Αγαθία Σχολαστικού Ιστοριών, Προοίμιον
←Αγαθία Σχολαστικού Ιστορία | Προοίμιον Συγγραφέας: |
Ιστοριών Α΄→ |
Καλὸν μέν τι χρῆμα καὶ εὔδαιμον νῖκαι πολέμων καὶ τρόπαια πόλεών τε ἀνοικισμοὶ καὶ ἀγλαΐσματα καὶ ἅπαντα ὁπόσα μεγάλα τε καὶ ἀξιά γαστα ἔργα. ταῦτα δὲ καὶ τὰ τοιάδε δόξαν μέν τινα καὶ ἡδονὴν τοῖς κτησαμένοις ἐπάγει, ἀποβιοῦσι δὲ αὐτοῖς καὶ ἐκεῖσε οἰχομένοις οὔτι μάλα ἐθέλουσιν ἕπεσθαι, ἀλλὰ καὶ λήθη παρεμπεσοῦσα ἐπικαλύπτει καὶ παρα τρέπει τὰς ἀληθεῖς τῶν πράξεων ἀποβάσεις· ἤδη δὲ καὶ τῶν ἐπισταμένων ἀποβιούντων οἴχεται καὶ διαδιδράσκει ἡ γνῶσις σὺν αὐτοῖς σβεννυμένη. οὕτως ἄρα μνήμη γυμνὴ ἀνόνητόν τι καὶ οὐ μόνιμον οὐδὲ τῷ μακρῷ συνεκτείνεσθαι πέφυκε χρόνῳ. καὶ οὐκ ἂν οἶμαι ἢ πατρίδος προκινδυνεύειν ἔνιοι ἔγνωσαν ἢ ἄλλους ἀναδέχεσθαι πόνους, εὖ εἰδότες, ὡς, εἰ καὶ σφόδρα μέγιστα δράσαιεν, συναπολεῖται τὸ κλέος αὐτοῖς καὶ διαρρυήσεται, μόνῳ τῷ βίῳ αὐτῶν ἐκμεμετρημένον, εἰ μή τις, ὡς ἔοικε, θεία προμήθεια τὸ ἀσθενὲς τῆς φύσεως ἀναρρωννῦσα τὰ ἐκ τῆς ἱστορίας ἐπεισήγαγεν ἀγαθὰ καὶ τὰς ἐνθένδε ἐλπίδας. οὐ γὰρ οἶμαι κοτίνου γε ἕνεκα καὶ σελίνου οἱ Ὀλυμπιονῖκαι καὶ Νεμεονῖκαι ἐν ταῖς κονίστραις ἐναπεδύοντο, οὐδ' αὖ οἱ ἀγαθοὶ τῶν πολέμων ἀγωνισταὶ λαφύρων γε μόνον καὶ τοῦ παραυ τίκα κερδαλέου ἐφιέμενοι ἐς προὖπτόν τε καὶ διαφανῆ κίνδυνον σφᾶς αὐτοὺς ἀφιᾶσιν· ἀλλὰ δόξης ἀμφότεροι ἕκατι βεβαίας τε καὶ ἀκηράτου, ἣν οὐχ οἷόν τε ἄλλως καρπώσασθαι ἢ τῆς ἱστορίας αὐτοὺς ἀπαθανατιζού σης, οὐχ οἶα τὰ Ζαμόλξιδος νόμιμα καὶ ἡ Γετικὴ παραφροσύνη, ἀλλ' ὡς ἀληθῶς τρόπῳ τινὶ θείῳ τε καὶ ἀθανάτῳ καὶ ᾧ μόνῳ δύναται τὰ θνητὰ ἐς ἀεὶ διαβιώσκειν. ῥᾴδιον μὲν οὖν ἥκιστα ἂν εἴη ἅπαντα διεξιέναι καὶ ἀπαριθμεῖσθαι, ὁπόσων ἀγαθῶν ἡ ἱστορία τὸν βίον ἐμπίπ λησι τὸν ἀνθρώπειον· ὡς δὲ συλλήβδην εἰπεῖν, οἶμαί γε αὐτὴν φιλοσοφίας τῆς πολιτικῆς οὐ μάλα