Μετάβαση στο περιεχόμενο

Αγνή Παρθένε

Από Βικιθήκη
(Ανακατεύθυνση από Αγνη Παρθενε)
ΥΜΝΟΙ ΣΤΗΝ ΘΕΟΤΟΚΟΝ ΜΑΡΙΑ

ΑΠΟ ΤΟ ΘΕΟΤΟΚΑΡΙΟΝ ΤΟΥ ΑΓΙΟΥ ΝΕΚΤΑΡΙΟΥ (απόδοση στα νέα ελληνικά)

Ήχος πλ.α΄

Ἁγνὴ Παρθένε Δέσποινα, ἄχραντε Θεοτόκε, [Χαῖρε νύμφη ἀνύμφευτε]
Παρθένε μήτηρ ἄνασσα, πανένδροσέ τε πόκε. [Χαῖρε...]

Ὑψηλοτέρα οὐρανῶν ἀκτίνων λαμπροτέρα, [Χαῖρε...]
Χαρὰ παρθενικῶν χορῶν ἀγγέλων ὑπερτέρα. [Χαῖρε...]

Ἐκλαμπροτέρα οὐρανῶν, φωτὸς καθαρωτέρα, [Χαῖρε...]
Τῶν οὐρανίων στρατιῶν, πασῶν ἁγιωτέρα. [Χαῖρε...]

Μαρία ἀειπάρθενε κόσμου παντὸς Κυρία, [Χαῖρε...]
Ἄχραντε νύμφη πάναγνε, Δέσποινα Παναγία. [Χαῖρε...]

Μαρία νύμφη ἄνασσα, χαρᾶς ἡμῶν αἰτία, [Χαῖρε...]
Κόρη σεμνή, Βασίλισσα, Μήτηρ ὑπεραγία. [Χαῖρε...]

Τιμιωτέρα Χερουβίμ, ὑπερενδοξοτέρα, [Χαῖρε...]
Τῶν ἀσωμάτων Σεραφίμ, τῶν θρόνων ὑπερτέρα. [Χαῖρε...]

Χαῖρε τὸ ᾆσμα Χερουβίμ, χαῖρε ὕμνος ἀγγέλων, [Χαῖρε...]
Χαῖρε ᾠδὴ τῶν Σεραφίμ, χαρὰ τῶν ἀρχαγγέλων. [Χαῖρε...]

Χαῖρε εἰρήνη καὶ χαρά, λιμὴν τῆς σωτηρίας, [Χαῖρε...]
Παστὰς τοῦ Λόγου ἱερά, ἄνθος τῆς ἀφθαρσίας. [Χαῖρε...]

Χαῖρε παράδεισε τρυφῆς, ζωῆς τε αἰωνίας. [Χαῖρε...]
Χαῖρε τὸ ξύλον τῆς ζωῆς, πηγὴ ἀθανασίας. [Χαῖρε...]

Σὲ ἱκετεύω Δέσποινα, σὲ νῦν ἐπικαλοῦμαι. [Χαῖρε...]
Σὲ δυσωπῶ Παντάνασσα, σὴν χάριν ἐξαιτοῦμαι. [Χαῖρε...]

Κόρη σεμνὴ καὶ ἄσπιλε, Δέσποινα Παναγία, [Χαῖρε...]
Θερμῶς ἐπικαλοῦμαί σε, ναὲ ἡγιασμένε. [Χαῖρε...]

Ἀντιλαβοῦ μου, ῥῦσαί με ἀπὸ τοῦ πολεμίου [Χαῖρε...]
Καὶ κληρονόμον δεῖξόν με ζωῆς τῆς αἰωνίου. [Χαῖρε...]