Έκδοσις ακριβής της ορθοδόξου πίστεως

Από Βικιθήκη
Πήδηση στην πλοήγηση Πήδηση στην αναζήτηση
Ἔκδοσις ἀκριβὴς τῆς ὀρθοδόξου πίστεως
Συγγραφέας: Ιωάννης Δαμασκηνός


Πίνακας περιεχομένων

Κεφάλαιον 1[Επεξεργασία]

Ὅτι ἀκατάληπτον τὸ θεῖον καὶ ὅτι οὐ δεῖ ζητεῖν καὶ περιεργάζεσθαι τὰ μὴ παραδεδομένα ἡμῖν ὑπὸ τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν. «Θεὸν οὐδεὶς ἑώρακε πώποτε. Ὁ μονογενὴς υἱὸς ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός, αὐτὸς ἐξηγήσατο». Ἄρρητον οὖν τὸ θεῖον καὶ ἀκατάληπτον. «Οὐδεὶς γὰρ ἐπιγινώσκει τὸν πατέρα εἰ μὴ ὁ υἱός, οὐδὲ τὸν υἱὸν εἰ μὴ ὁ πατήρ». Καὶ τὸ πνεῦμα δὲ τὸ ἅγιον οὕτως οἶδε τὰ τοῦ θεοῦ, ὡς τὸ πνεῦμα τοῦ ἀνθρώπου οἶδε τὰ ἐν αὐτῷ. Μετὰ δὲ τὴν πρώτην καὶ μακαρίαν φύσιν οὐδεὶς ἔγνω ποτὲ τὸν Θεόν, εἰ μὴ ᾧ αὐτὸς ἀπεκάλυψεν, οὐκ ἀνθρώπων μόνον ἀλλ᾿ οὐδὲ τῶν ὑπερκοσμίων δυνάμεων καὶ αὐτῶν, φημί, τῶν Χερουβὶμ καὶ Σεραφίμ.

Οὐκ ἀφῆκε μέντοι ἡμᾶς ὁ Θεὸς ἐν παντελεῖ ἀγνωσίᾳ· πᾶσι γὰρ ἡ γνῶσις τοῦ εἶναι Θεὸν ὑπ᾿ αὐτοῦ φυσικῶς ἐγκατέσπαρται. Καὶ αὐτὴ δὲ ἡ κτίσις καὶ ἡ ταύτης συνοχή τε καὶ κυβέρνησις, τὸ μεγαλεῖον τῆς θείας ἀνακηρύττει φύσεως. Καὶ διὰ νόμου μέν καὶ προφητῶν πρότερον, ἔπειτα δὲ καὶ διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, κατὰ τὸ ἐφικτὸν ἡμῖν τὴν ἑαυτοῦ ἐφανέρωσε γνῶσιν.

Πάντα τοίνυν τὰ παραδεδομένα ἡμῖν διά τε νόμου καὶ προφητῶν καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν δεχόμεθα καὶ γινώσκομεν καὶ σέβομεν οὐδὲν περαιτέρῳ τούτων ἐπιζητοῦντες· ἀγαθὸς γὰρ ὢν ὁ Θεὸς παντὸς ἀγαθοῦ παρεκτικός ἐστιν οὐ φθόνῳ οὐδὲ πάθει τινὶ ὑποκείμενος· «μακρὰν γὰρ τῆς θείας φύσεως φθόνος τῆς γε ἀπαθοῦς καὶ μόνης ἀγαθῆς». Ὡς οὖν πάντα εἰδὼς καὶ τὸ συμφέρον ἑκάστῳ προμηθούμενος, ὅπερ συνέφερεν ἡμῖν γνῶναι ἀπεκάλυψεν, ὅπερ δὲ οὐκ ἐδυνάμεθα φέρειν, ἀπεσιώπησε. Ταῦτα ἡμεῖς στέρξωμεν καὶ ἐν αὐτοῖς μείνωμεν μὴ μεταίροντες ὅρια αἰώνια, μηδὲ ὑπερβαίνοντες τὴν θείαν παράδοσιν.

Κεφάλαιον 2[Επεξεργασία]

Περὶ ῥητῶν καὶ ἀρρήτων καὶ γνωστῶν καὶ ἀγνώστων. Χρὴ οὖν τὸν περὶ Θεοῦ λέγειν ἢ ἀκούειν βουλόμενον σαφῶς εἰδέναι, ὡς οὐδὲ πάντα ἄρρητα οὐδὲ πάντα ῥητά, τά τε τῆς θεολογίας τά τε τῆς οἰκονομίας· οὔτε μὴν πάντα ἄγνωστα, οὔτε πάντα γνωστά· ἕτερον δέ ἐστι τὸ γνωστὸν καὶ ἕτερον τὸ ῥητόν, ὥσπερ ἄλλο τὸ λαλεῖν καὶ ἄλλο τὸ γινώσκειν. Πολλὰ τοίνυν τῶν περὶ Θεοῦ ἀμυδρῶς νοουμένων οὐ καιρίως ἐκφρασθῆναι δύναται, ἀλλὰ τὰ καθ᾿ ἡμᾶς ἀναγκαζόμεθα ἐπὶ τῶν ὑπὲρ ἡμᾶς λέγειν· ὥσπερ ἐπὶ Θεοῦ λέγομεν ὕπνον καὶ ὀργὴν καὶ ἀμέλειαν χεῖράς τε καὶ πόδας καὶ τὰ τοιαῦτα. Ὅτι μὲν οὖν ἐστι Θεὸς ἄναρχος, ἀτελεύτητος, αἰώνιός τε καὶ ἀΐδιος, ἄκτιστος, ἄτρεπτος, ἀναλλοίωτος, ἁπλοῦς, ἀσύνθετος, ἀσώματος, ἀόρατος, ἀναφής, ἀπερίγραπτος, ἄπειρος, ἀπερίληπτος, ἀκατάληπτος, ἀπερινόητος, ἀγαθός, δίκαιος, παντοδύναμος, πάντων κτισμάτων δημιουργός,παντοκράτωρ, παντεπόπτης, πάντων προνοητής, ἐξουσιαστής, κριτής, καὶ γινώσκομεν καὶ ὁμολογοῦμεν.

Καὶ ὅτι εἷς ἐστι Θεὸς, ἤγουν μία οὐσία, καὶ ὅτι ἐν τρισὶν ὑποστάσεσι γνωρίζεταί τε καὶ ἔστιν, Πατρί φημι καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ ὅτι ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον κατὰ πάντα ἕν εἰσι, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως· καὶ ὅτι ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Θεὸς διὰ σπλάγχνα ἐλέους αὐτοῦ, διὰ τὴν ἡμετέραν σωτηρίαν, εὐδοκίᾳ τοῦ Πατρὸς καὶ συνεργίᾳ τοῦ Ἁγίου Πνεύματος ἀσπόρως συλληφθεὶς ἀφθόρως ἐκ τῆς Ἁγίας Παρθένου καὶ Θεοτόκου Μαρίας γεγέννηται διὰ Πνεύματος Ἁγίου καὶ ἄνθρωπος τέλειος ἐξ αὐτῆς γέγονε· καὶ ὅτι ὁ αὐτὸς Θεὸς τέλειός ἐστιν ὁμοῦ καὶ ἄνθρωπος τέλειος, ἐκ δύο φύσεων,θεότητός τε καὶ ἀνθρωπότητος, καὶ ἐν δύο φύσεσι νοεραῖς θελητικαῖς τε καὶ ἐνεργητικαῖς καὶ αὐτεξουσίοις καὶ ἁπλῶς εἰπεῖν, τελείως ἐχούσαις κατὰ τὸν ἑκάστῃ πρέποντα ὅρον τε καὶ λόγον, θεότητί τε καὶ ἀνθρωπότητί φημι, μιᾷ δὲ συνθέτῳ ὑποστάσει· ὅτι τε ἐπείνησε καὶ ἐδίψησε καὶ ἐκοπίασε καὶ ἐσταυρώθη καὶ θανάτου καὶ ταφῆς πεῖραν ἐδέξατο καὶ ἀνέστη τριήμερος καὶ εἰς οὐρανοὺς ἀνεφοίτησεν, ὅθεν καὶ πρὸς ἡμᾶς παραγέγονε καὶ παραγενήσεται πάλιν εἰς ὕστερον, καὶ ἡ θεία Γραφὴ μάρτυς καὶ πᾶς ὁ τῶν ἁγίων χορός.

Τί δέ ἐστι Θεοῦ οὐσία ἢ πῶς ἐστιν ἐν πᾶσιν ἢ πῶς ἐκ Θεοῦ Θεὸς γεγέννηται ἢ ἐκπεπόρευται ἢ πῶς ἑαυτὸν κενώσας ὁ μονογενὴς Υἱὸς καὶ Θεὸς ἄνθρωπος γέγονεν ἐκ παρθενικῶν αἱμάτων ἑτέρῳ παρὰ τὴν φύσιν θεσμῷ πλαστουργηθεὶς ἢ πῶς ἀβρόχοις ποσὶ τοῖς ὕδασιν ἐπεπόρευτο, καὶ ἀγνοοῦμεν καὶ λέγειν οὐ δυνάμεθα. Οὐ δυνατὸν οὖν τι παρὰ τὰ θειωδῶς ὑπὸ τῶν θείων λογίων τῆς τε Παλαιᾶς καὶ Καινῆς Διαθήκης ἡμῖν ἐκπεφασμένα, ἤτοι εἰρημένα καὶ πεφανερωμένα, εἰπεῖν τι περὶ Θεοῦ ἢ ὅλως ἐννοῆσαι.

Κεφάλαιον 3[Επεξεργασία]

Ἀπόδειξις, ὅτι ἔστι Θεός. Ὅτι μὲν οὖν ἔστι Θεός, τοῖς μὲν τὰς Ἁγίας Γραφὰς δεχομένοις, τήν τε Παλαιὰν καὶ Καινὴν Διαθήκην φημί, οὐκ ἀμφιβάλλεται, οὔτε δὲ τοῖς τῶν Ἑλλήνων πλείστοις· ὡς γὰρ ἔφημεν, ἡ γνῶσις τοῦ εἶναι Θεὸν φυσικῶς ἡμῖν ἐγκατέσπαρται. Ἐπειδὴ δὲ τοσοῦτον ἴσχυσεν ἡ τοῦ πονηροῦ κακία κατά τῆς τῶν ἀνθρώπων φύσεως, ὥστε καί τινας εἰς τὸ ἀλογώτατον καὶ πάντων κακῶν κάκιστον καταγαγεῖν τῆς ἀπωλείας βάραθρον, τὸ λέγειν μὴ εἶναι Θεόν, ὧν τὴν ἀφροσύνην ἐμφαίνων ὁ ἱεροφάντης ἔφη Δαυίδ· «Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἔστιν Θεός», οἱ μὲν οὖν τοῦ Κυρίου μαθηταὶ καὶ ἀπόστολοι τῷ Παναγίῳ σοφισθέντες Πνεύματι καὶ τῇ αὐτοῦ δυνάμει καὶ χάριτι τὰς θεοσημίας ἐργαζόμενοι τῇ τῶν θαυμάτων σαγήνῃ πρὸς τὸ φῶς τῆς θεογνωσίας ἐκ τοῦ βυθοῦ τῆς ἀγνωσίας αὐτοὺς ζωγροῦντες ἀνῆγον.

