις οὔτε τινὶ τῶν προγόνων ξυμβέβηκέ ποτε, ἵνα τις ἐκ σπερματικῶν λόγων καὶ ἐς αὐτὸν κατιοῦσαν νομίζοι τὴν νόσον, οὔτε ἐκ διαίτης ἁβρᾶς, ὁποῖα τοῖς διαρρέουσι τὸν βίον καὶ φιληδόνοις συμβαίνειν εἴωθεν. Ἀλλ' ὅπως αὐτῷ ἡ διάθεσις τῶν ποδῶν ἐπηρέαζεν ἐγὼ διηγήσομαι. Ἐσφαίριζέ ποτε γυμναζόμενος συσφαιρίζοντα καὶ τὸν Τατίκιον ἔχων, περὶ οὗ πολλάκις διείλεγμαι. Ὃς καὶ ὑπὸ τοῦ ἵππου παρασυρεὶς ἐμπίπτει τῷ βασιλεῖ· κἀντεῦθεν ἀλγήσας τὴν κεφαλίδα τοῦ γόνυος καὶ αὐτὸν ὅλον τὸν πόδα διὰ τὸ ἀκροβαρὲς τῆς καταφορᾶς, οὐκ ἐνεδείξατο μὲν ἀλγῆσαι φερεπονώτατος ὤν, ὅμως μέντοι μικρᾶς τινος τυχὼν ἐπιμελείας καὶ κατ' ὀλίγον ἐς τὸ ἀνώδυνον ἐλθὼν τῶν συνηθῶν διατριβῶν εἴχετο. Αὕτη μὲν πρώτη αἰτία τῆς τῶν ποδῶν ἀλγηδόνος τοῦ βασιλέως· αἱ γὰρ ὀδύναι τῶν τόπων εἰς ἑαυτὰς τὰ ῥεύματα ἐφειλκύσαντο. 14.4.3 Δευτέρα δὲ καὶ ἐναργεστέρα καὶ τῆς ὅλης ὀδύνης μήτηρ τοιαύτη τις ἦν. Τίς οὐκ οἶδε τὰ ἄπειρα τῶν Κελτῶν ἐκεῖνα πλήθη τῶν τὴν βασιλίδα πόλιν κατειληφότων, ὁπότε τῆς ἑαυτῶν ἁπανταχόθεν ἀπαναστάντες πρὸς ἡμᾶς ὥρμησαν; Τότε γὰρ οὗτος εἰς πέλαγος ἀχανὲς φροντίδων ἐμπεπτωκώς, ἐκ πολλοῦ συνιδὼν αὐτοὺς τὴν Ῥωμαίων βασιλείαν ὀνειρώττοντας, ὑπὲρ τὴν ἄμμον δὲ καὶ τὰ ἄστρα τὴν αὐτῶν πληθὺν ὁρῶν, τὰς δὲ ῥωμαϊκὰς ἁπάσας δυνάμεις οὐδὲ πρὸς πολλοστημόριον τούτων ἐξισουμένας, εἰ καὶ εἰς ἓν συναφθεῖεν, πολλῴ γε μᾶλλον διεσπαρμένων τῶν πλειόνων ὄντων καὶ τῶν μὲν τὰ περὶ τὴν Σερβίαν τέμπη καὶ Δαλματίαν ἐπιτηρούντων, τῶν δὲ τὰ περὶ τὸν Ἴστρον ὡς τὰς τῶν Κομάνων καὶ Δακῶν ἐφόδους φυλαττομένων, πολλῶν δὲ καὶ τὴν τοῦ Δυρραχίου φρουρὰν ἐμπιστευομένων ὡς μὴ ὑπὸ τῶν Κελτῶν καὶ αὖθις ἁλῴη, ταῦτα συνορῶν ὁ αὐτοκράτωρ ὅλος γίνεται τῶν Κελτῶν τἆλλα πάντα ἐν δευτέρῳ θέμενος. 14.4.4 Καὶ τὸ μὲν πέριξ ὑποκινούμενον βαρβαρικὸν καὶ μήπω ἐς φῶς ἐκρῆξαν τὴν ἔχθραν ἀξιώμασιν ἀνεῖργε καὶ δωρεαῖς, τῶν δὲ Κελτῶν τὴν ἔφεσιν παντοίαις μεθοδείαις ἀναστέλλων καὶ τῶν οἴκοι τὴν στάσιν οὐχ ἧττον, ὅτι μὴ καὶ μᾶλλον ὑφορώμενος παντοίως φυλάττεσθαι ἔσπευδεν ἐντέχνως τούτων ἀπείργων τὰ βουλεύματα. Ἀλλὰ τίς τῶν ἐπεισπεσόντων αὐτῷ κακῶν τὸν κυκεῶνα ἀπαγγεῖλαι δυνήσεται; Παντοῖος οὖν πρὸς πάντας γινόμενος καὶ συμμετασχηματιζόμενος ὡς ἐνὸν τοῖς πράγμασι, πρὸς τὸ κατεπεῖγον ἐνίστατο καθάπερ τις δόκιμος ἰατρῶν τῷ τῆς τέχνης κανόνι χρώμενος. 14.4.5 Ἐπὶ τοῦ βασιλικοῦ τοίνυν ἅμα ἡμέρᾳ καὶ εὐθὺς ἡλίου τὸν ἀνατολικὸν ἀναθορόντος ὁρίζοντα καθῆστο θρόνου, κελεύων τοῦς Κελτοὺς ἅπαντας ἀκωλύτως εἰσιέναι καθ' ἡμέραν ἑκάστην, ἅμα μὲν τὰς ἑαυτῶν αἰτήσεις ἀπαγγέλλειν τούτους ἐθέλων, ἅμα δὲ καὶ τοῖς αὐτοῦ θελήμασιν ὑπάγεσθαι διὰ παντοίων λόγων αὐτοὺς μηχανώμενος. Οἱ δὲ Κελτοὶ κόμητες φύσει μὲν τὸ ἀναίσχυντον καὶ ἰταμὸν ἔχοντες, φύσει δὲ τὸ ἐρασιχρήματον καὶ πρὸς πᾶν τὸ αὐτοῖς βουλητὸν ἀκρατὲς καὶ πολυρρῆμον ὑπὲρ πᾶν γένος ἀνθρώπων κεκτημένοι, οὐ σὺν εὐταξίᾳ τὴν πρὸς τὸν αὐτοκράτορα εἴσοδον ἐποιοῦντο, ἀλλ' ὁπόσους ἂν ἕκαστος τῶν κομήτων ἐβούλετο συμπαραλαμβάνων εἰσῄει· καὶ τούτου ἐχομένως ἕτερος, ἐφεξῆς δ' ἐκείνου ἄλλος. Εἰσερχόμενοι δὲ οὐ πρὸς ὕδωρ, καθάπερ ποτὲ τοῖς ῥήτορσιν ἐφεῖτο, τὴν ὁμιλίαν ἐποιοῦντο, ἀλλ' ὁπόσον ἕκαστος καὶ ὁ τυχὼν ἠβούλετο προσομιλεῖν τῷ αὐτοκράτορι χρόνον, τοσούτου καὶ ἐτύγχανεν. Οἱ δὲ τοιοῦτοι ὄντες τὸν τρόπον καὶ τὴν γλῶτταν ἀσύμμετροι καὶ μήτε τὸν αὐτοκράτορα αἰδούμενοι μήτε τὸν καιρὸν παραρρέοντα εὐλαβούμενοι μήτε τὴν τῶν ὁρώντων νέμεσιν ὑφορώμενοι, οὐ τοῖς ὄπισθεν ἐρχομένοις ἕκαστος τόπον ὁμιλίας παρεῖχεν, ἀλλ' ἀνέτως τὰς ὁμιλίας καὶ τὰς αἰτήσεις ἐποιοῦντο. Τὸ λάλον δὲ τούτων καὶ θηρευτικὸν καὶ σμικρολόγον τῶν λέξεων ἅπαντες μὲν ἴσασιν ὁπόσοις ἠθῶν ἀνθρώπων μέλει καταστοχάζεσθαι· τοὺς δὲ τότε παρόντας ἀκριβέστερον ἡ πεῖρα δεδίδαχε. 14.4.6 Καὶ γὰρ ἐπὰν ἑσπέρα καταλάβοι, ἄσιτος δι' ὅλης διαμεμενηκὼς ἡμέρας, ἐξανίστατο τοῦ θρόνου πρὸς τὸν βασιλικὸν κοιτωνίσκον ἀπονεύων· ἀλλ' οὐδ' οὕτως τῆς τῶν Κελτῶν ἠλευθεροῦτο ὀχλήσεως. Ἄλλου γὰρ ἄλλον προφθάνοντος οὐ τῶν ἀπολειφθέντων μόνον τῆς ἡμερινῆς ὁμιλίας, ἀλλὰ κἀκείνων αὖθις ἐπανιόντων καὶ ἄλλας καὶ ἄλλας αἰτίας λόγων προβαλλομένων, ἐκεῖνος ἵστατο ἀκλινὴς τῆς τοσαύτης γλωσσαλγίας ἀνεχόμενος περιστοιχούμενος ὑπὸ τῶν Κελτῶν. Καὶ ἦν ἰδεῖν καὶ πρὸς τὰς ἁπάντων ὑποφορὰς ἑτοίμως τὸν αὐτὸν καὶ ἕνα τὰς ἀνθυποφορὰς ποιούμενον. Πέρας δὲ τῆς ἀκαίρου τούτων γλωσσαλγίας οὐκ ἦν. Ὁπηνίκα δέ τις ἀνακόψαι τῶν μεσαζόντων τούτους ἐπεχείρει, παρὰ τοῦ βασιλέως ἀνεκόπτετο. Τὸ γὰρ τῶν Φράγγων φύσει ὀργίλον γινώσκων ἐδεδίει μὴ ἐκ μικρᾶς προφάσεως μέγας πυρσὸς σκανδάλου ἀναφθῇ κἀκ τούτου μεγάλη ἐσεῖται βλάβη τῇ Ῥωμαίων ἀρχῇ. 14.4.7 Καὶ ἦν ὡς ἀληθῶς παραδοξότατον τὸ φαινόμενον. Ὥσπερ γὰρ σφυρήλατος ἀνδριὰς ἢ ἀπό τινος χαλκοῦ τυχὸν ἢ ψυχρηλάτου σιδήρου κατεσκευασμένος, οὕτω παννύχιος ἵστατο ἐξ ἑσπέρας πολλάκις μὲν μέχρι μέσης νυκτός, πολλάκις δὲ καὶ τρίτης ἀλεκτοροφωνίας, ἔστι δ' ὅτε σχεδὸν καὶ περὶ τὰς σαφεστάτας ἡλίου αὐγάς. Πάντες δὲ κεκμηκότες πολλάκις μεθιστάμενοι ἀνέπαυον ἑαυτοὺς καὶ αὖθις εἰσῄεσαν δυσχεραίνοντες. Κἀντεῦθεν οὐδεὶς ἠδύνατο τῶν συνόντων αὐτῷ πρὸς τὴν τοσαύτην ἀμετακλινῆ στάσιν, ἀλλὰ μετώκλαζον ἅπαντες ἄλλοτε ἄλλος· καὶ ὁ μὲν ἐφηδράζετο, ὁ δ' ἐπλαγίαζε τὴν κεφαλὴν ἐρεισάμενος, ὁ δ' εἰς τοῖχον ὑπήρειδεν ἑαυτόν. Μόνος πρὸς τὸν τοσοῦτον πόνον ἀμειλίκτως εἶχεν ὁ βασιλεύς. Καὶ τίς γὰρ τῆς ἐκείνου φερεπονίας λόγος ἐφίκοιτο; Μυριάνδρου γὰρ οὔσης τῆς διαλέξεως πολλὰ μὲν ἕκαστος ἐλάλει καὶ ἀμετροεπῶς ἐκολῴα καθ' Ὅμηρον· ἄλλος μεταστὰς παρεδίδου ἑτέρῳ τὴν λαλιὰν κἀκεῖνος εἰς ἄλλον μετέπεμπεν· εἶτ' αὖθις οὗτος εἰς ἕτερον. Καὶ ἦν μὲν ἐν διαλείμμασι τούτοις ἡ στάσις, ὁ δὲ τὴν στάσιν εἶχεν ἀπέραντον μέχρι πρώτης ἢ καὶ δευτέρας ἀλεκτοροφωνίας. Μικρὸν δὲ διαναπαυόμενος ἡλίου πάλιν ἀνίσχοντος ἐπὶ τοῦ θρόνου καθῆστο, καὶ πάλιν ἕτεροι πόνοι καὶ ἀγῶνες διπλοῖ τοὺς νυκτερινοὺς ἐκείνους διαδεχόμενοι. 