μειονεκτεῖσθαι, εἰ μή τι καὶ μᾶλλον ὀνίνησιν. ἡ μὲν γὰρ οἶά τις ἀστεμφὴς δέσποινα καὶ ἀθώπευτος κελεύει καὶ διατάττει, ὁποίων τε ἔχεσθαι καὶ ὁποῖα διαφεύγειν προσήκει, ὥσπερ τῷ πείθοντι καταμιγνῦσα τὸ ἀναγκάζον· ἡ δὲ τῷ θέλγοντι πλείστῳ χρωμένη καὶ οἷον καρυκεύουσα τὰς ἀπαγγελίας τῇ ποικιλίᾳ τῶν παραδειγμάτων καὶ παριστῶσα τῷ λόγῳ, ἐν οἷς τε εὐδοκιμήκασιν ἄνθρωποι εὐβουλίᾳ χρη σάμενοι καὶ δικαιοσύνῃ, καὶ ἔνθα διήμαρτον τοῦ προσήκοντος, ἢ γνώμης τινὸς ἐναντίας ἢ τύχης ἡγησαμένης, λανθάνει ταῖς ψυχαῖς ἠρέμα τὰς ἀρετὰς εἰσοικίζουσα. τὸ γὰρ προσηνὲς αὐταῖς καὶ αὐθαίρετον μᾶλλόν τι ἐμφύεται καὶ προσιζάνει. 6 ἐγὼ μὲν οὖν ταῦτα ἐκ πλείστου σκοπῶν τε καὶ δια λογιζόμενος, ὑπεράγασθαι μὲν χρῆναι ἡγούμην καὶ κοινοὺς ἀνυμνεῖν εὐεργέτας τοὺς ὁπόσοις ἤδη αἱ τοιαίδε πραγματεῖαι διαπεπόνηνται, οὐ μὴν ἐγχειρητέα γ' ἐμοὶ τῷδε τῷ πόνῳ ἐδόκει οὐδὲ τὴν ἀρχὴν ἀποπειρα τέα. ἐτύγχανον γὰρ μᾶλλον δή τι ἐκ παίδων τῷ ἡρώῳ ῥυθμῷ ἀνειμένος, καί με ἤρεσκε τὰ ἡδύσματα τῶν τῆς ποιητικῆς κομψευμάτων. καὶ τοίνυν πεποίηταί μοι ἐν ἑξαμέτροις βραχέα ἄττα ποιήματα, ἃ δὴ ∆αφνιακὰ ἐπωνόμασται, μύθοις τισὶ πεποικιλμένα ἐρωτικοῖς καὶ τῶν τοιούτων ἀνάπλεα γοητευμάτων. ἔδοξε δέ μοι πρότερον κἀκεῖνο ἀξιέπαινόν τι εἶναι καὶ οὐκ ἄχαρι, εἴ γε τῶν ἐπιγραμμάτων τὰ ἀρτιγενῆ καὶ νεώτερα, διαλανθάνοντα ἔτι καὶ χύδην οὑτωσὶ παρ' ἐνίοις ὑποψιθυ ριζόμενα, ἀγείραιμί τε ὡς οἷόν τε εἰς ταὐτὸ καὶ ἀναγράψαιμι ἕκαστα ἐν κόσμῳ ἀποκεκριμένα. καὶ οὖν δὴ καὶ τόδε μοι ἐκτετέλεσται ἕτερά τε πολ λὰ ἀγωνίσματα, τοῦ μὲν ἀναγκαίου χάριν οὐ μάλα πεποιημένα, ἄλλως δὲ ἴσως προσαγωγὰ καὶ θελκτήρια. καὶ γὰρ δῆτα ἡ ποίησις ἱερόν τι χρῆμα καὶ θεσπέσιον. ἐνθουσιῶσι γοῦν ἐν αὐτῇ αἱ ψυχαί, εἴποι ἂν ὁ σοφὸς ὁ Ἀρίστωνος, καὶ λίαν ὠδίνουσιν ἐπαφρόδιτα, ὅσαι δὴ ὡς ἀληθῶς μουσόληπτοι γίνονται καὶ τῇδε κάτοχοι τῇ βακχείᾳ. ἐμοὶ μὲν οὖν τοῖσδε θαμίζειν ἐδόκει καὶ οὐ μήποτε ἑκόντι εἶναι τὰ νεανικὰ ταῦτα καὶ ἐπιτερπῆ σπουδάσματα μεθιέναι, ἀλλ' ἕπεσθαι τῷ ∆ελφικῷ ἐκείνῳ προ γράμματι καὶ τὰ οἰκεῖα γιγνώσκειν. ἐπειδὴ δὲ ἐν τῷ κατ' ἐμὲ χρόνῳ ξυνέβη μεγάλους μὲν πολέμους πολλαχοῦ τῆς οἰκουμένης ἀπροσδόκητα ξυρραγῆναι ἐθνῶν τε πολλῶν βαρβαρικῶν μεταναστάσεις γενέσθαι καὶ πράξεων ἀδήλων τε καὶ ἀπίστων παραλόγους ἀποβάσεις καὶ τύχης ἀτάκτους ἀντιρροπίας γενῶν τε καταλύσεις καὶ πόλεων ἀνδραποδισμοὺς καὶ μεταβολὰς οἰκητόρων καὶ οἷον ἅπαντα τὰ ἀνθρώπεια κεκινῆσθαι· ἐπειδὴ οὖν ταῦτα καὶ τὰ τοιάδε ξυνέβη, δεδιέναι μοί πως ἐπῆλθε, μή τι ἄρα οὐχ ὅσιον εἴη ἔργα οὕτω μέγιστά τε καὶ θαύματος ἄξια καὶ τοῖς μετὰ ταῦτα χρήσιμα ἐσόμενα καὶ ὀνησιφόρα καταλιπεῖν ἄμνηστα τὸ μέρος καὶ σεσιγημένα. τοιγάρτοι ἔδοξέ μοι οὐκ ἀπὸ τρόπου εἶναι καὶ τοῦ συγγράφειν ἀμωσγέπως ἀποπειρᾶσθαι, ὡς ἄν μοι μὴ ἅπας ὁ βίος ἐν μυθολογίᾳ τε καὶ περιττῷ πόνῳ ἀναλωθείη, ἀλλά τι φέροιτο καὶ ἀναγκαῖον. πολλοὶ δέ με καὶ τῶν ἐπιτηδείων ἐπείγοντες καὶ ἐγκελευόμενοι ἐξηρέθισαν τὴν ὁρμὴν καὶ ἐπέρρωσαν· ἐν τοῖς Εὐτυχιανὸς ὁ νέος ἀρχηγός γε ἦν τῆς παραινέσεως, ἀνὴρ τὰ πρῶτα τελῶν ἐν τοῖς τῶν βασιλέων ὑπογραφεῦσι καὶ τὰ ἄλλα ἀγαθὸς καὶ ἀγχινούστατος παιδείας τε ἀποχρώντως ἔχων καὶ τοῦ τῶν Φλωριδῶν γένους ἄριστον ἐγκαλλώπισμα γεγενημένος. οὗτος δὴ οὖν ὁ ἀνήρ, περὶ πλείστου γὰρ τἀμὰ ἐποι εῖτο καὶ ὡς ἄν μοι ἄμεινόν τι ἔσται εὐκλείας τε πέρι καὶ τῆς ἄλλης ὠφελείας σφόδρα οἱ ἐπεφρόντιστο, οὐκ ἀνίει ἐπείγων καὶ χρηστὰς ὑποφαίνων ἐλπίδας. δεῖν γὰρ οὐκ ἔφασκεν οὕτω χαλεπὸν ἡγεῖσθαί μοι καὶ ἀνήνυτον τὸ ἐγχείρημα οὐδὲ τῷ μήπω ἐς πεῖραν ἐλθεῖν, ὥσπερ ναυτιλίαν οἱ ἀθα 6 λάττωτοι, καταπεπλῆχθαι· οἴεσθαι δὲ μᾶλλον οὐ πόρρω τετάχθαι ἱστορίαν ποιητικῆς, ἀλλὰ ἄμφω ταῦτα εἶναι ἀδελφὰ καὶ ὁμόφυλα καὶ μόνῳ ἴσως τῷ μέτρῳ ἔστιν ᾗ ἀλλήλων ἀποκεκριμένα. ὡς δὴ οὖν οἴκοθεν οἴκαδε οὔσης τῆς μεταστάσεως θαρροῦντά τε ἰέναι ἐκέλευε καὶ σθένει παντὶ ἔχεσθαι ἔργου. ἀλλὰ γὰρ τοιαῦτα ἐπᾴδων ἤδη μοι καὶ αὐτῷ βουλομένῳ κατεκήλησέ γε ῥᾳδίως καὶ ἔπεισεν. καὶ τοίνυν ἐς τάδε ἀφῖγμαι. ἀλλά μοι εἴη ἄξιόν τι δρᾶσαι τῆς προθυμίας καὶ τοῦ μεγέθους τῶν ἔργων ὡς ἐγγυτάτω ἱκέσθαι. ∆ηλωτέον δὲ πρότερον ὅστις τέ εἰμι καὶ ὅθεν, τοῦτο δὴ τὸ τοῖς ξυγγραφεῦσιν εἰθισμένον. ἐμοὶ Ἀγαθίας μὲν ὄνομα, Μύρινα δὲ πατρίς, Μεμνόνιος δὲ πατήρ, τέχνη δὲ τὰ Ῥωμαίων νόμιμα καὶ οἱ τῶν δικαστηρίων ἀγῶνες. Μύριναν δέ φημι οὐ τὸ Θρᾴκιον πόλισμα οὐδὲ εἴ τις ἑτέρα κατὰ τὴν Εὐρώπην τυχὸν ἢ Λιβύην τῷδε κέκληται τῷ ὀνόματι, ἀλλὰ τὴν ἐν τῇ Ἀσίᾳ πάλαι ὑπὸ Αἰολέων ἀπῳκισμένην ἀμφὶ τὰς ἐκβολὰς τοῦ Πυθικοῦ ποταμοῦ, ὃς δὴ ῥέων ἐκ Λυδίας τῆς χώρας ἐς τὸν ἔσχατον αὐλῶνα τοῦ κόλπου τοῦ Ἐλαΐτου ἐμβάλλει. γένοιτο μὲν οὖν ἐμοί γε τελεώτατα τῇδε τὰ τροφεῖα ὡς οἷόν τε ἀποτῖσαι καὶ ἅπαντα τὰ κλεινὰ καὶ πάτρια ἔργα ἐς τὸ ἀκριβὲς ἀναγράψαι. νῦν δὲ ἡ μὲν εὐμενὴς καὶ ἵλαος καὶ τῆς προθυμίας ἡμᾶς ἀποδεχέσθω· ἐμοὶ δὲ ἐπὶ τὰ κοινὰ καὶ μέγιστα τῶν πραγμάτων ἰτέον. Ποιήσομαι δὲ τὴν ξυγγραφὴν οὐχ ᾗπερ καὶ ἑτέροις ἐν τῷ παρόντι πεποίηται. ἤδη γάρ που καὶ ἄλλοι τὰ νῦν ἐς τόδε πόνου ἀφίκοντο, ἀληθείας μὲν ὡς τὰ πολλὰ ἥκιστα μέλον αὐτοῖς καὶ τοῦ τὰ γεγενημένα ὡς ἔχουσι τύχης διεξιέναι, οὕτω δὲ διαφανῶς κολακεύειν πολλοὺς τῶν δυνατῶν καὶ ὑποθωπεύ ειν ἑλόμενοι, ὡς εἴ ποτε ἄρα καὶ ἀληθῆ φήσαιεν, ἀπιστεῖσθαι. καίτοι ἐγκωμίῳ μόνῳ προσήκειν οἱ ταῦτα δεινοί φασι τὰ προσόντα ὁτῳοῦν ἀγαθὰ κατὰ τὸ μᾶλλον ἐξαίρειν· ἱστορία δὲ ἐπαινεῖν μὲν καὶ ἥδε τοὺς εὖ τι δράσαντας οὐ πάμπαν ἀναίνεται, οὐ μὴν τοῦτό γε σκοπόν, οἶμαι, καὶ γνώρισμα ἔχειν ἐθέλει· ἀλλ' εἴ που ἡ τῶν πράξεων ἀπεργασία ἔπαινον ἢ ψόγον ἐπάγοι, οὐ βιάζεσθαι αὐτῇ θέμις οὐδὲ μεταποικίλλειν