Μετάβαση στο περιεχόμενο

Αγαμέμνων

Από Βικιθήκη
Ἀγαμέμνων
Συγγραφέας:
Δείτε επίσης: σχετικό λήμμα, συλλογή πολυμέσων, αντικείμενο wikidata. Αρχ.Θέατρο. Τραγωδία που έγραψε ο Αισχύλος και παίχτηκε το 458 π.Χ.
Eπιμέλεια Herbert Weir Smyth, Loeb Classical Library (1926)


ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ


ΑΓΑΜΕΜΝΩΝ


Φυλαξ
Θεοὺς μὲν αἰτῶ τῶνδ᾽ ἀπαλλαγὴν πόνων
φρουρᾶς ἐτείας μῆκος, ἣν κοιμώμενος
στέγαις Ἀτρειδῶν ἄγκαθεν, κυνὸς δίκην,
ἄστρων κάτοιδα νυκτέρων ὁμήγυριν,
5 καὶ τοὺς φέροντας χεῖμα καὶ θέρος βροτοῖς
λαμπροὺς δυνάστας, ἐμπρέποντας αἰθέρι
[ἀστέρας, ὅταν φθίνωσιν, ἀντολάς τε τῶν].
καὶ νῦν φυλάσσω λαμπάδος τὸ σύμβολον,
αὐγὴν πυρὸς φέρουσαν ἐκ Τροίας φάτιν
10 ἁλώσιμόν τε βάξιν· ὧδε γὰρ κρατεῖ
γυναικὸς ἀνδρόβουλον ἐλπίζον κέαρ.
εὖτ᾽ ἂν δὲ νυκτίπλαγκτον ἔνδροσόν τ᾽ ἔχω
εὐνὴν ὀνείροις οὐκ ἐπισκοπουμένην
ἐμήν· φόβος γὰρ ἀνθ᾽ ὕπνου παραστατεῖ,
15 τὸ μὴ βεβαίως βλέφαρα συμβαλεῖν ὕπνῳ·
ὅταν δ᾽ ἀείδειν ἢ μινύρεσθαι δοκῶ,
ὕπνου τόδ᾽ ἀντίμολπον ἐντέμνων ἄκος,
κλαίω τότ᾽ οἴκου τοῦδε συμφορὰν στένων
οὐχ ὡς τὰ πρόσθ᾽ ἄριστα διαπονουμένου.
20 νῦν δ᾽ εὐτυχὴς γένοιτ᾽ ἀπαλλαγὴ πόνων
εὐαγγέλου φανέντος ὀρφναίου πυρός.
ὦ χαῖρε λαμπτὴρ νυκτός, ἡμερήσιον
φάος πιφαύσκων καὶ χορῶν κατάστασιν
πολλῶν ἐν Ἄργει, τῆσδε συμφορᾶς χάριν.
25 ἰοὺ ἰού.
Ἀγαμέμνονος γυναικὶ σημαίνω τορῶς
εὐνῆς ἐπαντείλασαν ὡς τάχος δόμοις
ὀλολυγμὸν εὐφημοῦντα τῇδε λαμπάδι
ἐπορθιάζειν, εἴπερ Ἰλίου πόλις
30 ἑάλωκεν, ὡς ὁ φρυκτὸς ἀγγέλλων πρέπει·
αὐτός τ᾽ ἔγωγε φροίμιον χορεύσομαι.
τὰ δεσποτῶν γὰρ εὖ πεσόντα θήσομαι
τρὶς ἓξ βαλούσης τῆσδέ μοι φρυκτωρίας.
γένοιτο δ᾽ οὖν μολόντος εὐφιλῆ χέρα
35 ἄνακτος οἴκων τῇδε βαστάσαι χερί.
τὰ δ᾽ ἄλλα σιγῶ· βοῦς ἐπὶ γλώσσῃ μέγας
βέβηκεν· οἶκος δ᾽ αὐτός, εἰ φθογγὴν λάβοι,
σαφέστατ᾽ ἂν λέξειεν· ὡς ἑκὼν ἐγὼ
μαθοῦσιν αὐδῶ κοὐ μαθοῦσι λήθομαι.

Χορος
40 δέκατον μὲν ἔτος τόδ᾽ ἐπεὶ Πριάμου
μέγας ἀντίδικος,
Μενέλαος ἄναξ ἠδ᾽ Ἀγαμέμνων,
διθρόνου Διόθεν καὶ δισκήπτρου
τιμῆς ὀχυρὸν ζεῦγος Ἀτρειδᾶν
45 στόλον Ἀργείων χιλιοναύταν
τῆσδ᾽ ἀπὸ χώρας
ἦραν, στρατιῶτιν ἀρωγήν,
μέγαν ἐκ θυμοῦ κλάζοντες Ἄρη
τρόπον αἰγυπιῶν, οἵτ᾽ ἐκπατίοις
50 ἄλγεσι παίδων ὕπατοι λεχέων
στροφοδινοῦνται
πτερύγων ἐρετμοῖσιν ἐρεσσόμενοι,
δεμνιοτήρη
πόνον ὀρταλίχων ὀλέσαντες·
55 ὕπατος δ᾽ ἀίων ἤ τις Ἀπόλλων
ἢ Πὰν ἢ Ζεὺς οἰωνόθροον
γόον ὀξυβόαν τῶνδε μετοίκων
ὑστερόποινον
πέμπει παραβᾶσιν Ἐρινύν.
60 οὕτω δ᾽ Ἀτρέως παῖδας ὁ κρείσσων
ἐπ᾽ Ἀλεξάνδρῳ πέμπει ξένιος
Ζεὺς πολυάνορος ἀμφὶ γυναικὸς
πολλὰ παλαίσματα καὶ γυιοβαρῆ
γόνατος κονίαισιν ἐρειδομένου
65 διακναιομένης τ᾽ ἐν προτελείοις
κάμακος θήσων Δαναοῖσι
Τρωσί θ᾽ ὁμοίως. ἔστι δ᾽ ὅπη νῦν
ἔστι· τελεῖται δ᾽ ἐς τὸ πεπρωμένον·
οὔθ᾽ ὑποκαίων οὔθ᾽ ὑπολείβων
70 οὔτε δακρύων ἀπύρων ἱερῶν
ὀργὰς ἀτενεῖς παραθέλξει.
ἡμεῖς δ᾽ ἀτίται σαρκὶ παλαιᾷ
τῆς τότ᾽ ἀρωγῆς ὑπολειφθέντες
μίμνομεν ἰσχὺν
75 ἰσόπαιδα νέμοντες ἐπὶ σκήπτροις.
ὅ τε γὰρ νεαρὸς μυελὸς στέρνων
ἐντὸς ἀνᾴσσων
ἰσόπρεσβυς, Ἄρης δ᾽ οὐκ ἔνι χώρᾳ,
τό θ᾽ ὑπέργηρων φυλλάδος ἤδη
80 κατακαρφομένης τρίποδας μὲν ὁδοὺς
στείχει, παιδὸς δ᾽ οὐδὲν ἀρείων
ὄναρ ἡμερόφαντον ἀλαίνει.

σὺ δέ, Τυνδάρεω
θύγατερ, βασίλεια Κλυταιμήστρα,
85 τί χρέος; τί νέον; τί δ᾽ ἐπαισθομένη,
τίνος ἀγγελίας
πειθοῖ περίπεμπτα θυοσκεῖς;
πάντων δὲ θεῶν τῶν ἀστυνόμων,
ὑπάτων, χθονίων,
90 τῶν τ᾽ οὐρανίων τῶν τ᾽ ἀγοραίων,
βωμοὶ δώροισι φλέγονται·
ἄλλη δ᾽ ἄλλοθεν οὐρανομήκης
λαμπὰς ἀνίσχει,
φαρμασσομένη χρίματος ἁγνοῦ
95 μαλακαῖς ἀδόλοισι παρηγορίαις,
πελάνῳ μυχόθεν βασιλείῳ.
τούτων λέξασ᾽ ὅ τι καὶ δυνατὸν
καὶ θέμις αἰνεῖν,
παιών τε γενοῦ τῆσδε μερίμνης,
100 ἣ νῦν τοτὲ μὲν κακόφρων τελέθει,
τοτὲ δ᾽ ἐκ θυσιῶν ἀγανὴ φαίνουσ᾽
ἐλπὶς ἀμύνει φροντίδ᾽ ἄπληστον
τῆς θυμοβόρου φρένα λύπης.

[στρ. α.κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν
105 ἐκτελέων· ἔτι γὰρ θεόθεν καταπνεύει
πειθὼ μολπᾶν
ἀλκὰν σύμφυτος αἰών·
ὅπως Ἀχαιῶν
δίθρονον κράτος, Ἑλλάδος ἥβας
110 ξύμφρονα ταγάν,
πέμπει σὺν δορὶ καὶ χερὶ πράκτορι
θούριος ὄρνις Τευκρίδ᾽ ἐπ᾽ αἶαν,
οἰωνῶν βασιλεὺς βασιλεῦσι νε-
115 ῶν ὁ κελαινός, ὅ τ᾽ ἐξόπιν ἀργᾷς,
φανέντες ἴκταρ μελάθρων
χερὸς ἐκ δοριπάλτου
παμπρέπτοις ἐν ἕδραισιν,
βοσκόμενοι λαγίναν, ἐρικύμονα φέρματι γένναν,
120 βλαβέντα λοισθίων δρόμων.
αἴλινον αἴλινον εἰπέ, τὸ δ᾽ εὖ νικάτω.

[ἀντ. α.κεδνὸς δὲ στρατόμαντις ἰδὼν δύο λήμασι δισσοὺς
Ἀτρεΐδας μαχίμους ἐδάη λαγοδαίτας
πομπούς τ᾽ ἀρχάς·
125 οὕτω δ᾽ εἶπε τερᾴζων·
“χρόνῳ μὲν ἀγρεῖ
Πριάμου πόλιν ἅδε κέλευθος,
πάντα δὲ πύργων
κτήνη πρόσθε τὰ δημιοπληθῆ
130 Μοῖρ᾽ ἀλαπάξει πρὸς τὸ βίαιον·
οἶον μή τις ἄγα θεόθεν κνεφά-
σῃ προτυπὲν στόμιον μέγα Τροίας
στρατωθέν. οἴκτῳ γὰρ ἐπί-
135 φθονος Ἄρτεμις ἀγνὰ
πτανοῖσιν κυσὶ πατρὸς
αὐτότοκον πρὸ λόχου μογερὰν πτάκα θυομένοισιν·
στυγεῖ δὲ δεῖπνον αἰετῶν.”
αἴλινον αἴλινον εἰπέ, τὸ δ᾽ εὖ νικάτω.

[ἐπῳδ.140 “τόσον περ εὔφρων, καλά,
δρόσοισι λεπτοῖς μαλερῶν λεόντων
πάντων τ᾽ ἀγρονόμων φιλομάστοις
θηρῶν ὀβρικάλοισι τερπνά,
τούτων αἴνει ξύμβολα κρᾶναι,
145 δεξιὰ μὲν, κατάμομφα δὲ φάσματα [στρουθῶν].
ἰήιον δὲ καλέω Παιᾶνα,
μή τινας ἀντιπνόους
Δαναοῖς χρονίας ἐχενῇδας
150 ἀπλοίας τεύξῃ,
σπευδομένα θυσίαν ἑτέραν ἄνομόν τιν᾽, ἄδαιτον
νεικέων τέκτονα σύμφυτον,
οὐ δεισήνορα. μίμνει γὰρ φοβερὰ παλίνορτος
155 οἰκονόμος δολία μνάμων μῆνις τεκνόποινος.”
τοιάδε Κάλχας ξὺν μεγάλοις ἀγαθοῖς ἀπέκλαγξεν
μόρσιμ᾽ ἀπ᾽ ὀρνίθων ὁδίων οἴκοις βασιλείοις·
τοῖς δ᾽ ὁμόφωνον
αἴλινον αἴλινον εἰπέ, τὸ δ᾽ εὖ νικάτω.

[στρ. β.160 Ζεύς, ὅστις ποτ᾽ ἐστίν, εἰ τόδ᾽ αὐ-
τῷ φίλον κεκλημένῳ,
τοῦτό νιν προσεννέπω.
οὐκ ἔχω προσεικάσαι
πάντ᾽ ἐπισταθμώμενος
165 πλὴν Διός, εἰ τὸ μάταν ἀπὸ φροντίδος ἄχθος
χρὴ βαλεῖν ἐτητύμως.

[ἀντ. β.οὐδ᾽ ὅστις πάροιθεν ἦν μέγας,
παμμάχῳ θράσει βρύων,
170 οὐδὲ λέξεται πρὶν ὤν·
ὃς δ᾽ ἔπειτ᾽ ἔφυ, τρια-
κτῆρος οἴχεται τυχών.
Ζῆνα δέ τις προφρόνως ἐπινίκια κλάζων
175 τεύξεται φρενῶν τὸ πᾶν·

[στρ. γ.τὸν φρονεῖν βροτοὺς ὁδώ-
σαντα, τὸν πάθει μάθος
θέντα κυρίως ἔχειν.
στάζει δ᾽ ἔν θ᾽ ὕπνῳ πρὸ καρδίας
180 μνησιπήμων πόνος, καὶ παρ᾽ ἄ-
κοντας ἦλθε σωφρονεῖν.
δαιμόνων δέ που χάρις βί-
αιος σέλμα σεμνὸν ἡμένων.

[ἀντ. γ.καὶ τόθ᾽ ἡγεμὼν ὁ πρέ-
σβυς νεῶν Ἀχαιικῶν,
185 μάντιν οὔτινα ψέγων,
ἐμπαίοις τύχαισι συμπνέων,
εὖτ᾽ ἀπλοίᾳ κεναγγεῖ βαρύ-
νοντ᾽ Ἀχαιικὸς λεώς,
Χαλκίδος πέραν ἔχων πα-
190 λιρρόχθοις ἐν Αὐλίδος τόποις·

[στρ. δ.πνοαὶ δ᾽ ἀπὸ Στρυμόνος μολοῦσαι
κακόσχολοι νήστιδες δύσορμοι,
βροτῶν ἄλαι, ναῶν <τε> καὶ
195 πεισμάτων ἀφειδεῖς,
παλιμμήκη χρόνον τιθεῖσαι
τρίβῳ κατέξαινον ἄν-
θος Ἀργείων· ἐπεὶ δὲ καὶ πικροῦ
χείματος ἄλλο μῆχαρ
200 βριθύτερον πρόμοισιν
μάντις ἔκλαγξεν προφέρων Ἄρτεμιν, ὥστε χθόνα βάκ-
τροις ἐπικρούσαντας Ἀτρείδας δάκρυ μὴ κατασχεῖν·

[ἀντ. δ.205 ἄναξ δ᾽ ὁ πρέσβυς τότ᾽ εἶπε φωνῶν·
“βαρεῖα μὲν κὴρ τὸ μὴ πιθέσθαι,
βαρεῖα δ᾽, εἰ τέκνον δαΐ-
ξω, δόμων ἄγαλμα,
μιαίνων παρθενοσφάγοισιν
210 ῥείθροις πατρῴους χέρας
πέλας βωμοῦ. τί τῶνδ᾽ ἄνευ κακῶν,
πῶς λιπόναυς γένωμαι
ξυμμαχίας ἁμαρτών;
215 παυσανέμου γὰρ θυσίας παρθενίου θ᾽ αἵματος ὀρ-
γᾷ περιόργως ἐπιθυμεῖν θέμις. εὖ γὰρ εἴη.”

[στρ. ε.ἐπεὶ δ᾽ ἀνάγκας ἔδυ λέπαδνον
φρενὸς πνέων δυσσεβῆ τροπαίαν
220 ἄναγνον ἀνίερον, τόθεν
τὸ παντότολμον φρονεῖν μετέγνω.
βροτοὺς θρασύνει γὰρ αἰσχρόμητις
τάλαινα παρακοπὰ πρωτοπήμων. ἔτλα δ᾽ οὖν
θυτὴρ γενέσθαι θυγατρός,
225 γυναικοποίνων πολέμων ἀρωγὰν
καὶ προτέλεια ναῶν.

[ἀντ. ε.λιτὰς δὲ καὶ κληδόνας πατρῴους
παρ᾽ οὐδὲν αἰῶ τε παρθένειον
230 ἔθεντο φιλόμαχοι βραβῆς.
φράσεν δ᾽ ἀόζοις πατὴρ μετ᾽ εὐχὰν
δίκαν χιμαίρας ὕπερθε βωμοῦ
πέπλοισι περιπετῆ παντὶ θυμῷ προνωπῆ
235 λαβεῖν ἀέρδην, στόματός
τε καλλιπρῴ-
ρου φυλακᾷ κατασχεῖν
φθόγγον ἀραῖον οἴκοις,

[στρ. ζ.βίᾳ χαλινῶν τ᾽ ἀναύδῳ μένει.
κρόκου βαφὰς δ᾽ ἐς πέδον χέουσα
240 ἔβαλλ᾽ ἕκαστον θυτήρων ἀπ᾽ ὄμ-
ματος βέλει φιλοίκτῳ,
πρέπουσα θ᾽ ὡς ἐν γραφαῖς, προσεννέπειν
θέλουσ᾽, ἐπεὶ πολλάκις
πατρὸς κατ᾽ ἀνδρῶνας εὐτραπέζους
245 ἔμελψεν, ἁγνᾷ δ᾽ ἀταύρωτος αὐδᾷ πατρὸς
φίλου τριτόσπονδον εὔ-
ποτμον παιᾶνα φίλως ἐτίμα—

[ἀντ. ζ.τὰ δ᾽ ἔνθεν οὔτ᾽ εἶδον οὔτ᾽ ἐννέπω·
τέχναι δὲ Κάλχαντος οὐκ ἄκραντοι.
250 Δίκα δὲ τοῖς μὲν παθοῦσιν μαθεῖν
ἐπιρρέπει· τὸ μέλλον <δ᾽>
ἐπεὶ γένοιτ᾽, ἂν κλύοις· πρὸ χαιρέτω·
ἴσον δὲ τῷ προστένειν.
τορὸν γὰρ ἥξει σύνορθρον αὐγαῖς.
255 πέλοιτο δ᾽ οὖν τἀπὶ τούτοισιν εὖ πρᾶξις, ὡς
θέλει τόδ᾽ ἄγχιστον Ἀ-
πίας γαίας μονόφρουρον ἕρκος.