Ὁμοίως καὶ οἱ τούτων τῆς χάριτος καὶ τῆς ἀξίας διάδοχοι, ποιμένες τε καὶ διδάσκαλοι, τὴν φωτιστικὴν τοῦ Πνεύματος χάριν δεξάμενοι τῇ τε τῶν θαυμάτων δυνάμει τῷ τε λόγῳ τῆς χάριτος τοὺς ἐσκοτισμένους ἐφώτιζον καὶ τοὺς πεπλανημένους ἐπέστρεφον. Ἡμεῖς δὲ οἱ μηδὲ τὸ τῶν θαυμάτων μηδὲ τὸ τῆς διδασκαλίας δεξάμενοι χάρισμα (ἀναξίους γὰρ ἑαυτοὺς τῇ πρὸς τὰς ἡδονὰς προσπαθείᾳ πεποιήκαμεν) φέρε ὀλίγα τῶν παραδεδομένων ἡμῖν ὑπὸ τῶν ὑποφητῶν τῆς χάριτος περὶ τούτου διαλεξώμεθα τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ἐπικαλεσάμενοι.

Πάντα τὰ ὄντα ἢ κτιστά ἐστιν ἢ ἄκτιστα. Εἰ μὲν οὖν κτιστά, πάντως καὶ τρεπτά· ὧν γὰρ τὸ εἶναι ἀπὸ τροπῆς ἤρξατο, ταῦτα τῇ τροπῇ ὑποκείσεται πάντως ἢ φθειρόμενα ἢ κατὰ προαίρεσιν ἀλλοιούμενα. Εἰ δὲ ἄκτιστα, κατὰ τὸν τῆς ἀκολουθίας λόγον, πάντως καὶ ἄτρεπτα· ὧν γὰρ τὸ εἶναι ἐναντίον, τούτων καὶ ὁ τοῦ πῶς εἶναι λόγος ἐναντίος, ἤγουν αἱ ἰδιότητες. Τίς οὖν οὐ συνθήσεται πάντα τὰ ὄντα, ὅσα ὑπὸ τὴν ἡμετέραν αἴσθησιν, ἀλλὰ μὴν καὶ ἀγγέλους τρέπεσθαι καὶ ἀλλοιοῦσθαι καὶ πολυτρόπως κινεῖσθαι καὶ μεταβάλλεσθαι; Τὰ μὲν νοητά, ἀγγέλους φημὶ καὶ ψυχὰς καὶ δαίμονας, κατὰ προαίρεσιν τήν τε ἐν τῷ καλῷ προκοπὴν καὶ τὴν ἐκ τοῦ καλοῦ ἀποφοίτησιν, ἐπιτεινομένην τε καὶ ὑφιεμένην, τὰ δὲ λοιπὰ κατά τε γένεσιν καὶ φθορὰν αὔξησίν τε καὶ μείωσιν καὶ τὴν κατὰ ποιότητα μεταβολὴν καὶ τὴν τοπικὴν κίνησιν. Τρεπτὰ τοίνυν ὄντα πάντως καὶ κτιστά. Κτιστὰ δὲ ὄντα πάντως ὑπό τινος ἐδημιουργήθησαν. Δεῖ δὲ τὸν δημιουργὸν ἄκτιστον εἶναι· εἰ γὰρ κἀκεῖνος ἐκτίσθη, πάντως ὑπό τινος ἐκτίσθη, ἕως ἂν ἔλθωμεν εἴς τι ἄκτιστον. Ἄκτιστος οὖν ὢν ὁ δημιουργὸς πάντως καὶ ἄτρεπτός ἐστι. Τοῦτο δὲ τί ἂν ἄλλο εἴη ἢ Θεός;

Καὶ αὐτὴ δὲ ἡ τῆς κτίσεως συνοχὴ καὶ συντήρησις καὶ κυβέρνησις διδάσκει ἡμᾶς, ὅτι ἔστι Θεὸς ὁ τόδε τὸ πᾶν συστησάμενος καὶ συνέχων καὶ συντηρῶν καὶ ἀεὶ προνοούμενος· πῶς γὰρ ἂν αἱ ἐναντίαι φύσεις, πυρὸς λέγω καὶ ὕδατος, ἀέρος καὶ γῆς, εἰς ἑνὸς κόσμου συμπλήρωσιν ἀλλήλοις συνεληλύθασι καὶ ἀδιάλυτοι μένουσιν, εἰ μή τις παντοδύναμος δύναμις ταῦτα καὶ συνεβίβασε καὶ ἀεὶ τηρεῖ ἀδιάλυτα;

Τί τὸ τάξαν τὰ οὐράνια καὶ ἐπίγεια, ὅσα τε δι᾿ ἀέρος καὶ ὅσα καθ᾿ ὕδατος, μᾶλλον δὲ τὰ πρὸ τούτων, οὐρανὸν καὶ γῆν καὶ ἀέρα καὶ φύσιν πυρός τε καὶ ὕδατος; Τίς ταῦτα ἔμιξε καὶ ἐμέρισε; Τί τὸ ταῦτα κινῆσαν καὶ ἄγον τὴν ἄληκτον φορὰν καὶ ἀκώλυτον; Ἆρ᾿ οὐχ ὁ τεχνίτης τούτων καὶ λόγον ἐνθεὶς πᾶσι, καθ᾿ ὃν τὸ πᾶν φέρεταί τε καὶ διεξάγεται; Τίς δὲ ὁ τεχνίτης τούτων; Ἆρ᾿ οὐχ ὁ πεποιηκὼς ταῦτα καὶ εἰς τὸ εἶναι παραγαγών; Οὐ γὰρ τῷ αὐτομάτῳ δώσομεν τοιαύτην δύναμιν. Ἔστω γὰρ τὸ γενέσθαι τοῦ αὐτομάτου· τίνος τὸ τάξαι; Καὶ τοῦτο, εἰ δοκεῖ, δῶμεν· τίνος τὸ τηρῆσαι καὶ φυλάξαι καθ᾿ οὓς πρῶτον ὑπέστη λόγους; Ἑτέρου δηλαδὴ παρὰ τὸ αὐτόματον. Τοῦτο δὲ τί ἄλλο ἐστὶν εἰ μὴ Θεός;

Κεφάλαιον 4[Επεξεργασία]

Περὶ τοῦ τί ἐστι Θεός; ὅτι ἀκατάληπτον Ὅτι μὲν οὖν ἔστι Θεός, δῆλον. Τί δέ ἐστι κατ᾿ οὐσίαν καὶ φύσιν, ἀκατάληπτον τοῦτο παντελῶς καὶ ἄγνωστον. Ὅτι μὲν γὰρ ἀσώματον, δῆλον. Πῶς γὰρ σῶμα τὸ ἄπειρον καὶ ἀόριστον καὶ ἀσχημάτιστον καὶ ἀναφὲς καὶ ἀόρατον καὶ ἁπλοῦν καὶ ἀσύνθετον; Πῶς γὰρ ἄτρεπτον, εἰ περιγραπτὸν καὶ παθητόν; Καὶ πῶς ἀπαθὲς τὸ ἐκ στοιχείων συγκείμενον καὶ εἰς αὐτὰ πάλιν ἀναλυόμενον; Σύνθεσις γὰρ ἀρχὴ μάχης, μάχη δὲ διαστάσεως, διάστασις δὲ λύσεως· λύσις δὲ ἀλλότριον Θεοῦ παντελῶς.

Πῶς δὲ καὶ σταθήσεται τὸ «διὰ πάντων ἥκειν καὶ πληροῦν τὰ πάντα Θεόν», ὥς φησιν ἡ Γραφή· «Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος»; Ἀδύνατον γὰρ σῶμα διὰ σωμάτων διήκειν μὴ τέμνον καὶ τεμνόμενον καὶ πλεκόμενον καὶ ἀντιπαρατιθέμενον, ὥσπερ ὅσα τῶν ὑγρῶν μίγνυται καὶ συγκιρνᾶται.

Εἰ δὲ καί τινές φασιν ἄυλον σῶμα, ὡς τὸ παρὰ τοῖς τῶν Ἑλλήνων σοφοῖς πέμπτον σῶμα λεγόμενον, ὅπερ ἀδύνατον, κινούμενον ἔσται πάντως, ὥσπερ ὁ οὐρανός· τοῦτον γὰρ πέμπτον σῶμά φασι. Τίς οὖν ὁ τοῦτον κινῶν; Πᾶν γὰρ κινούμενον ὑφ᾿ ἑτέρου κινεῖται. Κἀκεῖνον τίς; Καὶ τοῦτο ἐπ᾿ ἄπειρον, ἕως ἂν καταντήσωμεν εἴς τι ἀκίνητον· τὸ γὰρ πρῶτον κινοῦν ἀκίνητον, ὅπερ ἐστὶ τὸ θεῖον. Πῶς δὲ οὐκ ἐν τόπῳ περιγραπτὸν τὸ κινούμενον; Μόνον οὖν τὸ θεῖον ἀκίνητον, δι᾿ ἀκινησίας τὰ πάντα κινοῦν. Ἀσώματον τοίνυν ὑποληπτέον τὸ θεῖον.

Ἀλλ᾿ οὐδὲ τοῦτο τῆς οὐσίας παραστατικόν ἐστιν ὥσπερ οὐδὲ τὸ ἀγέννητον καὶ τὸ ἄναρχον καὶ τὸ ἀναλλοίωτον καὶ τὸ ἄφθαρτον καὶ ὅσα περὶ Θεοῦ ἢ περὶ Θεὸν εἶναι λέγεται· ταῦτα γὰρ οὐ τὸ τί ἐστι σημαίνει, ἀλλὰ τί οὐκ ἔστι. Χρὴ δὲ τὸν βουλόμενον τήν τινος οὐσίαν εἰπεῖν, τί ἐστι, φράσαι, οὐ τό τί οὐκ ἔστι· ὅμως ἐπὶ Θεοῦ, τί ἐστιν, εἰπεῖν ἀδύνατον κατ᾿ οὐσίαν. Οἰκειότερον δὲ μᾶλλον ἐκ τῆς πάντων ἀφαιρέσεως ποιεῖσθαι τὸν λόγον· οὐδὲν γὰρ τῶν ὄντων ἐστὶν οὐχ ὡς μὴ ὤν, ἀλλ᾿ ὡς ὑπὲρ πάντα τὰ ὄντα καὶ ὑπὲρ αὐτό τὸ εἶναι ὤν. Εἰ γὰρ τῶν ὄντων αἱ γνώσεις, τὸ ὑπὲρ γνῶσιν πάντως καὶ ὑπὲρ οὐσίαν ἔσται, καὶ τὸ ἀνάπαλιν τὸ ὑπὲρ οὐσίαν καὶ ὑπὲρ γνῶσιν ἔσται.

Ἄπειρον οὖν τὸ θεῖον καὶ ἀκατάληπτον, καὶ τοῦτο μόνον αὐτοῦ καταληπτόν, ἡ ἀπειρία καὶ ἡ ἀκαταληψία. Ὅσα δὲ λέγομεν ἐπὶ Θεοῦ καταφατικῶς, οὐ τὴν φύσιν ἀλλὰ τὰ περὶ τὴν φύσιν δηλοῖ. Κἂν ἀγαθόν, κἂν δίκαιον, κἂν σοφόν, κἂν ὅ τι ἂν εἴπῃς, οὐ φύσιν λέγεις Θεοῦ, ἀλλὰ τὰ περὶ τὴν φύσιν. Εἰσὶ δὲ καί τινα καταφατικῶς ἐπὶ Θεοῦ λεγόμενα δύναμιν ὑπεροχικῆς ἀποφάσεως ἔχοντα, οἷον σκότος λέγοντες ἐπὶ Θεοῦ οὐ σκότος νοοῦμεν, ἀλλ᾿ ὅτι οὐκ ἔστι φῶς ἀλλ᾿ ὑπὲρ τὸ φῶς· καί φῶς ὅτι οὐκ ἔστι σκότος.