14.4.8 Ἐκ ταύτης τοιγαροῦν τῆς αἰτίας ἡ ὀδύνη τῶν ποδῶν ἐνσκήπτει τοῦ αὐτοκράτορος. Ἔκτοτε δὲ μέχρι τέλους ἐκ διαστημάτων τινῶν χρονικῶν ἐπῄει τὸ ῥεῦμα ὀδύνην ἐπάγον σφροδράν. Ὁ δὲ τοσοῦτον ἐγκαρτερῶν ἦν ὡς μηδέποτε γογγυστικὸν εἰπεῖν ῥῆμα, ἀλλὰ τὸ· «Ἀξίως πάσχω· εὐλόγως μοι ταῦτα γίνεται διὰ τὴν τῶν ἐμῶν ἁμαρτιῶν πληθύν». Εἰ καί που δὲ τῶν χει λέων αὐτοῦ ῥῆμα μικροψυχίας ἐκδεδραμήκει, εὐθὺς τῷ τοῦ σταυροῦ σημείῳ κατὰ τοῦ παλαμναίου ἐχρῆτο δαίμονος· «Φεῦγε, λέγων, ἐξ ἐμοῦ, πονηρέ· οὐαί σοι καὶ τοῖς κατὰ τῶν Χριστιανῶν μηχανήμασιν». 14.4.9 Ἀλλὰ τὰ μὲν τῆς τῶν ποδῶν ἀλγηδόνος ἱκανῶς ἡμῖν εἰρήσθω τὰ νῦν· εἰ δέ τις τῇ νόσῳ ταύτῃ συνήρατο κἀκ τοῦ κερασθέντος τούτῳ μεστοῦ πικρίας κρατῆρος, καθὼς ἐν ὀλίγοις ἐνσημα νούμεθα, ἵνα μὴ λέγω τὸ πᾶν, καὶ τὰς ἀλγηδόνας συνηύξανε, κἂν ἡ βασιλὶς μέλιτι τὸν κρατῆρα περιχρίουσα τὰ πολλὰ διολισθαίνειν τῶν κακῶν προσεμηχανᾶτο φύλαξ ἀνύστακτος τοῦ αὐτοκράτορας οὖσα, προσερρίφθω καὶ οὗτος τῷ λόγῳ καὶ ἔστω τρίτη τις αἰτία τῆς νόσου τοῦ βασιλέως οὐ προ καταρκτικὴ μόνον, ἀλλὰ καὶ συνεκτικωτάτη κατὰ τοὺς παῖδας τῶν ἰατρῶν. Οὐ γὰρ καθάπαξ προσκεκρουκὼς ἐκεῖνος ἀπῆν, ἀλλὰ συμπαρῆν καὶ συμπαρωμάρτει ὡς ἐν τοῖς ἀγγείοις οἱ πονηρότατοι τῶν χυμῶν· μᾶλλον δέ, εἴ τις εἰς τὴν ἐκείνου φύσιν ἀπεῖδεν, οὐ μόνον αἰτία νοσήμα τος ἦν, ἀλλὰ καὶ ἄντικρυς νόσημα καὶ βαρύτατον σύμ πτωμα. Ἀλλ' ἐπέχειν τὸν λόγον ἀνάγκη τὴν γλῶτταν ἐνδα κόντας καὶ μὴ παρεκθέειν τῆς λεωφόρου, κἂν ὅτι μάλιστα προθυμότατος ᾖ κατὰ τῶν κακουργοτάτων ἐφάλλεσθαι. Εἰς καιρὸν γὰρ τὸν προσήκοντα τὰ περὶ τούτου τεταμιεύσθω μοι.

14.5.1 Ὁ δὲ λόγος ἐχέσθω τῶν Κελτῶν διηγήσεως. Αὐλίζε ται μὲν οὖν ὁ αὐτοκράτωρ κατὰ τὴν πέραθεν Δάμαλιν· ἐκεῖσε γὰρ τοῦτον ὁ λόγος περαιωσάμενον καταλέλοιπε. Καὶ συνέρρεον αὐτίκα ἅπαντες νιφετοῦ δίκην διαπερῶντες πρὸς αὐτὸν αὐτοῦ που προσμένοντα, τὸ μὲν τὴν ἁπάντων ἔλευσιν ἀπεκδεχόμενον, τὸ δὲ καὶ τὴν σφοδρὰν ἐκείνην ὀδύνην ῥαΐσαι ἐλπίζοντα. Πλησιφαῆ δὲ τὴν σελήνην ἤδη θεασάμενος, ἐπεὶ συμπαρῆν καὶ ἡ Αὔγουστα τῆς τῶν ποδῶν ὀδύνης ἐπιμελουμένη καὶ κουφίζουσα τούτου τὰς ἀλγηδό νας διὰ παντοίας ἐπιμελείας, ὡς· «Εἴ ποτε, εἶπεν ὁ βασιλεύς, ἐς προνομὴν οἱ Τοῦρκοι ὁρμῆσαι ἐβούλοντο, ὁ καιρὸς ἤδη ἐπιτήδειος πάρεστι, καὶ ἄχθομαι τὸν προσήκοντα και ρὸν ἀπολωλεκώς». Ἑσπέρας μὲν ἔφη τοῦτο, κατὰ δὲ τὸ περίορθρον εἰσελθὼν ὁ περὶ τὸν κοιτῶνα τῶν βασιλέων ἐνα σχολούμενος ἐκτομίας τὴν τῶν Τούρκων ἐς Νίκαιαν κατήγγειλεν ἔφοδον καὶ τοῦ τηνικαῦτα ταύτην φρουροῦντος Εὐσταθίου τοῦ Καμύτζη γραφὴν ὑπεδείκνυ τὰ κατ' αὐτοὺς διαλαμβάνουσαν. 14.5.2 Ὁ γοῦν αὐτοκράτωρ μηδὲ μικρὸν ἀνα μείνας μηδὲ μελλήσας ὅλως, ἀλλ' οἷον τῆς συνεχούσης αὐτὸν ὀδύνης ἐπιλαθόμενος δι' ἁρμαμάξης τῆς πρὸς Νίκαιαν φερούσης ἥψατο τῇ δεξιᾷ χειρὶ λύγον κατέχων. Οἱ δὲ στρατιῶται τηνικαῦτα τὰ δόρατα τούτων ἀναλαβόμε νοι κατ' ἴλας στοιχηδὸν ἐφ' ἑκάτερα ἵεντο. Καὶ οἱ μὲν παρέ θεον τούτῳ, οἱ δὲ προέπεμπον, οἱ δὲ συνείποντο συγχαί ροντες μὲν αὐτῷ κατὰ τῶν βαρβάρων ἐξορμήσαντι, ἀνιώμενοι δὲ διὰ τὴν ἀπείργουσαν αὐτὸν ἱππάζεσθαι ὀδύ νην. Ὁ δὲ πρὸς θάρσος ὤτρυνεν ἅπαντας νεύμασί τε καὶ λόγοις ἡδὺ προσμειδιῶν αὐτοῖς καὶ προσφθεγγόμενος. Δι' ἡ μερῶν δὲ τριῶν κατέλαβε τόπον τινὰ Αἰγιαλοὺς καλούμε νον, ἐξ οὗ πρὸς τὴν Κιβωτὸν διαπλῴσασθαι ἔμελλεν. Ἐπει γόμενον δὲ τοῦτον τὴν διαπεραίωσιν ὁρῶσα ἡ Αὔγουστα συνταξαμένη τούτῳ πρὸς τὴν βασιλεύουσαν ἐπορεύετο. 14.5.3 Τοῦ δὲ αὐτοκράτορος τὴν Κιβωτὸν καταλαβόντος προσ έρχεταί τις αὐτῷ λέγων ἐκκρίτους σατράπας τεσσαράκοντα χιλιάδων διαιρεθῆναι καὶ τοὺς μὲν ἐς προνομὴν τῆς Νικαίας καὶ τῶν παρακειμένων αὐτῇ χωρῶν κατελθεῖν, τὸν δὲ Μονόλυκον καὶ τὸν ... τὰ παρὰ τὴν θάλασσαν δῃώσασθαι. Οἵτινες τά τε παρακείμενα τῇ περὶ τὴν Νίκαιαν λίμνῃ καὶ τὴν Προῦσαν δῃώσαντες, ὡς δὲ καὶ τὴν Ἀπολλωνιάδα, αὐτοῦ που περὶ ταύτην ηὐλίσαντο κἀκεῖσε τὴν λείαν πᾶσαν ἀφελόμενοι ὁμοῦ πρὸς τὰ πρόσω ἐχώρησαν τό τε Λοπάδιον καὶ πάντα τὰ ξυμπαρακείμενα λῃσάμενοι, ἀλλὰ καὶ αὐτήν, φησι, τὴν Κύζικον καταλαβόντες ἐξ ἐφόδου ἀπὸ τοῦ μέρους τῆς θαλάσσης κατέσχον, τοῦ ταύτην φρουροῦντος μηδοπωσοῦν ἀντισχόντος, ἀλλ' ἀγεννῶς ἐκεῖθεν ὑποχωρή σαντος. Εἶτα τόν τε Κοντογμὴν καὶ τὸν Ἀμὴρ Μουχοῦμετ τῶν ἐκκρίτων ἀρχισατράπας διὰ τῶν Λεντιανῶν πρὸς τὸ Ποιμανηνὸν ἀπιέναι, ἐφελκομένους λείαν πολλὴν καὶ ἄνδρας πλείστους δορυθηράτους καὶ γύναια καὶ παῖδας, ὅσους ἀφῆκεν ὁ σίδηρος. Τὸν δέ γε Μονόλυκον ποταμόν τινα διαπεράσαντα Βαρηνὸν ἐγχωρίως καλούμενον, ῥέοντα μὲν ἀπό τινος ὄρους Ἴβιδος καλουμένου, ἀφ' οὗ πολλοὶ καὶ ἄλλοι ἀπορρυίσκονται ποταμοί, Σκάμανδρός τε καὶ Ἀγγε λοκωμίτης καὶ Ἔμπηλος, πρός τε τὸ Πάριον ἀπονενευκέ ναι καὶ τὴν ἐφ' Ἑλλησπόντου Ἄβυδον, καὶ δι' Ἀτραμυττίου τε καὶ τῶν Χλιαρῶν διεληλυθότα μετὰ πάσης αἰχμαλωσίας ἀναιμάκτως καὶ ἄνευ μάχης τινός. 