ἥκω σεβίζων σόν, Κλυταιμήστρα, κράτος·
δίκη γάρ ἐστι φωτὸς ἀρχηγοῦ τίειν
260 γυναῖκ᾽ ἐρημωθέντος ἄρσενος θρόνου.
σὺ δ᾽ εἴ τι κεδνὸν εἴτε μὴ πεπυσμένη
εὐαγγέλοισιν ἐλπίσιν θυηπολεῖς,
κλύοιμ᾽ ἂν εὔφρων· οὐδὲ σιγώσῃ φθόνος.

Κλυταιμηστρα
εὐάγγελος μέν, ὥσπερ ἡ παροιμία,
265 ἕως γένοιτο μητρὸς εὐφρόνης πάρα.
πεύσῃ δὲ χάρμα μεῖζον ἐλπίδος κλύειν·
Πριάμου γὰρ ᾑρήκασιν Ἀργεῖοι πόλιν.

Χορος
πῶς φῄς; πέφευγε τοὔπος ἐξ ἀπιστίας.

Κλυταιμηστρα
Τροίαν Ἀχαιῶν οὖσαν· ἦ τορῶς λέγω;

Χορος
270 χαρά μ᾽ ὑφέρπει δάκρυον ἐκκαλουμένη.

Κλυταιμηστρα
εὖ γὰρ φρονοῦντος ὄμμα σοῦ κατηγορεῖ.

Χορος
τί γὰρ τὸ πιστόν; ἔστι τῶνδέ σοι τέκμαρ;

Κλυταιμηστρα
ἔστιν· τί δ᾽ οὐχί; μὴ δολώσαντος θεοῦ.

Χορος
πότερα δ᾽ ὀνείρων φάσματ᾽ εὐπιθῆ σέβεις;

Κλυταιμηστρα
275 οὐ δόξαν ἂν λάβοιμι βριζούσης φρενός.

Χορος
ἀλλ᾽ ἦ σ᾽ ἐπίανέν τις ἄπτερος φάτις;

Κλυταιμηστρα
παιδὸς νέας ὣς κάρτ᾽ ἐμωμήσω φρένας.

Χορος
ποίου χρόνου δὲ καὶ πεπόρθηται πόλις;

Κλυταιμηστρα
τῆς νῦν τεκούσης φῶς τόδ᾽ εὐφρόνης λέγω.

Χορος
280 καὶ τίς τόδ᾽ ἐξίκοιτ᾽ ἂν ἀγγέλων τάχος;

Κλυταιμηστρα
Ἥφαιστος Ἴδης λαμπρὸν ἐκπέμπων σέλας.
φρυκτὸς δὲ φρυκτὸν δεῦρ᾽ ἀπ᾽ ἀγγάρου πυρὸς
ἔπεμπεν· Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπας
Λήμνου· μέγαν δὲ πανὸν ἐκ νήσου τρίτον
285 Ἀθῷον αἶπος Ζηνὸς ἐξεδέξατο,
ὑπερτελής τε, πόντον ὥστε νωτίσαι,
ἰχθὺς πορευτοῦ λαμπάδος πρὸς ἡδονὴν
. . . . . .
†πεύκη τὸ χρυσοφεγγές, ὥς τις ἥλιος,
σέλας παραγγείλασα Μακίστου σκοπαῖς·
290 ὁ δ᾽ οὔτι μέλλων οὐδ᾽ ἀφρασμόνως ὕπνῳ
νικώμενος παρῆκεν ἀγγέλου μέρος·
ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπ᾽ Εὐρίπου ῥοὰς
Μεσσαπίου φύλαξι σημαίνει μολόν.
οἱ δ᾽ ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσω
295 γραίας ἐρείκης θωμὸν ἅψαντες πυρί.
σθένουσα λαμπὰς δ᾽ οὐδέπω μαυρουμένη,
ὑπερθοροῦσα πεδίον Ἀσωποῦ, δίκην
φαιδρᾶς σελήνης, πρὸς Κιθαιρῶνος λέπας
ἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός.
300 φάος δὲ τηλέπομπον οὐκ ἠναίνετο
φρουρὰ, πλέον καίουσα τῶν εἰρημένων·
λίμνην δ᾽ ὑπὲρ Γοργῶπιν ἔσκηψεν φάος·
ὄρος τ᾽ ἐπ᾽ Αἰγίπλαγκτον ἐξικνούμενον
ὤτρυνε θεσμὸν μὴ χρονίζεσθαι πυρός.
305 πέμπουσι δ᾽ ἀνδαίοντες ἀφθόνῳ μένει
φλογὸς μέγαν πώγωνα, καὶ Σαρωνικοῦ
πορθμοῦ κάτοπτον πρῶν᾽ ὑπερβάλλειν πρόσω
φλέγουσαν· ἔστ᾽ ἔσκηψεν εὖτ᾽ ἀφίκετο
Ἀραχναῖον αἶπος, ἀστυγείτονας σκοπάς·
310 κἄπειτ᾽ Ἀτρειδῶν ἐς τόδε σκήπτει στέγος
φάος τόδ᾽ οὐκ ἄπαππον Ἰδαίου πυρός.
τοιοίδε τοί μοι λαμπαδηφόρων νομοί,
ἄλλος παρ᾽ ἄλλου διαδοχαῖς πληρούμενοι·
νικᾷ δ᾽ ὁ πρῶτος καὶ τελευταῖος δραμών.
315 τέκμαρ τοιοῦτον σύμβολόν τέ σοι λέγω
ἀνδρὸς παραγγείλαντος ἐκ Τροίας ἐμοί.

Χορος
θεοῖς μὲν αὖθις, ὦ γύναι, προσεύξομαι.
λόγους δ᾽ ἀκοῦσαι τούσδε κἀποθαυμάσαι
διηνεκῶς θέλοιμ᾽ ἂν ὡς λέγοις πάλιν.

Κλυταιμηστρα
320 Τροίαν Ἀχαιοὶ τῇδ᾽ ἔχουσ᾽ ἐν ἡμέρᾳ.
οἶμαι βοὴν ἄμεικτον ἐν πόλει πρέπειν.
ὄξος τ᾽ ἄλειφά τ᾽ ἐγχέας ταὐτῷ κύτει
διχοστατοῦντ᾽ ἂν, οὐ φίλω, προσεννέποις.
καὶ τῶν ἁλόντων καὶ κρατησάντων δίχα
325 φθογγὰς ἀκούειν ἔστι συμφορᾶς διπλῆς.
οἱ μὲν γὰρ ἀμφὶ σώμασιν πεπτωκότες
ἀνδρῶν κασιγνήτων τε καὶ φυταλμίων
παῖδες γερόντων οὐκέτ᾽ ἐξ ἐλευθέρου
δέρης ἀποιμώζουσι φιλτάτων μόρον·
330 τοὺς δ᾽ αὖτε νυκτίπλαγκτος ἐκ μάχης πόνος
νήστεις πρὸς ἀρίστοισιν ὧν ἔχει πόλις
τάσσει, πρὸς οὐδὲν ἐν μέρει τεκμήριον,
ἀλλ᾽ ὡς ἕκαστος ἔσπασεν τύχης πάλον.
ἐν <δ᾽> αἰχμαλώτοις Τρωικοῖς οἰκήμασιν
335 ναίουσιν ἤδη, τῶν ὑπαιθρίων πάγων
δρόσων τ᾽ ἀπαλλαγέντες, ὡς δ᾽ εὐδαίμονες
ἀφύλακτον εὑδήσουσι πᾶσαν εὐφρόνην.
εἰ δ᾽ εὖ σέβουσι τοὺς πολισσούχους θεοὺς
τοὺς τῆς ἁλούσης γῆς θεῶν θ᾽ ἱδρύματα,
340 οὔ τἂν ἑλόντες αὖθις ἀνθαλοῖεν ἄν.
ἔρως δὲ μή τις πρότερον ἐμπίπτῃ στρατῷ
πορθεῖν ἃ μὴ χρή, κέρδεσιν νικωμένους.
δεῖ γὰρ πρὸς οἴκους νοστίμου σωτηρίας
κάμψαι διαύλου θάτερον κῶλον πάλιν·
345 θεοῖς δ᾽ ἀναμπλάκητος εἰ μόλοι στρατός,
ἐγρηγορὸς τὸ πῆμα τῶν ὀλωλότων
γένοιτ᾽ ἄν, εἰ πρόσπαια μὴ τύχοι κακά.
τοιαῦτά τοι γυναικὸς ἐξ ἐμοῦ κλύεις·
τὸ δ᾽ εὖ κρατοίη μὴ διχορρόπως ἰδεῖν.
350 πολλῶν γὰρ ἐσθλῶν τήνδ᾽ ὄνησιν εἱλόμην.

Χορος
γύναι, κατ᾽ ἄνδρα σώφρον᾽ εὐφρόνως λέγεις.
ἐγὼ δ᾽ ἀκούσας πιστά σου τεκμήρια
θεοὺς προσειπεῖν εὖ παρασκευάζομαι.
χάρις γὰρ οὐκ ἄτιμος εἴργασται πόνων.

355 ὦ Ζεῦ βασιλεῦ καὶ νὺξ φιλία
μεγάλων κόσμων κτεάτειρα,
ἥτ᾽ ἐπὶ Τροίας πύργοις ἔβαλες
στεγανὸν δίκτυον, ὡς μήτε μέγαν
μήτ᾽ οὖν νεαρῶν τιν᾽ ὑπερτελέσαι
360 μέγα δουλείας
γάγγαμον, ἄτης παναλώτου.
Δία τοι ξένιον μέγαν αἰδοῦμαι
τὸν τάδε πράξαντ᾽ ἐπ᾽ Ἀλεξάνδρῳ
τείνοντα πάλαι τόξον, ὅπως ἂν
365 μήτε πρὸ καιροῦ μήθ᾽ ὑπὲρ ἄστρων
βέλος ἠλίθιον σκήψειεν.

[στρ. α.Διὸς πλαγὰν ἔχουσιν εἰπεῖν,
πάρεστιν τοῦτό γ᾽ ἐξιχνεῦσαι.
[ὡς] ἔπραξεν ὡς ἔκρανεν. οὐκ ἔφα τις
370 θεοὺς βροτῶν ἀξιοῦσθαι μέλειν
ὅσοις ἀθίκτων χάρις
πατοῖθ᾽· ὁ δ᾽ οὐκ εὐσεβής.
πέφανται δ᾽ ἐκτίνουσ᾽
375 ἀτολμήτων ἀρὴ
πνεόντων μεῖζον ἢ δικαίως,
φλεόντων δωμάτων ὑπέρφευ
ὑπὲρ τὸ βέλτιστον. ἔστω δ᾽ ἀπή-
μαντον, ὥστ᾽ ἀπαρκεῖν
380 εὖ πραπίδων λαχόντα.
οὐ γὰρ ἔστιν ἔπαλξις
πλούτου πρὸς κόρον ἀνδρὶ
λακτίσαντι μέγαν Δίκας
βωμὸν εἰς ἀφάνειαν.

[ἀντ. α.385 βιᾶται δ᾽ ἁ τάλαινα πειθώ,
προβούλου παῖς ἄφερτος ἄτας.
ἄκος δὲ πᾶν μάταιον. οὐκ ἐκρύφθη,
πρέπει δέ, φῶς αἰνολαμπές, σίνος·
κακοῦ δὲ χαλκοῦ τρόπον
τρίβῳ τε καὶ προσβολαῖς
μελαμπαγὴς πέλει
δικαιωθείς, ἐπεὶ
διώκει παῖς ποτανὸν ὄρνιν,
395 πόλει πρόστριμμ᾽ ἄφερτον ἐνθείς.
λιτᾶν δ᾽ ἀκούει μὲν οὔτις θεῶν·
τὸν δ᾽ ἐπίστροφον τῶν
φῶτ᾽ ἄδικον καθαιρεῖ.
οἷος καὶ Πάρις ἐλθὼν
400 ἐς δόμον τὸν Ἀτρειδᾶν
ᾔσχυνε ξενίαν τράπε-
ζαν κλοπαῖσι γυναικός.

[στρ. β.λιποῦσα δ᾽ ἀστοῖσιν ἀσπίστοράς
τε καὶ κλόνους λοχισμούς
405 ναυβάτας <θ᾽> ὁπλισμούς,
ἄγουσά τ᾽ ἀντίφερνον Ἰλίῳ φθορὰν
βέβακεν ῥίμφα διὰ πυλᾶν
ἄτλητα τλᾶσα· πολλὰ δ᾽ ἔστενον
τόδ᾽ ἐννέποντες δόμων προφῆται·
410 “ἰὼ ἰὼ δῶμα δῶμα καὶ πρόμοι,
ἰὼ λέχος καὶ στίβοι φιλάνορες.
πάρεστι σιγὰς ἀτίμους ἀλοιδόρους
ἄλγιστ᾽ ἀφεμένων ἰδεῖν.
πόθῳ δ᾽ ὑπερποντίας
415 φάσμα δόξει δόμων ἀνάσσειν.
εὐμόρφων δὲ κολοσσῶν
ἔχθεται χάρις ἀνδρί·
ὀμμάτων δ᾽ ἐν ἀχηνίαις
ἔρρει πᾶσ᾽ Ἀφροδίτα.

[ἀντ. β.420 ὀνειρόφαντοι δὲ πενθήμονες
πάρεισι δόξαι φέρου-
σαι χάριν ματαίαν.
μάταν γάρ, εὖτ᾽ ἂν ἐσθλά τις δοκῶν ὁρᾷ,
παραλλάξασα διὰ χερῶν
425 βέβακεν ὄψις οὐ μεθύστερον
πτεροῖς ὀπαδοῦσ᾽ ὕπνου κελεύθοις.”
τὰ μὲν κατ᾽ οἴκους ἐφ᾽ ἑστίας ἄχη
τάδ᾽ ἐστὶ καὶ τῶνδ᾽ ὑπερβατώτερα.
τὸ πᾶν δ᾽ ἀπ᾽ Ἕλλαδος αἴας συνορμένοις
430 πένθει᾽ ἀτλησικάρδιος
δόμων ἑκάστου πρέπει.
πολλὰ γοῦν θιγγάνει πρὸς ἧπαρ·
οὓς μὲν γάρ <τις> ἔπεμψεν
οἶδεν, ἀντὶ δὲ φωτῶν
435 τεύχη καὶ σποδὸς εἰς ἑκά-
στου δόμους ἀφικνεῖται.

[στρ. γ.ὁ χρυσαμοιβὸς δ᾽ Ἄρης σωμάτων
καὶ ταλαντοῦχος ἐν μάχῃ δορὸς
440 πυρωθὲν ἐξ Ἰλίου
φίλοισι πέμπει βαρὺ
ψῆγμα δυσδάκρυτον, ἀν-
τήνορος σποδοῦ γεμί-
ζων λέβητας εὐθέτους.
445 στένουσι δ᾽ εὖ λέγοντες ἄν-
δρα τὸν μὲν ὡς μάχης ἴδρις,
τὸν δ᾽ ἐν φοναῖς καλῶς πεσόντ᾽—
ἀλλοτρίας διαὶ γυναι-
κός· τάδε σῖγά τις βαΰ-
450 ζει, φθονερὸν δ᾽ ὑπ᾽ ἄλγος ἕρ-
πει προδίκοις Ἀτρείδαις.
οἱ δ᾽ αὐτοῦ περὶ τεῖχος
θήκας Ἰλιάδος γᾶς
εὔμορφοι κατέχουσιν· ἐχ-
455 θρὰ δ᾽ ἔχοντας ἔκρυψεν.

[ἀντ. γ.βαρεῖα δ᾽ ἀστῶν φάτις ξὺν κότῳ·
δημοκράντου δ᾽ ἀρᾶς τίνει χρέος.
μένει δ᾽ ἀκοῦσαί τί μου
460 μέριμνα νυκτηρεφές.
τῶν πολυκτόνων γὰρ οὐκ
ἄσκοποι θεοί. κελαι-
ναὶ δ᾽ Ἐρινύες χρόνῳ
τυχηρὸν ὄντ᾽ ἄνευ δίκας
465 παλιντυχεῖ τριβᾷ βίου
τιθεῖσ᾽ ἀμαυρόν, ἐν δ᾽ ἀί-
στοις τελέθοντος οὔτις ἀλ-
κά· τὸ δ᾽ ὑπερκόπως κλύειν
εὖ βαρύ· βάλλεται γὰρ ὄσ-
470 σοις Διόθεν κάρανα.
κρίνω δ᾽ ἄφθονον ὄλβον·
μήτ᾽ εἴην πτολιπόρθης
μήτ᾽ οὖν αὐτὸς ἁλοὺς ὑπ᾽ ἄλ-
λων βίον κατίδοιμι.