Κεφάλαιον 5[Επεξεργασία]

Ἀπόδειξις, ὅτι εἷς ἐστι θεὸς καὶ οὐ πολλοί. Ὅτι μέν ἐστι Θεός, ἱκανῶς ἀποδέδεικται, καὶ ὅτι ἀκατάληπτός ἐστιν ἡ αὐτοῦ οὐσία. Ὅτι δὲ εἷς ἐστι καὶ οὐ πολλοί, τοῖς μὲν τῇ θείᾳ πειθομένοις Γραφῇ οὐκ ἀμφιβάλλεται. Φησὶ γὰρ ὁ Κύριος ἐν τῇ τῆς νομοθεσίας ἀρχῇ· «Ἐγὼ Κύριος ὁ Θεός σου ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου. Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ», καὶ πάλιν· «Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι». Καὶ διὰ Ἡσαΐου τοῦ προφήτου· «Ἐγὼ γάρ, φησί, Θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ πλὴν ἐμοῦ οὐκ ἔστι Θεός. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται καὶ πλὴν ἐμοῦ οὐκ ἔστι». Καὶ ὁ Κύριος δὲ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις οὕτω φησὶ πρὸς τὸν Πατέρα· «Αὕτη ἐστὶν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν».

Τοῖς δὲ τῇ θείᾳ Γραφῇ μὴ πειθομένοις οὕτω διαλεξόμεθα. Τὸ θεῖον τέλειόν ἐστι καὶ ἀνελλιπὲς κατά τε ἀγαθότητα κατά τε σοφίαν κατά τε δύναμιν, ἄναρχον, ἀτελεύτητον, ἀΐδιον, ἀπερίγραπτον καὶ ἁπλῶς εἰπεῖν κατὰ πάντα τέλειον. Εἰ οὖν πολλοὺς ἐροῦμεν θεούς, ἀνάγκη διαφορὰν ἐν τοῖς πολλοῖς θεωρεῖσθαι. Εἰ γὰρ οὐδεμία διαφορὰ ἐν αὐτοῖς, εἷς μᾶλλόν ἐστι καὶ οὐ πολλοί. Εἰ δὲ διαφορὰ ἐν αὐτοῖς, ποῦ ἡ τελειότης; Εἴτε γὰρ κατὰ ἀγαθότητα, εἴτε κατὰ δύναμιν, εἴτε κατὰ σοφίαν, εἴτε κατὰ χρόνον, εἴτε κατὰ τόπον ὑστερήσει τοῦ τελείου, οὐκ ἂν εἴη Θεός.

Ἡ δὲ διὰ πάντων ταυτότης ἕνα μᾶλλον δείκνυσι καὶ οὐ πολλούς. Πῶς δὲ καὶ πολλοῖς οὖσι τὸ ἀπερίγραπτον φυλαχθήσεται; Ἔνθα γὰρ ἂν εἴη ὁ εἷς, οὐκ ἂν εἴη ὁ ἕτερος. Πῶς δὲ ὑπὸ πολλῶν κυβερνηθήσεται ὁ κόσμος καὶ οὐ διαλυθήσεται καὶ διαφθαρήσεται μάχης ἐν τοῖς κυβερνῶσι θεωρουμένης; Ἡ γὰρ διαφορὰ ἐναντίωσιν εἰσάγει. Εἰ δὲ εἴποι τις, ὅτι ἕκαστος μέρους ἄρχει, τί τὸ τάξαν καὶ τὴν διανομὴν αὐτοῖς ποιησάμενον; Ἐκεῖνο γὰρ ἂν εἴη μᾶλλον Θεός. Εἷς τοίνυν ἐστὶ Θεός, τέλειος, ἀπερίγραπτος, τοῦ παντὸς ποιητὴς συνοχεύς τε καὶ κυβερνήτης, ὑπερτελὴς καὶ προτέλειος.

Πρὸς δὲ καὶ φυσικὴ ἀνάγκη μονάδα εἶναι δυάδος ἀρχήν.

Κεφάλαιον 6[Επεξεργασία]

Περὶ Λόγου Θεοῦ.

Οὗτος τοίνυν ὁ εἷς καὶ μόνος Θεὸς οὐκ ἄλογός ἐστι. Λόγον δὲ ἔχων οὐκ ἀνυπόστατον ἕξει, οὐκ ἀρξάμενον τοῦ εἶναι οὐδὲ παυσόμενον· οὐ γὰρ ἦν, ὅτε ἦν ποτε ὁ Θεὸς Λόγος. Ἀεὶ δὲ ἔχει τὸν ἑαυτοῦ Λόγον ἐξ αὐτοῦ γεννώμενον, οὐ κατὰ τὸν ἡμέτερον λόγον ἀνυπόστατον καὶ εἰς ἀέρα χεόμενον, ἀλλ᾿ ἐνυπόστατον, ζῶντα, τέλειον, οὐκ ἔξω αὐτοῦ χωροῦντα, ἀλλ᾿ ἐν αὐτῷ ἀεὶ ὄντα· ποῦ γὰρ ἔσται ἔξω αὐτοῦ γινόμενος; Ἐπειδὴ γὰρ ἡ ἡμετέρα φύσις ἐπίκηρός ἐστι καὶ εὐδιάλυτος, διὰ τοῦτο καὶ ὁ λόγος ἡμῶν ἐστιν ἀνυπόστατος. Ὁ δὲ Θεὸς ἀεὶ ὢν καὶ τέλειος ὢν τέλειον καὶ ἐνυπόστατον ἕξει τὸν ἑαυτοῦ Λόγον καὶ ἀεὶ ὄντα καὶ ζῶντα καὶ πάντα ἔχοντα, ὅσα ὁ γεννήτωρ ἔχει. Ὥσπερ γὰρ ὁ ἡμέτερος λόγος ἐκ τοῦ νοῦ προερχόμενος οὔτε δι᾿ ὅλου ὁ αὐτός ἐστι τῷ νῷ οὔτε παντάπασιν ἕτερος —ἐκ τοῦ νοῦ μὲν γὰρ ὢν ἄλλος ἐστὶ παρ᾿ αὐτόν, αὐτὸν δὲ τὸν νοῦν εἰς τὸ ἐμφανὲς ἄγων οὐκέτι παντάπασιν ἕτερός ἐστι παρὰ τὸν νοῦν, ἀλλὰ κατὰ τὴν φύσιν ἓν ὢν ἕτερόν ἐστι τῷ ὑποκειμένῳ— οὕτω καὶ ὁ τοῦ Θεοῦ Λόγος, τῷ μὲν ὑφεστάναι καθ᾿ ἑαυτὸν διῄρηται πρὸς ἐκεῖνον, παρ᾿ οὗ τὴν ὑπόστασιν ἔχει, τῷ δὲ ταῦτα δεικνύειν ἐν ἑαυτῷ, ἃ περὶ τὸν Θεὸν καθορᾶται, ὁ αὐτός ἐστι κατὰ τὴν φύσιν ἐκείνῳ· ὥσπερ γὰρ τὸ ἐν ἅπασι τέλειον ἐπὶ τοῦ Πατρὸς θεωρεῖται, οὕτως καὶ ἐπὶ τοῦ ἐξ αὐτοῦ γεγεννημένου Λόγου θεωρηθήσεται.

Κεφάλαιον 7[Επεξεργασία]

Περὶ τοῦ Ἁγίου Πνεύματος συλλογιστική ἀπόδειξις.

Δεῖ δὲ τὸν Λόγον καὶ Πνεῦμα ἔχειν· καὶ γὰρ καὶ ὁ ἡμέτερος λόγος οὐκ ἄμοιρός ἐστι τοῦ πνεύματος. Ἀλλ᾿ ἐφ᾿ ἡμῶν μὲν τὸ πνεῦμα ἀλλότριον τῆς ἡμετέρας ἐστὶν οὐσίας· τοῦ ἀέρος γάρ ἐστιν ὁλκὴ καὶ φορὰ εἰσελκομένου καὶ προχεομένου πρὸς τὴν τοῦ σώματος σύστασιν, ὅπερ ἐν τῷ καιρῷ τῆς ἐκφωνήσεως φωνὴ τοῦ λόγου γίνεται τὴν τοῦ λόγου δύναμιν ἐν ἑαυτῇ φανεροῦσα. Ἐπὶ δὲ τῆς θείας φύσεως τῆς ἁπλῆς καὶ ἀσυνθέτου τὸ μὲν εἶναι Πνεῦμα Θεοῦ εὐσεβῶς ὁμολογητέον διὰ τὸ μὴ εἶναι τὸν τοῦ Θεοῦ Λόγον ἐλλιπέστερον τοῦ ἡμετέρου λόγου, οὐκ ἔστι δὲ εὐσεβὲς ἀλλότριόν τι ἔξωθεν ἐπεισερχόμενον τῷ Θεῷ τὸ Πνεῦμα λογίζεσθαι ὡς καὶ ἐφ᾿ ἡμῶν τῶν συνθέτων.

Ἀλλ᾿ ὥσπερ Θεοῦ Λόγον ἀκούσαντες οὐκ ἀνυπόστατον οὐδὲ ἐκ μαθήσεως προσγινόμενον οὐδὲ διὰ φωνῆς προφερόμενον οὐδὲ εἰς ἀέρα χεόμενον καὶ λυόμενον ᾠήθημεν, ἀλλ᾿ οὐσιωδῶς ὑφεστῶτα προαιρετικόν τε καὶ ἐνεργὸν καὶ παντοδύναμον, οὕτω καὶ Πνεῦμα μεμαθηκότες Θεοῦ τὸ συμπαρομαρτοῦν τῷ Λόγῳ καὶ φανεροῦν αὐτοῦ τὴν ἐνέργειαν οὐ πνοὴν ἀνυπόστατον ἐννοοῦμεν —οὕτω γὰρ ἂν καθαιρεῖται πρὸς ταπεινότητα τὸ μεγαλεῖον τῆς θείας φύσεως, εἰ καθ᾿ ὁμοιότητα τοῦ ἡμετέρου πνεύματος καὶ τὸ ἐν αὐτῷ Πνεῦμα ὑπονοοῖτο— ἀλλὰ δύναμιν οὐσιώδη, αὐτὴν ἐφ᾿ ἑαυτῆς ἐν ἰδιαζούσῃ ὑποστάσει θεωρουμένην, ἐκ τοῦ Πατρὸς προερχομένην καὶ ἐν τῷ Λόγῳ ἀναπαυομένην καὶ αὐτοῦ οὖσαν ἐκφαντικήν, οὔτε χωρισθῆναι τοῦ Θεοῦ, ἐν ᾧ ἐστι, καὶ τοῦ Λόγου, ᾧ συμπαρομαρτεῖ, δυναμένην οὔτε πρὸς τὸ ἀνύπαρκτον ἀναχεομένην, ἀλλὰ καθ᾿ ὁμοιότητα τοῦ Λόγου καθ᾿ ὑπόστασιν οὖσαν, ζῶσαν, προαιρετικήν, αὐτοκίνητον, ἐνεργόν, πάντοτε τὸ ἀγαθὸν θέλουσαν καὶ πρὸς πᾶσαν πρόθεσιν σύνδρομον ἔχουσαν τῇ βουλήσει τὴν δύναμιν, μήτε ἀρχὴν ἔχουσαν μήτε τέλος.

Οὔτε γὰρ ἐνέλειψέ ποτε τῷ Πατρὶ Λόγος οὔτε τῷ Λόγῳ Πνεῦμα.