τὰ γεγενημέ να. οἱ δὲ ἱστορίαν μὲν ποιεῖσθαι ὁμολογοῦσι, καὶ τὸ τῆς ἐπιγραφῆς ἐπάγγελμα τοῦτο αὐτοῖς ὑποφαίνει, πεφώρανται δὲ ὅμως τῇ πείρᾳ κομψευόμενοι τὴν ἐπωνυμίαν. τοὺς μὲν γὰρ ἔτι περιόντας, εἴτε βασιλεῖς εἶεν εἴτε καὶ ἄλλως ἐπίσημοι, οὐ μόνον τῇ ἀφηγήσει τῶν ἐξειργασμένων ἐγκωμιάζουσιν (ἦ γὰρ ἂν ὀλίγα ἡμάρτανον), ἔνδηλοι δὲ ἅπασι γίγνον ται, ὅτι δὴ αὐτοῖς οὐδέν τι ἄλλο διεσπούδασται ἢ μόνον ἐπαινεῖν τε καὶ ἄγασθαι καὶ πέρα τοῦ ἀναγκαίου· τοὺς δὲ ἤδη τεθνηκότας, ὁποῖοί τινες καὶ ἐτύγχανον ὄντες, ἢ κακίστους ἀποκαλοῦσι καὶ τὰ κοινὰ λυμηνα μένους ἤ, τὸ γοῦν ἔλαττον δεινόν, κατολιγωροῦσιν αὐτῶν, ὡς μηδὲ μνήμης τινὸς μεταδιδόναι. ταύτῃ τε οἴονται τὰ παρόντα εὖ τιθέναι καὶ τὸ ἀεὶ κρατοῦν ἐκθεραπεύοντες ὠφέλειαν σφίσι πορίζεσθαι, κακῶς ἐπιστάμενοι, ὡς καὶ αὐτοὺς δήπου τοὺς πρὸς αὐτῶν ἐπαινουμένους οὐ μά λα τὰ τοιάδε ἀρέσκει, λογιζομένους, ὡς οὐχ ἱκανὸν ἔσται τὸ τῆς κολακείας ἀρίδηλον τὴν περὶ αὐτῶν δόξαν βεβαιῶσαι. 20 οὗτοι μὲν οὖν ξυγγρα φόντων, ὥς πῃ φίλον αὐτοῖς καὶ εἰθισμένον, ἐμοὶ δὲ τὸ ἀληθίζεσθαι περὶ πλείστου ἑκτέον, ἐς ὅ τι χωρήσει. μεμνήσομαι δὲ τῶν ὅσα παρά τε Ῥωμαίοις καὶ τῶν βαρβάρων τοῖς πλείστοις ἐς τόδε τοῦ καιροῦ ἐπράχθη ἀξιαφήγητα, οὐ μόνον ὑπὸ ἀνδρῶν ἔτι βιούντων τυχόν, μᾶλλον μὲν οὖν καὶ τῶν ἤδη ἀποιχομένων, καὶ οὐδὲν ὅ τι παρήσω τῶν λόγου ἀξίων. Τοιγάρτοι εἰ καὶ μὴ πρότερον ἐς τὸ ξυγγράφειν προῆγμαι ἢ μόνον ἐξ ὅτου Ἰουστῖνος ὁ νέος τὴν αὐτοκράτορα μετῆλθεν ἀρχήν, Ἰουστινιανοῦ τεθνηκότος, ἀλλ' ἔγωγε καὶ ἐπὶ τοὺς ἀνωτέρω χρόνους ἀναδρα μοῦμαι καὶ ὁπόσα οὔπω ἑτέρῳ τῷ ἐκπεπόνηται, ταῦτα δὲ οἰκεῖον ποιήσομαι ἔργον. τὰ μὲν γὰρ πλεῖστα τῶν κατὰ τοὺς Ἰουστινιανοῦ χρόνους γεγενημένων ἐπειδὴ Προκοπίῳ τῷ ῥήτορι τῷ Καισαρείαθεν ἐς τὸ ἀκριβὲς ἀναγέγραπται, παριτέον ἐκεῖνα ἔμοιγε, ἅτε δὴ ἀποχρώντως εἰρημένα· τὰ δὲ μετ' ἐκεῖνον, ὡς οἷόν τε, διεξιτέον. προοίμια μὲν γὰρ αὐτῷ τῆς ἱστορίας Ἀρκάδιος ἀποβιοὺς ἐποιήθη καὶ τῷ ἐκείνου παιδὶ Θεοδοσίῳ Ἰσδιγέρδης ὁ Περσῶν βασιλεὺς κηδεμὼν γεγενημένος τά τε Οὐαραράνῃ καὶ Περόζῃ ξυνενεχθέντα καὶ ὅπως Καβάδης βασιλεὺς καταστὰς ἀφῄρηται τὴν ἀρχὴν καὶ εἶτα θᾶττον αὐτὴν ἀνεκομίσατο, ὅπως τε Ἄμιδα ἥλω πρὸς αὐτοῦ, Ἀναστασίου Ῥωμαίων βασιλεύοντος,καὶ ὅσους αὖθις μετ' ἐκεῖνον Ἰουστῖνος ὁ πρεσβύτης ἐν τῷδε τῷ ἔργῳ διεδέξατο πόνους. ἑξῆς δὲ τοὺς Περσικοὺς πολέμους ὁπόσοι δὴ πρός τε Καβάδην καὶ Χοσρόην ἀμφὶ Συρίαν καὶ Ἀρμενίαν καὶ μὲν δὴ καὶ τὰ Λαζῶν ὅρια Ἰουστινιανῷ τῷ Ῥωμαίων αὐτοκράτορι διαπεπολέμην ται, τούτους δὲ ἅπαντας ἐκ τῶν ,Προκοπίου λόγων ἄριστα ἂν διαγνοίης, Γελίμερά τε τὸν Βανδίλον καὶ Καρχηδόνα τὴν πόλιν καὶ τὴν ξύμπασαν χώραν τῶν Ἄφρων ἀπὸ Βονιφατίου τε καὶ Γεζερίχου καὶ τῆς ἐν τῷ τότε ἀποστάσεως πολλοῖς ὕστερον χρόνοις Ἰουστινιανῷ δουλωθεῖσαν καὶ πάλιν τῆς Ῥωμαίων ἐπικρατείας μέρος γεγενημένην. μετὰ δὲ τὴν τῶν Βανδίλων κατάλυσιν, καὶ ὅσα οἱ Μαυρούσιοι τὸ ἔθνος ἔδρασάν τε καὶ πεπόνθασι πολλαχοῦ τῆς Λιβύης κατὰ Ῥωμαίων παραταττόμενοι, ὅτι τε Στότζας καὶ Γόνθαρις Ῥωμαίων μὲν ἤστην, τυράννω δὲ καταστάν τε μεγίστων συμφορῶν τε καὶ στάσεων αἰτιωτάτω τῇ Λιβύῃ γεγόνατον, καὶ ὡς οὐ πρότερον ἐλώφησε τὰ δεινά, πρὶν ἐκείνω τὼ ἄνδρε διαφθαρῆναι, ἀλλὰ καὶ τάδε ἀμέλει ἅπαντα εὕροις γε ἂν ἐν ἐκείνοις· ὅπως τε ἡ στάσις ἡ ἐμφύλιος ἐν Βυζαντίῳ κατὰ τοῦ βασιλέως ἀρθεῖσα καὶ ἐπὶ μέγα κακοῦ ἀφιγμένη τὰ κοινὰ ἐδηλήσατο, τάς τε τῶν Οὔννων ἐπιδρομάς, οἳ δὴ ἐν τῷ τότε τὸν Ἴστρον ποταμὸν περαιωθέντες μέγιστα οἷα τὴν Ῥωμαίων ἀρχὴν ἐλυμήναντο, Ἰλλυριούς τε καὶ Θετταλοὺς καὶ τὰ πλεῖστα τῆς Εὐρώπης ληϊσάμενοι, μέρος δέ τι καὶ τῆς Ἀσίας, τὸν Ἑλλήσποντον διαβάντες. Σουρὼν δὲ ἡ πόλις ἡ ἐν Συρίᾳ καὶ Βέρροια καὶ Ἀντιόχεια ἡ πρὸς