[ἐπῳδ.475 πυρὸς δ᾽ ὑπ᾽ εὐαγγέλου
πόλιν διήκει θοὰ
βάξις· εἰ δ᾽ ἐτήτυμος,
τίς οἶδεν, ἤ τι θεῖόν ἐστί πῃ ψύθος.—

τίς ὧδε παιδνὸς ἢ φρενῶν κεκομμένος,
480 φλογὸς παραγγέλμασιν
νέοις πυρωθέντα καρδίαν ἔπειτ᾽
ἀλλαγᾷ λόγου καμεῖν;—

[ἐν] γυναικὸς αἰχμᾷ πρέπει
πρὸ τοῦ φανέντος χάριν ξυναινέσαι.—

485 πιθανὸς ἄγαν ὁ θῆλυς ὅρος ἐπινέμεται
ταχύπορος· ἀλλὰ ταχύμορον
γυναικογήρυτον ὄλλυται κλέος.—

τάχ᾽ εἰσόμεσθα λαμπάδων φαεσφόρων
490 φρυκτωριῶν τε καὶ πυρὸς παραλλαγάς,
εἴτ᾽ οὖν ἀληθεῖς, εἴτ᾽ ὀνειράτων δίκην
τερπνὸν τόδ᾽ ἐλθὸν φῶς ἐφήλωσεν φρένας.
κήρυκ᾽ ἀπ᾽ ἀκτῆς τόνδ᾽ ὁρῶ κατάσκιον
κλάδοις ἐλαίας· μαρτυρεῖ δέ μοι κάσις
495 πηλοῦ ξύνουρος διψία κόνις τάδε,
ὡς οὔτ᾽ ἄναυδος οὔτε σοι δαίων φλόγα
ὕλης ὀρείας σημανεῖ καπνῷ πυρός,
ἀλλ᾽ ἢ τὸ χαίρειν μᾶλλον ἐκβάξει λέγων—
τὸν ἀντίον δὲ τοῖσδ᾽ ἀποστέργω λόγον·
500 εὖ γὰρ πρὸς εὖ φανεῖσι προσθήκη πέλοι.—

ὅστις τάδ᾽ ἄλλως τῇδ᾽ ἐπεύχεται πόλει,
αὐτὸς φρενῶν καρποῖτο τὴν ἁμαρτίαν.

Κηρυξ
ἰὼ πατρῷον οὖδας Ἀργείας χθονός,
δεκάτου σε φέγγει τῷδ᾽ ἀφικόμην ἔτους,
505 πολλῶν ῥαγεισῶν ἐλπίδων μιᾶς τυχών.
οὐ γάρ ποτ᾽ ηὔχουν τῇδ᾽ ἐν Ἀργείᾳ χθονὶ
θανὼν μεθέξειν φιλτάτου τάφου μέρος.
νῦν χαῖρε μὲν χθών, χαῖρε δ᾽ ἡλίου φάος,
ὕπατός τε χώρας Ζεύς, ὁ Πύθιός τ᾽ ἄναξ,
510 τόξοις ἰάπτων μηκέτ᾽ εἰς ἡμᾶς βέλη·
ἅλις παρὰ Σκάμανδρον ἦσθ᾽ ἀνάρσιος·
νῦν δ᾽ αὖτε σωτὴρ ἴσθι καὶ παιώνιος,
ἄναξ Ἄπολλον. τούς τ᾽ ἀγωνίους θεοὺς
πάντας προσαυδῶ, τόν τ᾽ ἐμὸν τιμάορον
515 Ἑρμῆν, φίλον κήρυκα, κηρύκων σέβας,
ἥρως τε τοὺς πέμψαντας, εὐμενεῖς πάλιν
στρατὸν δέχεσθαι τὸν λελειμμένον δορός.
ἰὼ μέλαθρα βασιλέων, φίλαι στέγαι,
σεμνοί τε θᾶκοι, δαίμονές τ᾽ ἀντήλιοι,
520 εἴ που πάλαι, φαιδροῖσι τοισίδ᾽ ὄμμασι
δέξασθε κόσμῳ βασιλέα πολλῷ χρόνῳ.
ἥκει γὰρ ὑμῖν φῶς ἐν εὐφρόνῃ φέρων
καὶ τοῖσδ᾽ ἅπασι κοινὸν Ἀγαμέμνων ἄναξ.
ἀλλ᾽ εὖ νιν ἀσπάσασθε, καὶ γὰρ οὖν πρέπει,
525 Τροίαν κατασκάψαντα τοῦ δικηφόρου
Διὸς μακέλλῃ, τῇ κατείργασται πέδον.
βωμοὶ δ᾽ ἄιστοι καὶ θεῶν ἱδρύματα,
καὶ σπέρμα πάσης ἐξαπόλλυται χθονός.
τοιόνδε Τροίᾳ περιβαλὼν ζευκτήριον
530 ἄναξ Ἀτρείδης πρέσβυς εὐδαίμων ἀνὴρ
ἥκει, τίεσθαι δ᾽ ἀξιώτατος βροτῶν
τῶν νῦν· Πάρις γὰρ οὔτε συντελὴς πόλις
ἐξεύχεται τὸ δρᾶμα τοῦ πάθους πλέον.
ὀφλὼν γὰρ ἁρπαγῆς τε καὶ κλοπῆς δίκην
535 τοῦ ῥυσίου θ᾽ ἥμαρτε καὶ πανώλεθρον
αὐτόχθονον πατρῷον ἔθρισεν δόμον.
διπλᾶ δ᾽ ἔτεισαν Πριαμίδαι θἀμάρτια.

Χορος
κῆρυξ Ἀχαιῶν χαῖρε τῶν ἀπὸ στρατοῦ.

Κηρυξ
χαίρω <γε>· τεθνάναι δ᾽ οὐκέτ᾽ ἀντερῶ θεοῖς.

Χορος
540 ἔρως πατρῴας τῆσδε γῆς σ᾽ ἐγύμνασεν;

Κηρυξ
ὥστ᾽ ἐνδακρύειν γ᾽ ὄμμασιν χαρᾶς ὕπο.

Χορος
τερπνῆς ἄρ᾽ ἦστε τῆσδ᾽ ἐπήβολοι νόσου.

Κηρυξ
πῶς δή; διδαχθεὶς τοῦδε δεσπόσω λόγου.

Χορος
τῶν ἀντερώντων ἱμέρῳ πεπληγμένοι.

Κηρυξ
545 ποθεῖν ποθοῦντα τήνδε γῆν στρατὸν λέγεις;

Χορος
ὡς πόλλ᾽ ἀμαυρᾶς ἐκ φρενός <μ᾽> ἀναστένειν.

Κηρυξ
πόθεν τὸ δύσφρον τοῦτ᾽ ἐπῆν θυμῷ στύγος;

Χορος
πάλαι τὸ σιγᾶν φάρμακον βλάβης ἔχω.

Κηρυξ
καὶ πῶς; ἀπόντων κοιράνων ἔτρεις τινάς;

Χορος
550 ὡς νῦν, τὸ σὸν δή, καὶ θανεῖν πολλὴ χάρις.

Κηρυξ
εὖ γὰρ πέπρακται. ταῦτα δ᾽ ἐν πολλῷ χρόνῳ
τὰ μέν τις ἂν λέξειεν εὐπετῶς ἔχειν,
τὰ δ᾽ αὖτε κἀπίμομφα. τίς δὲ πλὴν θεῶν
ἅπαντ᾽ ἀπήμων τὸν δι᾽ αἰῶνος χρόνον;
555 μόχθους γὰρ εἰ λέγοιμι καὶ δυσαυλίας,
σπαρνὰς παρήξεις καὶ κακοστρώτους, τί δ᾽ οὐ
στένοντες, †οὐ λαχόντες† ἤματος μέρος;
τὰ δ᾽ αὖτε χέρσῳ καὶ προσῆν πλέον στύγος·
εὐναὶ γὰρ ἦσαν δηΐων πρὸς τείχεσιν·
560 ἐξ οὐρανοῦ δὲ κἀπὸ γῆς λειμώνιαι
δρόσοι κατεψάκαζον, ἔμπεδον σίνος
ἐσθημάτων, τιθέντες ἔνθηρον τρίχα.
χειμῶνα δ᾽ εἰ λέγοι τις οἰωνοκτόνον,
οἷον παρεῖχ᾽ ἄφερτον Ἰδαία χιών,
565 ἢ θάλπος, εὖτε πόντος ἐν μεσημβριναῖς
κοίταις ἀκύμων νηνέμοις εὕδοι πεσών—
τί ταῦτα πενθεῖν δεῖ; παροίχεται πόνος·
παροίχεται δέ, τοῖσι μὲν τεθνηκόσιν
τὸ μήποτ᾽ αὖθις μηδ᾽ ἀναστῆναι μέλειν.
570 τί τοὺς ἀναλωθέντας ἐν ψήφῳ λέγειν,
τὸν ζῶντα δ᾽ ἀλγεῖν χρὴ τύχης παλιγκότου;
καὶ πολλὰ χαίρειν ξυμφορὰς καταξιῶ.
ἡμῖν δὲ τοῖς λοιποῖσιν Ἀργείων στρατοῦ
νικᾷ τὸ κέρδος, πῆμα δ᾽ οὐκ ἀντιρρέπει·
575 ὡς κομπάσαι τῷδ᾽ εἰκὸς ἡλίου φάει
ὑπὲρ θαλάσσης καὶ χθονὸς ποτωμένοις·
“Τροίαν ἑλόντες δή ποτ᾽ Ἀργείων στόλος
θεοῖς λάφυρα ταῦτα τοῖς καθ᾽ Ἑλλάδα
δόμοις ἐπασσάλευσαν ἀρχαῖον γάνος.”
580 τοιαῦτα χρὴ κλύοντας εὐλογεῖν πόλιν
καὶ τοὺς στρατηγούς· καὶ χάρις τιμήσεται
Διὸς τόδ᾽ ἐκπράξασα. πάντ᾽ ἔχεις λόγον.

Χορος
νικώμενος λόγοισιν οὐκ ἀναίνομαι·
ἀεὶ γὰρ ἥβη τοἶς γέρουσιν εὖ μαθεῖν.
585 δόμοις δὲ ταῦτα καὶ Κλυταιμήστρᾳ μέλειν
εἰκὸς μάλιστα, σὺν δὲ πλουτίζειν ἐμέ.

Κλυταιμηστρα
ἀνωλόλυξα μὲν πάλαι χαρᾶς ὕπο,
ὅτ᾽ ἦλθ᾽ ὁ πρῶτος νύχιος ἄγγελος πυρός,
φράζων ἅλωσιν Ἰλίου τ᾽ ἀνάστασιν.
590 καί τίς μ᾽ ἐνίπτων εἶπε, “φρυκτωρῶν διὰ
πεισθεῖσα Τροίαν νῦν πεπορθῆσθαι δοκεῖς;
ἦ κάρτα πρὸς γυναικὸς αἴρεσθαι κέαρ.”
λόγοις τοιούτοις πλαγκτὸς οὖσ᾽ ἐφαινόμην.
ὅμως δ᾽ ἔθυον, καὶ γυναικείῳ νόμῳ
595 ὀλολυγμὸν ἄλλος ἄλλοθεν κατὰ πτόλιν
ἔλασκον εὐφημοῦντες ἐν θεῶν ἕδραις
θυηφάγον κοιμῶντες εὐώδη φλόγα.
καὶ νῦν τὰ μάσσω μὲν τί δεῖ σέ μοι λέγειν;
ἄνακτος αὐτοῦ πάντα πεύσομαι λόγον.
600 ὅπως δ᾽ ἄριστα τὸν ἐμὸν αἰδοῖον πόσιν
σπεύσω πάλιν μολόντα δέξασθαι—τί γὰρ
γυναικὶ τούτου φέγγος ἥδιον δρακεῖν,
ἀπὸ στρατείας ἀνδρὶ σώσαντος θεοῦ
πύλας ἀνοῖξαι;—ταῦτ᾽ ἀπάγγειλον πόσει·
605 ἥκειν ὅπως τάχιστ᾽ ἐράσμιον πόλει·
γυναῖκα πιστὴν δ᾽ ἐν δόμοις εὕροι μολὼν
οἵανπερ οὖν ἔλειπε, δωμάτων κύνα
ἐσθλὴν ἐκείνῳ, πολεμίαν τοῖς δύσφροσιν,
καὶ τἄλλ᾽ ὁμοίαν πάντα, σημαντήριον
610 οὐδὲν διαφθείρασαν ἐν μήκει χρόνου.
οὐδ᾽ οἶδα τέρψιν οὐδ᾽ ἐπίψογον φάτιν
ἄλλου πρὸς ἀνδρὸς μᾶλλον ἢ χαλκοῦ βαφάς.

Κηρυξ
τοιόσδ᾽ ὁ κόμπος τῆς ἀληθείας γέμων
οὐκ αἰσχρὸς ὡς γυναικὶ γενναίᾳ λακεῖν.

Χορος
615 αὕτη μὲν οὕτως εἶπε μανθάνοντί σοι
τοροῖσιν ἑρμηνεῦσιν εὐπρεπῶς λόγον.
σὺ δ᾽ εἰπέ, κῆρυξ, Μενέλεων δὲ πεύθομαι,
εἰ νόστιμός τε καὶ σεσωμένος πάλιν
ἥξει σὺν ὑμῖν, τῆσδε γῆς φίλον κράτος.

Κηρυξ
620 οὐκ ἔσθ᾽ ὅπως λέξαιμι τὰ ψευδῆ καλὰ
ἐς τὸν πολὺν φίλοισι καρποῦσθαι χρόνον.

Χορος
πῶς δῆτ᾽ ἂν εἰπὼν κεδνὰ τἀληθῆ τύχοις;
σχισθέντα δ᾽ οὐκ εὔκρυπτα γίγνεται τάδε.

Κηρυξ
ἁνὴρ ἄφαντος ἐξ Ἀχαιικοῦ στρατοῦ,
625 αὐτός τε καὶ τὸ πλοῖον. οὐ ψευδῆ λέγω.

Χορος
πότερον ἀναχθεὶς ἐμφανῶς ἐξ Ἰλίου,
ἢ χεῖμα, κοινὸν ἄχθος, ἥρπασε στρατοῦ;

Κηρυξ
ἔκυρσας ὥστε τοξότης ἄκρος σκοποῦ·
μακρὸν δὲ πῆμα συντόμως ἐφημίσω.

Χορος
630 πότερα γὰρ αὐτοῦ ζῶντος ἢ τεθνηκότος
φάτις πρὸς ἄλλων ναυτίλων ἐκλῄζετο;

Κηρυξ
οὐκ οἶδεν οὐδεὶς ὥστ᾽ ἀπαγγελῖαι τορῶς,
πλὴν τοῦ τρέφοντος Ἡλίου χθονὸς φύσιν.

Χορος
πῶς γὰρ λέγεις χειμῶνα ναυτικῷ στρατῷ
635 ἐλθεῖν τελευτῆσαί τε δαιμόνων κότῳ;

Κηρυξ
εὔφημον ἦμαρ οὐ πρέπει κακαγγέλῳ
γλώσσῃ μιαίνειν· χωρὶς ἡ τιμὴ θεῶν.
ὅταν δ᾽ ἀπευκτὰ πήματ᾽ ἄγγελος πόλει
στυγνῷ προσώπῳ πτωσίμου στρατοῦ φέρῃ,
640 πόλει μὲν ἕλκος ἓν τὸ δήμιον τυχεῖν,
πολλοὺς δὲ πολλῶν ἐξαγισθέντας δόμων
ἄνδρας διπλῇ μάστιγι, τὴν Ἄρης φιλεῖ,
δίλογχον ἄτην, φοινίαν ξυνωρίδα·
τοιῶνδε μέντοι πημάτων σεσαγμένον
645 πρέπει λέγειν παιᾶνα τόνδ᾽ Ἐρινύων.
σωτηρίων δὲ πραγμάτων εὐάγγελον
ἥκοντα πρὸς χαίρουσαν εὐεστοῖ πόλιν,
πῶς κεδνὰ τοῖς κακοῖσι συμμείξω, λέγων
χειμῶν᾽ Ἀχαιοῖς οὐκ ἀμήνιτον θεῶν;
650 ξυνώμοσαν γάρ, ὄντες ἔχθιστοι τὸ πρίν,
πῦρ καὶ θάλασσα, καὶ τὰ πίστ᾽ ἐδειξάτην
φθείροντε τὸν δύστηνον Ἀργείων στρατόν·
ἐν νυκτὶ δυσκύμαντα δ᾽ ὠρώρει κακά.
ναῦς γὰρ πρὸς ἀλλήλαισι Θρῄκιαι πνοαὶ
655 ἤρεικον· αἱ δὲ κεροτυπούμεναι βίᾳ
χειμῶνι τυφῶ σὺν ζάλῃ τ᾽ ὀμβροκτύπῳ
ᾤχοντ᾽ ἄφαντοι ποιμένος κακοῦ στρόβῳ.
ἐπεὶ δ᾽ ἀνῆλθε λαμπρὸν ἡλίου φάος,
ὁρῶμεν ἀνθοῦν πέλαγος Αἰγαῖον νεκροῖς
660 ἀνδρῶν Ἀχαιῶν ναυτικοῖς τ᾽ ἐρειπίοις.
ἡμᾶς γε μὲν δὴ ναῦν τ᾽ ἀκήρατον σκάφος
ἤτοι τις ἐξέκλεψεν ἢ ᾽ξῃτήσατο
θεός τις, οὐκ ἄνθρωπος, οἴακος θιγών.
τύχη δὲ σωτὴρ ναῦν θέλουσ᾽ ἐφέζετο,
665 ὡς μήτ᾽ ἐν ὅρμῳ κύματος ζάλην ἔχειν
μήτ᾽ ἐξοκεῖλαι πρὸς κραταίλεων χθόνα.
ἔπειτα δ᾽ Ἅιδην πόντιον πεφευγότες,
λευκὸν κατ᾽ ἦμαρ, οὐ πεποιθότες τύχῃ,
ἐβουκολοῦμεν φροντίσιν νέον πάθος,
670 στρατοῦ καμόντος καὶ κακῶς σποδουμένου.
καὶ νῦν ἐκείνων εἴ τις ἐστὶν ἐμπνέων,
λέγουσιν ἡμᾶς ὡς ὀλωλότας, τί μή;
ἡμεῖς τ᾽ ἐκείνους ταὔτ᾽ ἔχειν δοξάζομεν.
γένοιτο δ᾽ ὡς ἄριστα. Μενέλεων γὰρ οὖν
675 πρῶτόν τε καὶ μάλιστα προσδόκα μολεῖν·
εἰ γοῦν τις ἀκτὶς ἡλίου νιν ἱστορεῖ
καὶ ζῶντα καὶ βλέποντα, μηχαναῖς Διός,
οὔπω θέλοντος ἐξαναλῶσαι γένος,
ἐλπίς τις αὐτὸν πρὸς δόμους ἥξειν πάλιν.
680 τοσαῦτ᾽ ἀκούσας ἴσθι τἀληθῆ κλυών.

