Αισώπου Μύθοι/Ταύρος και αίγες άγριαι
Εμφάνιση
Αἰσώπου Μῦθοι Ταῦρος καὶ αἶγες ἄγριαι |
Ταῦρος διωκόμενος ὑπὸ λέοντος κατέφυγεν εἴς τι σπήλαιον, ἐν ᾧ ἦσαν αἶγες ἄγριαι. Τυπτόμενος δὲ ὑπ’ αὐτῶν καὶ κερατιζόμενος ἔφη· «Ἀλλ’ οὐχ ὑμᾶς φοβούμενος ἀνέχομαι, τὸν δὲ πρὸ τοῦ στομίου ἑστῶτα [λέοντα].»
Οὕτω πολλοὶ διὰ φόβον τῶν κρειττόνων καὶ τὰς ἐκ τῶν ἡττόνων ὕβρεις ὑπομένουσιν.