Αιπολικόν και ποιμενικόν

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Αἰπολικὸν καὶ ποιμενικόν
Συγγραφέας: Θεόκριτος


ΚΟΜΑΤΑΣ

Αἶγες ἐμαί, τῆνον τὸν ποιμένα τὸν Συβαρίταν
φεύγετε τὸν Λάκωνα· τό μευ νάκος ἐχθὲς ἔκλεψεν.

ΛΑΚΩΝ

οὐκ ἀπὸ τὰς κράνας σίττ᾽, ἀμνίδες; οὐκ ἐσορῆτε
τόν μευ τὰν σύριγγα πρόαν κλέψαντα Κομάταν;

ΚΟΜΑΤΑΣ

τὰν ποίαν σύριγγα; τὺ γάρ ποκα δῶλε Σιβύρτα
ἐκτάσα σύριγγα; τί δ᾽ οὐκέτι σὺν Κορύδωνι
ἀρκεῖ τοι καλάμας αὐλὸν ποππύσδεν ἔχοντι;

ΛΑΚΩΝ

τάν μοι ἔδωκε Λύκων ὠλεύθερε. τὶν δὲ τὸ ποῖον
Λάκων ἀγκλέψας πόκ᾽ ἔβαν νάκος; εἰπὲ Κομᾶτα.
οὐδὲ γὰρ Εὐμάρᾳ τῷ δεσπότᾳ ἦς τι ἐνεύδειν. 10

ΚΟΜΑΤΑΣ

τὸ Κροκύλος μοι ἔδωκε, τὸ ποικίλον, ἁνίκ᾽ ἔθυσε
ταῖς Νύμφαις τὰν αἶγα· τὺ δ᾽, ὦ κακὲ καὶ τόκ᾽ ἐτάκευ
βασκαίνων, καὶ νῦν με τὰ λοίσθια γυμνὸν ἔθηκας.

ΛΑΚΩΝ

οὐ μαὐτὸν τὸν Πᾶνα τὸν ἄκτιον, οὐ τέ γε Λάκων
τὰν βαίταν ἀπέδυσ᾽ ὁ Καλαιθίδος, ἢ κατὰ τήνας
τᾶς πέτρας ὤνθρωπε μανεὶς εἰς Κρᾶθιν ἁλοίμαν.

ΚΟΜΑΤΑΣ

οὐ μὰν, οὐ ταύτας τὰς λιμνάδας, ὠγαθὲ Νύμφας,
αἵτε μοι ἵλαοί τε καὶ εὐμενέες τελέθοιεν,
οὔ τευ τὰν σύριγγα λαθὼν ἔκλεψε Κομάτας.

ΛΑΚΩΝ

αἴ τοι πιστεύσαιμι, τὰ Δάφνιδος ἄλγε᾽ ἀροίμαν. 20
ἀλλ᾽ ὦν αἴκα λῇς ἔριφον θέμεν, ἔστι μὲν οὐδὲν
ἱερόν, ἀλλ᾽ ἄγε τοι διαείσομαι ἔστε κ᾽ ἀπείπῃς.

ΚΟΜΑΤΑΣ

ὗς ποτ᾽ Ἀθαναίαν ἔριν ἤρισεν. ἠνίδε κεῖται
ὥριφος· ἀλλ᾽ ἄγε καὶ τὺ τὸν εὔβοτον ἀμνὸν ἔρισδε.

ΛΑΚΩΝ

καὶ πῶς, ὦ κίναδεῦ, τάδε κείσεται ἐξ ἴσω ἄμμιν;
τίς τρίχας ἀντ᾽ ἐρίων ἐποκίξατο; τίς δὲ παρεύσας
αἰγὸς πρατοτόκοιο κακὰν κύνα δήλετ᾽ ἀμέλγειν;

ΚΟΜΑΤΑΣ

ὅστις νικασεῖν τὸν πλατίον ὡς τὺ πεποίθει,
σφὰξ βομβέων τέττιγος ἐναντίον. ἀλλὰ γὰρ οὔ τι
ὥριφος ἰσοπαλής τοι, ἴδ᾽ ὁ τράγος οὖτος. ἔρισδε. 30

ΛΑΚΩΝ

μὴ σπεῦδ᾽· οὐ γάρ τοι πυρὶ θάλπεαι. ἅδιον ᾀσῇ
τεῖδ᾽ ὑπὸ τὰν κότινον καὶ τἄλσεα ταῦτα καθίξας.
ψυχρὸν ὕδωρ τηνεὶ καταλείβεται· ὧδε πεφύκει
ποία χἁ στιβὰς ἅδε, καὶ ἀκρίδες ὦδε λαλεῦντι.