Οὕτως διὰ μὲν τῆς κατὰ φύσιν ἑνότητος ἡ πολύθεος τῶν Ἑλλήνων ἐξαφανίζεται πλάνη, διὰ δὲ τῆς τοῦ Λόγου παραδοχῆς καὶ τοῦ Πνεύματος τῶν Ἰουδαίων καθαιρεῖται τὸ δόγμα, ἑκατέρας τε αἱρέσεως παραμένει τὸ χρήσιμον, ἐκ μὲν τῆς Ἰουδαϊκῆς ὑπολήψεως ἡ τῆς φύσεως ἑνότης, ἐκ δὲ τοῦ Ἑλληνισμοῦ ἡ κατὰ τὰς ὑποστάσεις διάκρισις μόνη.

Εἰ δὲ ἀντιλέγοι ὁ Ἰουδαῖος πρὸς τὴν τοῦ Λόγου παραδοχὴν καὶ τοῦ Πνεύματος, ὑπὸ τῆς θείας Γραφῆς ἐλεγχέσθω τε καὶ ἐπιστομιζέσθω.

Περὶ μὲν γὰρ τοῦ Λόγου φησὶν ὁ Δαυίδ· «Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ», καὶ πάλιν· «Ἀπέστειλε τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς». Λόγος δὲ προφορικὸς οὐκ ἀποστέλλεται οὐδὲ εἰς τὸν αἰῶνα διαμένει. Περὶ δὲ τοῦ Πνεύματος ὁ αὐτὸς Δαυίδ· «Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται», καὶ πάλιν· «Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν», καὶ ὁ Ἰώβ· «Πνεῦμα θεῖον τὸ ποιῆσάν με, πνοὴ δὲ παντοκράτορος ἡ συνέχουσά με.» Πνεῦμα δὲ ἀποστελλόμενον καὶ ποιοῦν καὶ στερεοῦν καὶ συνέχον οὐκ ἄσθμα ἐστὶ λυόμενον, ὥσπερ οὐδὲ σωματικὸν μέλος τὸ τοῦ Θεοῦ στόμα· ἀμφότερα γὰρ θεοπρεπῶς νοητέον.

Κεφάλαιον 8[Επεξεργασία]

Περὶ τῆς Ἁγίας Τριάδος

Πιστεύομεν τοιγαροῦν εἰς ἕνα Θεόν, μίαν ἀρχὴν ἄναρχον, ἄκτιστον, ἀγέννητον ἀνόλεθρόν τε καὶ ἀθάνατον, αἰώνιον, ἄπειρον, ἀπερίγραπτον, ἀπεριόριστον, ἀπειροδύναμον, ἁπλῆν, ἀσύνθετον, ἀσώματον, ἄρρευστον, ἀπαθῆ, ἄτρεπτον, ἀναλλοίωτον, ἀόρατον, πηγὴν ἀγαθότητος καὶ δικαιοσύνης, φῶς νοερόν, ἀπρόσιτον, δύναμιν οὐδενὶ μέτρῳ γνωριζομένην, μόνῳ δὲ τῷ οἰκείῳ βουλήματι μετρουμένην —πάντα γάρ, ὅσα θέλει, δύναται— πάντων κτισμάτων ὁρατῶν τε καὶ ἀοράτων ποιητικήν, πάντων συνεκτικὴν καὶ συντηρητικήν, πάντων προνοητικήν, πάντων κρατοῦσαν καὶ ἄρχουσαν καὶ βασιλεύουσαν ἀτελευτήτῳ καὶ ἀθανάτῳ βασιλείᾳ, μηδὲν ἐναντίον ἔχουσαν, πάντα πληροῦσαν, ὑπ᾿ οὐδενὸς περιεχομένην, αὐτὴν δὲ μᾶλλον περιέχουσαν τὰ σύμπαντα καὶ συνέχουσαν καὶ προέχουσαν· ἀχράντως ταῖς ὅλαις οὐσίαις ἐπιβατεύουσαν καὶ πάντων ἐπέκεινα καὶ πάσης οὐσίας ἐξῃρημένην ὡς ὑπερούσιον καὶ ὑπὲρ τὰ ὄντα οὖσαν, ὑπέρθεον, ὑπεράγαθον, ὑπερπλήρη, τὰς ὅλας ἀρχὰς καὶ τάξεις ἀφορίζουσαν καὶ πάσης ἀρχῆς καὶ τάξεως ὑπεριδρυμένην ὑπὲρ οὐσίαν καὶ ζωὴν καὶ λόγον καὶ ἔννοιαν, αὐτοφῶς, αὐτοαγαθότητα, αὐτοζωήν, αὐτοουσίαν ὡς μὴ παρ᾿ ἑτέρου τὸ εἶναι ἔχουσαν ἤ τι τῶν ὅσα ἐστίν, αὐτὴν δὲ πηγὴν οὖσαν τοῦ εἶναι τοῖς οὖσι, τοῖς ζῶσι τῆς ζωῆς, τοῖς λόγου μετέχουσι τοῦ λόγου, τοῖς πᾶσι πάντων ἀγαθῶν αἰτίαν· πάντα εἰδυῖαν πρὶν γενέσεως αὐτῶν· μίαν οὐσίαν, μίαν θεότητα, μίαν δύναμιν, μίαν θέλησιν, μίαν ἐνέργειαν, μίαν ἀρχήν, μίαν ἐξουσίαν, μίαν κυριότητα, μίαν βασιλείαν, ἐν τρισὶ τελείαις ὑποστάσεσι γνωριζομένην τε καὶ προσκυνουμένην μιᾷ προσκυνήσει πιστευομένην τε καὶ λατρευομένην ὑπὸ πάσης λογικῆς κτίσεως ἀσυγχύτως ἡνωμέναις καὶ ἀδιαστάτως διαιρουμέναις· ὃ καὶ παράδοξον· εἰς Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα, εἰς ἃ καὶ βεβαπτίσμεθα· οὕτω γὰρ ὁ Κύριος τοῖς ἀποστόλοις βαπτίζειν ἐνετείλατο· «Βαπτίζοντες αὐτούς», φάσκων, «εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος».

Εἰς ἕνα Πατέρα, τὴν πάντων ἀρχὴν καὶ αἰτίαν, οὐκ ἔκ τινος γεννηθέντα, ἀναίτιον δὲ καὶ ἀγέννητον μόνον ὑπάρχοντα, πάντων μὲν ποιητήν, ἑνὸς δὲ μόνου Πατέρα φύσει τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ, Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ προβολέα τοῦ Παναγίου Πνεύματος. Καὶ εἰς ἕνα Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο.

«Πρὸ πάντων τῶν αἰώνων» λέγοντες δείκνυμεν, ὅτι ἄχρονος καὶ ἄναρχος αὐτοῦ ἡ γέννησις· οὐ γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη ὁ Υἱὸς τοῦ Θεοῦ, τὸ ἀπαύγασμα τῆς δόξης, ὁ χαρακτὴρ τῆς τοῦ Πατρὸς ὑποστάσεως, ἡ ζῶσα σοφία καὶ δύναμις, ὁ λόγος ὁ ἐνυπόστατος, ἡ οὐσιώδης καὶ τελεία καὶ ζῶσα εἰκὼν τοῦ ἀοράτου Θεοῦ, ἀλλ᾿ ἀεὶ ἦν σὺν τῷ Πατρὶ καὶ ἐν αὐτῷ ἀιδίως καὶ ἀνάρχως ἐξ αὐτοῦ γεγεννημένος· οὐ γὰρ ἦν ποτε ὁ Πατήρ, ὅτε οὐκ ἦν ὁ Υἱός, ἀλλ᾿ ἅμα Πατήρ, ἅμα Υἱὸς ἐξ αὐτοῦ γεγεννημένος· Πατὴρ γὰρ ἐκτὸς Υἱοῦ οὐκ ἂν κληθείη. Εἰ δὲ ἦν μὴ ἔχων Υἱόν, οὐκ ἦν Πατήρ, καὶ εἰ μετὰ ταῦτα ἔσχεν Υἱόν, μετὰ ταῦτα ἐγένετο Πατὴρ μὴ ὢν πρὸ τούτου Πατὴρ καὶ ἐτράπη ἐκ τοῦ μὴ εἶναι Πατὴρ εἰς τὸ γενέσθαι Πατήρ, ὅπερ πάσης βλασφημίας ἐστὶ χαλεπώτερον. Ἀδύνατον γὰρ τὸν Θεὸν εἰπεῖν ἔρημον τῆς φυσικῆς γονιμότητος· ἡ δὲ γονιμότης τὸ ἐξ αὐτοῦ ἤγουν ἐκ τῆς ἰδίας οὐσίας ὅμοιον κατὰ φύσιν γεννᾶν.

Ἐπὶ μὲν οὖν τῆς τοῦ Υἱοῦ γεννήσεως ἀσεβὲς λέγειν χρόνον μεσιτεῦσαι ἢ μετὰ τὸν Πατέρα τὴν τοῦ Υἱοῦ γενέσθαι ὕπαρξιν. Ἐξ αὐτοῦ γὰρ, ἤγουν τῆς τοῦ Πατρὸς φύσεώς φαμεν τὴν τοῦ Υἱοῦ γέννησιν. Καὶ εἰ μὴ ἐξ ἀρχῆς δῶμεν τὸν Υἱὸν συνυπάρχειν τῷ Πατρὶ ἐξ αὐτοῦ γεγεννημένον, τροπὴν τῆς τοῦ Πατρὸς ὑποστάσεως παρεισάγομεν· ὅτι μὴ ὢν Πατὴρ ὕστερον ἐγένετο Πατήρ· ἡ γὰρ κτίσις, εἰ καὶ μετὰ ταῦτα γέγονεν, ἀλλ᾿ οὐκ ἐκ τῆς τοῦ Θεοῦ οὐσίας, ἐκ δὲ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι βουλήσει καὶ δυνάμει αὐτοῦ παρήχθη, καὶ οὐχ ἅπτεται τροπὴ τῆς τοῦ Θεοῦ φύσεως. Γέννησις μὲν γάρ ἐστι τὸ ἐκ τῆς οὐσίας τοῦ γεννῶντος προάγεσθαι τὸ γεννώμενον ὅμοιον κατ᾿ οὐσίαν, κτίσις δὲ καὶ ποίησις τὸ ἔξωθεν καὶ οὐκ ἐκ τῆς οὐσίας τοῦ κτίζοντος καὶ ποιοῦντος γίνεσθαι τὸ κτιζόμενον καὶ ποιούμενον ἀνόμοιον παντελῶς. Ἐπὶ μὲν οὖν τοῦ μόνου ἀπαθοῦς καὶ ἀναλλοιώτου καὶ ἀτρέπτου καὶ ἀεὶ ὡσαύτως ἔχοντος Θεοῦ καὶ τὸ γεννᾶν καὶ τὸ κτίζειν ἀπαθές· φύσει γὰρ ὢν ἀπαθὴς καὶ ἄρρευστος ὡς ἁπλοῦς καὶ ἀσύνθετος, οὐ πέφυκεν ὑπομένειν πάθος ἢ ῥεῦσιν οὔτε ἐν τῷ γεννᾶν οὔτε ἐν τῷ κτίζειν οὐδέ τινος συνεργίας δεῖται, ἀλλ᾿ ἡ μὲν γέννησις ἄναρχος καὶ ἀΐδιος φύσεως ἔργον οὖσα καὶ ἐκ τῆς οὐσίας αὐτοῦ προάγουσα, ἵνα τροπὴν ὁ γεννῶν μὴ ὑπομείνῃ καὶ ἵνα μὴ Θεὸς πρῶτος καὶ Θεὸς ὕστερος εἴη καὶ προσθήκην δέξηται. Ἡ δὲ κτίσις ἐπὶ Θεοῦ θελήσεως ἔργον οὖσα οὐ συναΐδιός ἐστι τῷ Θεῷ, ἐπειδὴ οὐ πέφυκε τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγόμενον συναΐδιον εἶναι τῷ ἀνάρχῳ καὶ ἀεὶ ὄντι.