14.5.4 Πρὸς ταύτην τὴν ἀγγελίαν ὁ αὐτοκράτωρ τὸν Καμύτζην δοῦκα τηνικαῦτα Νικαίας χρηματίζοντα διὰ γραμμάτων παρεκε λεύσατο παρέπεσθαί τε τοῖς βαρβάροις μετὰ πεντακοσίων στρατιωτῶν καὶ τὰ κατ' αὐτοὺς διὰ γραμμάτων δηλοῦν, φείδεσθαι δὲ τῆς μετ' αὐτῶν συμπλοκῆς. Ὁ δὲ ἐξελθὼν τῆς Νικαίας καταλαμβάνει τόν τε Κοντογμὴν καὶ τὸν Ἀμὴρ Μουχοῦμετ καὶ τοὺς λοιποὺς εἰς τὰ καλούμενα Ἀόρατα, καὶ ὥσπερ τῆς τοῦ αὐτοκράτορος παραγγελίας ἐπιλαθόμε νος παραχρῆμα τούτοις προσβάλλει. Οἱ δὲ τὸν αὐτοκράτορα προσδόκιμον ἔχοντες καὶ τοῦτον εἶναι τὸν ἐπεισπεσόντα νομίσαντες πτοηθέντες τὰ νῶτα διδόασι. Σκύθην δέ τινα τηνικαῦτα κατασχόντες καὶ παρὰ τούτου πυθόμενοι, ἐπεὶ τὸν Καμύτζην ἐγνώκεσαν εἶναι, τὰς ἀκρολοφίας διῄεσαν καὶ θαρρύνοντες ἑαυτοὺς διά τε τυμπάνων καὶ ἀλαλαγμῶν ἀνε καλοῦντο τοὺς ἁπανταχῆ σκεδασθέντας τῶν ὁμοφύλων. Οἱ δὲ ἀνακλητικὸν τουτὶ τὸ σύνθημα γινώσκοντες πάντες συνέρρεον. Ἐπανελθόντες οὖν κατὰ τὴν πεδιάδα τὴν δια κειμένην ἐγγὺς κάτωθεν τῶν καλουμένων Ἀοράτων αὖθις ἠθροίσθησαν. 14.5.5 Ὁ δέ γε Καμύτζης τὴν λείαν πᾶσαν ἀφελόμενος ἐξ αὐτῶν οὐκ ἤθελε μέχρι τοῦ Ποιμανηνοῦ καταλαβεῖν, ὡς εὖ τὰ κατ' αὐτὸν ἐν τούτῳ διαθέσθαι (πολί χνιον δὲ τοῦτο ἐρυμνότατον), ἀλλὰ περὶ τὰ Ἀόρατα ἐμβρα δύνων ἔλαθε καθ' ἑαυτοῦ βουλευσάμενος. Οἱ βάρβαροι γὰρ ἐν τῷ ἀκινδύνῳ γεγονότες οὐκ ἐπελάθοντο τοῦ Καμύτζη, ἀλλ' ἐνήδρευον τοῦτον διὰ παντός. Καὶ μεμαθηκότες ἔτι αὐτὸν εἰς τὰ Ἀόρατα ἐνδιατρίβοντα καὶ τὰ περὶ τὴν λείαν ἅπασαν καὶ τοὺς δορυαλώτους διατιθέμενον, παραχρῆμα τὰς ὑπ' αὐτοὺς δυνάμεις κατ' ἴλας καταστησάμενοι περὶ δείλην ἑῴαν εἰσπίπτουσιν αὐτῷ. Τὸ μὲν οὖν πλεῖον τοῦ στρατεύματος τοῦ Καμύτζη τοσαύτην πληθὺν βαρβάρων ἐπεισπεσοῦσαν αὐτοῖς ἑωρακότες φυγῇ τὴν ἑαυτῶν πραγ ματεύεσθαι ἐδόκουν σωτηρίαν· αὐτὸς δὲ μετὰ τῶν Σκυθῶν καὶ τῶν Κελτῶν καὶ ὁπόσοι τῶν Ῥωμαίων εὐψυχότεροι ἦσαν ἐκθύμως ἐμάχετο. Καὶ τηνικαῦτα οἱ τούτων πλείους πίπτουσιν. 14.5.6 Ὁ δέ γε Καμύτζης μετ' ὀλίγων καταλει 14.5.6 φθεὶς ἔτι ἀντείχετο τῆς μάχης. Καιρίαν δὲ ὁ ἵππος ἐν ᾧ ἐπωχεῖτο πληγεὶς κατὰ γῆς ἔρριπτο. Ὁ δέ γε τούτου ἀδελφιδοῦς Καταρόδων οὕτω καλούμενος ἀποβὰς τοῦ ἰδίου ἵππου τοῦτον αὐτῷ δίδωσι. Βαρὺς δὲ ὢν ὁ ἀνὴρ καὶ μέγας ῥᾳδίως τοῦ ἵππου ἐπιβῆναι οὐκ εἶχεν· ἔνθεν τοι καὶ μικρὸν ἀναποδίσας ἐπί τινα δρῦν ἑαυτὸν προσερείσας καὶ τὸν ἀκι νάκην σπασάμενος τάς τε σῳζούσας ἀπολωλεκὼς ἐλπίδας, ὁπόσοι τούτῳ τῶν βαρβάρων συμπλακῆναι κατετόλμων, κατά γε κόρυθος καὶ ὤμων καὶ αὐτῶν δὴ τῶν χειρῶν παίων οὐκ ἐνεδίδου. Ἐπὶ πολὺ γοῦν τοῦτον ἀντέχοντα ὁρῶντες οἱ βάρβαροι καὶ πολλοὺς κτείνοντα, πολλοὺς δὲ καὶ τιτρώσκοντα, ὑπεραγάμενοι τὴν τοῦ ἀνδρὸς τόλμαν καὶ τὸ σταθη ρὸν αὐτοῦ θαυμάσαντες, τὴν σωτηρίαν αὐτοῦ διὰ ταῦτα πραγματεύσασθαι ἐβουλήθησαν. Ὁ δὲ ἀρχισατράπης Μου χοῦμετ τὴν κλῆσιν τοῦτον καὶ πάλαι γινώσκων καὶ τηνι καῦτα ἀναγνωρίσας ἀνακόπτει μὲν τῆς ὁρμῆς τοὺς αὐτῷ συμπλεκομένους, ἀποβὰς δὲ τοῦ ἵππου μεθ' ὧν ἔτυχε προσελθὼν ἔφη· «Μὴ πρόκρινε τῆς σῆς σωτηρίας τὸν θάνατον· ἀλλὰ δίδου μοι χεῖρα καὶ σῴζου». Ὁ δὲ ὑπὸ τοσούτων περιστοιχούμενον ἑαυτὸν ὁρῶν καὶ μὴ πρὸς τοσούτους ἀντέχειν ἔτι δυνάμενον δίδωσι χεῖρας τῷ Μουχοῦμεt. Καὶ ὃς ἐφ' ἵππον τοῦτον ἐπιβιβάσας τοὺς αὐτοῦ πόδας δεσμεῖ, ὡς μὴ ῥᾳδίως ἀποδρᾶσαι δύνασθαι. 14.5.7 Ἀλλὰ ταῦτα μὲν τὰ τῷ Εὐσταθίῳ συμπεσόντα· ὁ δέ γε αὐτοκράτωρ, στοχασάμενος τῆς ἀτραποῦ δι' ἧς διιέναι ἔμελλον, ἄλλην τραπό μενος διά τε τῆς Νικαίας διελθὼν καὶ τῶν Μαλαγίνων καὶ τῶν οὕτω καλουμένων Βασιλικῶν (ταῦτα δὲ τέμπη εἰσὶ καὶ δύσβατοι ἀτραποὶ περὶ τὰς ἀκρολοφίας τοῦ Ὀλύμπου δια κείμενα) κατέρχεται εἰς τὰ Ἀληθινὰ κἀκεῖσε καταλαμβάνει τὴν Ἀκροκόν, ἐπειγόμενος προκαταλαβεῖν ἀπὸ τῶν ἔμπρο σθεν τοὺς Τούρκους καὶ οὕτω καρτερῶς μετ' αὐτῶν συνά ψαι τὸν πόλεμον. Οἱ δὲ μηδὲ μνείαν ὅλως ῥωμαϊκοῦ στρατεύματος εἰς νοῦν λαβόντες, τὸν κατὰ τὴν τέμπειαν διακείμενον καλαμῶνα καταλαβόντες, ἐκεῖ που περιχυθέντες ἐξέκειντο. Ἐπεὶ δὲ ἀπηγγέλη τῷ αὐτοκράτορι ἀπερχομένῳ κατ' αὐτῶν τὴν πεδιάδα τῆς τεμπείας τοὺς βαρβάρους καταλαβεῖν, ἀπὸ διαστήματος ἱκανοῦ τὸ στράτευμα εἰς πολέμου τύπον καταστήσας καὶ παραταξάμενος, ἔμπροσθεν μὲν Κωνσταντῖνον τὸν Γαβρᾶν καὶ τὸν Μοναστρᾶν ἔταξεν, ἐφ' ἑκάτερα δὲ ἰλαδὸν καταστήσας τὸ στράτευμα, τὴν οὐρα γίαν τῷ Τζιπουρέλῃ καὶ τῷ Ἀμπελᾷ πολλὴν τὴν τοῦ πολέμου πεῖραν ἐκ μακροῦ ἐσχηκόσι δέδωκε. Τὸ δὲ μέσον τῆς παρατάξεως αὐτὸς διέπων ὅλας συνετάττε φάλαγγας, καὶ οὕτως ὥσπερ κεραυνὸς τοῖς Τούρκοις ἐμπεσὼν καρτερὸν τὸν μετ' αὐτῶν συνῆψε πόλεμον. 14.5.8 Πολλοὶ μὲν οὖν τηνικαῦτα κτείνονται τῶν βαρβάρων ἀγχεμάχου τῆς μάχης γεγονυίας, πολλοὶ δὲ καὶ δορυθήρατοι ἄγονται. Οἱ δὲ τῷ καλαμῶνι προσπεφευγότες τέως ἐσῴζοντο· ὁ δὲ αὐτοκρά τωρ λαμπρὰν τὴν κατ' αὐτῶν νίκην ἀράμενος, πρὸς τὸν καλαμῶνα ἐπιστραφείς, ἔσπευδε κἀκεῖθεν τούτους ἀπελάσαι. Οἱ δὲ στρατιῶται διὰ τὸ βαλτῶδες καὶ πυκνὸν τοῦ καλαμῶνος μὴ δυνάμενοι εἰσιέναι ἐν ἀμηχανίᾳ ἦσαν. Καὶ ὃς περιζώσας τὸν καλαμῶνα διὰ τῶν στρατιωτῶν πῦρ ἐκ μέρους τοῦ καλαμῶνος ἀφεῖναι ἐπέταξε· τούτου δὲ γενομένου ἡ φλὸξ εἰς ὕψος ἦρτο μέγα. Οἱ δὲ ἐντὸς φεύγοντες τὸ πῦρ εἰς τὰς τῶν στρατιωτῶν ἐνέπιπτον χεῖρας· καὶ τούτων οἱ μὲν παρανάλωμα ξίφους ἐγίνοντο, οἱ δὲ πρὸς τὸν αὐτοκράτορα ἤγοντο.