ΚΟΜΑΤΑΣ

ἀλλ᾽ οὔ τι σπεύδω· μέγα δ᾽ ἄχθομαι, εἰ τύ με τολμῇς
ὄμμασι τοῖσδ᾽ ὀρθοῖσι ποτιβλέπεν, ὅν ποκ᾽ ἐόντα
παῖδ᾽ ἔτ᾽ ἐγὼν ἐδίδασκον. ἴδ᾽ ἁ χάρις εἰς τί ποθέρπει.
θρέψαι τοι λυκιδεῖς, θρέψαι κύνας, ὥς τυ φάγωντι.

ΛΑΚΩΝ

καὶ πόκ᾽ ἐγὼν παρὰ τεῦς τι μαθὼν καλὸν ἢ καὶ ἀκούσας
μέμναμ᾽; ὦ φθονερὸν τὺ καὶ ἀπρεπὲς ἀνδρίον αὔτως. 40

ΚΟΜΑΤΑΣ

ἁνίκ᾽ ἐπύγιζόν τυ, τὺ δ᾽ ἄλγεες· αἱ δὲ χίμαιραι
αἵδε κατεβληχῶντο, καὶ ὁ τράγος αὐτὰς ἐτρύπη.

ΛΑΚΩΝ

μὴ βάθιον τήνω πυγίσματος ὗβε ταφείης.
ἀλλὰ γὰρ ἕρφ᾽, ὦδ᾽ ἕρπε, καὶ ὕστατα βουκολιαξῇ.

ΚΟΜΑΤΑΣ

οὐχ ἑρψῶ τηνεῖ· τουτεὶ δρύες, ὧδε κύπειρος,
ὧδε καλὸν βομβεῦντι ποτὶ σμάνεσσι μέλισσαι·
ἔνθ᾽ ὕδατος ψυχρῶ κρᾶναι δύο· ταὶ δ᾽ ἐπὶ δένδρει
ὄρνιχες λαλαγεῦντι· καὶ ἁ σκιὰ οὐδὲν ὁμοία
τᾷ παρὰ τίν· βάλλει δὲ καὶ ἁ πίτυς ὑψόθε κώνοις.

ΛΑΚΩΝ

ἦ μὰν ἀρνακίδας τε καὶ εἴρια τῆδε πατησεῖς, 50
αἴκ᾽ ἔνθῃς, ὕπνω μαλακώτερα· ταὶ δὲ τραγεῖαι
ταὶ παρὰ τὶν ὄσδοντι κακώτερον ἢ τύ περ ὄσδεις.
στασῶ δὲ κρατῆρα μέγαν λευκοῖο γάλακτος
ταῖς Νύμφαις, στασῶ δὲ καὶ ἁδέος ἄλλον ἐλαίω.

ΚΟΜΑΤΑΣ

ἀἰ δέ κε καὶ τὺ μόλῃς, ἁπαλὰν πτέριν ὧδε πατησεῖς
καὶ γλάχων᾽ ἀνθεῦσαν· ὑπεσσεῖται δὲ χιμαιρᾶν
δέρματα τᾶν παρὰ τὶν μαλακώτερα τετράκις ἀρνῶν.
στασῶ δ᾽ ὀκτὼ μὲν γαυλὼς τῷ Πανὶ γάλακτος,
ὀκτὼ δὲ σκαφίδας μέλιτος πλέα κηρί᾽ ἐχοίσας.