Χορος
[στρ. α.τίς ποτ᾽ ὠνόμαξεν ὧδ᾽
ἐς τὸ πᾶν ἐτητύμως—
μή τις ὅντιν᾽ οὐχ ὁρῶ-
μεν προνοίαισι τοῦ πεπρωμένου
685 γλῶσσαν ἐν τύχᾳ νέμων;—
τὰν δορίγαμβρον ἀμφινει-
κῆ θ᾽ Ἑλέναν; ἐπεὶ πρεπόντως
ἑλένας, ἕλανδρος, ἑλέπτολις,
690 ἐκ τῶν ἁβροτίμων
προκαλυμμάτων ἔπλευσε
ζεφύρου γίγαντος αὔρᾳ,
πολύανδροί τε φεράσπιδες
695 κυναγοὶ κατ᾽ ἴχνος πλατᾶν ἄφαντον
κελσάντων Σιμόεντος
ἀκτὰς ἐπ᾽ ἀεξιφύλλους
δι᾽ ἔριν αἱματόεσσαν.

[ἀντ. α.Ἰλίῳ δὲ κῆδος ὀρθ-
700 ώνυμον τελεσσίφρων
μῆνις ἤλασεν, τραπέ-
ζας ἀτίμωσιν ὑστέρῳ χρόνῳ
καὶ ξυνεστίου Διὸς
πρασσομένα τὸ νυμφότι-
705 μον μέλος ἐκφάτως τίοντας,
ὑμέναιον, ὃς τότ᾽ ἐπέρρεπεν
γαμβροῖσιν ἀείδειν.
μεταμανθάνουσα δ᾽ ὕμνον
710 Πριάμου πόλις γεραιὰ
πολύθρηνον μέγα που στένει
κικλήσκουσα Πάριν τὸν αἰνόλεκτρον,
παμπορθῆ πολύθρηνον
αἰῶνα διαὶ πολιτᾶν
715 μέλεον αἷμ᾽ ἀνατλᾶσα.

[στρ. β.ἔθρεψεν δὲ λέοντος ἶ-
νιν δόμοις ἀγάλακτον οὕ-
τως ἀνὴρ φιλόμαστον,
720 ἐν βιότου προτελείοις
ἅμερον, εὐφιλόπαιδα
καὶ γεραροῖς ἐπίχαρτον.
πολέα δ᾽ ἔσκ᾽ ἐν ἀγκάλαις
νεοτρόφου τέκνου δίκαν,
725 φαιδρωπὸς ποτὶ χεῖρα σαί-
νων τε γαστρὸς ἀνάγκαις.

[ἀντ. β.χρονισθεὶς δ᾽ ἀπέδειξεν ἦ-
θος τὸ πρὸς τοκέων· χάριν
γὰρ τροφεῦσιν ἀμείβων
730 μηλοφόνοισιν <ἐν> ἄταις
δαῖτ᾽ ἀκέλευστος ἔτευξεν·
αἵματι δ᾽ οἶκος ἐφύρθη,
ἄμαχον ἄλγος οἰκέταις,
μέγα σίνος πολυκτόνον.
735 ἐκ θεοῦ δ᾽ ἱερεύς τις ἄ-
τας δόμοις προσεθρέφθη.

[στρ. γ.πάραυτα δ᾽ ἐλθεῖν ἐς Ἰλίου πόλιν
λέγοιμ᾽ ἂν φρόνημα μὲν
νηνέμου γαλάνας,
740 ἀκασκαῖον <δ᾽> ἄγαλμα πλούτου,
μαλθακὸν ὀμμάτων βέλος,
δηξίθυμον ἔρωτος ἄνθος.
παρακλίνασ᾽ ἐπέκρανεν
745 δὲ γάμου πικρὰς τελευτάς,
δύσεδρος καὶ δυσόμιλος
συμένα Πριαμίδαισιν,
πομπᾷ Διὸς ξενίου,
νυμφόκλαυτος Ἐρινύς.

[ἀντ. γ.750 παλαίφατος δ᾽ ἐν βροτοῖς γέρων λόγος
τέτυκται, μέγαν τελε-
σθέντα φωτὸς ὄλβον
τεκνοῦσθαι μηδ᾽ ἄπαιδα θνῄσκειν,
755 ἐκ δ᾽ ἀγαθᾶς τύχας γένει
βλαστάνειν ἀκόρεστον οἰζύν.
δίχα δ᾽ ἄλλων μονόφρων εἰ-
μί. τὸ δυσσεβὲς γὰρ ἔργον
μετὰ μὲν πλείονα τίκτει,
760 σφετέρᾳ δ᾽ εἰκότα γέννᾳ.
οἴκων δ᾽ ἄρ εὐθυδίκων
καλλίπαις πότμος αἰεί.

[στρ. δ.φιλεῖ δὲ τίκτειν Ὕβρις
μὲν παλαιὰ νεά-
765 ζουσαν ἐν κακοῖς βροτῶν
ὕβριν τότ᾽ ἢ τόθ᾽, ὅτε τὸ κύριον μόλῃ
φάος τόκου,
δαίμονά τε τὰν ἄμαχον ἀπόλεμον,
ἀνίερον Θράσος, μελαί-
770 νας μελάθροισιν Ἄτας,
εἰδομένας τοκεῦσιν.

[ἀντ. δ.Δίκα δὲ λάμπει μὲν ἐν
δυσκάπνοις δώμασιν,
775 τόν δ᾽ ἐναίσιμον τίει [βίον].
τὰ χρυσόπαστα δ᾽ ἔδεθλα σὺν πίνῳ χερῶν
παλιντρόποις
ὄμμασι λιποῦσ᾽, ὅσια προσέμολε,
δύναμιν οὐ σέβουσα πλού-
780 του παράσημον αἴνῳ·
πᾶν δ᾽ ἐπὶ τέρμα νωμᾷ.

ἄγε δή, βασιλεῦ, Τροίας πτολίπορθ᾽,
Ἀτρέως γένεθλον,
785 πῶς σε προσείπω; πῶς σε σεβίζω
μήθ᾽ ὑπεράρας μήθ᾽ ὑποκάμψας
καιρὸν χάριτος;
πολλοὶ δὲ βροτῶν τὸ δοκεῖν εἶναι
προτίουσι δίκην παραβάντες.
790 τῷ δυσπραγοῦντί δ᾽ ἐπιστενάχειν
πᾶς τις ἕτοιμος· δῆγμα δὲ λύπης
οὐδὲν ἐφ᾽ ἧπαρ προσικνεῖται·
καὶ ξυγχαίρουσιν ὁμοιοπρεπεῖς
ἀγέλαστα πρόσωπα βιαζόμενοι.
795 ὅστις δ᾽ ἀγαθὸς προβατογνώμων,
οὐκ ἔστι λαθεῖν ὄμματα φωτός,
τὰ δοκοῦντ᾽ εὔφρονος ἐκ διανοίας
ὑδαρεῖ σαίνειν φιλότητι.
σὺ δέ μοι τότε μὲν στέλλων στρατιὰν
800 Ἑλένης ἕνεκ᾽, οὐ γάρ <σ᾽> ἐπικεύσω,
κάρτ᾽ ἀπομούσως ἦσθα γεγραμμένος,
οὐδ᾽ εὖ πραπίδων οἴακα νέμων
θάρσος ἑκ θυσιῶν
ἀνδράσι θνῄσκουσι κομίζων.
805 νῦν δ᾽ οὐκ ἀπ᾽ ἄκρας φρενὸς οὐδ᾽ ἀφίλως
. . . . . . .
εὔφρων πόνος εὖ τελέσασιν.
γνώσῃ δὲ χρόνῳ διαπευθόμενος
τόν τε δικαίως καὶ τὸν ἀκαίρως
πόλιν οἰκουροῦντα πολιτῶν.

Αγαμεμνων
810 πρῶτον μὲν Ἄργος καὶ θεοὺς ἐγχωρίους
δίκη προσειπεῖν, τοὺς ἐμοὶ μεταιτίους
νόστου δικαίων θ᾽ ὧν ἐπραξάμην πόλιν
Πριάμου· δίκας γὰρ οὐκ ἀπὸ γλώσσης θεοὶ
κλυόντες ἀνδροθνῆτας Ἰλίου φθορὰς
815 ἐς αἱματηρὸν τεῦχος οὐ διχορρόπως
ψήφους ἔθεντο· τῷ δ᾽ ἐναντίῳ κύτει
ἐλπὶς προσῄει χειρὸς οὐ πληρουμένῳ.
καπνῷ δ᾽ ἁλοῦσα νῦν ἔτ᾽ εὔσημος πόλις.
ἄτης θύελλαι ζῶσι· συνθνῄσκουσα δὲ
820 σποδὸς προπέμπει πίονας πλούτου πνοάς.
τούτων θεοῖσι χρὴ πολύμνηστον χάριν
τίνειν, ἐπείπερ καὶ πάγας ὑπερκότους
ἐφραξάμεσθα καὶ γυναικὸς οὕνεκα
πόλιν διημάθυνεν Ἀργεῖον δάκος,
825 ἵππου νεοσσός, ἀσπιδηφόρος λεώς,
πήδημ᾽ ὀρούσας ἀμφὶ Πλειάδων δύσιν·
ὑπερθορὼν δὲ πύργον ὠμηστὴς λέων
ἄδην ἔλειξεν αἵματος τυραννικοῦ.
θεοῖς μὲν ἐξέτεινα φροίμιον τόδε·
830 τὰ δ᾽ ἐς τὸ σὸν φρόνημα, μέμνημαι κλυών,
καὶ φημὶ ταὐτὰ καὶ συνήγορόν μ᾽ ἔχεις.
παύροις γὰρ ἀνδρῶν ἐστι συγγενὲς τόδε,
φίλον τὸν εὐτυχοῦντ᾽ ἄνευ φθόνου σέβειν.
δύσφρων γὰρ ἰὸς καρδίαν προσήμενος
835 ἄχθος διπλοίζει τῷ πεπαμένῳ νόσον,
τοῖς τ᾽ αὐτὸς αὑτοῦ πήμασιν βαρύνεται
καὶ τὸν θυραῖον ὄλβον εἰσορῶν στένει.
εἰδὼς λέγοιμ᾽ ἄν, εὖ γὰρ ἐξεπίσταμαι
ὁμιλίας κάτοπτρον, εἴδωλον σκιᾶς
840 δοκοῦντας εἶναι κάρτα πρευμενεῖς ἐμοί.
μόνος δ᾽ Ὀδυσσεύς, ὅσπερ οὐχ ἑκὼν ἔπλει,
ζευχθεὶς ἕτοιμος ἦν ἐμοὶ σειραφόρος·
εἴτ᾽ οὖν θανόντος εἴτε καὶ ζῶντος πέρι
λέγω.
   τὰ δ᾽ ἄλλα πρὸς πόλιν τε καὶ θεοὺς
845 κοινοὺς ἀγῶνας θέντες ἐν πανηγύρει
βουλευσόμεσθα. καὶ τὸ μὲν καλῶς ἔχον
ὅπως χρονίζον εὖ μενεῖ βουλευτέον·
ὅτῳ δὲ καὶ δεῖ φαρμάκων παιωνίων,
ἤτοι κέαντες ἢ τεμόντες εὐφρόνως
850 πειρασόμεσθα πῆμ᾽ ἀποστρέψαι νόσου.
νῦν δ᾽ ἐς μέλαθρα καὶ δόμους ἐφεστίους
ἐλθὼν θεοῖσι πρῶτα δεξιώσομαι,
οἵπερ πρόσω πέμψαντες ἤγαγον πάλιν.
νίκη δ᾽ ἐπείπερ ἕσπετ᾽, ἐμπέδως μένοι.

Κλυταιμηστρα
855 ἄνδρες πολῖται, πρέσβος Ἀργείων τόδε,
οὐκ αἰσχυνοῦμαι τοὺς φιλάνορας τρόπους
λέξαι πρὸς ὑμᾶς· ἐν χρόνῳ δ᾽ ἀποφθίνει
τὸ τάρβος ἀνθρώποισιν.
           οὐκ ἄλλων πάρα
μαθοῦσ᾽, ἐμαυτῆς δύσφορον λέξω βίον
860 τοσόνδ᾽ ὅσονπερ οὗτος ἦν ὑπ᾽ Ἰλίῳ.
τὸ μὲν γυναῖκα πρῶτον ἄρσενος δίχα
ἧσθαι δόμοις ἔρημον ἔκπαγλον κακόν,
πολλὰς κλύουσαν κληδόνας παλιγκότους·
καὶ τὸν μὲν ἥκειν, τὸν δ᾽ ἐπεσφέρειν κακοῦ
865 κάκιον ἄλλο πῆμα, λάσκοντας δόμοις.
καὶ τραυμάτων μὲν εἰ τόσων ἐτύγχανεν
ἀνὴρ ὅδ᾽, ὡς πρὸς οἶκον ὠχετεύετο
φάτις, τέτρηται δικτύου πλέον λέγειν.
εἰ δ᾽ ἦν τεθνηκώς, ὡς ἐπλήθυον λόγοι,
870 τρισώματός τἂν Γηρυὼν ὁ δεύτερος
[πολλὴν ἄνωθεν, τὴν κάτω γὰρ οὐ λέγω,]
χθονὸς τρίμοιρον χλαῖναν ἐξηύχει λαβεῖν,
ἅπαξ ἑκάστῳ κατθανὼν μορφώματι.
τοιῶνδ᾽ ἕκατι κληδόνων παλιγκότων
875 πολλὰς ἄνωθεν ἀρτάνας ἐμῆς δέρης
ἔλυσαν ἄλλοι πρὸς βίαν λελημμένης.
ἐκ τῶνδέ τοι παῖς ἐνθάδ᾽ οὐ παραστατεῖ,
ἐμῶν τε καὶ σῶν κύριος πιστωμάτων,
ὡς χρῆν, Ὀρέστης· μηδὲ θαυμάσῃς τόδε.
880 τρέφει γὰρ αὐτὸν εὐμενὴς δορύξενος
Στρόφιος ὁ Φωκεύς, ἀμφίλεκτα πήματα
ἐμοὶ προφωνῶν, τόν θ᾽ ὑπ᾽ Ἰλίῳ σέθεν
κίνδυνον, εἴ τε δημόθρους ἀναρχία
βουλὴν καταρρίψειεν, ὥστε σύγγονον
885 βροτοῖσι τὸν πεσόντα λακτίσαι πλέον.
τοιάδε μέντοι σκῆψις οὐ δόλον φέρει.
ἔμοιγε μὲν δὴ κλαυμάτων ἐπίσσυτοι
πηγαὶ κατεσβήκασιν, οὐδ᾽ ἔνι σταγών.
ἐν ὀψικοίτοις δ᾽ ὄμμασιν βλάβας ἔχω
890 τὰς ἀμφί σοι κλαίουσα λαμπτηρουχίας
ἀτημελήτους αἰέν. ἐν δ᾽ ὀνείρασιν
λεπταῖς ὑπαὶ κώνωπος ἐξηγειρόμην
ῥιπαῖσι θωύσσοντος, ἀμφί σοι πάθη
ὁρῶσα πλείω τοῦ ξυνεύδοντος χρόνου.
895 νῦν ταῦτα πάντα τλᾶσ᾽ ἀπενθήτῳ φρενὶ
λέγοιμ᾽ ἂν ἄνδρα τόνδε τῶν σταθμῶν κύνα,
σωτῆρα ναὸς πρότονον, ὑψηλῆς στέγης
στῦλον ποδήρη, μονογενὲς τέκνον πατρί,
καὶ γῆν φανεῖσαν ναυτίλοις παρ᾽ ἐλπίδα,
900 κάλλιστον ἦμαρ εἰσιδεῖν ἐκ χείματος,
ὁδοιπόρῳ διψῶντι πηγαῖον ῥέος·
τερπνὸν δὲ τἀναγκαῖον ἐκφυγεῖν ἅπαν.
τοιοῖσδέ τοί νιν ἀξιῶ προσφθέγμασιν.
φθόνος δ᾽ ἀπέστω. πολλὰ γὰρ τὰ πρὶν κακὰ
905 ἠνειχόμεσθα.
      νῦν δέ μοι, φίλον κάρα,
ἔκβαιν᾽ ἀπήνης τῆσδε, μὴ χαμαὶ τιθεὶς
τὸν σὸν πόδ᾽, ὦναξ, Ἰλίου πορθήτορα.
δμῳαί, τί μέλλεθ᾽, αἷς ἐπέσταλται τέλος
πέδον κελεύθου στρωννύναι πετάσμασιν;
910 εὐθὺς γενέσθω πορφυρόστρωτος πόρος
ἐς δῶμ᾽ ἄελπτον ὡς ἂν ἡγῆται δίκη.
τὰ δ᾽ ἄλλα φροντὶς οὐχ ὕπνῳ νικωμένη
θήσει δικαίως σὺν θεοῖς εἱμαρμένα.