14.6.1 Ἀλλὰ ταῦτα μὲν τὰ κατὰ τοὺς ἀπὸ τοῦ Καρμὲ κατελθόντας βαρβάρους· ὁ δὲ Ἀμὴρ Μουχοῦμετ, μεμαθηκὼς τὴν συμφορὰν τὴν περὶ τοὺς ἀπὸ τοῦ Καρμὲ Μουσουλμά νους, κατόπιν εὐθὺς ἐλαύνει τοῦ βασιλέως ἑνωθεὶς μετὰ τῶν κατὰ τὴν Ἀσίαν οἰκούντων Τουρκομάνων καὶ τῶν λοι πῶν, ὥστε ξυνέβαινε τὸν αὐτὸν διώκειν τε καὶ διώκεσθαι. Οἱ μὲν γὰρ ἀμφὶ τὸν Μουχοῦμετ βάρβαροι τὸν αὐτοκράτορα ἰχνηλατοῦντες ἐδίωκον· ὁ δὲ τοὺς ἀπὸ τοῦ Καρμὲ μεταπορευόμενος ἦν, ὥστε μέσον ἀμφοῖν ἐναπείληπτο. Ἀλλὰ τοὺς μὲν ἔφθασε νενικηκώς, οἱ δὲ διώκοντες ἔξω κακῶν εἱστή κεισαν ἔτι. Ἐπεὶ δ' ἀθρόον τῇ οὐραγίᾳ τοῦ αὐτοκράτορος προσέπεσεν ὁ Μουχοῦμετ, πρώτως περιτυγχάνει τῷ Ἀμπελᾷ. Ὁ δὲ ἐν αἰσθήσει τοῦ αὐτοκράτορος ὢν καὶ διὰ τοῦτο ἐπὶ πλέον θαρσήσας καὶ ἄλλως θρασὺς ὢν ὁ ἀνήρ, μηδὲ πρὸς μικρὸν περιμείνας τοὺς μετ' αὐτὸν ὥστε σὺν εὐταξίᾳ τὴν μετὰ τῶν Τούρκων προσβολὴν δέξασθαι, κατὰ τοῦ Μουχοῦμετ ἵεται. Παρείπετο δὲ καὶ ὁ Τζιπουρέλης. 14.6.2 Περὶ παλαιοχώριον δέ τι γενομένω μήπω τῶν ὑπ' αὐ τοὺς στρατιωτῶν ἐφθακότων καταλαμβάνει τούτους ὁ Μουχοῦμετ σταθηρότατος ὤν. Τὸν ἵππον δὲ τοῦ Ἀμπελᾶ, οὐ τὸν ἱππότην, διὰ βέλους πλήξας κατὰ γῆς ἔρριψεν. Ὃ θεασάμενοι οἱ Τοῦρκοι πεζῷ περιτυχόντες κτείνουσιν. Ἀλλὰ καὶ τὸν Τζιπουρέλην ἀναισχύντως κατ' αὐτῶν ἱέμε νον ὁρῶντες τὸν ἵππον ἐν ᾧ ἐπωχεῖτο, πτερώσαντες οἷον τοῖς βέλεσιν, ἔξεδρον αὐτὸν ἐποίησαν καὶ διὰ μαχαίρας παραχρῆμα ἀνεῖλον. Οἱ δὲ τὴν οὐραγίαν τηροῦντες στρα τιῶται, ὥστε τοὺς κεκοπιακότας τῶν τὰς σκευὰς τηρούντων στρατιωτῶν καὶ τοὺς ἵππους φρουρεῖν καὶ τοὺς κατ' αὐτῶν ἱεμένους ἀπελαύνειν ὡς δύναμις, καταλαβόντας θεασάμενοι τοὺς Τούρκους κατ' αὐτῶν ἵενται καὶ τρέπουσιν αὐτοὺς κατὰ κράτος. 14.6.3 Ἐπεὶ δὲ ὁ Καμύτζης μετὰ τῶν Τούρκων τηνικαῦτα δέσμιος παρῆν, τὴν γενομένην σύγχυσιν ἐν τῇ συμβολῇ τῆς μάχης θεασάμενος καὶ τοὺς μὲν φεύγοντας, τοὺς δὲ διώκοντας ὁρῶν, σταθηρὸς ὢν δρασμὸν μελετήσας τῆς ὁδοῦ εἴχετο. Περιτυχὼν δὲ αὐτῷ κατάφρακτός τις Κελτὸς ἵππον δίδωσι· καὶ καταλαμβάνει τὸν αὐτοκράτορα περὶ τὴν πεδιάδα τῆς τεμπείας αὐλιζόμενον μεταξὺ Φιλα δελφείας καὶ Ἀκροκοῦ διακειμένην, οὐχ ἑνί, ἀλλὰ πολλοῖς ἀποχρῶσαν στρατεύμασι. Ὁ δὲ τὸν Καμύτζην θεασάμενος μεγάλως αὐτὸν ἀποδεξάμενος καὶ σῷστρα τῷ ῥυσαμένῳ τοῦτον Θεῷ θύσας πρὸς τὴν βασιλεύουσαν ἐκπέμπει· «Εἰπέ, λέγων, ὅσα τε πέπονθας καὶ ὁπόσα ἑώρακας καὶ τὴν ἡμῶν σὺν Θεῷ τοῖς ἡμετέροις κατάγγειλον ζωήν». 14.6.4 Μεμαθηκὼς δὲ τὴν σφαγὴν τοῦ Ἀμπελᾶ καὶ τοῦ Τζιπου ρέλη καὶ λίαν ἐπὶ τῇ τούτων σφαγῇ περιαλγήσας ὁ αὐτοκρά τωρ τὴν ψυχὴν ἔφη· «Δύο δόντες ἕνα ἐλάβομεν». Ἔθος γὰρ αὐτῷ, ὁπηνίκα νικήσειέ τινα πόλεμον, ἀνερευνᾶν εἴ τις ἑάλω τῶν στρατιωτῶν, εἴ τις ἔργον ἐγεγόνει πολεμίας χει ρός· καὶ κἂν ὅλας ἐτρέψατο φάλαγγας καὶ νίκην τὴν κατ' αὐ τῶν ἤρατο, ξυμβέβηκε δ' ἕνα που τυχὸν καὶ τῶν ἐσχάτων στρατιωτῶν ἀπολέσθαι, τὸ τῆς νίκης εἰς οὐδὲν ἐλογίζετο πρᾶγμα καὶ Καδμείαν ὡς ἀληθῶς νίκην τὴν νίκην ἐκείνην ἡγεῖτο καὶ ἀντὶ κέρδους ζημίαν. Αὐτὸς δὲ ἡγεμόνας τινὰς μετὰ τῶν ὑπ' αὐτὸν στρατιωτῶν ἐς φυλακὴν καταστήσας τῆς χώρας, Γεώργιον τὸν Λεβούνην καὶ ἑτέρους, πρὸς τὴν βασιλεύουσαν νικητὴς ἐπανῄει. 14.6.5 Ὁ μὲν οὖν Καμύτζης καταλαβὼν τὸ Δαμάλιν καὶ ἐν ἀμφιρύκῳ εἰσελθὼν περὶ μέσην φυλακὴν τῆς νυκτός, ἐπεὶ τὴν βασιλίδα εἰς τὰ ὑπερ κείμενα τῶν ἀνακτόρων ἐγίνωσκεν οὖσαν, κεῖθι καταλαβὼν πατάσσει τὴν περὶ τὸν αἰγιαλὸν πύλην. Τῶν δὲ ἐρομένων τίς ἂν εἴη, τὴν ἰδίαν οὐκ ἤθελεν ἀποκαλύπτειν κλῆσιν, ἀλλὰ τὰς πύλας ᾐτεῖτο ἀποζυγωθῆναί οἱ. Μόγις οὖν τοὔ νομα ἀνακαλύψας παραχωρεῖται τῆς εἰσόδου. 14.6.6 Ἡ δὲ Αὔγουστα περιχαρὴς γεγονυῖα ἐδέξατο τοῦτον ἔξω τῆς τοῦ κοιτῶνος θύρας (Ἀριστήριον τοῦτο πάλαι ὠνόμαζον), θεασαμένη δὲ τοῦτον τουρκικῶς ἐσταλμένον καὶ θατέρων τῶν ποδῶν χωλεύοντα διὰ τὸ πληγῆναι ἐν τῷ καιρῷ τῆς μάχης, περὶ τοῦ αὐτοκράτορος πρώτως ἐρομένη καθεσθῆναι ἐπέταξεν. Εἶτα περὶ πάντων πυθομένη καὶ τὴν καινὴν ἐκείνην ἐξ ἀπροσδοκήτου νίκην μεμαθηκυῖα τοῦ αὐτοκράτορος καὶ τὸν δορυάλωτον ἐλεύθερον ὁρῶσα, οὐκ εἶχεν ὑφ' ἡδονῆς ὅ τι καὶ γένοιτο. Ἐπέτρεψε δὲ τοῦτον διαναπαύσασθαι μέχρις ἡμέρας κἄπειτα ἐξελθόντα τὰ συμ βεβηκότα διακηρυκεύειν ἅπασι. Καὶ ὁ μὲν πρωίθεν ἐξανασ τὰς καὶ ἐπιβὰς ἵππου τινὸς μετὰ τῶν ἐσθημάτων ἐκείνων, μεθ' ὧν ἀφῖκτο τῆς αἰχμαλωσίας παραδόξως ἐλευθερωθείς, ἐπὶ τὸν Κωνσταντίνιον φόρον ἐλήλυθε. Καὶ πᾶσα ἡ πόλις εὐθὺς ἐπ' αὐτῷ ἐκεκίνητο, ὁμοῦ μὲν καὶ τὰ κατ' αὐτὸν μαθεῖν ἐπειγομένη, ὁμοῦ δὲ καὶ τὰ κατὰ τὸν αὐτοκράτορα πλέον ποθοῦσα. Αὐτὸς δὲ περιστοιχησάντων αὐτῷ ἱππέων πολλῶν καὶ πεζῶν τά τε κατὰ τὸν πόλεμον λαμπρῷ τῷ στόματι διηγήσατο καὶ ὅσα τότε ξυνέκυρσε κατὰ τοῦ ῥωμαϊ κοῦ στρατεύματος καὶ δὴ καὶ ὁπόσα ὁ βασιλεὺς κατὰ τῶν βαρβάρων ἐμηχανήσατο καὶ ὅπως ἤρατο νίκην λαμπρὰν πολλαπλασίαν τὴν ἐκδίκησιν ποιησάμενος· καὶ τέλος ἐπέθηκε τὴν παράδοξον ἑαυτοῦ ἀπὸ τῶν βαρβάρων φυγήν. Οἷς ἐπευφήμησεν ὅλον τὸ πλῆθος καὶ μέχρις αἰθέρος ὁ κρότος τῆς εὐφημίας ἀνεληλύθει.