ΛΑΚΩΝ

αὐτόθε μοι ποτέρισδε καὶ αὐτόθε βουκολιάσδευ· 60
τὰν σαυτῶ πατέων ἔχε τὰς δρύας. ἀλλὰ τίς ἄμμε,
τίς κρινεῖ; αἴθ᾽ ἔνθοι ποχ᾽ ὁ βουκόλος ὧδ᾽ ὁ Λυκώπας.

ΚΟΜΑΤΑΣ

οὐδὲν ἐγὼ τήνω ποτιδεύομαι· ἀλλὰ τὸν ἄνδρα,
αἰ λῇς, τὸν δρυτόμον βωστρήσομες, ὃς τὰς ἐρίκας
τήνας τὰς παρὰ τὶν ξυλοχίζεται· ἔστι δὲ Μόρσων.

ΛΑΚΩΝ

βωστρέωμες.

ΚΟΜΑΤΑΣ

 τὺ κάλει νιν.

ΛΑΚΩΝ

 ἰὼ ξένε μικκὸν ἄκουσον
τῆδ᾽ ἐνθών· ἄμμες γὰρ ἐρίσδομες, ὅστις ἀρείων
βουκολιαστάς ἐστι. τὺ δ᾽ ὠγαθὲ μήτ᾽ ἐμὲ Μόρσων
ἐν χάριτι κρίνῃς, μήτ᾽ ὦν τύγα τοῦτον ὀνάσῃς.

ΚΟΜΑΤΑΣ

ναὶ ποτὶ τᾶν Νυμφᾶν Μόρσων φίλε μήτε Κομάτᾳ 70
τὸ πλέον εὐθύνῃς, μήτ᾽ ὦν τύγα τῷδε χαρίξῃ.
ἄδε τοι ἁ ποίμνα τῶ Θουρίω ἐστὶ Σιβύρτα
[Εὐμάρα δὲ τὰς αἶγας ὁρῇς, φίλε, τῶ Συβαρίτα].

ΛΑΚΩΝ

μή τύ τις ἠρώτη ποττῶ Διός, αἴτε Σιβύρτα
αἴτ᾽ ἐμόν ἐστι κάκιστε,τὸ ποίμνιον; ὡς λάλος ἐσσί.

ΚΟΜΑΤΑΣ

βέντισθ᾽ οὗτος, ἐγὼ μὲν ἀλαθέα πάντ᾽ ἀγορεύω
κοὐδὲν καυχῶμαι· τὺ δ᾽ ἄγαν φιλοκέρτομος ἐσσί.

ΛΑΚΩΝ

εἶα λέγ᾽, εἴ τι λέγεις, καὶ τὸν ξένον ἐς πόλιν αὖθις
ζῶντ᾽ ἄφες· ὦ Παιάν, ἦ στωμύλος ἦσθα, Κομᾶτα.

ΚΟΜΑΤΑΣ

 Ταὶ Μοῖσαί με φιλεῦντι πολὺ πλέον ἢ τὸν ἀοιδὸν 80
Δάφνιν· ἐγὼ δ᾽ αὐταῖς χιμάρως δύο πρᾶν ποκ᾽ ἔθυσα.

ΛΑΚΩΝ

καὶ γὰρ ἔμ᾽ Ὡπόλλων φιλέει μέγα, καὶ καλὸν αὐτῷ
κριὸν ἐγὼ βόσκω· τὰ δὲ Κάρνεα καὶ δὴ ἐφέρπει.

ΚΟΜΑΤΑΣ

πλὰν δύο τὰς λοιπὰς διδυματόκος αἶγας ἀμέλγω,
καί μ᾽ ἁ παῖς ποθορεῦσα «τάλαν» λέγει «αὐτὸς ἀμέλγεις;»

ΛΑΚΩΝ

φεῦ φεῦ· Λάκων τοι ταλάρως σχεδὸν εἴκατι πληροῖ
τυρῶ καὶ τὸν ἄναβον ἐν ἄνθεσι παῖδα μολύνει.

ΚΟΜΑΤΑΣ

βάλλει καὶ μάλοισι τὸν αἰπόλον ἁ Κλεαρίστα
τὰς αἶγας παρελᾶντα καὶ ἁδύ τι ποππυλιάσδει.