Αγαμεμνων
Λήδας γένεθλον, δωμάτων ἐμῶν φύλαξ,
915 ἀπουσίᾳ μὲν εἶπας εἰκότως ἐμῇ·
μακρὰν γὰρ ἐξέτεινας· ἀλλ᾽ ἐναισίμως
αἰνεῖν, παρ᾽ ἄλλων χρὴ τόδ᾽ ἔρχεσθαι γέρας.
καὶ τἄλλα μὴ γυναικὸς ἐν τρόποις ἐμὲ
ἅβρυνε, μηδὲ βαρβάρου φωτὸς δίκην
920 χαμαιπετὲς βόαμα προσχάνῃς ἐμοί,
μηδ᾽ εἵμασι στρώσασ᾽ ἐπίφθονον πόρον
τίθει· θεούς τοι τοῖσδε τιμαλφεῖν χρεών·
ἐν ποικίλοις δὲ θνητὸν ὄντα κάλλεσιν
βαίνειν ἐμοὶ μὲν οὐδαμῶς ἄνευ φόβου.
925 λέγω κατ᾽ ἄνδρα, μὴ θεόν, σέβειν ἐμέ.
χωρὶς ποδοψήστρων τε καὶ τῶν ποικίλων
κληδὼν ἀυτεῖ· καὶ τὸ μὴ κακῶς φρονεῖν
θεοῦ μέγιστον δῶρον. ὀλβίσαι δὲ χρὴ
βίον τελευτήσαντ᾽ ἐν εὐεστοῖ φίλῃ.
930 εἰ πάντα δ᾽ ὣς πράσσοιμ᾽ ἄν, εὐθαρσὴς ἐγώ.

Κλυταιμηστρα
καὶ μὴν τόδ᾽ εἰπὲ μὴ παρὰ γνώμην ἐμοί.

Αγαμεμνων
γνώμην μὲν ἴσθι μὴ διαφθεροῦντ᾽ ἐμέ.

Κλυταιμηστρα
ηὔξω θεοῖς δείσας ἂν ὧδ᾽ ἔρδειν τάδε.

Αγαμεμνων
εἴπερ τις, εἰδώς γ᾽ εὖ τόδ᾽ ἐξεῖπον τέλος.

Κλυταιμηστρα
935 τί δ᾽ ἂν δοκεῖ σοι Πρίαμος, εἰ τάδ᾽ ἤνυσεν;

Αγαμεμνων
ἐν ποικίλοις ἂν κάρτα μοι βῆναι δοκεῖ.

Κλυταιμηστρα
μή νυν τὸν ἀνθρώπειον αἰδεσθῇς ψόγον.

Αγαμεμνων
φήμη γε μέντοι δημόθρους μέγα σθένει.

Κλυταιμηστρα
ὁ δ᾽ ἀφθόνητός γ᾽ οὐκ ἐπίζηλος πέλει.

Αγαμεμνων
940 οὔτοι γυναικός ἐστιν ἱμείρειν μάχης.

Κλυταιμηστρα
τοῖς δ᾽ ὀλβίοις γε καὶ τὸ νικᾶσθαι πρέπει.

Αγαμεμνων
ἦ καὶ σὺ νίκην τήνδε δήριος τίεις;

Κλυταιμηστρα
πιθοῦ· κράτος μέντοι πάρες γ᾽ ἑκὼν ἐμοί.

Αγαμεμνων
ἀλλ᾽ εἰ δοκεῖ σοι ταῦθ᾽, ὑπαί τις ἀρβύλας
945 λύοι τάχος, πρόδουλον ἔμβασιν ποδός.
καὶ τοῖσδέ μ᾽ ἐμβαίνονθ᾽ ἁλουργέσιν θεῶν
μή τις πρόσωθεν ὄμματος βάλοι φθόνος.
πολλὴ γὰρ αἰδὼς δωματοφθορεῖν ποσὶν
φθείροντα πλοῦτον ἀργυρωνήτους θ᾽ ὑφάς.
950 τούτων μὲν οὕτω· τὴν ξένην δὲ πρευμενῶς
τήνδ᾽ ἐσκόμιζε· τὸν κρατοῦντα μαλθακῶς
θεὸς πρόσωθεν εὐμενῶς προσδέρκεται.
ἑκὼν γὰρ οὐδεὶς δουλίῳ χρῆται ζυγῷ.
αὕτη δὲ πολλῶν χρημάτων ἐξαίρετον
955 ἄνθος, στρατοῦ δώρημ᾽, ἐμοὶ ξυνέσπετο.
ἐπεὶ δ᾽ ἀκούειν σοῦ κατέστραμμαι τάδε,
εἶμ᾽ ἐς δόμων μέλαθρα πορφύρας πατῶν.

Κλυταιμηστρα
ἔστιν θάλασσα, τίς δέ νιν κατασβέσει;
τρέφουσα πολλῆς πορφύρας ἰσάργυρον
960 κηκῖδα παγκαίνιστον, εἱμάτων βαφάς.
οἶκος δ᾽ ὑπάρχει τῶνδε σὺν θεοῖς ἅλις
ἔχειν· πένεσθαι δ᾽ οὐκ ἐπίσταται δόμος.
πολλῶν πατησμὸν δ᾽ εἱμάτων ἂν ηὐξάμην,
δόμοισι προυνεχθέντος ἐν χρηστηρίοις,
965 ψυχῆς κόμιστρα τῆσδε μηχανωμένῃ.
ῥίζης γὰρ οὔσης φυλλὰς ἵκετ᾽ ἐς δόμους,
σκιὰν ὑπερτείνασα σειρίου κυνός.
καὶ σοῦ μολόντος δωματῖτιν ἑστίαν,
θάλπος μὲν ἐν χειμῶνι σημαίνεις μολόν·
970 ὅταν δὲ τεύχῃ Ζεὺς ἀπ᾽ ὄμφακος πικρᾶς
οἶνον, τότ᾽ ἤδη ψῦχος ἐν δόμοις πέλει,
ἀνδρὸς τελείου δῶμ᾽ ἐπιστρωφωμένου.
Ζεῦ, Ζεῦ τέλειε, τὰς ἐμὰς εὐχὰς τέλει·
μέλοι δέ τοι σοὶ τῶνπερ ἂν μέλλῃς τελεῖν.

Χορος
[στρ. α.975 τίπτε μοι τόδ᾽ ἐμπέδως
δεῖμα προστατήριον
καρδίας τερασκόπου πωτᾶται,
μαντιπολεῖ δ᾽ ἀκέλευστος ἄμισθος ἀοιδά,
980 οὐδ᾽ ἀποπτύσαι δίκαν
δυσκρίτων ὀνειράτων
θάρσος εὐπειθὲς ἵζει
φρενὸς φίλον θρόνον; χρόνος δ᾽ ἐπὶ
πρυμνησίων ξυνεμβολαῖς
985 ψαμμί ἀκτᾶς παρή-
μησεν, εὖθ᾽ ὑπ᾽ Ἴλιον
ὦρτο ναυβάτας στρατός.

[ἀντ. α.πεύθομαι δ᾽ ἀπ᾽ ὀμμάτων
νόστον, αὐτόμαρτυς ὤν·
990 τὸν δ᾽ ἄνευ λύρας ὅμως ὑμνῳδεῖ
θρῆνον Ἐρινύος αὐτοδίδακτος ἔσωθεν
θυμός, οὐ τὸ πᾶν ἔχων
ἐλπίδος φίλον θράσος.
995 σπλάγχνα δ᾽ οὔτοι ματᾴζει
πρὸς ἐνδίκοις φρεσὶν τελεσφόροις
δίναις κυκώμενον κέαρ.
εὔχομαι δ᾽ ἐξ ἐμᾶς
ἐλπίδος ψύθη πεσεῖν
1000 ἐς τὸ μὴ τελεσφόρον.

[στρ. β.μάλα γέ τοι τὸ μεγάλας ὑγιείας
ἀκόρεστον τέρμα. νόσος γὰρ <ἀεὶ>
γείτων ὁμότοιχος ἐρείδει.
1005 καὶ πότμος εὐθυπορῶν
ἀνδρὸς ἔπαισεν <ἄφανω
δυστυχίας πρὸς> ἄφαντον ἕρμα.
καὶ πρὸ μέν τι χρημάτων
κτησίων ὄκνος βαλὼν
1010 σφενδόνας ἀπ᾽ εὐμέτρου,
οὐκ ἔδυ πρόπας δόμος
πημονᾶς γέμων ἄγαν,
οὐδ᾽ ἐπόντισε σκάφος.
πολλά τοι δόσις ἐκ Διὸς ἀμ-
1015 φιλαφής τε καὶ ἐξ ἀλόκων ἐπετειᾶν
νῆστιν ὤλεσεν νόσον.

[ἀντ. β.τὸ δ᾽ ἐπὶ γᾶν πεσὸν ἅπαξ θανάσιμον
1020 προπάροιθ᾽ ἀνδρὸς μέλαν αἷμα τίς ἂν
πάλιν ἀγκαλέσαιτ᾽ ἐπαείδων;
οὐδὲ τὸν ὀρθοδαῆ
τῶν φθιμένων ἀνάγειν
Ζεὺς ἀπέπαυσεν ἐπ᾽ εὐλαβείᾳ;
1025 εἰ δὲ μὴ τεταγμένα
μοῖρα μοῖραν ἐκ θεῶν
εἶργε μὴ πλέον φέρειν,
προφθάσασα καρδία
γλῶσσαν ἂν τάδ᾽ ἐξέχει.
1060 νῦν δ᾽ ὑπὸ σκότῳ βρέμει
θυμαλγής τε καὶ οὐδὲν ἐπελ-
πομένα ποτὲ καίριον ἐκτολυπεύσειν
ζωπυρουμένας φρενός.

Κλυταιμηστρα
1035 εἴσω κομίζου καὶ σύ, Κασάνδραν λέγω,
ἐπεί σ᾽ ἔθηκε Ζεὺς ἀμηνίτως δόμοις
κοινωνὸν εἶναι χερνίβων, πολλῶν μέτα
δούλων σταθεῖσαν κτησίου βωμοῦ πέλας·
ἔκβαιν᾽ ἀπήνης τῆσδε, μηδ᾽ ὑπερφρόνει.
1040 καὶ παῖδα γάρ τοι φασιν Ἀλκμήνης ποτὲ
πραθέντα τλῆναι δουλίας μάζης τυχεῖν.
εἰ δ᾽ οὖν ἀνάγκη τῆσδ᾽ ἐπιρρέποι τύχης,
ἀρχαιοπλούτων δεσποτῶν πολλὴ χάρις.
οἳ δ᾽ οὔποτ᾽ ἐλπίσαντες ἤμησαν καλῶς,
1045 ὠμοί τε δούλοις πάντα καὶ παρὰ στάθμην.
ἔχεις παρ᾽ ἡμῶν οἷάπερ νομίζεται.

Χορος
σοί τοι λέγουσα παύεται σαφῆ λόγον.
ἐντός δ᾽ ἂν οὖσα μορσίμων ἀγρευμάτων
πείθοι᾽ ἄν, εἰ πείθοι᾽· ἀπειθοίης δ᾽ ἴσως.

Κλυταιμηστρα
1050 ἀλλ᾽ εἴπερ ἐστὶ μὴ χελιδόνος δίκην
ἀγνῶτα φωνὴν βάρβαρον κεκτημένη,
ἔσω φρενῶν λέγουσα πείθω νιν λόγῳ.

Χορος
ἕπου. τὰ λῷστα τῶν παρεστώτων λέγει.
πιθοῦ λιποῦσα τόνδ᾽ ἁμαξήρη θρόνον.

Κλυταιμηστρα
1055 οὔτοι θυραίᾳ τῇδ᾽ ἐμοὶ σχολὴ πάρα
τρίβειν· τὰ μὲν γὰρ ἑστίας μεσομφάλου
ἕστηκεν ἤδη μῆλα πρὸς σφαγὰς πάρος.
ὡς οὔποτ᾽ ἐλπίσασι τήνδ᾽ ἕξειν χάριν.
σὺ δ᾽ εἴ τι δράσεις τῶνδε, μὴ σχολὴν τίθει.
1060 εἰ δ᾽ ἀξυνήμων οὖσα μὴ δέχῃ λόγον,
σὺ δ᾽ ἀντὶ φωνῆς φράζε καρβάνῳ χερί.

Χορος
ἑρμηνέως ἔοικεν ἡ ξένη τοροῦ
δεῖσθαι· τρόπος δὲ θηρὸς ὡς νεαιρέτου.

Κλυταιμηστρα
ἦ μαίνεταί γε καὶ κακῶν κλύει φρενῶν,
1065 ἥτις λιποῦσα μὲν πόλιν νεαίρετον
ἥκει, χαλινὸν δ᾽ οὐκ ἐπίσταται φέρειν,
πρὶν αἱματηρὸν ἐξαφρίζεσθαι μένος.
οὐ μὴν πλέω ῥίψασ᾽ ἀτιμασθήσομαι.

Χορος
ἐγὼ δ᾽, ἐποικτίρω γάρ, οὐ θυμώσομαι.
1070 ἴθ᾽, ὦ τάλαινα, τόνδ᾽ ἐρημώσασ᾽ ὄχον,
εἴκουσ᾽ ἀνάγκῃ τῇδε καίνισον ζυγόν.

Κασανδρα
[στρ. α.ὀτοτοτοῖ πόποι δᾶ.
ὦπολλον ὦπολλον.

Χορος
τί ταῦτ᾽ ἀνωτότυξας ἀμφὶ Λοξίου;
1075 οὐ γὰρ τοιοῦτος ὥστε θρηνητοῦ τυχεῖν.

Κασανδρα
[ἀντ. α.ὀτοτοτοῖ πόποι δᾶ.
ὦπολλον ὦπολλον.

Χορος
ἡ δ᾽ αὖτε δυσφημοῦσα τὸν θεὸν καλεῖ
οὐδὲν προσήκοντ᾽ ἐν γόοις παραστατεῖν.

Κασανδρα
[στρ. β.1080 Ἄπολλον Ἄπολλον
ἀγυιᾶτ᾽, ἀπόλλων ἐμός.
ἀπώλεσας γὰρ οὐ μόλις τὸ δεύτερον.

Χορος
χρήσειν ἔοικεν ἀμφὶ τῶν αὑτῆς κακῶν.
μένει τὸ θεῖον δουλίᾳ περ ἐν φρενί.

Κασανδρα
[ἀντ. β.1085 Ἄπολλον Ἄπολλον
ἀγυιᾶτ᾽, ἀπόλλων ἐμός.
ἆ ποῖ ποτ᾽ ἤγαγές με; πρὸς ποίαν στέγην;

Χορος
πρὸς τὴν Ἀτρειδῶν· εἰ σὺ μὴ τόδ᾽ ἐννοεῖς,
ἐγὼ λέγω σοι· καὶ τάδ᾽ οὐκ ἐρεῖς ψύθη.

Κασανδρα
[στρ. γ.1090 μισόθεον μὲν οὖν· πολλὰ συνίστορα
αὐτόφονα κακὰ καρατόμα,
ἀνδροσφαγεῖον καὶ πέδορραντήριον.

Χορος
ἔοικεν εὔρις ἡ ξένη κυνὸς δίκην
εἶναι, ματεύει δ᾽ ὧν ἀνευρήσει φόνον.

Κασανδρα
[ἀντ. γ.1095 μαρτυρίοισι γὰρ τοῖσδ᾽ ἐπιπείθομαι·
κλαιόμενα τάδε βρέφη σφαγάς,
ὀπτάς τε σάρκας πρὸς πατρὸς βεβρωμένας.

Χορος
τὸ μὴν κλέος σοῦ μαντικὸν πεπυσμένοι
ἦμεν· προφήτας δ᾽ οὔτινας ματεύομεν.

Κασανδρα
[στρ. δ.1100 ἰὼ πόποι, τί ποτε μήδεται;
τί τόδε νέον ἄχος μέγα
μέγ᾽ ἐν δόμοισι τοῖσδε μήδεται κακὸν
ἄφερτον φίλοισιν, δυσίατον; ἀλκὰ δ᾽
ἑκὰς ἀποστατεῖ.

Χορος
1105 τούτων ἄιδρίς εἰμι τῶν μαντευμάτων.
ἐκεῖνα δ᾽ ἔγνων· πᾶσα γὰρ πόλις βοᾷ.

Κασανδρα
[ἀντ. δ.ἰὼ τάλαινα, τόδε γὰρ τελεῖς,
τὸν ὁμοδέμνιον πόσιν
λουτροῖσι φαιδρύνασα—πῶς φράσω τέλος;
1110 τάχος γὰρ τόδ᾽ ἔσται· προτείνει δὲ χεὶρ ἐκ
χερὸς ὀρέγματα.

Χορος
οὔπω ξυνῆκα· νῦν γὰρ ἐξ αἰνιγμάτων
ἐπαργέμοισι θεσφάτοις ἀμηχανῶ.

Κασανδρα
[στρ. ε.ἒ ἔ, παπαῖ παπαῖ, τί τόδε φαίνεται;
1115 ἦ δίκτυόν τί [γ᾽] Ἅιδου;
ἀλλ᾽ ἄρκυς ἡ ξύνευνος, ἡ ξυναιτία
φόνου. στάσις δ᾽ ἀκόρετος γένει
κατολολυξάτω θύματος λευσίμου.

Χορος
ποίαν Ἐρινὺν τήνδε δώμασιν κέλῃ
1120 ἐπορθιάζειν; οὔ με φαιδρύνει λόγος.
ἐπὶ δὲ καρδίαν ἔδραμε κροκοβαφὴς
σταγών, ἅτε καιρία πτώσιμος
ξυνανύτει βίου δύντος αὐγαῖς·
ταχεῖα δ᾽ ἄτα πέλει.

Κασανδρα
[ἀντ. ε.1125 ἆ ἆ, ἰδοὺ ἰδού· ἄπεχε τῆς βοὸς
τὸν ταῦρον· ἐν πέπλοισι
μελαγκέρῳ λαβοῦσα μηχανήματι
τύπτει· πίτνει δ᾽ <ἐν> ἐνύδρῳ τεύχει.
δολοφόνου λέβητος τύχαν σοι λέγω.

Χορος
1130 οὐ κομπάσαιμ᾽ ἂν θεσφάτων γνώμων ἄκρος
εἶναι, κακῷ δέ τῳ προσεικάζω τάδε.
ἀπὸ δὲ θεσφάτων τίς ἀγαθὰ φάτις
βροτοῖς τέλλεται; κακῶν γὰρ διαὶ
πολυεπεῖς τέχναι θεσπιῳδὸν
1135 φόβον φέρουσιν μαθεῖν.

Κασανδρα
[στρ. ζ.ἰὼ ἰὼ ταλαίνας κακόποτμοι τύχαι·
τὸ γὰρ ἐμὸν θροῶ πάθος ἐπεγχύδαν.
ποῖ δή με δεῦρο τὴν τάλαιναν ἤγαγες;
οὐδέν ποτ᾽ εἰ μὴ ξυνθανουμένην. τί γάρ;

Χορος
1140 φρενομανής τις εἶ θεοφόρητος, ἀμ-
φὶ δ᾽ αὑτᾶς θροεῖς
νόμον ἄνομον, οἷά τις ξουθὰ
ἀκόρετος βοᾶς, φεῦ, ταλαίναις φρεσὶν
Ἴτυν Ἴτυν στένουσ᾽ ἀμφιθαλῆ κακοῖς
1145 ἀηδὼν βίον.

Κασανδρα
[ἀντ. ζ.ἰὼ ἰὼ λιγείας μόρον ἀηδόνος·
περέβαλον γάρ οἱ περὶ πτεροφόρον δέμας
θεοὶ γλυκύν τ᾽ αἰῶνα κλαυμάτων ἄτερ·
ἐμοὶ δὲ μίμνει σχισμὸς ἀμφήκει δορί.

Χορος
1150 πόθεν ἐπισσύτους θεοφόρους [τ᾽] ἔχεις
ματαίους δύας,
τὰ δ᾽ ἐπίφοβα δυσφάτῳ κλαγγᾷ
μελοτυπεῖς ὁμοῦ τ᾽ ὀρθίοις ἐν νόμοις;
πόθεν ὅρους ἔχεις θεσπεσίας ὁδοῦ
1155 κακορρήμονας;

Κασανδρα
[στρ. η.ἰὼ γάμοι γάμοι Πάριδος ὀλέθριοι φίλων.
ἰὼ Σκαμάνδρου πάτριον ποτόν.
τότε μὲν ἀμφὶ σὰς ἀιόνας τάλαιν᾽
ἠνυτόμαν τροφαῖς·
1160 νῦν δ᾽ ἀμφὶ Κωκυτόν τε κἀχερουσίους
ὄχθας ἔοικα θεσπιῳδήσειν τάχα.

Χορος
τί τόδε τορὸν ἄγαν ἔπος ἐφημίσω;
νεόγονος ἂν ἀίων μάθοι.
πέπληγμαι δ᾽ ὑπαὶ δάκει φοινίῳ
1165 δυσαλγεῖ τύχᾳ μινυρὰ [κακὰ] θρεομένας,
θραύματ᾽ ἐμοὶ κλύειν.

Κασανδρα
[ἀντ. η.ἰὼ πόνοι πόνοι πόλεος ὀλομένας τὸ πᾶν.
ἰὼ πρόπυργοι θυσίαι πατρὸς
πολυκανεῖς βοτῶν ποιονόμων· ἄκος δ᾽
1170 οὐδὲν ἐπήρκεσαν
τὸ μὴ πόλιν μὲν ὥσπερ οὖν ἔχει παθεῖν.
ἐγὼ δὲ θερμόνους τάχ᾽ ἐν πέδῳ βαλῶ.

Χορος
ἑπόμενα προτέροισι τάδ᾽ ἐφημίσω.
καί τίς σε κακοφρονῶν τίθη-
1175 σι δαίμων ὑπερβαρὴς ἐμπίτνων
μελίζειν πάθη γοερὰ θανατοφόρα.
τέρμα δ᾽ ἀμηχανῶ.

Κασανδρα
καὶ μὴν ὁ χρησμὸς οὐκέτ᾽ ἐκ καλυμμάτων
ἔσται δεδορκὼς νεογάμου νύμφης δίκην·
1180 λαμπρὸς δ᾽ ἔοικεν ἡλίου πρὸς ἀντολὰς
πνέων ἐσᾴξειν, ὥστε κύματος δίκην
κλύζειν πρὸς αὐγὰς τοῦδε πήματος πολὺ
μεῖζον· φρενώσω δ᾽ οὐκέτ᾽ ἐξ αἰνιγμάτων.
καὶ μαρτυρεῖτε συνδρόμως ἴχνος κακῶν
1185 ῥινηλατούσῃ τῶν πάλαι πεπραγμένων.
τὴν γὰρ στέγην τήνδ᾽ οὔποτ᾽ ἐκλείπει χορὸς
σύμφθογγος οὐκ εὔφωνος· οὐ γὰρ εὖ λέγει.
καὶ μὴν πεπωκώς γ᾽, ὡς θρασύνεσθαι πλέον,
βρότειον αἷμα κῶμος ἐν δόμοις μένει,
1190 δύσπεμπτος ἔξω, συγγόνων Ἐρινύων.
ὑμνοῦσι δ᾽ ὕμνον δώμασιν προσήμεναι
πρώταρχον ἄτην· ἐν μέρει δ᾽ ἀπέπτυσαν
εὐνὰς ἀδελφοῦ τῷ πατοῦντι δυσμενεῖς.
ἥμαρτον, ἢ θηρῶ τι τοξότης τις ὥς;
1195 ἢ ψευδόμαντίς εἰμι θυροκόπος φλέδων;
ἐκμαρτύρησον προυμόσας τό μ᾽ εἰδέναι
λόγῳ παλαιὰς τῶνδ᾽ ἁμαρτίας δόμων.

Χορος
καὶ πῶς ἂν ὅρκος, πῆγμα, γενναίως παγέν,
παιώνιον γένοιτο; θαυμάζω δέ σου,
1200 πόντου πέραν τραφεῖσαν ἀλλόθρουν πόλιν
κυρεῖν λέγουσαν, ὥσπερ εἰ παρεστάτεις.

Κασανδρα
μάντις μ᾽ Ἀπόλλων τῷδ᾽ ἐπέστησεν τέλει.

Χορος
μῶν καὶ θεός περ ἱμέρῳ πεπληγμένος;

Κασανδρα
προτοῦ μὲν αἰδὼς ἦν ἐμοὶ λέγειν τάδε.

Χορος
1205 ἁβρύνεται γὰρ πᾶς τις εὖ πράσσων πλέον.

Κασανδρα
ἀλλ᾽ ἦν παλαιστὴς κάρτ᾽ ἐμοὶ πνέων χάριν.

Χορος
ἦ καὶ τέκνων εἰς ἔργον ἠλθέτην νόμῳ;

Κασανδρα
ξυναινέσασα Λοξίαν ἐψευσάμην.

Χορος
ἤδη τέχναισιν ἐνθέοις ᾑρημένη;

Κασανδρα
1210 ἤδη πολίταις πάντ᾽ ἐθέσπιζον πάθη.

Χορος
πῶς δῆτ᾽ ἄνατος ἦσθα Λοξίου κότῳ;

Κασανδρα
ἔπειθον οὐδέν᾽ οὐδέν, ὡς τάδ᾽ ἤμπλακον.

Χορος
ἡμῖν γε μὲν δὴ πιστὰ θεσπίζειν δοκεῖς.

Κασανδρα
ἰοὺ ἰού, ὢ ὢ κακά.
1215 ὑπ᾽ αὖ με δεινὸς ὀρθομαντείας πόνος
στροβεῖ ταράσσων φροιμίοις <δυσφροιμίοις>.
ὁρᾶτε τούσδε τοὺς δόμοις ἐφημένους
νέους, ὀνείρων προσφερεῖς μορφώμασιν;
παῖδες θανόντες ὡσπερεὶ πρὸς τῶν φίλων,
1220 χεῖρας κρεῶν πλήθοντες οἰκείας βορᾶς,
σὺν ἐντέροις τε σπλάγχν᾽, ἐποίκτιστον γέμος,
πρέπουσ᾽ ἔχοντες, ὧν πατὴρ ἐγεύσατο.
ἐκ τῶνδε ποινὰς φημὶ βουλεύειν τινὰ
λέοντ᾽ ἄναλκιν ἐν λέχει στρωφώμενον
1225 οἰκουρόν, οἴμοι, τῷ μολόντι δεσπότῃ
ἐμῷ· φέρειν γὰρ χρὴ τὸ δούλιον ζυγόν·
νεῶν τ᾽ ἄπαρχος Ἰλίου τ᾽ ἀναστάτης
οὐκ οἶδεν οἷα γλῶσσα μισητῆς κυνὸς
λείξασα κἀκτείνασα φαιδρὸν οὖς, δίκην
1230 Ἄτης λαθραίου τεύξεται κακῇ τύχῃ.
τοιάδε τόλμα· θῆλυς ἄρσενος φονεὺς
ἔστιν. τί νιν καλοῦσα δυσφιλὲς δάκος
τύχοιμ᾽ ἄν; ἀμφίσβαιναν, ἢ Σκύλλαν τινὰ
οἰκοῦσαν ἐν πέτραισι, ναυτίλων βλάβην,
1235 θύουσαν Ἅιδου μητέρ᾽ ἄσπονδόν τ᾽ Ἄρη
φίλοις πνέουσαν; ὡς δ᾽ ἐπωλολύξατο
ἡ παντότολμος, ὥσπερ ἐν μάχης τροπῇ,
δοκεῖ δὲ χαίρειν νοστίμῳ σωτηρίᾳ.
καὶ τῶνδ᾽ ὅμοιον εἴ τι μὴ πείθω· τί γάρ;
1240 τὸ μέλλον ἥξει. καὶ σύ μ᾽ ἐν τάχει παρὼν
ἄγαν γ᾽ ἀληθόμαντιν οἰκτίρας ἐρεῖς.

Χορος
τὴν μὲν Θυέστου δαῖτα παιδείων κρεῶν
ξυνῆκα καὶ πέφρικα, καὶ φόβος μ᾽ ἔχει
κλύοντ᾽ ἀληθῶς οὐδὲν ἐξῃκασμένα.
1245 τὰ δ᾽ ἄλλ᾽ ἀκούσας ἐκ δρόμου πεσὼν τρέχω.

Κασανδρα
Ἀγαμέμνονός σέ φημ᾽ ἐπόψεσθαι μόρον.

Χορος
εὔφημον, ὦ τάλαινα, κοίμησον στόμα.

Κασανδρα
ἀλλ᾽ οὔτι παιὼν τῷδ᾽ ἐπιστατεῖ λόγῳ.

Χορος
οὔκ, εἴπερ ἔσται γ᾽· ἀλλὰ μὴ γένοιτό πως.

Κασανδρα
1250 σὺ μὲν κατεύχῃ, τοῖς δ᾽ ἀποκτείνειν μέλει.

Χορος
τίνος πρὸς ἀνδρὸς τοῦτ᾽ ἄγος πορσύνεται;

Κασανδρα
ἦ κάρτα τἄρ᾽ ἂν παρεκόπης χρησμῶν ἐμῶν.

Χορος
τοῦ γὰρ τελοῦντος οὐ ξυνῆκα μηχανήν.

Κασανδρα
καὶ μὴν ἄγαν γ᾽ Ἕλλην᾽ ἐπίσταμαι φάτιν.

Χορος
1255 καὶ γὰρ τὰ πυθόκραντα· δυσμαθῆ δ᾽ ὅμως.

Κασανδρα
παπαῖ, οἷον τὸ πῦρ· ἐπέρχεται δέ μοι.
ὀτοτοῖ, Λύκει᾽ Ἄπολλον, οἲ ἐγὼ ἐγώ.
αὕτη δίπους λέαινα συγκοιμωμένη
λύκῳ, λέοντος εὐγενοῦς ἀπουσίᾳ,
1260 κτενεῖ με τὴν τάλαιναν· ὡς δὲ φάρμακον
τεύχουσα κἀμοῦ μισθὸν ἐνθήσει κοτῷ
ἐπεύχεται, θήγουσα φωτὶ φάσγανον,
ἐμῆς ἀγωγῆς ἀντιτείσεσθαι φόνον.
τί δῆτ᾽ ἐμαυτῆς καταγέλωτ᾽ ἔχω τάδε,
1265 καὶ σκῆπτρα καὶ μαντεῖα περὶ δέρῃ στέφη;
σὲ μὲν πρὸ μοίρας τῆς ἐμῆς διαφθερῶ.
ἴτ᾽ ἐς φθόρον· πεσόντα γ᾽ ὧδ᾽ ἀμείβομαι.
ἄλλην τιν᾽ ἄτης ἀντ᾽ ἐμοῦ πλουτίζετε.
ἰδοὺ δ᾽ Ἀπόλλων αὐτὸς ἐκδύων ἐμὲ
1270 χρηστηρίαν ἐσθῆτ᾽, ἐποπτεύσας δέ με
κἀν τοῖσδε κόσμοις καταγελωμένην μέγα
φίλων ὑπ᾽ ἐχθρῶν οὐ διχορρόπως μάτην—
καλουμένη δέ φοιτὰς ὡς ἀγύρτρια
πτωχὸς τάλαινα λιμοθνὴς ἠνεσχόμην—
1275 καὶ νῦν ὁ μάντις μάντιν ἐκπράξας ἐμὲ
ἀπήγαγ᾽ ἐς τοιάσδε θανασίμους τύχας.
βωμοῦ πατρῴου δ᾽ ἀντ᾽ ἐπίξηνον μένει,
θερμῷ κοπείσης φοινίῳ προσφάγματι.
οὐ μὴν ἄτιμοί γ᾽ ἐκ θεῶν τεθνήξομεν.
1280 ἥξει γὰρ ἡμῶν ἄλλος αὖ τιμάορος,
μητροκτόνον φίτυμα, ποινάτωρ πατρός·
φυγὰς δ᾽ ἀλήτης τῆσδε γῆς ἀπόξενος
κάτεισιν, ἄτας τάσδε θριγκώσων φίλοις·
ὀμώμοται γὰρ ὅρκος ἐκ θεῶν μέγας,
1285 ἄξειν νιν ὑπτίασμα κειμένου πατρός.
τί δῆτ᾽ ἐγὼ κάτοικτος ὧδ᾽ ἀναστένω;
ἐπεὶ τὸ πρῶτον εἶδον Ἰλίου πόλιν
πράξασαν ὡς ἔπραξεν, οἳ δ᾽ εἷλον πόλιν
οὕτως ἀπαλλάσσουσιν ἐν θεῶν κρίσει,
1290 ἰοῦσα πράξω· τλήσομαι τὸ κατθανεῖν.
Ἅιδου πύλας δὲ τάσδ᾽ ἐγὼ προσεννέπω·
ἐπεύχομαι δὲ καιρίας πληγῆς τυχεῖν,
ὡς ἀσφάδαστος, αἱμάτων εὐθνησίμων
ἀπορρυέντων, ὄμμα συμβάλω τόδε.

Χορος
1295 ὦ πολλὰ μὲν τάλαινα, πολλὰ δ᾽ αὖ σοφὴ
γύναι, μακρὰν ἔτεινας. εἰ δ᾽ ἐτητύμως
μόρον τὸν αὑτῆς οἶσθα, πῶς θεηλάτου
βοὸς δίκην πρὸς βωμὸν εὐτόλμως πατεῖς;

Κασανδρα
οὐκ ἔστ᾽ ἄλυξις, οὔ, ξένοι, χρόνον πλέω.

Χορος
1300 ὁ δ᾽ ὕστατός γε τοῦ χρόνου πρεσβεύεται.

Κασανδρα
ἥκει τόδ᾽ ἦμαρ· σμικρὰ κερδανῶ φυγῇ.