Ὥσπερ τοίνυν οὐχ ὁμοίως ποιεῖ ἄνθρωπος καὶ Θεός —ὁ μὲν γὰρ ἄνθρωπος οὐδὲν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει, ἀλλ᾿ ὅπερ ποιεῖ ἐκ προϋποκειμένης ὕλης ποιεῖ, οὐ θελήσας μόνον ἀλλὰ καὶ προεπινοήσας, καὶ ἐν τῷ νῷ ἀνατυπώσας τὸ γενησόμενον, εἶτα καὶ χερσὶν ἐργασάμενος καὶ κόπον ὑπομείνας καὶ κάματον, πολλάκις δὲ καὶ ἀστοχήσας μὴ ἀποβάντος, καθὰ βούλεται τοῦ ἐπιτηδεύματος· ὁ δὲ Θεὸς θελήσας μόνον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα παρήγαγεν— οὕτως οὐδὲ ὁμοίως γεννᾷ Θεὸς καὶ ἄνθρωπος.

Ὁ μὲν γὰρ Θεὸς ἄχρονος ὢν καὶ ἄναρχος καὶ ἀπαθὴς καὶ ἄρρευστος καὶ ἀσώματος καὶ μόνος καὶ ἀτελεύτητος ἀχρόνως καὶ ἀνάρχως καὶ ἀπαθῶς καὶ ἀρρεύστως γεννᾷ καὶ ἐκτὸς συνδυασμοῦ· καὶ οὔτε ἀρχὴν ἔχει ἡ ἀκατάληπτος αὐτοῦ γέννησις, οὔτε τέλος. Καὶ ἀνάρχως μὲν διὰ τὸ ἄτρεπτον, ἀρρεύστως δὲ διὰ τὸ ἀπαθὲς καὶ ἀσώματον· ἐκτὸς δὲ συνδυασμοῦ διά τε τὸ ἀσώματον πάλιν καὶ ἕνα μόνον εἶναι Θεὸν ἀπροσδεῆ ἑτέρου· ἀτελευτήτως δὲ καὶ ἀκαταπαύστως διά τε τὸ ἄναρχον καὶ ἄχρονον καὶ ἀτελεύτητον καὶ ἀεὶ ὡσαύτως ἔχειν· τὸ γὰρ ἄναρχον ἀτελεύτητον, τὸ δὲ χάριτι ἀτελεύτητον οὐ πάντως ἄναρχον ὥσπερ οἱ ἄγγελοι.

Γεννᾷ τοίνυν ὁ ἀεὶ ὢν Θεὸς τὸν ἑαυτοῦ Λόγον τέλειον ὄντα ἀνάρχως καὶ ἀτελευτήτως, ἵνα μὴ ἐν χρόνῳ τίκτῃ Θεὸς ὁ χρόνου ἀνωτέραν ἔχων τήν τε φύσιν καὶ τὴν ὕπαρξιν. Ὁ δὲ ἄνθρωπος δῆλον ὡς ἐναντίως γεννᾷ ὑπὸ γένεσιν τελῶν καὶ φθορὰν καὶ ῥεῦσιν καὶ πληθυσμὸν καὶ σῶμα περικείμενος καὶ τὸ ἄρρεν καὶ τὸ θῆλυ ἐν τῇ φύσει κεκτημένος· ἐνδεὲς γὰρ τὸ ἄρρεν τῆς τοῦ θήλεος βοηθείας. Ἀλλ᾿ ἵλεως εἴη ὁ πάντων ἐπέκεινα καὶ πᾶσαν νόησιν καὶ κατάληψιν ὑπερκείμενος.

Διδάσκει οὖν ἡ Ἁγία Καθολικὴ καὶ Ἀποστολικὴ Ἐκκλησία ἅμα Πατέρα καὶ ἅμα τὸν μονογενῆ αὐτοῦ Υἱὸν ἐξ αὐτοῦ γεγεννημένον ἀχρόνως καὶ ἀρρεύστως καὶ ἀπαθῶς καὶ ἀκαταλήπτως, ὡς μόνος ὁ τῶν ὅλων οἶδε Θεός. Ὥσπερ ἅμα τὸ πῦρ καὶ ἅμα τὸ ἐξ αὐτοῦ φῶς, καὶ οὐ πρῶτον τὸ πῦρ καὶ μετὰ ταῦτα τὸ φῶς ἀλλ᾿ ἅμα· καὶ ὥσπερ τὸ φῶς ἐκ τοῦ πυρὸς ἀεὶ γεννώμενον ἀεὶ ἐν αὐτῷ ἐστι μηδαμῶς αὐτοῦ χωριζόμενον, οὕτω καὶ ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς γεννᾶται μηδαμῶς αὐτοῦ χωριζόμενος, ἀλλ᾿ ἀεὶ ἐν αὐτῷ ἐστιν. Ἀλλὰ τὸ μὲν φῶς ἐκ τοῦ πυρὸς γεννώμενον ἀχωρίστως, καὶ ἐν αὐτῷ ἀεὶ μένον οὐκ ἔχει ἰδίαν ὑπόστασιν παρὰ τὸ πῦρ —ποιότης γάρ ἐστι φυσικὴ τοῦ πυρός—, ὁ δὲ Υἱὸς τοῦ Θεοῦ ὁ μονογενὴς ἐκ Πατρὸς γεννηθεὶς ἀχωρίστως καὶ ἀδιαστάτως καὶ ἐν αὐτῷ μένων ἀεὶ ἔχει ἰδίαν ὑπόστασιν παρὰ τὴν τοῦ Πατρός.

Λόγος μὲν οὖν καὶ ἀπαύγασμα λέγεται διὰ τὸ ἄνευ συνδυασμοῦ καὶ ἀπαθῶς καὶ ἀχρόνως καὶ ἀρρεύστως καὶ ἀχωρίστως γεγεννῆσθαι ἐκ τοῦ Πατρός, Υἱὸς δὲ καὶ χαρακτὴρ τῆς πατρικῆς ὑποστάσεως διὰ τὸ τέλειον καὶ ἐνυπόστατον καὶ κατὰ πάντα ὅμοιον τῷ Πατρὶ εἶναι πλὴν τῆς ἀγεννησίας, μονογενὴς δέ, ὅτι μόνος ἐκ μόνου τοῦ Πατρὸς μόνως ἐγεννήθη. Οὐδὲ γὰρ ὁμοιοῦται ἑτέρα γέννησις τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ γεννήσει, οὐδὲ γάρ ἐστιν ἄλλος Υἱὸς τοῦ Θεοῦ.

Εἰ γὰρ καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, ἀλλ᾿ οὐ γεννητῶς ἀλλ᾿ ἐκπορευτῶς. Ἄλλος τρόπος ὑπάρξεως οὗτος ἄληπτός τε καὶ ἄγνωστος, ὥσπερ καὶ ἡ τοῦ Υἱοῦ γέννησις.

Διὸ καὶ πάντα, ὅσα ἔχει ὁ Πατήρ, αὐτοῦ εἰσι πλὴν τῆς ἀγεννησίας, ἥτις οὐ σημαίνει οὐσίας διαφορὰν οὐδὲ ἀξίωμα, ἀλλὰ τρόπον ὑπάρξεως· ὥσπερ καὶ ὁ Ἀδὰμ ἀγέννητος ὤν –πλάσμα γάρ ἐστι Θεοῦ– καὶ ὁ Σὴθ γεννητός –υἱὸς γάρ ἐστιν τοῦ Ἀδάμ– καὶ ἡ Εὔα ἐκ τῆς τοῦ Ἀδὰμ πλευρᾶς ἐκπορευθεῖσα –οὐ γὰρ ἐγεννήθη αὕτη– οὐ φύσει διαφέρουσιν ἀλλήλων –ἄνθρωποι γάρ εἰσιν–, ἀλλὰ τῷ τῆς ὑπάρξεως τρόπῳ.

Χρὴ γὰρ εἰδέναι, ὅτι τὸ ἀγένητον διὰ τοῦ ἑνὸς Νῦ γραφόμενον τὸ ἄκτιστον, ἤτοι τὸ μὴ γενόμενον σημαίνει· τὸ δὲ ἀγέννητον διὰ τῶν δύο Νῦ γραφόμενον δηλοῖ τὸ μὴ γεννηθέν. Κατὰ μὲν οὖν τὸ πρῶτον σημαινόμενον διαφέρει οὐσία οὐσίας· ἄλλη γὰρ οὐσία ἡ ἄκτιστος, ἤτοι ἀγένητος διὰ τοῦ ἑνὸς Νῦ, καὶ ἄλλη ἡ γενητὴ, ἤτοι κτιστή. Κατὰ δὲ τὸ δεύτερον σημαινόμενον οὐ διαφέρει οὐσία οὐσίας· παντὸς γὰρ εἴδους ζῴων ἡ πρώτη ὑπόστασις ἀγέννητός ἐστιν, ἀλλ᾿ οὐκ ἀγένητος· ἐκτίσθησαν μὲν γὰρ ὑπὸ τοῦ δημιουργοῦ τῷ Λόγῳ αὐτοῦ παραχθέντα εἰς γένεσιν, οὐ μὴν ἐγεννήθησαν μὴ προϋπάρχοντος ἑτέρου ὁμοειδοῦς, ἐξ οὗ γεννηθῶσι.

Κατὰ μὲν οὖν τὸ πρῶτον σημαινόμενον κοινωνοῦσιν αἱ τρεῖς τῆς ἁγίας θεότητος ὑπέρθεοι ὑποστάσεις· ὁμοούσιοι γὰρ καὶ ἄκτιστοι ὑπάρχουσι. Κατὰ δὲ τὸ δεύτερον σημαινόμενον οὐδαμῶς· μόνος γὰρ ὁ Πατὴρ ἀγέννητος· οὐ γὰρ ἐξ ἑτέρας ἐστὶν αὐτῷ ὑποστάσεως τὸ εἶναι. Καὶ μόνος ὁ Υἱὸς γεννητός· ἐκ τῆς τοῦ Πατρὸς γὰρ οὐσίας ἀνάρχως καὶ ἀχρόνως γεγέννηται. Καὶ μόνον τὸ Πνεῦμα τὸ Ἅγιον ἐκπορευτὸν ἐκ τῆς οὐσίας τοῦ Πατρός, οὐ γεννώμενον ἀλλ᾿ ἐκπορευόμενον. Οὕτω μὲν τῆς θείας διδασκούσης Γραφῆς, τοῦ δὲ τρόπου τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως ἀκαταλήπτου ὑπάρχοντος.

Καὶ τοῦτο δὲ ἰστέον, ὡς οὐκ ἐξ ἡμῶν μετηνέχθη ἐπὶ τὴν μακαρίαν θεότητα τὸ τῆς πατρότητος καὶ υἱότητος καὶ ἐκπορεύσεως ὄνομα· τοὐναντίον δὲ ἐκεῖθεν ἡμῖν μεταδέδοται, ὥς φησιν ὁ θεῖος ἀπόστολος· «Διὰ τοῦτο κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς».

Εἰ δὲ λέγομεν τὸν Πατέρα ἀρχὴν εἶναι τοῦ Υἱοῦ καὶ μείζονα, οὐ προτερεύειν αὐτὸν τοῦ Υἱοῦ χρόνῳ ἢ φύσει ὑποφαίνομεν, «δι᾿ αὐτοῦ γὰρ τοὺς αἰῶνας ἐποίησεν», οὐδὲ καθ᾿ ἕτερόν τι, εἰ μὴ κατὰ τὸ αἴτιον, τουτέστιν ὅτι ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς ἐγεννήθη καὶ οὐχ ὁ Πατὴρ ἐκ τοῦ Υἱοῦ καὶ ὅτι ὁ Πατὴρ αἴτιός ἐστι τοῦ Υἱοῦ φυσικῶς, ὥσπερ οὐκ ἐκ τοῦ φωτὸς τὸ πῦρ φαμεν προέρχεσθαι, ἀλλὰ τὸ φῶς μᾶλλον ἐκ τοῦ πυρός.

Ὅτε οὖν ἀκούσωμεν ἀρχὴν καὶ μείζονα τοῦ Υἱοῦ τὸν Πατέρα, τῷ αἰτίῳ νοήσωμεν. Καὶ ὥσπερ οὐ λέγομεν ἑτέρας οὐσίας τὸ πῦρ καὶ ἑτέρας τὸ φῶς, οὕτως οὐχ οἷόν τε φάναι ἑτέρας οὐσίας τὸν Πατέρα καὶ τὸν Υἱὸν ἑτέρας, ἀλλὰ μιᾶς καὶ τῆς αὐτῆς. Καὶ καθάπερ φαμὲν διὰ τοῦ ἐξ αὐτοῦ προερχομένου φωτὸς φαίνειν τὸ πῦρ καὶ οὐ τιθέμεθα ὄργανον ὑπουργικὸν εἶναι τοῦ πυρὸς τὸ ἐξ αὐτοῦ φῶς, δύναμιν δὲ μᾶλλον φυσικήν, οὕτω λέγομεν τὸν Πατέρα πάντα, ὅσα ποιεῖ, διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ ποιεῖν οὐχ ὡς δι᾿ ὀργάνου λειτουργικοῦ, ἀλλὰ φυσικῆς καὶ ἐνυποστάτου δυνάμεως.

Καὶ ὥσπερ λέγομεν τὸ πῦρ φωτίζειν καὶ πάλιν φαμὲν τὸ φῶς τοῦ πυρὸς φωτίζειν, οὕτω «πάντα, ὅσα ποιεῖ ὁ Πατήρ, ὁμοίως καὶ ὁ Υἱὸς ποιεῖ». Ἀλλὰ τὸ μὲν φῶς οὐκ ἰδίαν ὑπόστασιν παρὰ τὸ πῦρ κέκτηται, ὁ δὲ Υἱὸς τελεία ὑπόστασίς ἐστι τῆς πατρικῆς ἀχώριστος ὑποστάσεως, ὡς ἀνωτέρω παρεστήσαμεν. Ἀδύνατον γὰρ εὑρεθῆναι ἐν τῇ κτίσει εἰκόνα ἀπαραλλάκτως ἐν ἑαυτῇ τὸν τρόπον τῆς Ἁγίας Τριάδος παραδεικνύουσαν. Τὸ γὰρ κτιστὸν καὶ σύνθετον καὶ ῥευστὸν καὶ τρεπτὸν καὶ περιγραπτὸν καὶ σχῆμα ἔχον καὶ φθαρτόν, πῶς σαφῶς δηλώσει τὴν πάντων τούτων ἀπηλλαγμένην ὑπερούσιον θείαν οὐσίαν; Πᾶσα δὲ ἡ κτίσις δῆλον ὡς τοῖς πλείοσι τούτων ἐνέχεται καὶ πᾶσα κατὰ τὴν ἑαυτῆς φύσιν τῇ φθορᾷ ὑπόκειται.

Ὁμοίως πιστεύομεν καὶ εἰς ἓν Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον καὶ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον καὶ ἐν Υἱῷ ἀναπαυόμενον, τὸ τῷ Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον ὡς ὁμοούσιόν τε καὶ συναΐδιον, τὸ τοῦ Θεοῦ Πνεῦμα, τὸ εὐθές, τὸ ἡγεμονικόν, τὴν πηγὴν τῆς ζωῆς καὶ τοῦ ἁγιασμοῦ, Θεὸν σὺν Πατρὶ καὶ Υἱῷ ὑπάρχον καὶ προσαγορευόμενον, ἄκτιστον, πλῆρες, δημιουργόν, παντοκρατορικόν, παντουργόν, παντοδύναμον, ἀπειροδύναμον, δεσπόζον πάσης τῆς κτίσεως οὐ δεσποζόμενον, πληροῦν οὐ πληρούμενον, μετεχόμενον οὐ μετέχον, ἁγιάζον οὐχ ἁγιαζόμενον, παράκλητον ὡς τὰς τῶν ὅλων παρακλήσεις δεχόμενον, κατὰ πάντα ὅμοιον τῷ Πατρὶ καὶ τῷ Υἱῷ, ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον καὶ δι᾿ Υἱοῦ μεταδιδόμενον καὶ μεταλαμβανόμενον ὑπὸ πάσης τῆς κτίσεως καὶ δι᾿ ἑαυτοῦ κτίζον καὶ οὐσιοῦν τὰ σύμπαντα καὶ ἁγιάζον καὶ συνέχον, ἐνυπόστατον ἤτοι ἐν ἰδίᾳ ὑποστάσει ὑπάρχον, ἀχώριστον καὶ ἀνεκφοίτητον Πατρὸς καὶ Υἱοῦ καὶ πάντα ἔχον, ὅσα ἔχει ὁ Πατὴρ καὶ ὁ Υἱός, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως.

Ὁ μὲν γὰρ Πατὴρ ἀναίτιος καὶ ἀγέννητος –οὐ γὰρ ἔκ τινος· ἐξ ἑαυτοῦ γάρ τὸ εἶναι ἔχει, οὐδέ τι τῶν ὅσα περ ἐξ ἑτέρου ἔχει, αὐτὸς δὲ μᾶλλόν ἐστιν ἀρχὴ καὶ αἰτία τοῦ εἶναι καὶ τοῦ πῶς εἶναι φυσικῶς τοῖς πᾶσιν. Ὁ δὲ Υἱὸς ἐκ τοῦ Πατρὸς γεννητῶς· τὸ δὲ Πνεῦμα τὸ Ἅγιον καὶ αὐτὸ μὲν ἐκ τοῦ Πατρός, ἀλλ᾿ οὐ γεννητῶς ἀλλ᾿ ἐκπορευτῶς. Καὶ ὅτι μὲν ἔστι διαφορὰ γεννήσεως καὶ ἐκπορεύσεως, μεμαθήκαμεν· τίς δὲ ὁ τρόπος τῆς διαφορᾶς, οὐδαμῶς. Ἅμα δὲ καὶ ἡ Υἱοῦ ἐκ τοῦ Πατρὸς γέννησις, καὶ ἡ τοῦ Ἁγίου Πνεύματος ἐκπόρευσις.

Πάντα οὖν, ὅσα ἔχει ὁ Υἱός, καὶ τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς ἔχει καὶ αὐτὸ τὸ εἶναι. Καὶ εἰ μὴ ὁ Πατήρ ἐστιν, οὐδὲ ὁ Υἱός ἐστιν οὐδὲ τὸ Πνεῦμα. Καὶ εἰ μὴ ὁ Πατὴρ ἔχει τι, οὐδὲ ὁ Υἱὸς ἔχει, οὐδὲ τὸ Πνεῦμα. Καὶ διὰ τὸν Πατέρα, τουτέστιν διὰ τὸ εἶναι τὸν Πατέρα, ἔστιν ὁ Υἱὸς καὶ τὸ Πνεῦμα. Καὶ διὰ τὸν Πατέρα ἔχει ὁ Υἱὸς καὶ τὸ Πνεῦμα πάντα, ἃ ἔχει, τουτέστι διὰ τὸ τὸν Πατέρα ἔχειν αὐτά, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως. Ἐν ταύταις γὰρ μόναις ταῖς ὑποστατικαῖς ἰδιότησι διαφέρουσιν ἀλλήλων αἱ ἅγιαι τρεῖς ὑποστάσεις οὐκ οὐσίᾳ, τῷ δὲ χαρακτηριστικῷ τῆς οἰκείας ὑποστάσεως ἀδιαιρέτως διαιρούμεναι.

Φαμὲν δὲ ἕκαστον τῶν τριῶν τελείαν ἔχειν ὑπόστασιν, ἵνα μὴ ἐκ τριῶν ἀτελῶν μίαν σύνθετον φύσιν τελείαν γνωρίσωμεν, ἀλλ᾿ ἐν τρισὶ τελείαις ὑποστάσεσι μίαν ἁπλῆν οὐσίαν, ὑπερτελῆ καὶ προτέλειον· πᾶν γὰρ ἐξ ἀτελῶν συγκείμενον σύνθετον πάντως ἐστίν, ἐκ δὲ τελείων ὑποστάσεων, ἀδύνατον σύνθεσιν γενέσθαι. Ὅθεν οὐδὲ λέγομεν τὸ εἶδος ἐξ ὑποστάσεων, ἀλλ᾿ ἐν ὑποστάσεσιν. Ἀτελῶν δὲ εἴπομεν τῶν μὴ σῳζόντων τὸ εἶδος τοῦ ἐξ αὐτῶν ἀποτελουμένου πράγματος. Λίθος μὲν γὰρ καὶ ξύλον καὶ σίδηρος, ἕκαστον καθ᾿ ἑαυτὸ τέλειόν ἐστι κατὰ τὴν ἰδίαν φύσιν, πρὸς δὲ τὸ ἐξ αὐτῶν ἀποτελούμενον οἴκημα ἀτελὲς ἕκαστον αὐτῶν ὑπάρχει· οὐδὲ γάρ ἐστιν ἕκαστον αὐτῶν καθ᾿ ἑαυτὸ οἶκος.

Τελείας μὲν οὖν τὰς ὑποστάσεις φαμέν, ἵνα μὴ σύνθεσιν ἐπὶ τῆς θείας νοήσωμεν φύσεως· «σύνθεσις γὰρ ἀρχὴ διαστάσεως». Καὶ πάλιν ἐν ἀλλήλαις τὰς τρεῖς ὑποστάσεις λέγομεν, ἵνα μὴ πλῆθος καὶ δῆμον θεῶν εἰσαγάγωμεν. Διὰ μὲν τῶν τριῶν ὑποστάσεων τὸ ἀσύνθετον καὶ ἀσύγχυτον, διὰ δὲ τοῦ ὁμοουσίου καὶ ἐν ἀλλήλαις εἶναι τὰς ὑποστάσεις καὶ τῆς ταυτότητος τοῦ θελήματός τε καὶ τῆς ἐνεργείας καὶ τῆς δυνάμεως καὶ τῆς ἐξουσίας καὶ τῆς κινήσεως, ἵν᾿ οὕτως εἴπω, τὸ ἀδιαίρετον καὶ τὸ εἶναι ἕνα Θεὸν γνωρίζομεν. Εἷς γὰρ ὄντως Θεὸς ὁ Θεὸς καὶ ὁ Λόγος καὶ τὸ Πνεῦμα αὐτοῦ.

Χρὴ δὲ εἰδέναι, ὅτι ἕτερόν ἐστι τὸ πράγματι θεωρεῖσθαι καὶ ἄλλο τὸ λόγῳ καὶ ἐπινοίᾳ. Ἐπὶ μὲν οὖν πάντων τῶν κτισμάτων ἡ μὲν τῶν ὑποστάσεων διαίρεσις πράγματι θεωρεῖται· πράγματι γὰρ ὁ Πέτρος τοῦ Παύλου κεχωρισμένος θεωρεῖται. Ἡ δὲ κοινότης καὶ ἡ συνάφεια καὶ τὸ ἓν λόγῳ καὶ ἐπινοίᾳ θεωρεῖται. Νοοῦμεν γὰρ τῷ νῷ, ὅτι ὁ Πέτρος καὶ ὁ Παῦλος τῆς αὐτῆς εἰσι φύσεως καὶ κοινὴν μίαν ἔχουσι φύσιν· ἕκαστος γὰρ αὐτῶν ζῷόν ἐστι λογικὸν θνητόν, καὶ ἕκαστος σάρξ ἐστιν ἐμψυχωμένη ψυχῇ λογικῇ τε καὶ νοερᾷ. Αὕτη οὖν ἡ κοινὴ φύσις τῷ λόγῳ ἐστὶ θεωρητή.

Οὐδὲ γὰρ αἱ ὑποστάσεις ἐν ἀλλήλαις εἰσίν· ἰδίᾳ δὲ ἑκάστη καὶ ἀναμέρος, ἤγουν καθ᾿ ἑαυτὴν κεχώρισται, πλεῖστα τὰ διαιροῦντα αὐτὴν ἐκ τῆς ἑτέρας ἔχουσα· καὶ γὰρ καὶ τόπῳ διεστήκασι καὶ χρόνῳ διαφέρουσι καὶ γνώμῃ μερίζονται καὶ ἰσχύι καὶ μορφῇ, ἤγουν σχήματι καὶ ἕξει καὶ κράσει καὶ ἀξίᾳ καὶ ἐπιτηδεύματι καὶ πᾶσι τοῖς χαρακτηριστικοῖς ἰδιώμασι· πλέον δὲ πάντων τῷ μὴ ἐν ἀλλήλαις ἀλλὰ κεχωρισμένως εἶναι. Ὅθεν καὶ δύο καὶ τρεῖς ἄνθρωποι λέγονται καὶ πολλοί.

Τοῦτο δὲ καὶ ἐπὶ πάσης ἔστιν ἰδεῖν τῆς κτίσεως. Ἐπὶ δὲ τῆς Ἁγίας καὶ ὑπερουσίου καὶ πάντων ἐπέκεινα καὶ ἀλήπτου Τριάδος τὸ ἀνάπαλιν. Ἐκεῖ γὰρ τὸ μὲν κοινὸν καὶ ἓν πράγματι θεωρεῖται διά τε τὸ συναΐδιον καὶ τὸ ταυτὸν τῆς οὐσίας καὶ τῆς ἐνεργείας καὶ τοῦ θελήματος καὶ τὴν τῆς γνώμης σύμπνοιαν τήν τε τῆς ἐξουσίας καὶ τῆς δυνάμεως καὶ τῆς ἀγαθότητος ταυτότητα –οὐκ εἶπον ὁμοιότητα, ἀλλὰ ταυτότητα– καὶ τὸ ἓν ἔξαλμα τῆς κινήσεως· μία γὰρ οὐσία, μία ἀγαθότης, μία δύναμις, μία θέλησις, μία ἐνέργεια, μία ἐξουσία, μία καὶ ἡ αὐτὴ οὐ τρεῖς ὅμοιαι ἀλλήλαις, ἀλλὰ μία καὶ ἡ αὐτὴ κίνησις τῶν τριῶν ὑποστάσεων.

Ἓν γὰρ ἕκαστον αὐτῶν ἔχει πρὸς τὸ ἕτερον οὐχ ἧττον ἢ πρὸς ἑαυτόν, τουτέστιν ὅτι κατὰ πάντα ἕν εἰσιν ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Ἅγιον Πνεῦμα πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως· ἐπινοίᾳ δὲ τὸ διῃρημένον. Ἕνα γὰρ Θεὸν γινώσκομεν, ἐν μόναις δὲ ταῖς ἰδιότησι τῆς τε πατρότητος καὶ τῆς υἱότητος καὶ τῆς ἐκπορεύσεως κατά τε τὸ αἴτιον καὶ αἰτιατὸν καὶ τὸ τέλειον τῆς ὑποστάσεως, ἤτοι τὸν τῆς ὑπάρξεως τρόπον τὴν διαφορὰν ἐννοοῦμεν. Οὔτε γὰρ τοπικὴν διάστασιν ὡς ἐφ᾿ ἡμῶν δυνάμεθα ἐπὶ τῆς ἀπεριγράπτου λέγειν θεότητος–ἐν ἀλλήλαις γὰρ αἱ ὑποστάσεις εἰσίν, οὐχ ὥστε συγχεῖσθαι, ἀλλ᾿ ὥστε ἔχεσθαι κατὰ τὸν τοῦ Κυρίου λόγον· «Ἐγὼ ἐν τῷ Πατρί, καὶ ὁ Πατὴρ ἐν ἐμοί», φήσαντος οὔτε θελήματος διαφορὰν ἢ γνώμης ἢ ἐνεργείας ἢ δυνάμεως ἤ τινος ἑτέρου, ἅτινα τὴν πραγματικὴν καὶ δι᾿ ὅλου ἐν ἡμῖν γεννῶσι διαίρεσιν.

Διὸ οὐδὲ τρεῖς Θεοὺς λέγομεν τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα, ἕνα δὲ μᾶλλον Θεόν, τὴν Ἁγίαν Τριάδα, εἰς ἓν αἴτιον Υἱοῦ καὶ Πνεύματος ἀναφερομένων, οὐ συντιθεμένων οὐδὲ συναλειφομένων κατὰ τὴν Σαβελλίου συναίρεσιν –ἑνοῦνται γάρ, ὡς ἔφημεν, οὐχ ὥστε συγχεῖσθαι, ἀλλ᾿ ὥστε ἔχεσθαι ἀλλήλων· καὶ τὴν ἐν ἀλλήλαις περιχώρησιν ἔχουσι δίχα πάσης συναλοιφῆς καὶ συμφύρσεως– οὐδὲ ἐξισταμένων ἢ κατ᾿ οὐσίαν τεμνομένων κατὰ τὴν Ἀρείου διαίρεσιν. Ἀμέριστος γὰρ ἐν μεμερισμένοις, εἰ δεῖ συντόμως εἰπεῖν, ἡ θεότης καὶ οἷον ἐν ἡλίοις τρισὶν ἐχομένοις ἀλλήλων καὶ ἀδιαστάτοις οὖσι μία τοῦ φωτὸς σύγκρασίς τε καὶ συνάφεια.

Ὅταν μὲν οὖν πρὸς τὴν θεότητα βλέψωμεν καὶ τὴν πρώτην αἰτίαν καὶ τὴν μοναρχίαν καὶ τὸ ἓν καὶ ταὐτὸν τῆς θεότητος, ἵν᾿ οὕτως εἴπω, κίνημά τε καὶ βούλημα καὶ τὴν τῆς οὐσίας καὶ δυνάμεως καὶ ἐνεργείας καὶ κυριότητος ταυτότητα, ἓν ἡμῖν τὸ φανταζόμενον. Ὅταν δὲ πρὸς τὰ ἐν οἷς ἡ θεότης, ἤ, τό γε ἀκριβέστερον εἰπεῖν, ἃ ἡ θεότης καὶ τὰ ἐκ τῆς πρώτης αἰτίας ἀχρόνως ἐκεῖθεν ὄντα καὶ ὁμοδόξως καὶ ἀδιαστάτως, τουτέστι τὰς ὑποστάσεις τοῦ Υἱοῦ καί τοῦ Πνεύματος, τρία τὰ προσκυνούμενα.

Εἷς Πατὴρ ὁ Πατὴρ καὶ ἄναρχος, τουτέστιν ἀναίτιος· οὐ γὰρ ἔκ τινος. Εἷς Υἱὸς ὁ Υἱὸς καὶ οὐκ ἄναρχος, τουτέστιν οὐκ ἀναίτιος· ἐκ τοῦ Πατρὸς γάρ. Εἰ δὲ τὴν ἀπὸ χρόνου λάβοις ἀρχήν, καὶ ἄναρχος· ποιητὴς γὰρ χρόνων οὐχ ὑπὸ χρόνον. Ἓν Πνεῦμα τό Ἅγιον Πνεῦμα, προϊὸν μὲν ἐκ τοῦ Πατρός, οὐχ υἱϊκῶς δὲ ἀλλ᾿ ἐκπορευτῶς· οὔτε τοῦ Πατρὸς ἐκστάντος τῆς ἀγεννησίας, διότι γεγέννηκεν, οὔτε τοῦ Υἱοῦ τῆς γεννήσεως, ὅτι ἐκ τοῦ ἀγεννήτου· πῶς γάρ; Οὔτε τοῦ Πνεύματος ἢ εἰς Πατέρα μεταπίπτοντος ἢ εἰς Υἱόν, ὅτι ἐκπεπόρευται καὶ ὅτι Θεός· ἡ γὰρ ἰδιότης ἀκίνητος. Ἢ πῶς ἂν ἰδιότης μένοι, κινουμένη καὶ μεταπίπτουσα; εἰ γὰρ Υἱὸς ὁ Πατήρ, οὐ Πατὴρ κυρίως· εἷς γὰρ κυρίως Πατήρ. Καὶ εἰ Πατὴρ ὁ Υἱός, οὐ κυρίως Υἱός· εἷς γὰρ κυρίως Υἱὸς καὶ ἓν Πνεῦμα Ἅγιον.

Χρὴ γινώσκειν, ὅτι τὸν Πατέρα οὐ λέγομεν ἔκ τινος· λέγομεν δὲ αὐτὸν τοῦ Υἱοῦ Πατέρα. Τὸν δὲ Υἱὸν οὐ λέγομεν αἴτιον οὐδὲ Πατέρα· λέγομεν δὲ αὐτὸν καὶ ἐκ τοῦ Πατρὸς καὶ Υἱὸν τοῦ Πατρός. Τὸ δὲ Πνεῦμα τὸ Ἅγιον καὶ ἐκ τοῦ Πατρὸς λέγομεν καὶ Πνεῦμα Πατρὸς ὀνομάζομεν. Ἐκ τοῦ Υἱοῦ δὲ τὸ Πνεῦμα οὐ λέγομεν. Πνεῦμα δὲ Υἱοῦ ὀνομάζομεν· «εἴ τις γὰρ Πνεῦμα Χριστοῦ οὐκ ἔχει», φησὶν ὁ θεῖος ἀπόστολος, «οὗτος οὐκ ἔστιν αὐτοῦ». Καὶ δι᾿ Υἱοῦ πεφανερῶσθαι καὶ μεταδίδοσθαι ἡμῖν ὁμολογοῦμεν· «Ἐνεφύσησε» γὰρ, φησί, καὶ εἶπε τοῖς μαθηταῖς αὐτοῦ· «Λάβετε Πνεῦμα Ἅγιον»· ὥσπερ ἐκ τοῦ ἡλίου μὲν ἥ τε ἀκτὶς καὶ ἡ ἔλλαμψις –αὐτὸς γάρ ἐστιν ἡ πηγὴ τῆς τε ἀκτῖνος καὶ τῆς ἐλλάμψεως–, διὰ δὲ τῆς ἀκτῖνος ἡ ἔλλαμψις ἡμῖν μεταδίδοται καὶ αὕτη ἐστὶν ἡ φωτίζουσα ἡμᾶς καὶ μετεχομένη ὑφ᾿ ἡμῶν. Τὸν δὲ Υἱὸν οὔτε τοῦ Πνεύματος λέγομεν οὔτε μὴν ἐκ τοῦ Πνεύματος.