ΛΑΚΩΝ

κἠμὲ γὰρ ὁ Κρατίδας τὸν ποιμένα λεῖος ὑπαντῶν 90
ἐκμαίνει· λιπαρὰ δὲ παρ᾽ αὐχένα σείετ᾽ ἔθειρα.

ΚΟΜΑΤΑΣ

ἀλλ᾽ οὐ σύμβλητ᾽ ἐστὶ κυνόσβατος οὐδ᾽ ἀνεμώνα
πρὸς ῥόδα, τῶν ἄνδηρα παρ᾽ αἱμασιαῖσι πεφύκει.

ΛΑΚΩΝ

οὐδὲ γὰρ οὐδ᾽ ἀκύλοις ὀρομαλίδες· αἱ μὲν ἔχοντι
λεπτὸν ἀπὸ πρίνοιο λεπύριον, αἱ δὲ μελιχραί

ΚΟΜΑΤΑΣ

κἠγὼ μὲν δωσῶ τᾷ παρθένῳ αὐτίκα φάσσαν
ἐκ τᾶς ἀρκεύθω καθελών· τηνεὶ γὰρ ἐφίσδει.

ΛΑΚΩΝ

ἀλλ᾽ ἐγὼ ἐς χλαῖναν μαλακὸν πόκον, ὁππόκα πέξω
τὰν οἶν τὰν πέλλαν, Κρατίδᾳ δωρήσομαι αὐτός.

ΚΟΜΑΤΑΣ

σίττ᾽ ἀπὸ τᾶς κοτίνω ταὶ μηκάδες· ὧδε νέμεσθε, 100
ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵ τε μυρῖκαι.

ΛΑΚΩΝ

οὐκ ἀπὸ τᾶς δρυὸς οὗτος ὁ Κώναρος ἅ τε Κιναίθα;
τουτεὶ βοσκησεῖσθε ποτ᾽ ἀντολάς, ὡς ὁ Φάλαρος.

ΚΟΜΑΤΑΣ

ἔστι δέ μοι γαυλὸς κυπαρίσσινος, ἔστι δὲ κρατήρ,
ἔργον Πραξιτέλευς· τᾷ παιδὶ δὲ ταῦτα φυλάσσω.

ΛΑΚΩΝ

χἁμῖν ἐστι κύων φιλοποίμνιος ὃς λύκος ἄγχει,
ὃν τῷ παιδὶ δίδωμι τὰ θηρία πάντα διώκειν.

ΚΟΜΑΤΑΣ

ἀκρίδες, αἳ τὸν φραγμὸν ὑπερπαδῆτε τὸν ἁμόν,
μή μευ λωβάσησθε τὰς ἀμπέλος· ἐντὶ γὰρ ἆβαι.

ΛΑΚΩΝ

τοὶ τέττιγες ὁρῆτε, τὸν αἰπόλον ὡς ἐρεθίζω· 110
οὕτως κὔμμες θην ἐρεθίζετε τὼς καλαμευτάς.

ΚΟΜΑΤΑΣ

μισέω τὰς δασυκέρκος ἀλώπεκας, αἳ τὰ Μίκωνος
αἰεὶ φοιτῶσαι τὰ ποθέσπερα ῥαγίζοντι.

ΛΑΚΩΝ

καὶ γὰρ ἐγὼν μισέω τὼς κανθάρος, οἳ τὰ Φιλώνδα
σῦκα κατατρώγοντες ὑπανέμιοι φορέονται.

ΚΟΜΑΤΑΣ

ἦ οὐ μέμνασ᾽, ὅκ᾽ ἐγώ τυ κατήλασα, καὶ τὺ σεσαρὼς
εὖ ποτεκιγκλίζευ καὶ τᾶς δρυὸς εἴχεο τήνας;

ΛΑΚΩΝ

τοῦτο μὲν οὐ μέμναμ᾽· ὅκα μάν τοι τεἴδέ τυ δήσας
Εὐμάρας ἐκάθηρε καλῶς, μάλα τοῦτό γ᾽ ἴσαμι.