14.7.1 Ταῦτα μὲν οὕτως ἐτετέλεστο καὶ ἡ Κωνσταντίνου ἐνεπέπληστο τῶν τοῦ βασιλέως κατορθωμάτων. Καὶ γὰρ ὡς ἀληθῶς ὅσον μὲν ἀπὸ τῆς τύχης δυσχερέσι πράγμασιν ὡμιλήκει καὶ ἀντίξως ἔχουσι πρός τε αὐτὸν καὶ τὰ τῶν Ῥωμαίων πράγματα καὶ ὅλως δυστυχημάτων πλήθει περιερρεῖτο, ἀλλ' ἥ γε ἀρετὴ τούτου καὶ τὸ ἐγρηγορὸς καὶ δραστήριον ἀντέβαινέ τε καὶ φιλονείκως εἶχε πρὸς ἅπαν δυστύχημα. Οὐδενὶ γὰρ τῶν ἀνέκαθεν βασιλέων καὶ εἰς τὴν τήμερον ὄντων πραγμάτων ἐπιπλοκὴ καὶ μοχθηρία παντοδαπῶν ἀνθρώπων, καὶ οἴκοι καὶ θύραθεν, προσεπέλασεν, ὡς ἐπὶ τούτου τοῦ αὐτοκράτορος εὕρομεν. Εἴτε γὰρ ἔδει πονηρῶς διατεθῆναι τὰ τῶν Ῥωμαίων Θεοῦ παραχωροῦντος (οὐδὲ γὰρ ἂν ἀπὸ τῆς ἀστρῴας περιφορᾶς ἐξαπτοίμην ποτὲ τὰ ἡμέτερα) εἴτε ἀπὸ τῆς τῶν προβεβασιλευκότων ἀβουλίας εἰς τόδε καταστάσεως τὰ τῆς ῥωμαϊκῆς δυναστείας ἔστη, ὄχλος πολὺς πραγμάτων καὶ πολυκύμαντος τάραχος ἐπὶ τῶν καιρῶν τῆς βασιλείας τοὐμοῦ πατρὸς συνελήλυθεν. 14.7.2 Ἅμα γὰρ κατὰ ταὐτὸν καὶ Σκύθης ἀπὸ βορρᾶ καὶ ἀπὸ τῆς ἑσπέρας Κελτὸς καὶ ἐξ ἀνατολῶν Ἰσμαὴλ ἐτετάρακτο, χωρὶς τῶν ἀπὸ θαλάσσης κινδύνων, ἄνευ τῶν θαλασσοκρατούντων βαρβάρων, ἄνευ τῶν πειρα τικῶν ἀναρίθμων νηῶν ἃς ἡ τῶν Σαρακηνῶν ἐτεκτόνευσε μῆνις, ἃς ἡ τῶν Οὐετόνων συνεπλέξατο πλεονεξία καὶ κατὰ τῆς ῥωμαϊκῆς βασιλείας δύσνοια. Καὶ γὰρ ἐποφθαλμιῶσι πάντες αὐτῇ. Φύσει γὰρ οὖσα δεσπότις τῶν ἄλλων ἐθνῶν ἡ βασιλεία Ῥωμαίων ἐχθρωδῶς διακείμενον ἔχει τὸ δοῦλον, καὶ ἐπειδὰν ἐπιδράξαιτο καιροῦ, φέρεται ἄλλος ἄλλοθεν ἐκ γῆς καὶ θαλάττης ἕκαστος. Ἀλλὰ τὰ μὲν πρό τερον καὶ τὰ τῆς πρὸ ἡμῶν βασιλείας ἐλαφρότατα ἦν καὶ κουφότερα· ἐπὶ δὲ τοὐμοῦ πατρός, ἅμα τε ἐπιβεβήκει τοῦ βασιλικοῦ ἅρματος, καὶ εὐθὺς ἐπισυνέρρευσεν ἁπανταχόθεν ἅπαντα τὰ δεινά· καὶ ὁ Κελτὸς ἐκεκίνητο καὶ ἐδείκνυ τοῦ δόρατος τὴν ἀκμὴν καὶ ὁ Ἰσμαὴλ τόξον ἐνέτεινε καὶ τὸ Νομαδικὸν ἅπαν ἔθνος καὶ Σκυθικὸν ὅλον ἁμάξαις παμ μυρίαις ἐπέβρισεν. 14.7.3 Ἀλλ' ἴσως τις ἐνταῦθα τοῦ λόγου γενόμενος καὶ ἐντυγχάνων τῷ συγγράμματι δεδεκασμένην εἴποι τῇ φύσει τὴν γλῶτταν. Ἐγὼ δὲ οὐ μὰ τοὺς τοῦ βασιλέως ὑπὲρ τῆς τῶν Ῥωμαίων εὐδαιμονίας κινδύνους, οὐ μὰ τὰ τοῦ πατρὸς ἀθλήματα καὶ τὰς συμφοράς, ἃς ὑπὲρ τῶν Χριστιανῶν ἐπεπόνθει, οὐκ ἔγωγε χαριζομένη τὠμῷ πατρὶ τὰ τοιαῦτα καὶ λέγω καὶ γράφω. Ἥ γε καὶ ὅπη τὸν πατέρα σφαλλόμενον ἴδοιμι, ἄντικρυς καὶ παραβαίνω τὸν νόμον τὸν φυσικὸν καὶ τῆς ἀληθείας ἐξέχομαι, φίλον μὲν καὶ τοῦτον ἡγουμένη, φιλτέραν δὲ τὴν ἀλήθειαν ἔχουσα. Ἀμφοῖν γὰρ ὄντοιν φίλοιν, ὥς πού τις ἔφη φιλόσοφος, κρά τιστον προτιμᾶν τὴν ἀλήθειαν. Ἀλλὰ τοῖς πράγμασιν αὐτοῖς ἐπακολουθοῦσα, καὶ μήτε προστιθεμένη παρ' ἐμαυτῇ μήτε ὑφαιροῦσα τὰ ξυμπεσόντα, καὶ λέγω καὶ γράφω. 14.7.4 Καὶ ἐγγύθεν ὁ ἔλεγχος. Οὐ γὰρ εἰς μυριοστὸν ἔτος ἀνάγω τὸ σύγγραμμα, ἀλλ' εἰσὶν οἵτινες εἰς τὴν τήμερον περιόντες καὶ τὸν πατέρα τὸν ἐμὸν ἐγνωκότες καὶ τὰ κατ' αὐτὸν ἀφηγούμενοι, ἀφ' ὧν καὶ οὐκ ὀλίγα τῆς ἱστορίας ἐνταυθοῖ συνηράνιστο, ἄλλων ἄλλο τι διηγουμένων καὶ μεμνημένων ὧν ἕκαστος ἔτυχε καὶ πάντων ὁμοφωνούντων. Τὰ μὲν γὰρ πλείω καὶ ἡμεῖς συνῆμεν τῷ πατρὶ καὶ τῇ μητρὶ συνειπό μεθα. Οὐ γὰρ ἦν τὸ ἡμέτερον τοιοῦτον οἷον οἰκουρικὸν καὶ ὑπὸ σκιὰν καὶ τρυφὴν στρεφόμενον. Ἀλλ' ἐμὲ γὰρ ἐξ αὐτῶν σπαργάνων, ὄμνυμι τὸν ἐμαυτῆς Θεὸν καὶ τὴν ἐκείνου μητέρα, πόνοι καὶ θλίψεις παρέλαβον καὶ συμφοραὶ συνε χεῖς, αἱ μὲν ἔξωθεν, αἱ δὲ οἴκοθεν. Τὰ μὲν γὰρ τοῦ σώμα τος ὁποδαπῶς εἶχον, οὐκ ἂν εἴποιμι, λεγέτωσαν δὲ ταῦτα οἱ περὶ τὴν γυναικωνῖτιν καὶ καταλεγέτωσαν. Τὰ δὲ ἔξωθεν καὶ ὅσα μοι συνεπεπτώκει οὔπω τὸν ὄγδοον ὑπερελασάσῃ χρόνον, καὶ ὅσους ἐχθροὺς ἡ τῶν ἀνθρώπων μοι κακία παρεβλάστησε, τῆς Ἰσοκράτους Σειρῆνος δεῖται, τῆς Πιν δαρικῆς μεγαλοφωνίας, τοῦ Πολέμωνος ῥοίζου, τῆς Ὁμη ρικῆς Καλλιόπης, τῆς Σαπφικῆς λύρας ἤ τινος ἄλλης παρὰ ταύτας δυνάμεως. Οὐδὲν γάρ ἐστι τῶν δεινῶν οὐ μικρόν, οὐ μεῖζον, οὐκ ἐγγύθεν, οὐ πορρωτέρω, ὃ μὴ εὐθὺς ἐπέβρισε καθ' ἡμῶν. Καὶ δῆτα καὶ ὑπερέσχε σαφῶς τὸ κλυδώνιον, καὶ ἔκτοτε καὶ μέχρι τοῦ νῦν καὶ μέχρι οὗ τὸ σύγγραμμα τουτὶ γράφω ἡ τῶν συμφορῶν ἐμπορεύεταί μοι θάλαττα καὶ ἄλλα ἐπ' ἄλλοις καταλαμβάνει τὰ κύματα. Ἀλλὰ γὰρ ἔλαθον εἰς τὰς ἐμαυτῆς συμφορὰς παρασυραμένη· νῦν οὖν ἐπὶ νοῦν ἐλθοῦσα ἐπανανήξομαι καθάπερ ἀνάρρουν ποιησαμένη καὶ πρὸς τὰς πρώτας λαβὰς ἐπανέλθοιμι. 14.7.5 Τὰ μὲν οὖν, ὡς εἶπον, παρ' ἐμαυτῆς ἔχω, τὰ δὲ καὶ ἀπὸ τῶν ξυστρατευσαμένων τῷ αὐτοκράτορι ποικίλως περὶ τούτων μανθάνουσα καὶ διά τινων πορθμέων εἰς ἡμᾶς δια βιβαζόντων τὰ τοῖς πολέμοις ξυμβεβηκότα, μάλιστα δὲ καὶ αὐτοπροσώπως περὶ τούτων διηγουμένων πολλάκις ἤκουον τοῦ τε αὐτοκράτορος καὶ Γεωργίου τοῦ Παλαιολόγου. Ἐγὼ δὲ καὶ τὰ πολλὰ τούτων συνελεξάμην, καὶ κράτιστα ἐπὶ τοῦ μετὰ τὸν ἐμὸν πατέρα τρίτου τὰ τῆς βασιλείας σκῆπτρα διέποντος, ὅτε καὶ πᾶσα κολακεία καὶ ψεῦδος τῷ πάππῳ αὐτῷ συναπέρρευσε, πάντων τὸν ἐφιστάμενον μὲν θρόνον κολακευόντων, πρὸς δὲ τὸν ἀπερρυηκότα μηδέν τι μὲν θωπείας ἐνδεικνυμένων, γυμνὰ δὲ τὰ πράγματα διηγουμέ νων καὶ αὐτὰ λεγόντων ὥσπερ ἐσχήκασιν. 14.7.6 Ἐγὼ μὲν γὰρ τὰς ἐμαυτῆς συμφορὰς ἀποδυρομένη, κατὰ τόδε και ροῦ τρεῖς βασιλεῖς θρηνοῦσα, τὸν πατέρα καὶ αὐτοκράτορα, καὶ τὴν ἐμὴν δεσπότιν καὶ μητέρα καὶ βασιλίδα, καὶ τὸν ἐμόν, οἴμοι, σύζυγον καίσαρα ἐγγωνιάζω τὰ πολλὰ καὶ βιβλίοις καὶ Θεῷ προσανάκειμαι. Καὶ οὐδὲ τοῖς ἀφανεστέ ροις ἐξέσται τῶν ἀνθρώπων παρ' ἡμᾶς φοιτᾶν, μὴ ὅτι γε δι' ὧν μανθάνειν εἴχομεν, ἅπερ παρ' ἄλλων διακηκοότες ἐτύγχανον, καὶ τοῖς τοῦ πατρὸς οἰκειοτάτοις. Εἰς τρια κοστὸν γὰρ τοῦτο ἔτος, μὰ τὰς τῶν μακαριωτάτων αὐτοκρα τόρων ψυχάς, οὐκ ἐθεασάμην, οὐκ εἶδον, οὐχ ὡμιλήκειν ἀνθρώπῳ πατρῴῳ, τοῦτο μὲν τῶν πολλῶν ἀπερρυηκότων, τοῦτο δὲ τῶν πολλῶν ἀπειργομένων τῷ φόβῳ διὰ τὴν τῶν πραγμάτων παλίρροιαν. Καὶ τούτοις γὰρ ἡμᾶς κατεδίκασαν οἱ κρατοῦντες τοῖς ἀτοπήμασι μηδὲ θεατοὺς εἶναι ἀλλ' ἐστυγημένους τοῖς πλείοσιν. 