Χορος
ἀλλ᾽ ἴσθι τλήμων οὖσ᾽ ἀπ᾽ εὐτόλμου φρενός.

Κασανδρα
οὐδεὶς ἀκούει ταῦτα τῶν εὐδαιμόνων.

Χορος
ἀλλ᾽ εὐκλεῶς τοι κατθανεῖν χάρις βροτῷ.

Κασανδρα
1305 ἰὼ πάτερ σοῦ σῶν τε γενναίων τέκνων.

Χορος
τί δ᾽ ἐστὶ χρῆμα; τίς σ᾽ ἀποστρέφει φόβος;

Κασανδρα
φεῦ φεῦ.

Χορος
τί τοῦτ᾽ ἔφευξας; εἴ τι μὴ φρενῶν στύγος.

Κασανδρα
φόνον δόμοι πνέουσιν αἱματοσταγῆ.

Χορος
1310 καὶ πῶς; τόδ᾽ ὄζει θυμάτων ἐφεστίων.

Κασανδρα
ὅμοιος ἀτμὸς ὥσπερ ἐκ τάφου πρέπει.

Χορος
οὐ Σύριον ἀγλάισμα δώμασιν λέγεις.

Κασανδρα
ἀλλ᾽ εἶμι κἀν δόμοισι κωκύσουσ᾽ ἐμὴν
Ἀγαμέμνονός τε μοῖραν. ἀρκείτω βίος.
1315 ἰὼ ξένοι,
οὔτοι δυσοίζω θάμνον ὡς ὄρνις φόβῳ
ἄλλως· θανούσῃ μαρτυρεῖτέ μοι τόδε,
ὅταν γυνὴ γυναικὸς ἀντ᾽ ἐμοῦ θάνῃ,
ἀνήρ τε δυσδάμαρτος ἀντ᾽ ἀνδρὸς πέσῃ.
1320 ἐπιξενοῦμαι ταῦτα δ᾽ ὡς θανουμένη.

Χορος
ὦ τλῆμον, οἰκτίρω σε θεσφάτου μόρου.

Κασανδρα
ἅπαξ ἔτ᾽ εἰπεῖν ῥῆσιν οὐ θρῆνον θέλω
ἐμὸν τὸν αὐτῆς. ἡλίῳ δ᾽ ἐπεύχομαι
πρὸς ὕστατον φῶς †τοῖς ἐμοῖς τιμαόροις
1325 ἐχθροῖς φόνεῦσι τοῖς ἐμοῖς τίνειν ὁμοῦ,†
δούλης θανούσης, εὐμαροῦς χειρώματος.
ἰὼ βρότεια πράγματ᾽· εὐτυχοῦντα μὲν
σκιά τις ἂν πρέψειεν· εἰ δὲ δυστυχῇ,
βολαῖς ὑγρώσσων σπόγγος ὤλεσεν γραφήν.
1330 καὶ ταῦτ᾽ ἐκείνων μᾶλλον οἰκτίρω πολύ.

Χορος
τὸ μὲν εὖ πράσσειν ἀκόρεστον ἔφυ
πᾶσι βροτοῖσιν· δακτυλοδείκτων δ᾽
οὔτις ἀπειπὼν εἴργει μελάθρων,
μηκέτ᾽ ἐσέλθῃς, τάδε φωνῶν.
1335 καὶ τῷδε πόλιν μὲν ἑλεῖν ἔδοσαν
μάκαρες Πριάμου·
θεοτίμητος δ᾽ οἴκαδ᾽ ἱκάνει·
νῦν δ᾽ εἰ προτέρων αἷμ᾽ ἀποτείσῃ
καὶ τοῖσι θανοῦσι θανὼν ἄλλων
1340 ποινὰς θανάτων ἐπικράνῃ,
τίς ἂν <ἐξ>εύξαιτο βροτῶν ἀσινεῖ
δαίμονι φῦναι τάδ᾽ ἀκούων;

Αγαμεμνων
ὤμοι, πέπληγμαι καιρίαν πληγὴν ἔσω.

Χορος
σῖγα· τίς πληγὴν ἀυτεῖ καιρίως οὐτασμένος;

Αγαμεμνων
1345 ὤμοι μάλ᾽ αὖθις, δευτέραν πεπληγμένος.

Χορος
τοὔργον εἰργάσθαι δοκεῖ μοι βασιλέως οἰμώγμασιν.
ἀλλὰ κοινωσώμεθ᾽ ἤν πως ἀσφαλῆ βουλεύματα.
1. ἐγὼ μὲν ὑμῖν τὴν ἐμὴν γνώμην λέγω,
πρὸς δῶμα δεῦρ᾽ ἀστοῖσι κηρύσσειν βοήν.—
1350 2. ἐμοὶ δ᾽ ὅπως τάχιστά γ᾽ ἐμπεσεῖν δοκεῖ
καὶ πρᾶγμ᾽ ἐλέγχειν σὺν νεορρύτῳ ξίφει.—
3. κἀγὼ τοιούτου γνώματος κοινωνὸς ὢν
ψηφίζομαί τι δρᾶν· τὸ μὴ μέλλειν δ᾽ ἀκμή.—
4. ὁρᾶν πάρεστι· φροιμιάζονται γὰρ ὡς
1355 τυραννίδος σημεῖα πράσσοντες πόλει.—
5. χρονίζομεν γάρ. οἱ δὲ τῆς μελλοῦς κλέος
πέδοι πατοῦντες οὐ καθεύδουσιν χερί.—
6. οὐκ οἶδα βουλῆς ἧστινος τυχὼν λέγω.
τοῦ δρῶντός ἐστι καὶ τὸ βουλεῦσαι πέρι.—
1360 7. κἀγὼ τοιοῦτός εἰμ᾽, ἐπεὶ δυσμηχανῶ
λόγοισι τὸν θανόντ᾽ ἀνιστάναι πάλιν.—
8. ἦ καὶ βίον τείνοντες ὧδ᾽ ὑπείξομεν
δόμων καταισχυντῆρσι τοῖσδ᾽ ἡγουμένοις;—
9. ἀλλ᾽ οὐκ ἀνεκτόν, ἀλλὰ κατθανεῖν κρατεῖ·
1365 πεπαιτέρα γὰρ μοῖρα τῆς τυραννίδος.—
10. ἦ γὰρ τεκμηρίοισιν ἐξ οἰμωγμάτων
  μαντευσόμεσθα τἀνδρὸς ὡς ὀλωλότος;—
11. σάφ᾽ εἰδότας χρὴ τῶνδε θυμοῦσθαι πέρι·
  τὸ γὰρ τοπάζειν τοῦ σάφ᾽ εἰδέναι δίχα.—
1370 12. ταύτην ἐπαινεῖν πάντοθεν πληθύνομαι,
  τρανῶς Ἀτρείδην εἰδέναι κυροῦνθ᾽ ὅπως.

Κλυταιμηστρα
πολλῶν πάροιθεν καιρίως εἰρημένων
τἀναντί᾽ εἰπεῖν οὐκ ἐπαισχυνθήσομαι.
πῶς γάρ τις ἐχθροῖς ἐχθρὰ πορσύνων, φίλοις
1375 δοκοῦσιν εἶναι, πημονῆς ἀρκύστατ᾽ ἂν
φράξειεν, ὕψος κρεῖσσον ἐκπηδήματος;
ἐμοὶ δ᾽ ἀγὼν ὅδ᾽ οὐκ ἀφρόντιστος πάλαι·
νείκης παλαιᾶς ἦλθε, σὺν χρόνῳ γε μήν·
ἕστηκα δ᾽ ἔνθ᾽ ἔπαισ᾽ ἐπ᾽ ἐξειργασμένοις.
1380 οὕτω δ᾽ ἔπραξα, καὶ τάδ᾽ οὐκ ἀρνήσομαι·
ὡς μήτε φεύγειν μήτ᾽ ἀμύνεσθαι μόρον,
ἄπειρον ἀμφίβληστρον, ὥσπερ ἰχθύων,
περιστιχίζω, πλοῦτον εἵματος κακόν.
παίω δέ νιν δίς· κἀν δυοῖν οἰμωγμάτοιν
1385 μεθῆκεν αὑτοῦ κῶλα· καὶ πεπτωκότι
τρίτην ἐπενδίδωμι, τοῦ κατὰ χθονός
Διὸς νεκρῶν σωτῆρος εὐκταίαν χάριν.
οὕτω τὸν αὑτοῦ θυμὸν ὁρμαίνει πεσών·
κἀκφυσιῶν ὀξεῖαν αἵματος σφαγὴν
1390 βάλλει μ᾽ ἐρεμνῇ ψακάδι φοινίας δρόσου,
χαίρουσαν οὐδὲν ἧσσον ἢ διοσδότῳ
γάνει σπορητὸς κάλυκος ἐν λοχεύμασιν.
ὡς ὧδ᾽ ἐχόντων, πρέσβος Ἀργείων τόδε,
χαίροιτ᾽ ἄν, εἰ χαίροιτ᾽, ἐγὼ δ᾽ ἐπεύχομαι.
1395 εἰ δ᾽ ἦν πρεπόντων ὥστ᾽ ἐπισπένδειν νεκρῷ,
τῷδ᾽ ἂν δικαίως ἦν, ὑπερδίκως μὲν οὖν.
τοσῶνδε κρατῆρ᾽ ἐν δόμοις κακῶν ὅδε
πλήσας ἀραίων αὐτὸς ἐκπίνει μολών.

Χορος
θαυμάζομέν σου γλῶσσαν, ὡς θρασύστομος,
1400 ἥτις τοιόνδ᾽ ἐπ᾽ ἀνδρὶ κομπάζεις λόγον.

Κλυταιμηστρα
πειρᾶσθέ μου γυναικὸς ὡς ἀφράσμονος·
ἐγὼ δ᾽ ἀτρέστῳ καρδίᾳ πρὸς εἰδότας
λέγω· σὺ δ᾽ αἰνεῖν εἴτε με ψέγειν θέλεις
ὅμοιον. οὗτός ἐστιν Ἀγαμέμνων, ἐμὸς
1405 πόσις, νεκρὸς δὲ, τῆσδε δεξιᾶς χερός
ἔργον δικαίας τέκτονος. τάδ᾽ ὧδ᾽ ἔχει.

Χορος
τί κακόν, ὦ γύναι, χθονοτρεφὲς ἐδανὸν
ἢ ποτὸν πασαμένα ῥυτᾶς ἐξ ἁλὸς ὄρμενον
τόδ᾽ ἐπέθου θύος, δημοθρόους τ᾽ ἀράς;
1410 ἀπέδικες ἀπέταμες· ἀπόπολις δ᾽ ἔσῃ
μῖσος ὄβριμον ἀστοῖς.

Κλυταιμηστρα
νῦν μὲν δικάζεις ἐκ πόλεως φυγὴν ἐμοὶ
καὶ μῖσος ἀστῶν δημόθρους τ᾽ ἔχειν ἀράς,
οὐδὲν τότ᾽ ἀνδρὶ τῷδ᾽ ἐναντίον φέρων·
1415 ὃς οὐ προτιμῶν, ὡσπερεὶ βοτοῦ μόρον,
μήλων φλεόντων εὐπόκοις νομεύμασιν,
ἔθυσεν αὑτοῦ παῖδα, φιλτάτην ἐμοὶ
ὠδῖν᾽, ἐπῳδὸν Θρῃκίων ἀημάτων.
οὐ τοῦτον ἐκ γῆς τῆσδε χρῆν σ᾽ ἀνδρηλατεῖν,
1420 μιασμάτων ἄποιν᾽; ἐπήκοος δ᾽ ἐμῶν
ἔργων δικαστὴς τραχὺς εἶ. λέγω δέ σοι
τοιαῦτ᾽ ἀπειλεῖν, ὡς παρεσκευασμένης
ἐκ τῶν ὁμοίων χειρὶ νικήσαντ᾽ ἐμοῦ
ἄρχειν· ἐὰν δὲ τοὔμπαλιν κραίνῃ θεός,
1425 γνώσῃ διδαχθεὶς ὀψὲ γοῦν τὸ σωφρονεῖν.

Χορος
μεγαλόμητις εἶ, περίφρονα δ᾽ ἔλακες.
ὥσπερ οὖν φονολιβεῖ τύχᾳ φρὴν ἐπιμαίνεται,
λίπος ἐπ᾽ ὀμμάτων αἵματος ἐὖ πρέπει·
ἀτίετον ἔτι σὲ χρὴ στερομέναν φίλων
1430 τύμμα τύμματι τεῖσαι.

Κλυταιμηστρα
καὶ τήνδ᾽ ἀκούεις ὁρκίων ἐμῶν θέμιν·
μὰ τὴν τέλειον τῆς ἐμῆς παιδὸς Δίκην,
Ἄτην Ἐρινύν θ᾽, αἷσι τόνδ᾽ ἔσφαξ᾽ ἐγώ,
οὔ μοι φόβου μέλαθρον ἐλπὶς ἐμπατεῖ,
1435 ἕως ἂν αἴθῃ πῦρ ἐφ᾽ ἑστίας ἐμῆς
Αἴγισθος, ὡς τὸ πρόσθεν εὖ φρονῶν ἐμοί.
οὗτος γὰρ ἡμῖν ἀσπὶς οὐ σμικρὰ θράσους.
κεῖται γυναικὸς τῆσδε λυμαντήριος,
Χρυσηίδων μείλιγμα τῶν ὑπ᾽ Ἰλίῳ·
1440 ἥ τ᾽ αἰχμάλωτος ἥδε καὶ τερασκόπος
καὶ κοινόλεκτρος τοῦδε, θεσφατηλόγος
πιστὴ ξύνευνος, ναυτίλων δὲ σελμάτων
ἰσοτριβής. ἄτιμα δ᾽ οὐκ ἐπραξάτην.
ὁ μὲν γὰρ οὕτως, ἡ δέ τοι κύκνου δίκην
1445 τὸν ὕστατον μέλψασα θανάσιμον γόον
κεῖται, φιλήτωρ τοῦδ᾽· ἐμοὶ δ᾽ ἐπήγαγεν
εὐνῆς παροψώνημα τῆς ἐμῆς χλιδῆς.

Χορος
[στρ. α.φεῦ, τίς ἂν ἐν τάχει, μὴ περιώδυνος,
μηδὲ δεμνιοτήρης,
1450 μόλοι τὸν ἀιεὶ φέρουσ᾽ ἐν ἡμῖν
Μοῖρ᾽ ἀτέλευτον ὕπνον, δαμέντος
φύλακος εὐμενεστάτου καὶ
πολλὰ τλάντος γυναικὸς διαί·
πρὸς γυναικὸς δ᾽ ἀπέφθισεν βίον.

[ἐφυμν. α.1455 ἰὼ <ἰὼ> παράνους Ἑλένα
μία τὰς πολλάς, τὰς πάνυ πολλὰς
ψυχὰς ὀλέσασ᾽ ὑπὸ Τροίᾳ.
νῦν [δὲ] τέλεαν πολύμναστον ἐπηνθίσω
1460 δι᾽ αἷμ᾽ ἄνιπτον. ἦ τις ἦν τότ᾽ ἐν δόμοις
ἔρις ἐρίδματος ἀνδρὸς οἰζύς.

Κλυταιμηστρα
[anap.μηδὲν θανάτου μοῖραν ἐπεύχου
τοῖσδε βαρυνθείς·
μηδ᾽ εἰς Ἑλένην κότον ἐκτρέψῃς,
1465 ὡς ἀνδρολέτειρ᾽, ὡς μία πολλῶν
ἀνδρῶν ψυχὰς Δαναῶν ὀλέσασ᾽
ἀξύστατον ἄλγος ἔπραξεν.

Χορος
[ἀντ. α.δαῖμον, ὃς ἐμπίτνεις δώμασι καὶ διφυί-
οισι Τανταλίδαισιν,
1470 κράτος <τ᾽> ἰσόψυχον ἐκ γυναικῶν
καρδιόδηκτον ἐμοὶ κρατύνεις.
ἐπὶ δὲ σώματος δίκαν μοι
κόρακος ἐχθροῦ σταθεὶσ᾽ ἐννόμως
1474 ὕμνον ὑμνεῖν ἐπεύχεται. . . .

[ἐφυμν. α.<ἰὼ <ἰὼ> παράνους Ἑλένα
μία τὰς πολλάς, τὰς πάνυ πολλὰς
ψυχὰς ὀλέσασ᾽ ὑπὸ Τροίᾳ.
νῦν [δὲ] τέλεαν πολύμναστον ἐπηνθίσω
δι᾽ αἷμ᾽ ἄνιπτον. ἦ τις ἦν τότ᾽ ἐν δόμοις
ἔρις ἐρίδματος, ἀνδρὸς οἰζύς.>

Κλυταιμηστρα
[anap.νῦν δ᾽ ὤρθωσας στόματος γνώμην,
τὸν τριπάχυντον
δαίμονα γέννης τῆσδε κικλήσκων.
ἐκ τοῦ γὰρ ἔρως αἱματολοιχὸς
νείρᾳ τρέφεται, πρὶν καταλῆξαι
1480 τὸ παλαιὸν ἄχος, νέος ἰχώρ.

