Αΐτης
Ἀίτης Συγγραφέας: |
Ἤλυθες ὦ φίλε κοῦρε· τρίτῃ σὺν νυκτὶ καὶ ἠοῖ
ἤλυθες· οἱ δὲ ποθεῦντες ἐν ἤματι γηράσκουσιν.
ὅσσον ἔαρ χειμῶνος, ὅσον μῆλον βραβίλοιο
ἥδιον, ὅσσον ὄϊς σφετέρης λασιωτέρη ἀρνός,
ὅσσον παρθενικὴ προφέρει τριγάμοιο γυναικός,
ὅσσον ἐλαφροτέρη μόσχου νεβρός, ὅσσον ἀηδὼν
συμπάντων λιγύφωνος ἀοιδοτάτη πετεηνῶν,
τόσσον ἔμ᾽ εὔφρηνας σὺ φανεὶς, σκιερὴν δ᾽ ὑπὸ φηγὸν
ἠελίου φρύγοντος ὁδοιπόρος ἔδραμον ὥς τις.
εἴθ᾽ ὁμαλοὶ πνεύσειαν ἐπ᾽ ἀμφοτέροιϊν Ἔρωτες 10
νῶϊν, ἐπεσσομένοις δὲ γενοίμεθα πᾶσιν ἀοιδή·
«δίω δή τινε τώδε μετὰ προτέροισι γενέσθην
φῶθ᾽, ὃ μὲν εἴσπνηλος, φαίη χ᾽ Ὡμυκλαϊάζων,
τὸν δ᾽ ἕτερον πάλιν, ὥς κεν ὁ Θεσσαλός, εἴποι, ἀΐτην.
ἀλλήλους δ᾽ ἐφίλησαν ἴσῳ ζυγῷ. ἦρα τότ᾽ ἦσαν
χρύσειοι πάλιν ἄνδρες, ὅτ᾽ ἀντεφίλησ᾽ ὁ φιληθείς.»
εἰ γὰρ τοῦτο, πάτερ Κρονίδη, πέλοι, εἰ γάρ, ἀγήρῳ
ἀθάνατοι, γενεῇς δὲ διηκοσίῃσιν ἔπειτα
ἀγγείλειεν ἐμοί τις ἀνέξοδον εἰς Ἀχέροντα·
«ἡ σὴ νῦν φιλότης καὶ τοῦ χαρίεντος ἀΐτεω 20
πᾶσι διὰ στόματος, μετὰ δ᾽ ἠϊθέοισι μάλιστα.»
Ἀλλ᾽ ἤτοι τούτων μὲν ὑπέρτεροι Οὐρανίωνες·
ἕσσονθ᾽ ὡς ἐθέλουσιν· ἐγὼ δέ σε τὸν καλὸν αἰνέων
ψεύδεα ῥινὸς ὕπερθεν ἀραιῆς οὐκ ἀναφύσω.
ἢν γὰρ καί τι δάκῃς τὸ μὲν ἀβλαβὲς εὐθὺς ἔθηκας,
διπλάσιον δ᾽ ὤνησας, ἔχων δ᾽ ἐπίμετρον ἀπῆλθον.
Νισαῖοι Μεγαρῆες ἀριστεύοντες ἐρετμοῖς,
ὄλβιοι οἰκείοιτε, τὸν Ἀττικὸν ὡς περίαλλα
ξεῖνον ἐτιμήσασθε Διοκλέα τὸν φιλόπαιδα.
αἰεί οἱ περὶ τύμβον ἀολλέες εἴαρι πρώτῳ 30
κοῦροι ἑριδμαίνουσι φιλήματος ἄκρα φέρεσθαι.
ὃς δέ κε προσμάξῃ γλυκερώτερα χείλεσι χείλη,
βριθόμενος στεφάνοισιν ἑὴν ἐς μητέρ᾽ ἀπῆλθεν.
ὄλβιος, ὅστις παισὶ φιλήματα κεῖνα διαιτᾷ.
ἦ που τὸν χαροπὸν Γανυμήδεα πόλλ᾽ ἐπιβῶται
Λυδίῃ ἶσον ἔχειν πέτρῃ στόμα, χρυσὸν ὁποίῃ
πεύθονται μὴ φαῦλος ἐτήτυμον ἀργυραμοιβοί.