14.7.7 Ἃ δὲ συνειλόχει τῆς ἱστορίας, ἴστω Θεός, ἴστω ἡ ὑπερκόσμιος μήτηρ αὐτοῦ καὶ ἐμὴ δεσπότις, ἀπό τινων συνελεξάμην ξυγγραμμάτων ἀχρείων καὶ ἀσπούδων παντάπασι καὶ γερόντων ἀνθρώπων στρατευσα μένων κατ' ἐκεῖνο καιροῦ, καθ' ὃν οὑμὸς πατὴρ τῶν σκήπτρων Ῥωμαίων ἐπείληπτο, χρησαμένων δὲ συμφοραῖς καὶ μετα σχηματισθέντων ἀπὸ τῆς κοσμικῆς τύρβης εἰς τὴν τῶν μοναχῶν γαληνιαίαν κατάστασιν. Τὰ γὰρ εἰς χεῖρας ἐμὰς ἐμπεσόντα συγγράμματα ἁπλᾶ μὲν ἦσαν τὴν φράσιν καὶ ἀπερίεργα καὶ τῆς ἀληθείας ἐχόμενα καὶ οὐδέν τι κομψὸν ἐπιδεδειγμένα οὐδὲ ῥητορικὸν ὄγκον ἐπισυρόμενα. Τὰ δὲ παρὰ τῶν γεραιτέρων ἐκδιηγούμενα τῆς αὐτῆς ἦσαν καὶ λέξεως καὶ διανοίας τῶν συγγραμμάτων ἐχόμενα· καὶ ἐτεκμηράμην ἐξ αὐτῶν τὴν τῆς ἱστορίας ἀλήθειαν, συμβάλ λουσα καὶ παρεξετάζουσα τὰ παρ' ἐμαυτῆς ἱστορούμενα πρὸς τὰ παρ' ἐκείνων λεγόμενα καὶ τὰ παρ' ἐκείνων πρὸς τὰ παρ' ἐμαυτῆς, ἅπερ αὐτὴ ἐξ αὐτοῦ τε τοὐμοῦ πατρὸς καὶ τῶν πρὸς πατρὸς καὶ μητρὸς ἐμοὶ θείων ἠκηκόειν πολ λάκις. Ἀφ' ὧν ἁπάντων τὸ τῆς ἀληθείας ἅπαν σῶμα συν εξυφαίνεται. 14.7.8 Ἀλλ' ὅπερ ἄνωθεν εἶπον περὶ τῆς τοῦ Καμύτζη τῶν βαρβάρων ἀποφυγῆς καὶ τῆς παρ' ἐκείνου πρὸς τοὺς πολίτας δημηγορίας, ὁ λόγος ἐχέσθω. Ὁ μὲν γὰρ διηγήσατο τὰ συμπεπτωκότα, καθάπερ εἴπομεν, καὶ ὅσα ὁ βασιλεὺς κατὰ τῶν Ἰσμαηλιτῶν ἐτεχνάσατο· οἱ δὲ τῆς Κωνσταντίνου οἰκήτορες, μία φωνὴ καὶ χεῖλος ἓν γεγονότες, ἀνευφήμουν, ὕμνουν τὸν αὐτοκράτορα, ἐξεθείαζον, ἐμακάρι ζον τῆς στρατηγίας, οὐκ εἶχον ὅπως τὴν ἐπ' αὐτῷ ἡδονὴν κατασχεῖν. Ἀλλὰ τὸν μὲν Καμύτζην σὺν εὐθυμίᾳ παραπέμ ψαντες οἴκαδε, μεθ' ἡμέρας τινὰς δέχονται καὶ τὸν αὐτο κράτορα νικητὴν τροπαιοῦχον, ἀνίκητον στρατηγόν, ἀήτ τητον βασιλέα, σεβαστὸν αὐτοκράτορα. Καὶ οἱ μὲν οὕτως· ὁ δὲ εἰσεληλυθὼς τὰ βασίλεια καὶ σῷστρα θύσας Θεῷ καὶ τῇ Θεομήτορι τῶν συνήθων εἴχετο τρόπων. 14.7.9 Τοὺς γὰρ ἔξωθεν πολέμους καταστησάμενος καὶ τὰς τῶν τυράννων στάσεις ἀποκρουσάμενος εἰς δικαστήρια καὶ νόμους ἀπέ βλεπεν. Ἦν γὰρ παρ' ἑκάτερον καιρὸν καὶ εἰρήνης καὶ μάχης ἄριστος οἰκονόμος. Ἔκρινε γὰρ ὀρφανὸν καὶ ἐδι καίου χήραν καὶ κατὰ πάσης ἀδικίας δριμύτατον ἔβλεπεν, ὀλίγα τὸ σῶμα διαναπαύων ἐν κυνηγεσίοις τε καὶ ἀνέσεσι. Καὶ γὰρ μετὰ τῶν ἄλλων ἐφιλοσόφει καὶ τοῦτο, χαλιναγω γεῖν τὸ σῶμα καὶ εὐαγωγότερον ἑαυτῷ καθιστᾶν. Ἐξεδίδου μὲν γὰρ αὐτὸ τοῖς πόνοις ὡς ἐπὶ τὸ πλεῖστον, πάλιν δὲ ἐπανεκαλεῖτο τῶν πόνων· καὶ ἡ ἄνεσις τούτῳ δεύτερος πόνος, βιβλίων ἀνάγνωσις καὶ ἐξέτασις καὶ ἡ τοῦ· «Ἐρευ νᾶτε τὰς γραφάς» παραγγέλματος ἐπιμέλεια. Τὰ δ' αὖ κυνηγέσια καὶ ἡ ἀπὸ τοῦ σφαιρίζειν παιδιὰ δευτέρου λόγου καὶ τρίτου προσῆν τὠμῷ πατρί, ἕως ἔτι νεώτερος ἦν καὶ οὔπω τὸ θηρίον, ἡ τῶν ποδῶν διάθεσις, αὐτῷ ἐπισυνεπλάκη καθάπερ ὄφις τις σκολιὸς καί, αὐτὸ δὴ τοῦτο τὸ τῆς κατάρας, δάκνων αὐτοῦ τὴν πτέρναν. Ἐξ ὅτου δὲ τὰ τοῦ νοσήματος ὑπήρξατο καὶ εἰς ἀκμὴν ἧκε, τότε δὴ καὶ γυμνα σίοις ἑαυτὸν ἐπεδίδου καὶ τοῖς ἱππάσμασι καὶ ταῖς ἄλλαις παιδιαῖς, παράγγελμα τοῦτο λαβὼν ἐξ ἰατρικῆς ἐπιστήμης, ἵνα ταῖς συνεχέσιν ἱππασίαις διαφοροῖτό τι τῆς καταρρεού σης ὕλης καὶ τοῦ ἐπιβρίθοντος βάρους κουφίζοιτο. Τοῦτο γὰρ τὸ πάθος ὁ ἐμὸς πατήρ, καθάπερ εἰρήκειν ἄνωθεν, οὐκ ἐξ ἑτέρας αἰτίας ἔξωθεν, ἀλλ' ἀπὸ τῶν πόνων καὶ τῶν καμάτων ὑπὲρ τῆς Ῥωμαίων δόξης ἐσπάσατο.

14.8.1 Οὔπω ἐνιαυτὸς εἷς παρεληλύθει καί, λογοποιου μένην ἀκηκοὼς αὖθις περὶ τῶν Κομάνων διὰ τοῦ Ἴστρου διαπεραίωσιν, ὀγδόης ἤδη ἐπινεμήσεως ἐφισταμένης ἀρχο μένου φθινοπώρου κατὰ μῆνα Νοέμβριον ἔξεισι τῆς βασι λίδος τῶν πόλεων καὶ τὰς δυνάμεις ἁπάσας μεταπεμψά μενος κατατίθησι τούτους εἴς τε Φιλιππούπολιν καὶ εἰς τὸν λεγόμενον Πετριτζὸν καὶ Τριάδιτζαν καὶ εἰς τὸ θέμα τοῦ Νίσου μέχρι καὶ τῆς Παρίστρας Βουρανιτζόβης, ἐπι σκήψας πολλήν τε περὶ τοὺς ἵππους αὐτῶν ἐνδείκνυσθαι ἐπιμέλειαν ὥστε πίονας γεγονότας ἐν καιρῷ μάχης δύνα σθαι φέρειν τοὺς ἐπιβάτας, αὐτὸς δὲ κατὰ τὴν Φιλιππού πολιν ἐνδιατρίβει. Πόλις δὲ αὕτη περὶ τὴν τῆς Θρᾴκης μεσόγειαν. Εὖρος τῇ πόλει παραρρεῖ πρὸς βορρᾶν ἄνεμον πνέοντα· ῥεῖ μὲν γὰρ οὗτος ἀπὸ τῶν περάτων αὐτῶν τῆς Ῥοδόπης καὶ πολλὰς ποιούμενος ἕλικας καὶ καμπὰς παρα μείβει τε τὴν Ἀδριανοῦ· πολλῶν καὶ ἄλλων ἐς ταὐτὸ ποτα μῶν συνεμβεβληκότων καὶ περὶ τὴν Αἶνον πόλιν ἐκδίδωσιν εἰς τὴν θάλασσαν. 14.8.2 Φίλιππον δὲ ὅταν εἴπω, οὐ τὸν Μακεδόνα λέγω, τὸν τοῦ Ἀμύντου, νεωτέρα γὰρ ἡ πόλις τοῦ Φιλίππου τούτου, ἀλλὰ τὸν Ῥωμαῖον Φίλιππον, ὃς ὑπερωμίας γέγονεν ἀνὴρ καὶ τὴν ἰσχὺν καὶ τὸ σῶμα ἀνυ πόστατος. Πολίχνιον δὲ ἦν τὰ πρῶτα καὶ πρὸ Φιλίππου Κρηνίδες ὀνομαζόμενον, παρ' ἐνίων δὲ Τριμοῦς. Ἀλλ' ὅ τε μέγιστος ἐκεῖνος Φίλιππος εἰς μέγεθος τὴν πόλιν ἐξάρας καὶ περικυκλώσας ταύτην τείχεσι περιβόητον τῶν ἐν Θρᾴκῃ πεποίηκε πόλεων, ἱππικά τε καταστησάμενος ἐν αὐτῇ μέγιστα καὶ ἀλλάττα κατασκευάσματα θαύματος ἄξια, ὧν ἴχνη κατέλαβον καὶ αὐτὴ μετὰ τοῦ αὐτοκράτορος ἐπιδε δημηκυῖα τὴν πόλιν κατὰ χρείαν τινά. 14.8.3 Ἡ δὲ πόλις τρίλοφός ἐστιν ἑκάστου λόφου περιζωννυμένου τείχει μεγάλῳ καὶ ὑψηλῷ· ὅπου δὲ πρὸς πεδιάδας ὑποκύπτει καὶ ὁμαλότητας, τάφρος αὐτὴν περιθέει παρ' Εὔρῳ κειμένῃ. Καὶ ἦν, ὡς ἔοικε, ποτὲ πόλις ἡ πόλις αὕτη μεγάλη τε καὶ καλή. Ἀφ' οὗ δὲ Ταῦροι καὶ Σκύθαι τὴν πόλιν ἐν τοῖς ἀνέκαθεν χρόνοις ἠνδραποδίσαντο, εἰς τόδε τοῦ σχή ματος ἡ πόλις κατέστη ἐν ᾧ ἡμεῖς κατειληφότες αὐτὴν ἐπὶ τῶν τοῦ ἐμοῦ πατρὸς σκήπτρων τὴν πόλιν μεγαλόπολιν ὡς ὄντως ἐτεκμηράμεθα. Ἐδυστύχει δὲ μετὰ τῶν ἄλλων καὶ ἀσεβῶν ἐπιδημίᾳ πολλῶν. Ἀρμένιοί τε γὰρ διενείμαντο τὴν πόλιν ταύτην καὶ οἱ λεγόμενοι Βογόμιλοι, περὶ ὧν ὕστερον καὶ αὐτῶν καὶ τῆς τούτων αἱρέσεως ἐροῦμεν κατὰ καιρόν, καὶ δὴ καὶ οἱ δυσθεώτατοι Παυλικιανοί, τῆς Μανι χαϊκῆς ἀποσπάδαι τυγχάνοντες, ἐκ Παύλου καὶ Ἰωάννου, ὡς καὶ τοὔνομα λέγει, γεγενημένοι, οἳ τῆς ἀσεβείας τοῦ Μάνεντος ἐπισπασάμενοι ἄκρατον τοῖς ἀπ' ἐκείνων μετα δεδώκασιν. 