ΚΟΜΑΤΑΣ

ἤδη τις Μόρσων πικραίνεται· ἢ οὐχὶ παρᾴσθευ; 120
σκίλλας ἰὼν γραίας ἀπὸ σάματος αὐτίκα τίλλειν.

ΛΑΚΩΝ

κἠγὼ μὰν κνίζω Μόρσων τινά· καὶ τὺ δὲ λεύσσεις.
ἐνθὼν τὰν κυκλάμινον ὄρυσσέ νυν ἐς τὸν Ἅλεντα.

ΚΟΜΑΤΑΣ

Ἱμέρα ἀνθ᾽ ὕδατος ῥείτω γάλα, καὶ τὺ δὲ Κρᾶθι
οἴνῳ πορφύροις, τὰ δέ τοι σία καρπὸν ἐνείκαι.

ΛΑΚΩΝ

ῥείτω χἁ Συβαρῖτις ἐμὶν μέλι, καὶ τὸ πότορθρον
ἁ παῖς ἀνθ᾽ ὕδατος τᾷ κάλπιδι κηρία βάψαι.

ΚΟΜΑΤΑΣ

ταὶ μὲν ἐμαὶ κύτισόν τε καὶ αἴγιλον αἶγες ἔδοντι,
καὶ σχῖνον πατέοντι καὶ ἐν κομάροισι κέονται.

ΛΑΚΩΝ

ταῖσι δ᾽ ἐμαῖς ὀΐεσσι πάρεστι μὲν ἁ μελίτεια 130
φέρβεσθαι, πολλὸς δὲ καὶ ὡς ῥόδα κίσθος ἐπανθεῖ.

ΚΟΜΑΤΑΣ

οὐκ ἔραμ᾽ Ἀλκίππας, ὅτι με πρᾶν οὐκ ἐφίλησε
τῶν ὤτων καθελοῖσ᾽, ὅκα οἱ τὰν φάσσαν ἔδωκα.

ΛΑΚΩΝ

ἀλλ᾽ ἐγὼ Εὐμήδευς ἔραμαι μέγα· καὶ γὰρ ὅκ᾽ αὐτῷ
τὰν σύριγγ᾽ ὤρεξα, καλόν τί με καρτ᾽ ἐφίλησεν.

ΚΟΜΑΤΑΣ

οὐ θεμιτὸν Λάκων ποτ᾽ ἀηδόνα κίσσας ἐρίσδειν,
οὐδ᾽ ἔποπας κύκνοισι· τὺ δ᾽, ὦ τάλαν, ἐσσὶ φιλεχθής.

ΜΟΡΣΩΝ

παύσασθαι κέλομαι τὸν ποιμένα. τὶν δὲ Κομᾶτα
δωρεῖται Μόρσων τὰν ἀμνίδα· καὶ τὺ δὲ θύσας
ταῖς Νύμφαις Μόρσωνι καλὸν κρέας αὐτίκα πέμψον. 140

ΚΟΜΑΤΑΣ

πεμψῶ ναὶ τὸν Πᾶνα. φριμάσσεο πᾶσα τραγίσκων
νῦν ἀγέλα· κἠγὼν γὰρ ἴδ᾽ ὡς μέγα τοῦτο καχάσδω
καττῶ Λάκωνος τῶ ποιμένος, ὅττι ποκ᾽ ἤδη
ἀνυσάμαν τὰν ἀμνόν· ἐς ὠρανὸν ὔμμιν ἁλεῦμαι.
αἶγες ἐμαὶ θαρσεῖτε κερούτιδες· αὔριον ὔμμε
πάσας ἐγὼ λουσῶ Συβαρίτιδος ἔνδοθι λίμνας.
οὗτος ὁ λευκίτας ὁ κορυπτίλος, εἴ τιν᾽ ὀχευσεῖς
τᾶν αἰγῶν, φλασσῶ τυ, πρὶν ἢ γ᾽ ἔμὲ καλλιερῆσαι
ταῖς Νύμφαις τὰν ἀμνόν. ὃ δ᾽ αὖ πάλιν. ἀλλὰ γενοίμαν,
αἰ μή τυ φλάσσαιμι, Μελάνθιος ἀντὶ Κομάτα. 150