Χορος
[στρ. β.ἦ μέγαν οἰκονόμον
δαίμονα καὶ βαρύμηνιν αἰνεῖς,
φεῦ φεῦ, κακὸν αἶνον ἀτη-
ρᾶς τύχας ἀκορέστου·
1485 ἰὴ ἰή, διαὶ Διὸς
παναιτίου πανεργέτα·
τί γὰρ βροτοῖς ἄνευ Διὸς τελεῖται;
τί τῶνδ᾽ οὐ θεόκραντόν ἐστιν;

[ἐφυμν. β.ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,
1490 πῶς σε δακρύσω;
φρενὸς ἐκ φιλίας τί ποτ᾽ εἴπω;
κεῖσαι δ᾽ ἀράχνης ἐν ὑφάσματι τῷδ᾽
ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων.
ὤμοι μοι κοίταν τάνδ᾽ ἀνελεύθερον
1495 δολίῳ μόρῳ δαμεὶς <δάμαρτος>
ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.

Κλυταιμηστρα
[anap.αὐχεῖς εἶναι τόδε τοὔργον ἐμόν;
μηδ᾽ ἐπιλεχθῇς
Ἀγαμεμνονίαν εἶναί μ᾽ ἄλοχον.
1500 φανταζόμενος δὲ γυναικὶ νεκροῦ
τοῦδ᾽ ὁ παλαιὸς δριμὺς ἀλάστωρ
Ἀτρέως χαλεποῦ θοινατῆρος
τόνδ᾽ ἀπέτεισεν,
τέλεον νεαροῖς ἐπιθύσας.

Χορος
[ἀντ. β.1505 ὡς μὲν ἀναίτιος εἶ
τοῦδε φόνου τίς ὁ μαρτυρήσων;
πῶς πῶς; πατρόθεν δὲ συλλή-
πτωρ γένοιτ᾽ ἂν ἀλάστωρ.
βιάζεται δ᾽ ὁμοσπόροις
1510 ἐπιρροαῖσιν αἱμάτων
μέλας Ἄρης, ὅποι δίκαν προβαίνων
πάχνᾳ κουροβόρῳ παρέξει.

[ἐφυμν. β.ἰὼ ἰὼ βασιλεῦ βασιλεῦ,
πῶς σε δακρύσω;
1515 φρενὸς ἐκ φιλίας τί ποτ᾽ εἴπω;
κεῖσαι δ᾽ ἀράχνης ἐν ὑφάσματι τῷδ᾽
ἀσεβεῖ θανάτῳ βίον ἐκπνέων.
ὤμοι μοι, κοίταν τάνδ᾽ ἀνελεύθερον
δολίῳ μόρῳ δαμεὶς <δάμαρτος>
1520 ἐκ χερὸς ἀμφιτόμῳ βελέμνῳ.

Κλυταιμηστρα
[anap.[οὔτ᾽ ἀνελεύθερον οἶμαι θάνατον
τῷδε γενέσθαι.]
οὐδὲ γὰρ οὗτος δολίαν ἄτην
οἴκοισιν ἔθηκ᾽;
1525 ἀλλ᾽ ἐμὸν ἐκ τοῦδ᾽ ἔρνος ἀερθέν,
τὴν πολυκλαύτην Ἰφιγενείαν,
ἄξια δράσας ἄξια πάσχων
μηδὲν ἐν Ἅιδου μεγαλαυχείτω,
ξιφοδηλήτῳ
θανάτῳ τείσας ἅπερ ἔρξεν.

Χορος
[στρ. γ.1530 ἀμηχανῶ φροντίδος στερηθεὶς
εὐπάλαμον μέριμναν
ὅπᾳ τράπωμαι, πίτνοντος οἴκου.
δέδοικα δ᾽ ὄμβρου κτύπον δομοσφαλῆ
τὸν αἱματηρόν· ψακὰς δὲ λήγει.
1535 δίκην δ᾽ ἐπ᾽ ἄλλο πρᾶγμα θηγάνει βλάβης
πρὸς ἄλλαις θηγάναισι μοῖρα.

[ἐφυμν. γ.ἰὼ γᾶ γᾶ, εἴθ᾽ ἔμ᾽ ἐδέξω,
πρὶν τόνδ᾽ ἐπιδεῖν ἀργυροτοίχου
1540 δροίτης κατέχοντα χάμευναν.
τίς ὁ θάψων νιν; τίς ὁ θρηνήσων;
ἦ σὺ τόδ᾽ ἔρξαι τλήσῃ, κτείνασ᾽
ἄνδρα τὸν αὑτῆς ἀποκωκῦσαι
1545 ψυχῇ τ᾽ ἄχαριν χάριν ἀντ᾽ ἔργων
μεγάλων ἀδίκως ἐπικρᾶναι;
τίς δ᾽ ἐπιτύμβιον αἶνον ἐπ᾽ ἀνδρὶ θείῳ
σὺν δακρύοις ἰάπτων
1550 ἀληθείᾳ φρενῶν πονήσει;

Κλυταιμηστρα
[anap.οὐ σὲ προσήκει τὸ μέλημ᾽ ἀλέγειν
τοῦτο· πρὸς ἡμῶν
κάππεσε, κάτθανε, καὶ καταθάψομεν,
οὐχ ὑπὸ κλαυθμῶν τῶν ἐξ οἴκων,
1555 ἀλλ᾽ Ἰφιγένειά νιν ἀσπασίως
θυγάτηρ, ὡς χρή,
πατέρ᾽ ἀντιάσασα πρὸς ὠκύπορον
πόρθμευμ᾽ ἀχέων
περὶ χεῖρε βαλοῦσα φιλήσει.

Χορος
[ἀντ. γ.1560 ὄνειδος ἥκει τόδ᾽ ἀντ᾽ ὀνείδους.
δύσμαχα δ᾽ ἔστι κρῖναι.
φέρει φέροντ᾽, ἐκτίνει δ᾽ ὁ καίνων.
μίμνει δὲ μίμνοντος ἐν θρόνῳ Διὸς
παθεῖν τὸν ἔρξαντα· θέσμιον γάρ.
1565 τίς ἂν γονὰν ἀραῖον ἐκβάλοι δόμων;
κεκόλληται γένος πρὸς ἄτᾳ.

[ἐφυμν. γ.<ἰὼ γᾶ γᾶ, εἴθ᾽ ἔμ᾽ ἐδέξω,
πρὶν τόνδ᾽ ἐπιδεῖν ἀργυροτοίχου
δροίτης κατέχοντα χάμευναν.
τίς ὁ θάψων νιν; τίς ὁ θρηνήσων;
ἦ σὺ τόδ᾽ ἔρξαι τλήσῃ, κτείνασ᾽
ἄνδρα τὸν αὑτῆς ἀποκωκῦσαι
ψυχῇ τ᾽ ἄχαριν χάριν ἀντ᾽ ἔργων
μεγάλων ἀδίκως ἐπικρᾶναι;
τίς δ᾽ ἐπιτύμβιος αἶνον ἐπ᾽ ἀνδρὶ θείῳ
σὺν δακρύοις ἰάπτων
ἀληθείᾳ φρενῶν πονήσει;>

Κλυταιμηστρα
[anap.ἐς τόνδ᾽ ἐνέβης ξὺν ἀληθείᾳ
χρησμόν. ἐγὼ δ᾽ οὖν
ἐθέλω δαίμονι τῷ Πλεισθενιδῶν
1570 ὅρκους θεμένη τάδε μὲν στέργειν,
δύστλητά περ ὄνθ᾽· ὃ δὲ λοιπόν, ἰόντ᾽
ἐκ τῶνδε δόμων ἄλλην γενεὰν
τρίβειν θανάτοις αὐθένταισι·
κτεάνων τε μέρος
βαιὸν ἐχούσῃ πᾶν ἀπόχρη μοι
1575 μανίας μελάθρων
ἀλληλοφόνους ἀφελούσῃ.

Αιγισθος
ὦ φέγγος εὖφρον ἡμέρας δικηφόρου.
φαίην ἂν ἤδη νῦν βροτῶν τιμαόρους
θεοὺς ἄνωθεν γῆς ἐποπτεύειν ἄχη,
1580 ἰδὼν ὑφαντοῖς ἐν πέπλοις Ἐρινύων
τὸν ἄνδρα τόνδε κείμενον φίλως ἐμοί,
χερὸς πατρῴας ἐκτίνοντα μηχανάς.
Ἀτρεὺς γὰρ ἄρχων τῆσδε γῆς, τούτου πατήρ,
πατέρα Θυέστην τὸν ἐμόν, ὡς τορῶς φράσαι,
1585 αὑτοῦ δ᾽ ἀδελφόν, ἀμφίλεκτος ὢν κράτει,
ἠνδρηλάτησεν ἐκ πόλεώς τε καὶ δόμων.
καὶ προστρόπαιος ἑστίας μολὼν πάλιν
τλήμων Θυέστης μοῖραν ηὕρετ᾽ ἀσφαλῆ,
τὸ μὴ θανὼν πατρῷον αἱμάξαι πέδον,
1590 αὐτός· ξένια δὲ τοῦδε δύσθεος πατὴρ
Ἀτρεύς, προθύμως μᾶλλον ἢ φίλως πατρὶ
τὠμῷ, κρεουργὸν ἦμαρ εὐθύμως ἄγειν
δοκῶν, παρέσχε δαῖτα παιδείων κρεῶν.
τὰ μὲν ποδήρη καὶ χερῶν ἄκρους κτένας
1595 ἔθρυπτ᾽, ἄνωθεν . . . . . . . .
. . . . . . . . . . . . .
. . . . . ἀνδρακὰς καθήμενος.
ἄσημα δ᾽ αὐτῶν αὐτίκ᾽ ἀγνοίᾳ λαβὼν
ἔσθει βορὰν ἄσωτον, ὡς ὁρᾷς, γένει.
κἄπειτ᾽ ἐπιγνοὺς ἔργον οὐ καταίσιον
ᾤμωξεν, ἀμπίπτει δ᾽ ἀπὸ σφαγὴν ἐρῶν,
1600 μόρον δ᾽ ἄφερτον Πελοπίδαις ἐπεύχεται,
λάκτισμα δείπνου ξυνδίκως τιθεὶς ἀρᾷ,
οὕτως ὀλέσθαι πᾶν τὸ Πλεισθένους γένος.
ἐκ τῶνδέ σοι πεσόντα τόνδ᾽ ἰδεῖν πάρα.
κἀγὼ δίκαιος τοῦδε τοῦ φόνου ῥαφεύς.
1605 τρίτον γὰρ ὄντα μ᾽ ἐπὶ δυσαθλίῳ πατρὶ
συνεξελαύνει τυτθὸν ὄντ᾽ ἐν σπαργάνοις·
τραφέντα δ᾽ αὖθις ἡ δίκη κατήγαγεν,
καὶ τοῦδε τἀνδρὸς ἡψάμην θυραῖος ὤν,
πᾶσαν συνάψας μηχανὴν δυσβουλίας.
1610 οὕτω καλὸν δὴ καὶ τὸ κατθανεῖν ἐμοί,
ἰδόντα τοῦτον τῆς δίκης ἐν ἕρκεσιν.

Χορος
Αἴγισθ᾽, ὑβρίζειν ἐν κακοῖσιν οὐ σέβω.
σὺ δ᾽ ἄνδρα τόνδε φὴς ἑκὼν κατακτανεῖν,
μόνος δ᾽ ἔποικτον τόνδε βουλεῦσαι φόνον·
1615 οὔ φημ᾽ ἀλύξειν ἐν δίκῃ τὸ σὸν κάρα
δημορριφεῖς, σάφ᾽ ἴσθι, λευσίμους ἀράς.

Αιγισθος
σὺ ταῦτα φωνεῖς νερτέρᾳ προσήμενος
κώπῃ, κρατούντων τῶν ἐπὶ ζυγῷ δορός;
γνώσῃ γέρων ὢν ὡς διδάσκεσθαι βαρὺ
1620 τῷ τηλικούτῳ, σωφρονεῖν εἰρημένον.
δεσμὸς δὲ καὶ τὸ γῆρας αἵ τε νήστιδες
δύαι διδάσκειν ἐξοχώταται φρενῶν
ἰατρομάντεις. οὐχ ὁρᾷς ὁρῶν τάδε;
πρὸς κέντρα μὴ λάκτιζε, μὴ παίσας μογῇς.

Χορος
1625 γύναι, σὺ τοὺς ἥκοντας ἐκ μάχης μένων
οἰκουρὸς εὐνὴν ἀνδρὸς αἰσχύνων ἅμα
ἀνδρὶ στρατηγῷ τόνδ᾽ ἐβούλευσας μόρον;

Αιγισθος
καὶ ταῦτα τἄπη κλαυμάτων ἀρχηγενῆ.
Ὀρφεῖ δὲ γλῶσσαν τὴν ἐναντίαν ἔχεις.
1630 ὁ μὲν γὰρ ἦγε πάντ᾽ ἀπὸ φθογγῆς χαρᾷ,
σὺ δ᾽ ἐξορίνας νηπίοις ὑλάγμασιν
ἄξῃ· κρατηθεὶς δ᾽ ἡμερώτερος φανῇ.

Χορος
ὡς δὴ σύ μοι τύραννος Ἀργείων ἔσῃ,
ὃς οὐκ, ἐπειδὴ τῷδ᾽ ἐβούλευσας μόρον,
1635 δρᾶσαι τόδ᾽ ἔργον οὐκ ἔτλης αὐτοκτόνως.

Αιγισθος
τὸ γὰρ δολῶσαι πρὸς γυναικὸς ἦν σαφῶς·
ἐγὼ δ᾽ ὕποπτος ἐχθρὸς ἦ παλαιγενής.
ἐκ τῶν δὲ τοῦδε χρημάτων πειράσομαι
ἄρχειν πολιτῶν· τὸν δὲ μὴ πειθάνορα
1640 ζεύξω βαρείαις οὔτι μοι σειραφόρον
κριθῶντα πῶλον· ἀλλ᾽ ὁ δυσφιλὴς σκότῳ
λιμὸς ξύνοικος μαλθακόν σφ᾽ ἐπόψεται.

Χορος
τί δὴ τὸν ἄνδρα τόνδ᾽ ἀπὸ ψυχῆς κακῆς
οὐκ αὐτὸς ἠνάριζες, ἀλλὰ νιν γυνὴ
1645 χώρας μίασμα καὶ θεῶν ἐγχωρίων
ἔκτειν᾽; Ὀρέστης ἆρά που βλέπει φάος,
ὅπως κατελθὼν δεῦρο πρευμενεῖ τύχῃ
ἀμφοῖν γένηται τοῖνδε παγκρατὴς φονεύς;

Αιγισθος
ἀλλ᾽ ἐπεὶ δοκεῖς τάδ᾽ ἔρδειν καὶ λέγειν, γνώσῃ τάχα—
1650 εἶα δή, φίλοι λοχῖται, τοὔργον οὐχ ἑκὰς τόδε.

Χορος
εἶα δή, ξίφος πρόκωπον πᾶς τις εὐτρεπιζέτω.

Αιγισθος
ἀλλὰ κἀγὼ μὴν πρόκωπος οὐκ ἀναίνομαι θανεῖν.

Χορος
δεχομένοις λέγεις θανεῖν σε· τὴν τύχην δ᾽ αἱρούμεθα.

Κλυταιμηστρα
μηδαμῶς, ὦ φίλτατ᾽ ἀνδρῶν, ἄλλα δράσωμεν κακά.
1655 ἀλλὰ καὶ τάδ᾽ ἐξαμῆσαι πολλὰ, δύστηνον θέρος.
πημονῆς δ᾽ ἅλις γ᾽ ὑπάρχει· μηδὲν αἱματώμεθα.
στείχετ᾽ αἰδοῖοι γέροντες πρὸς δόμους, πεπρωμένοις [τούσδε]
πρὶν παθεῖν εἴξαντες ὥρᾳ· χρῆν τάδ᾽ ὡς ἐπράξαμεν.
εἰ δέ τοι μόχθων γένοιτο τῶνδ᾽ ἅλις, δεχοίμεθ᾽ ἄν,
1660 δαίμονος χηλῇ βαρείᾳ δυστυχῶς πεπληγμένοι.
ὧδ᾽ ἔχει λόγος γυναικός, εἴ τις ἀξιοῖ μαθεῖν.

Αιγισθος
ἀλλὰ τούσδ᾽ ἐμοὶ ματαίαν γλῶσσαν ὧδ᾽ ἀπανθίσαι
κἀκβαλεῖν ἔπη τοιαῦτα δαίμονος πειρωμένους,
σώφρονος γνώμης θ᾽ ἁμαρτεῖν τὸν κρατοῦντά <θ᾽ ὑβρίσαι>.

Χορος
1665 οὐκ ἂν Ἀργείων τόδ᾽ εἴη, φῶτα προσσαίνειν κακόν.

Αιγισθος
ἀλλ᾽ ἐγώ σ᾽ ἐν ὑστέραισιν ἡμέραις μέτειμ᾽ ἔτι.

Χορος
οὔκ, ἐὰν δαίμων Ὀρέστην δεῦρ᾽ ἀπευθύνῃ μολεῖν.

Αιγισθος
οἶδ᾽ ἐγὼ φεύγοντας ἄνδρας ἐλπίδας σιτουμένους.

Χορος
πρᾶσσε, πιαίνου, μιαίνων τὴν δίκην, ἐπεὶ πάρα.

Αιγισθος
1670 ἴσθι μοι δώσων ἄποινα τῆσδε μωρίας χάριν.

Χορος
κόμπασον θαρσῶν, ἀλέκτωρ ὥστε θηλείας πέλας.

Κλυταιμηστρα
μὴ προτιμήσῃς ματαίων τῶνδ᾽ ὑλαγμάτων· <ἐγὼ>
καὶ σὺ θήσομεν κρατοῦντε τῶνδε δωμάτων <καλῶς>.