14.8.4 Ἠβουλόμην οὖν τὸ δόγμα τῶν Μανιχαίων ἐπιδραμεῖν καὶ συνεσπειραμένως ἀναπτύξαι προσετισπου δάσαι τε τὴν ἀνατροπὴν τῶν ἀθεωτάτων δογμάτων τούτων. Ἀλλ' ἅμα μὲν εἰδυῖα ὅτι πᾶσίν ἐστι καταγέλαστος ἡ τῶν Μανιχαίων αἵρεσις, ἅμα δὲ καὶ πρὸς τὴν ἱστορίαν ἐπισπεύ δουσα παρίημι τοὺς κατὰ τούτων ἐλέγχους. Καὶ ἄλλως δὲ οὐ τοὺς τῆς ἡμετέρας αὐλῆς μόνον, ἀλλὰ καὶ αὐτὸν οἶδα τὸν καθ' ἡμῶν λελυττηκότα Πορφύριον ἐν πλείοσι κεφαλαίοις εἰς ἀτοπίαν πολλὴν συνωθήσαντα τὸ τῶν Μανιχαίων φλύαρον δόγμα, ἐπιστημονικώτατα περὶ τῶν δύο ἀρχῶν ἐπισκεψάμενον, εἰ καὶ ἡ μοναρχία τούτου εἰς τὴν Πλατωνικὴν ἑνάδα ἢ καὶ τὸ ἓν τοὺς ἀναγινώσκοντας ἀναγκάζει συνάγειν. Ἡμεῖς γὰρ μοναρχίαν τιμῶμεν, οὐχ ἣ ἓν πρόσω πον περιγράφει. Οὐδὲ τὸ ἓν τὸ τοῦ Πλάτωνος προσηκά μεθα· τουτοῒ τὸ παρ' Ἕλλησιν ἄρρητον καὶ παρὰ Χαλδαίοις ἀπόρρητον· ἐξαρτῶσι γὰρ αὐτοῦ πολλὰς καὶ ἄλλας ἀρχὰς ἐγκοσμίως τε καὶ ὑπερκοσμίως. 14.8.5 Ἀλλὰ τούτους δὴ τοὺς ἀπὸ Μάνεντος καὶ Παύλου καὶ Ἰωάννου, τῶν τῆς Καλλινίκης, ἀγριωτέρους ὄντας τὰς γνώμας καὶ ὠμοὺς καὶ μέχρις αἵματος διακινδυνεύοντας ὁ ἐν βασιλεῦσιν ἐκεῖνος θαυμάσιος Ἰωάννης ὁ Τζιμισκῆς πολέμῳ νικήσας, ἐξανδρα ποδισάμενος ἐκ τῆς Ἀσίας, ἐκεῖθεν ἀπὸ τῶν Χαλύβων καὶ τῶν Ἀρμενιακῶν τόπων εἰς τὴν Θρᾴκην μετήνεγκε. Καὶ τὰ περὶ τὴν Φιλιππούπολιν αὐλίζεσθαι κατηνάγκασεν, ἅμα μὲν τῶν ἐρυμνοτάτων πόλεων καὶ φρουρίων, ἃ κατεῖχον τυραννιῶντες, ἀπαγαγών, ἅμα δὲ καὶ φύλακας ἐπιστήσας ἀσφαλεστάτους τῶν σκυθικῶν ἐκείνων διεκδρομῶν, ἃς ὑπο σύχνως ὑπὸ βαρβάρων τἀπὶ Θρᾴκης ἐπεπόνθει χωρία· ὑπερ βαίνοντες γὰρ τὰ τέμπη τοῦ Αἵμου τὰς ὑπὸ τοῦτον πεδιάδας κατέτρεχον. 14.8.6 Ὁ δ' Αἷμος οὗτος ὄρος ἐστὶ μακρότατον κατὰ γραμμὴν παράλληλον τῇ Ῥοδόπῃ κείμενον. Ἄρχεται μὲν ἀπὸ τοῦ Εὐξείνου Πόντου τὸ ὄρος καὶ μικρὸν παραμεί βων τοὺς καταρράκτας μέχρις αὐτῶν Ἰλλυρικῶν διήκει· οἶμαι δ' ὅτι καὶ διακοπτόμενον τῷ Ἀδριαντικῷ πελάγει, πάλιν εἰς ἀντιπέραν ἤπειρον ἀναλαμβάνει καὶ μέχρις αὐτῶν Ἑρκυνίων δρυμῶν ἀποτελευτᾷ. Ἑκατέρωθεν δὲ τῶν καταρρύτων αὐτοῦ πολλὰ καὶ πλουσιώτατα ἔθνη νέμεται, Δακῶν μὲν ὄντων βορειοτέρων καὶ τῶν Θρᾳκῶν, νοτιωτέρων δὲ Θρᾳκῶν τε αὐτῶν καὶ Μακεδόνων. Τοῦτον τὸν Αἷμον δια περῶντες οἱ νομάδες Σκύθαι κατὰ τοὺς ἀνέκαθεν χρόνους, πρὶν ἢ τοῦ Ἀλεξίου τὸ δόρυ καὶ οἱ πολλοὶ ἀγῶνες εἰς πανω λεθρίαν κατήνεγκαν, πανστρατιᾷ τὴν Ῥωμαίων ἡγεμονίαν ἐκάκουν καὶ μάλιστα τὰς ἐγγυτέρους πόλεις, ὧν προὐκά θητο ἡ πάλαι πολυθρύλλητος Φιλιππούπολις. 14.8.7 Ὁ δὲ Τζιμισκῆς Ἰωάννης τοὺς ἐκ τῆς Μανιχαϊκῆς αἱρέσεως ἀντιμάχους ἡμῖν ποιησάμενος συμμάχους κατά γε τὰ ὅπλα ἀξιομάχους δυνάμεις τοῖς νομάσι τούτοις Σκύθαις ἀντέσ τησε· καὶ τὸ ἐντεῦθεν ἀπὸ τῶν πλειόνων καταδρομῶν ἀν έπνευσε τὰ τῶν πόλεων. Οἱ μέντοι Μανιχαῖοι φύσει ὄντες ἐλεύθεροι καὶ ἀνυπότακτοι τὸ εἰωθὸς ἐποίουν καὶ εἰς τὴν φύσιν ἀνέκαμπτον. Πᾶσα γὰρ ἡ Φιλιππούπολις πλὴν ὀλίγων ὄντες Μανιχαῖοι τῶν τε αὐτόθι Χριστιανῶν ἐτυράννουν καὶ τὰ τούτων διήρπαζον, μικρὰ φροντίζοντες ἢ οὐδὲν τῶν ἀποστελλομένων παρὰ βασιλέως. Ηὔξανον τοίνυν καὶ τὰ κύκλῳ Φιλιππουπόλεως πάντα ἦσαν αἱρετικοί. Συνεισέβαλε δὲ καὶ τούτοις ἕτερος ποταμὸς ὁ τῶν Ἀρμενίων ἁλμυρὸς καὶ ἄλλος ἀπὸ τῶν θολερωτάτων πηγῶν Ἰακώβου. Καὶ ἦν, ὡς οὕτω γε φάναι, κακῶν ἁπάντων μισγάγκεια· καὶ τὰ μὲν δόγματα διεφώνουν, συνεφώνουν δὲ ταῖς ἀποστασίαις οἱ ἄλλοι τοῖς Μανιχαίοις. 14.8.8 Ἀλλ' ὅ γε πατὴρ ἐμὸς καὶ αὐτοκράτωρ, καὶ πρὸς τούτους τὴν στρατιωτικὴν αὐτοῦ πολυπειρίαν ἀντιτάξας, τοὺς μὲν ἀμαχὶ συνειλήφει, τοὺς δὲ καὶ μετὰ μάχης ἠνδραποδίσατο. Οἷον δ' αὖ τόδ' ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ πρᾶγμα ὄντως καὶ ἀποστολικώτα τον. Τί γὰρ ἄν τις τοῦτον οὐκ ἐπαινέσειε; Πότερον ὅτι περὶ τὰς στρατηγίας ἀμελῶς εἶχε; Καὶ μὴν ἀνατολὴν καὶ δύσιν ἐπλήρωσε τῶν στρατηγημάτων. Ἀλλ' ὅτι τοὺς λόγους παρὰ φαῦλον ἐτίθει; Καὶ μήν, ὡς οὐδεὶς ἄλλος, περὶ τὴν θείαν γραφὴν ἐσπουδάκει, ὡς καὶ τὴν γλῶτταν διαθῆξαι πρὸς τὰς τῶν αἱρετικῶν συμπλοκάς. Καὶ μόνος οὗτος ὅπλα καὶ λόγους ἀνέμιξε, καὶ τοῖς μὲν ὅπλοις τοὺς βαρβάρους ἐνίκα, τοῖς δὲ λόγοις ἐχειροῦτο τοὺς ἀντιθέους, ὥσπερ δὴ τότε καὶ κατὰ Μανιχαίων ἐξώπλιστο ἀποστολικὴν ἀντὶ στρατηγικῆς ἀναδεξάμενος ἀγωνίαν. Καὶ ἔγωγε τοῦτον τρισκαιδέκατον ἂν ἀπόστολον ὀνομάσαιμι. Καίτοι τινὲς Κωνσταντίνῳ τῷ μεγάλῳ τοῦτο τὸ κλέος προσάπτουσιν, ἐμοὶ δὲ δοκεῖ ἢ σὺν τῷ Κωνσταντίνῳ τῷ αὐτοκράτορι τετά χθαι τοῦτον, ἢ εἴ τις φιλονεικείη, ἔστω μετά γε Κωνσταν τῖνον ἀπόστολος ἅμα καὶ βασιλεὺς ὁ Ἀλέξιος. 14.8.9 Ὡς γὰρ ἔφθημεν ἄνωθεν εἰρηκότες, κατὰ τὴν Φιλίππου γενό μενος διὰ τὰς εἰρημένας αἰτίας, τῶν Κομάνων μήπω κατα λαβόντων, ὁδοῦ πάρεργον μεῖζον τοῦ ἔργου ἐποιεῖτο, τοὺς Μανιχαίους τῆς ἁλμυρᾶς μετάγων θρησκείας καὶ τοῦ γλυ κέος ἐμφορῶν δόγματος. Ἀπὸ πρωΐας οὖν μέχρι δείλης [ἑῴας] ἢ καὶ ἑσπέρας, ἔστιν οὗ καὶ δευτέρας ἢ καὶ τρίτης φυλακῆς τῆς νυκτός, μεταπεμπόμενος τούτους τὴν ὀρθό τομον ἐδίδασκε πίστιν ἐξελέγχων τὸ διεστραμμένον τῆς αὐτῶν αἱρέσεως. Συμπαρῆσαν δὲ τούτῳ Εὐστράτιος ὁ τῆς Νικαίας πρόεδρος, ἀνὴρ τά τε θεῖα σοφὸς καὶ τὰ θύραθεν, αὐχῶν ἐπὶ ταῖς διαλέξεσι μᾶλλον ἢ οἱ περὶ τὴν στοὰν καὶ ἀκαδημίαν ἐνδιατρίβοντες, καὶ αὐτὸς δὴ ὁ τῆς Φιλιππουπό λεως τῷ ἀρχιερατικῷ ἐγκαθιδρυμένος θρόνῳ. Ἐπὶ πᾶσι δὲ καὶ πρὸ πάντων τὸν ἐμὸν καίσαρα Νικηφόρον ὁ αὐτοκράτωρ συναιρόμενον εἶχε, στομώσας τοῦτον τῇ τῶν θείων βιβλίων μελέτῃ. Πολλοὶ μὲν οὖν τηνικαῦτα τῶν Μανιχαίων, μηδὲ διστάζοντες ὅλως προσῄεσαν τοῖς ἱερεῦσιν, ἐξομολογούμε νοι τὰς σφῶν ἁμαρτίας καὶ τοῦ θείου φωτίσματος ἐπιτυγ χάνοντες· πολλοὺς δὲ ἦν ἰδεῖν τηνικαῦτα ὑπὲρ τοὺς Μακα βαίους ἐκείνους τῆς ἰδίας ἀντεχομένους θρησκείας, χρήσεις τε καὶ μαρτυρίας τῶν θείων προφέροντας γραφῶν ἐντεῦθεν ἰσχυροποιεῖν οἰομένους τὸ σφῶν αὐτῶν κατάπτυστον δόγμα. Ἀλλὰ τῇ συνεχεῖ τοῦ αὐτοκράτορος ὁμιλίᾳ καὶ ταῖς συχναῖς παραινέσεσι, καὶ τούτων οἱ πλείους πειθόμενοι τοῦ θείου μετέσχον βαπτίσματος. Καὶ γὰρ ἐξ ἀνατολῶν ἡλιακῶν ἀκτίνων ἐς βαθυτάτην νύκτα πολλάκις τὰ τῆς διαλέξεως παρετείνετο, καὶ τῆς τοιαύτης ὁμιλίας μὴ ἀφιστάμενος ἄσιτος τὰ πολλὰ διετέλει, καὶ ταῦτα ἐν καιρῷ θέρους ἐν ὑπαίθρῳ σκηνῇ διακαρτερῶν.