Ὀρόντῃ ποταμῷ ὅπως οἰκτρότατα ὑπὸ Χοσρόου πεπόρθην ται, τήν τε Ἐδέσσης πολιορκίαν καὶ ὅπως ἐνθένδε ἀποκρουσθεὶς ἔπειτα ἀπιὼν ᾤχετο, πάρεστι καὶ ταῦτα ἐν τοῖσδε θεάσασθαι τάς τε τῶν Αἰθιόπων καὶ Ὁμηριτῶν παρατάξεις καὶ ὅτου δὴ χάριν ἄμφω ἐκείνω τὼ φύλω ἐς τόδε δυσμενείας ἠλθέτην. εἴρηται δὲ αὐτῷ πολλὰ καὶ τοῦ μεγίστου λοιμοῦ πέρι, ὅπως τε τὴν ἀρχὴν κατ' ἐκεῖνο τοῦ καιροῦ ἐς τὸ ἀνθρώπειον γένος εἰσήρρησε καὶ ὁποῖα ἄττα παράλογα ἐν αὐτῷ ξυνηνέχθη. ἀλλὰ γὰρ καὶ ὁπόσα ὕστερον τῷ Ῥωμαίων στρατῷ ἀνὰ τὰ Λαζῶν πολίσματα καὶ Πέτρας τὸ φρούριον πρός τε Χοριάνην καὶ Μερμερόην καὶ τὰ Περσικὰ ἐξείργασται πλήθη, καὶ ταῦτα ἐκεῖθεν ἀναλεκ τέον. 30 μεταβάντι δέ οἱ ἐπὶ τῆς Ἑσπέρας, ὅπως τε Θευδέριχος ὁ τῶν 9 Γότθων βασιλεὺς ἀπεβίω καὶ Ἀμαλασοῦνθα ἡ τοῦδε παῖς ὑπὸ Θευδάτου ἀνῄρηται καὶ ἅπαντα ὧν δὴ ἕνεκα ὁ Γοτθικὸς πόλεμος ἀνερράγη, οὐδὲ ταῦτα ἐκείνῳ παρεῖται, οὐ μὲν οὖν ἀλλ' οὐδὲ ὅπως Οὐίττιγις ὁ μετὰ Θεύδατον τοῦ Γοτθικοῦ γένους κρατήσας ὑπὸ Βελισαρίου τοῦ στρατη γοῦ μετά γε πλείστους ὅσους ἀγῶνας δορυάλωτος ἐς τὸ Βυζάντιον ἦκται, οὐδέ γε ὅπως Σικελία τε καὶ Ῥώμη καὶ Ἰταλία τοὺς ἐπήλυδας ἀποβαλοῦσα βαρβάρους πάλιν ἤθεσι πατρίοις μετεκοσμεῖτο. λάβοι δὲ ἄν τις ἐνθένδε καὶ ὅτι Ναρσῆς ὁ τομίας ἐς Ἰταλίαν ἐστάλη, στρατηγὸς αὐτοκράτωρ πρὸς τοῦ βασιλέως γεγενημένος, τούς τε κλεινοὺς ἐκείνους πολέμους, οἳ δὴ αὐτῷ πρὸς Τωτίλαν ἄριστα διαπεπόνηνται, ὅτι τε αὖθις μετ' ἐκεῖνον Τεΐας ὁ Φρεδιγέρνου τὴν Γοτθικὴν ἡγεμονίαν διαδεξάμενος οὐκ ἐς μακρὰν καὶ αὐτὸς ἀνῃρέθη. 32 ταῦτα δὲ πάντα ἐς ἕκτον τε καὶ εἰκοστὸν ἔτος τῆς Ἰουστινιανοῦ βασιλείας γεγένηνται, καὶ Προκοπίῳ μὲν τῷ ῥήτορι ἐν τοῖσδε οἶμαι αὐτῷ τὰ τῆς ξυγγραφῆς διήνυσται καὶ ξυνετελέσθη· ἐγὼ δὲ ἐς τὰ ἐχόμενα τούτων, ἐφ' ἅπερ καὶ τὴν ἀρχὴν ὡρ μήθην ἰέναι, καὶ δὴ ἐπὶ ταῦτα εἶμι. καὶ δὴ ἔχομαι τῶν πραγμάτων.