14.9.1 Ἐν ὅσῳ δὲ ταῦτα ἐτελεῖτο καὶ ἡ λογικὴ ἐκείνη μετὰ τῶν Μανιχαίων συνεκροτεῖτο ἅμιλλα, φθάσας τις ἀπὸ τοῦ Ἴστρου τὴν τῶν Κομάνων ἀπήγγελλε διαπεραίωσιν. Ὁ δὲ βασιλεὺς μὴ μελλήσας ὅλως πρὸς τὸν Δάνουβιν ἤλαυνε τοῖς περιτυχοῦσι στρατιώταις συγχρησάμενος. Καὶ τὴν Βιδύνην καταλαβὼν καὶ τοὺς βαρβάρους μὴ εὑρηκώς (προέφθασαν γὰρ τὴν τοῦ αὐτοκράτορος ἔλευ σιν μεμαθηκότες εἰς τοὐπίσω διαπερᾶσαι) παραχρῆμα στρατιώτας γενναίους ἀποδιελόμενος τὴν τῶν βαρβάρων ἐπιδίωξιν ἐπέτρεψεν. Οἱ δὲ κατόπιν τούτων παραχρῆμα ἤλαυνον τὸν Ἴστρον διαπεράσαντες. Καὶ ἐπὶ τρισὶ διώκοντες νυχθημέροις, ἐπεὶ τοὺς Κομάνους ἐθεάσαντο δι' ὧν ἐπεφέ ροντο σχεδιῶν τὸν ἐκεῖσε τοῦ Δανούβεως ῥέοντα ποταμὸν διαπεράσαντας, ἄπρακτοι πρὸς τὸν αὐτοκράτορα ἐπανέστρεψαν. 14.9.2 Ὁ δὲ βασιλεὺς ἠνιάθη μὲν ὅτι μὴ κατε λήφθησαν παρὰ τῶν στρατευμάτων οἱ βάρβαροι, ὅμως μέντοι καὶ τοῦτο μέρος νίκης ἡγήσατο, ὅτι ἐξ ἀκοῆς καὶ μόνης τοὺς βαρβάρους ἀπῶσε καὶ ὅτι πολλοὺς τῶν ἀπὸ τῆς Μανιχαϊκῆς αἱρέσεως εἰς τὴν ἡμετέραν μετήνεγκε πίστιν, διπλοῦν στησάμενος τρόπαιον καὶ κατὰ βαρβάρων ἀπὸ τῶν ὅπλων καὶ κατὰ τῶν αἱρετικῶν ἀπὸ τῶν εὐσεβε στάτων λόγων. Ὑποστρέψας τοίνυν καὶ αὖθις εἰς Φιλιπ πούπολιν καὶ μικρὸν διαναπαύσας ἑαυτὸν πάλιν ἀγώνων εἴχετο. 14.9.3 Τὸν γάρ τοι Κουλέοντα καὶ τὸν Κούσινον καὶ τὸν ἐπὶ τούτοις Φῶλον, ἄνδρας προστάτας τῆς Μανιχαϊ κῆς αἱρέσεως καὶ τὰ μὲν ἄλλα κατὰ τοὺς ἄλλους Μανι χαίους, δεινοὺς δὲ ἐνστῆναι τῇ ἑαυτῶν κακοδοξίᾳ καὶ πρὸς τὸ πεισθῆναι λόγοις ἀδαμαντίνους, σπαράξαι δὲ τὸ θεῖον λόγιον καὶ κακοσχόλως αὐτὸ ἐκλαβεῖν εἰς ὑπερβολὴν εὐμη χάνους, τούτους μεταπεμπόμενος καθ' ἡμέραν ἑκάστην πρὸς αὐτοὺς τὸν λογικὸν συνεκρότει πόλεμον. Καὶ ἦν ἰδεῖν ἀγῶνα διπλοῦν, τοῦ μὲν βασιλέως, ὅπως σωθεῖεν, καὶ σφόδρα ὑπεραγωνιζομένου, τῶν δ', ὅπως νικήσειαν τὴν λεγομένην Καδμείαν, διαφιλονεικούντων. Ἑστᾶσι μὲν γὰρ καὶ οἱ τρεῖς θήξαντες ἀλλήλους καθάπερ συῶν ὀδόντες καὶ τοὺς λόγους τοῦ αὐτοκράτορος ἐν νῷ ἔχοντες δια τέμνειν· καὶ εἴ τις τὸν Κούσινον ἐξέφευγεν ἔνστασις, ταύτης ὁ Κουλέων ἀντελαμβάνετο, καὶ ἀμηχανοῦντος Κουλέοντος ὁ Φῶλος αὖθις ἀντεξανίστατο, ἢ καὶ πρὸς τὰς βασιλικὰς προτάσεις καὶ ὑποφορὰς ἄλλος ἐπ' ἄλλῳ ἠγείρετο καθάπερ μέγιστα κύματα ἐπὶ μεγάλοις κατα λαμβάνοντα κύμασιν. Ὁ δὲ αὐτοκράτωρ τὰς πάσας τούτων διαλύων ὡς ἱστὸν ἀράχνης ἐνστάσεις ἐπέρραπτε μὲν εὐθὺς τῶν ἀκαθάρτων τὰ στόματα· ὡς δὲ πέπεικεν οὐδαμῶς, τέλος ἀπειρηκὼς πρὸς τὴν τῶν ἀνδρῶν τούτων ἠλιθιότητα, προπέμπει τούτους εἰς τὴν βασιλίδα πόλιν ἑστίαν ἀπο κληρωσάμενος αὐτοῖς τὰς περὶ τὸ μέγα παλάτιον περιδρόμους στοάς. Οὐ μὴν ἄθηρος παντάπασιν ἦν, εἰ καὶ τούτους τοὺς ἀρχηγοὺς λόγοις τῷ τέως οὐκ ἐθήρασεν, ἀλλ' ἡμέρας ἑκάστης προσῆγε Θεῷ ὅπου μὲν ἑκατόν, ὅπου δὲ καὶ πλείους τῶν ἑκατόν, ὡς συμποσοῦσθαι τούς τε προτεθηραμένους καὶ τοὺς νῦν ὑπὸ τῆς τούτου γλώττης ἑαλωκότας εἰς μυρίας καὶ χιλιάδας ἀνδρῶν πολυαριθμήτων. 14.9.4 Καὶ τί γὰρ δεῖ λέγειν καὶ διατρίβειν περὶ ὧν ἡ σύμπασα οἰκουμένη ἐπίσταται καὶ μάρτυρές εἰσι καὶ ἀνατολὴ καὶ δύσις; Πόλεις γὰρ ὅλας καὶ χώρας ταῖς παντοδαπαῖς αἱρέσεσι κεκρατημένας πολυτρόπως εἰς τὴν ἡμετέραν ὀρθόδοξον μετήνεγκε πίστιν. Τοὺς μὲν τὰ πρῶτα φέροντας μεγάλων ἠξίου δωρεῶν καὶ τῶν στρατιωτῶν τοῖς λογάσι κατέλεγε· τοὺς δὲ χυδαιοτέρους συναθροίσας ἅπαντας καὶ ὅσοι σκαπανεῖς ἦσαν καὶ περὶ ἄροτρα καὶ βόας ἠσχόληντο, πάντας συναγαγὼν ἅμα καὶ τέκνοις καὶ γυναιξὶν καὶ πόλιν τούτοις δειμάμενος ἀγχοῦ που Φιλιππουπόλεως καὶ πέραν Εὔρου τοῦ ποταμοῦ ἐκεῖσε τούτους μετῴκισεν, Ἀλεξιούπολιν τὴν πόλιν κατονομάσας ἢ καὶ Νεόκαστρον, ὃ καὶ μᾶλλον ἐπεκράτησεν, ἀποδασάμενος καὶ τούτοις κἀκείνοις ἀρούρας τε καὶ οἰνόπεδα καὶ οἰκίας καὶ κτῆσιν ἀκίνητον. Οὐ μὴν ἀφῆκεν αὐτοῖς ἀνίσχυρα τὰ τῶν δόσεων οὐδ' ὥσπερ Ἀδώνιδος κήπους σήμερον ἀνθοῦντας καὶ αὔριον καταρρέοντας, ἀλλὰ καὶ χρυσοβούλλοις λόγοις τὰς πρὸς τούτους ἐνεπέδωσε δωρεὰς καὶ οὐκ εἰς τούτους μόνους περιιστα μένας τὰς χάριτας ἔστησεν, ἀλλὰ καὶ εἰς τοὺς ἐξ αὐτῶν καὶ τοὺς ἐξ ἐκείνων διαδοσίμους πεποίηκε· καὶ τούτων διαρρυέντων αἱ γυναῖκες αὖθις τῶν δεδωρημένων ἀντέχον ται. Οὕτως ἐκεῖνος ἐξήπλου τὰς χάριτας. 14.9.5 Ταῦτα μὲν οὕτω λελέχθω· τὰ γὰρ πλείω παρείθη. Καὶ μή τις ἐπι μεμφέσθω τὴν ἱστορίαν, ὡς δῆθεν δωροδοκοῦσαν τὴν συγγραφήν. Τῶν γὰρ νῦν ὄντων μάρτυρές εἰσι πολλοὶ τῶν ἀφηγουμένων, καὶ οὐκ ἂν ψευδηγορίας ἁλοίημεν. Καὶ ὁ μὲν αὐτοκράτωρ, πάνθ' ὡς ἐχρῆν πεποιηκώς, ἀπάρας ἐκεῖθεν εἰς τὴν βασιλίδα πόλιν μετεσκηνώκει. Καὶ πάλιν οἱ αὐτοὶ ἀγῶνες καὶ διατάξεις πρὸς τοὺς ἀμφὶ τὸν Κουλέοντά τε καὶ Κούσινον ἐγίνοντο τῷ αὐτοκράτορι συνεχεῖς. Ἀλλὰ τὸν μὲν Κουλέοντα εἷλεν ὡς συνετώτερον, οἶμαι, καὶ δυνάμενον παρακολουθῆσαι λόγοις ἀληθείας, καὶ τῆς ἡμετέρας μάνδρας πεποίηκε πρόβατον ἡμερώτατον. Ὁ δέ γε Κούσινος καὶ ὁ Φῶλος ἐξαγριαίνοντες καὶ βαλλόμενοι μὲν καθάπερ σίδηρος ταῖς συχναῖς τοῦ αὐτοκράτορος ὁμιλίαις, ὅμως μέντοι σιδήρεοι μένοντες ἐξετράποντό τε καὶ οὐκ εὐαγώγως εἶχον αὐτῷ. Καὶ διὰ τοῦτο ὡς πάντων Μανιχαίων βλασφημοτάτους καὶ καθαρῶς εἰς λαμπρὰν μελαγχολίαν ἐλαύνοντας εἰς τὴν οὑτωσὶ λεγομένην Ἐλεφαντίνην φρουρὰν ἐμβαλὼν καὶ τὰ πρὸς χρείαν ἅπαντα δαψιλῶς χορηγῶν μόναις ταῖς ἑαυτῶν κακοπραγίαις ἀφῆκεν ἀποθανεῖν.