Κεφάλαιον 9[Επεξεργασία]

Τὸ θεῖον ἁπλοῦν ἐστι καὶ ἀσύνθετον. Τὸ δὲ ἐκ πολλῶν καὶ διαφόρων συγκείμενον σύνθετόν ἐστιν. Εἰ οὖν τὸ ἄκτιστον καὶ ἄναρχον καὶ ἀσώματον καὶ ἀθάνατον καὶ αἰώνιον καὶ ἀγαθὸν καὶ δημιουργικὸν καὶ τὰ τοιαῦτα οὐσιώδεις διαφορὰς εἴπομεν ἐπὶ Θεοῦ ἐκ τοσούτων συγκείμενον, οὐχ ἁπλοῦν ἔσται, ἀλλὰ σύνθετον, ὅπερ ἐσχάτης ἀσεβείας ἐστίν. Χρὴ τοίνυν ἕκαστον τῶν ἐπὶ Θεοῦ λεγομένων οὐ τί κατ᾿ οὐσίαν ἐστί σημαίνειν οἴεσθαι, ἀλλ᾿ ἤ, τί οὐκ ἔστι, δηλοῦν ἢ σχέσιν τινὰ πρός τι τῶν ἀντιδιαστελλομένων ἤ τι τῶν παρεπομένων τῇ φύσει ἢ ἐνέργειαν.

Δοκεῖ μὲν οὖν κυριώτερον πάντων τῶν ἐπὶ Θεοῦ λεγομένων ὀνομάτων εἶναι ὁ ὤν, καθὼς αὐτὸς χρηματίζων τῷ Μωσεῖ ἐπὶ τοῦ ὄρους φησίν· «Εἶπον τοῖς υἱοῖς Ἰσραήλ· Ὁ ὢν ἀπέσταλκέ με». Ὅλον γὰρ ἐν ἑαυτῷ συλλαβὼν ἔχει τὸ εἶναι οἷόν τι πέλαγος οὐσίας ἄπειρον καὶ ἀόριστον. Ὡς δέ ὁ ἅγιος Διονύσιος φησίν, ὁ ἀγαθός. Οὐ γάρ ἔστιν ἐπί Θεοῦ εἰπεῖν, πρῶτον τό εἶναι, καί τότε τό ἀγαθόν.

Δεύτερον δὲ τὸ Θεὸς ὄνομα, ὃ λέγεται ἢ ἐκ τοῦ θέειν καὶ περιέπειν τὰ σύμπαντα ἢ ἐκ τοῦ αἴθειν ὅ ἐστι καίειν –«ὁ γὰρ Θεὸς πῦρ καταναλίσκον» πᾶσαν κακίαν ἐστίν– ἢ ἀπὸ τοῦ θεᾶσθαι τὰ πάντα· ἀλάθητος γάρ ἐστι καὶ πάντων ἐπόπτης. Ἐθεάσατο γὰρ «τὰ πάντα πρὶν γενέσεως αὐτῶν» ἀχρόνως ἐννοήσας καὶ ἕκαστον κατὰ τὴν θελητικὴν αὐτοῦ ἄχρονον ἔννοιαν, ἥτις ἐστὶ προορισμὸς καὶ εἰκὼν καὶ παράδειγμα, ἐν τῷ προορισθέντι, καιρῷ γίνεται.

Τὸ μὲν οὖν πρότερον αὐτοῦ τοῦ εἶναι παραστατικόν ἐστι καὶ τοῦ τί εἶναι, τὸ δὲ δεύτερον ἐνεργείας· τὸ δὲ ἄναρχον καὶ ἄφθαρτον καὶ ἀγένητον, ἤτοι ἄκτιστον καὶ ἀσώματον καὶ ἀόρατον καὶ τὰ τοιαῦτα, τί οὐκ ἔστι, δηλοῖ, τουτέστιν ὅτι οὐκ ἤρξατο τοῦ εἶναι, οὐδὲ φθείρεται, οὐδὲ ἔκτισται, οὐδέ ἐστι σῶμα, οὐδὲ ὁρᾶται. Τὸ δὲ ἀγαθὸν καὶ δίκαιον καὶ ὅσιον καὶ τὰ τοιαῦτα παρέπονται τῇ φύσει, οὐκ αὐτὴν δὲ τὴν οὐσίαν δηλοῖ. Τὸ δὲ Κύριος βασιλεύς τε καὶ τὰ τοιαῦτα σχέσιν πρὸς τὰ ἀντιδιαστελλόμενα δηλοῖ· τῶν γὰρ κυριευομένων λέγεται Κύριος καὶ τῶν βασιλευομένων βασιλεύς, τῶν δημιουργουμένων δημιουργὸς καὶ τῶν ποιμαινομένων ποιμήν.

Κεφάλαιον 10[Επεξεργασία]

ΚΕΦΑΛΑΙΟΝ 10. Περὶ θείας ἑνώσεως καὶ διακρίσεως

Πάντα μὲν οὖν ταῦτα κοινῶς ἐπὶ πάσης τῆς θεότητος ἐκληπτέον καὶ ταυτῶς καὶ ἁπλῶς καὶ ἀμερῶς καὶ ἡνωμένως, διακεκριμένως δὲ τὸ Πατὴρ καὶ τὸ Υἱὸς καὶ τὸ Πνεῦμα καὶ τὸ ἀναίτιον καὶ τὸ αἰτιατὸν καὶ τὸ ἀγέννητον καὶ τὸ γεννητὸν καὶ ἐκπορευτόν, ἅτινα οὐκ οὐσίας εἰσὶ δηλωτικά, ἀλλὰ τῆς πρὸς ἄλληλα σχέσεως καὶ τοῦ τῆς ὑπάρξεως τρόπου.

Ταῦτα οὖν εἰδότες καὶ ἐκ τούτων ἐπὶ τὴν θείαν οὐσίαν χειραγωγούμενοι οὐκ αὐτὴν τὴν οὐσίαν καταλαμβάνομεν, ἀλλὰ τὰ περὶ τὴν οὐσίαν· ὥσπερ οὐδέ, ἐὰν γνῶμεν ὅτι ἡ ψυχὴ ἀσώματός ἐστι καὶ ἄποσος καὶ ἀσχημάτιστος, ἤδη καὶ τὴν οὐσίαν αὐτῆς κατειλήφαμεν, οὐδὲ τοῦ σώματος, εἴπερ γνῶμεν, ὅτι λευκὸν ἢ μέλαν ἐστίν, ἀλλὰ τὰ περὶ τὴν οὐσίαν. Ὁ δὲ ἀληθὴς λόγος διδάσκει ἁπλοῦν εἶναι τὸ θεῖον καὶ μίαν ἁπλῆν ἔχειν ἐνέργειαν, ἀγαθήν, πᾶσι τὰ πάντα ἐνεργοῦσαν κατὰ τὴν τοῦ ἡλίου ἀκτῖνα, ἥτις πάντα θάλπει καὶ ἐν ἑκάστῳ κατὰ τὴν φυσικὴν ἐπιτηδειότητα καὶ δεκτικὴν δύναμιν ἐνεργεῖ ἐκ τοῦ δημιουργήσαντος Θεοῦ τὴν τοιαύτην εἰληφὼς ἐνέργειαν.

Διακέκριται δὲ καί, ὅσα τῆς θείας καὶ φιλανθρώπου τοῦ Θεοῦ Λόγου σαρκώσεως· ἐν τούτοις γὰρ οὔτε ὁ Πατὴρ οὔτε τὸ Πνεῦμα κατ᾿ οὐδένα λόγον κεκοινώνηκεν, εἰ μὴ κατ᾿ εὐδοκίαν καὶ κατὰ τὴν ἄρρητον θαυματουργίαν, ἣν καὶ καθ᾿ ἡμᾶς ἄνθρωπος ὁ Θεὸς Λόγος γενόμενος εἰργάζετο ὡς ἀναλλοίωτος Θεὸς καὶ Θεοῦ Υἱός

Κεφάλαιον 11[Επεξεργασία]

Κεφάλαιον 12[Επεξεργασία]

Κεφάλαιον 13[Επεξεργασία]

Κεφάλαιον 14[Επεξεργασία]

Κεφάλαιον 15[Επεξεργασία]

Κεφάλαιον 16[Επεξεργασία]

Κεφάλαιον 17[Επεξεργασία]

Κεφάλαιον 18[Επεξεργασία]

Κεφάλαιον 19[Επεξεργασία]

Κεφάλαιον 20[Επεξεργασία]

Κεφάλαιον 21[Επεξεργασία]

Κεφάλαιον 22[Επεξεργασία]

Κεφάλαιον 23[Επεξεργασία]

Κεφάλαιον 24[Επεξεργασία]

Κεφάλαιον 25[Επεξεργασία]

Κεφάλαιον 26[Επεξεργασία]

Κεφάλαιον 27[Επεξεργασία]

Κεφάλαιον 28[Επεξεργασία]

Κεφάλαιον 29[Επεξεργασία]

Κεφάλαιον 30[Επεξεργασία]

Κεφάλαιον 31[Επεξεργασία]

Κεφάλαιον 32[Επεξεργασία]

Κεφάλαιον 33[Επεξεργασία]

Κεφάλαιον 34[Επεξεργασία]

Κεφάλαιον 35[Επεξεργασία]

Κεφάλαιον 36[Επεξεργασία]

Κεφάλαιον 37[Επεξεργασία]

Κεφάλαιον 38[Επεξεργασία]

Κεφάλαιον 39[Επεξεργασία]

Κεφάλαιον 40[Επεξεργασία]

Κεφάλαιον 41[Επεξεργασία]

Κεφάλαιον 42[Επεξεργασία]

Κεφάλαιον 43[Επεξεργασία]

Κεφάλαιον 44[Επεξεργασία]

Κεφάλαιον 45[Επεξεργασία]

Κεφάλαιον 46[Επεξεργασία]

Κεφάλαιον 47[Επεξεργασία]

Κεφάλαιον 48[Επεξεργασία]

Περὶ τοῦ τρόπου τῆς ἀντιδόσεως

Ὅτι μὲν οὖν ἕτερόν ἐστιν οὐσία καὶ ἕτερον ὑπόστασις, πλειστάκις εἰρήκαμεν, καὶ ὅτι ἡ μὲν οὐσία τὸ κοινὸν καὶ περιεκτικὸν εἶδος τῶν ὁμοειδῶν ὑποστάσεων σημαίνει, οἷον Θεός, ἄνθρωπος, ἡ δὲ ὑπόστασις ἄτομον δηλοῖ, ἤτοι Πατέρα, Υἱόν, Πνεῦμα Ἅγιον, Πέτρον, Παῦλον. Ἰστέον τοίνυν, ὅτι τὸ μὲν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος ὄνομα τῶν οὐσιῶν, ἤτοι φύσεών ἐστι παραστατικόν, τὸ δὲ Θεὸς καὶ ἄνθρωπος καὶ ἐπὶ τῆς φύσεως τάττεται, ὥσπερ ὅταν λέγωμεν· Θεός ἐστιν ἀκατάληπτος οὐσία, καὶ ὅτι εἷς ἐστι Θεός· λαμβάνεται δὲ καὶ ἐπὶ τῶν ὑποστάσεων, ὡς τοῦ μερικωτέρου δεχομένου τὸ τοῦ καθολικωτέρου ὄνομα, ὡς ὅταν φησὶν ἡ Γραφή· «Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου» (ἰδοὺ γὰρ τὸν Πατέρα καὶ τὸν Υἱὸν ἐδήλωσε), καὶ ὡς ὅταν λέγῃ· «Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι» (τὸν γὰρ Ἰὼβ μόνον ἐδήλωσεν).

Ἐπὶ οὖν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐπειδὴ δύο μὲν τὰς φύσεις γινώσκομεν, μίαν δὲ τὴν ὑπόστασιν ἐξ ἀμφοτέρων σύνθετον, ὅτε μὲν τὰς φύσεις ἀναθεωροῦμεν, θεότητα καὶ ἀνθρωπότητα καλοῦμεν, ὅτε δὲ τὴν ἐκ τῶν φύσεων συντεθεῖσαν ὑπόστασιν, ποτὲ μὲν ἐκ τοῦ συναμφοτέρου Χριστὸν ὀνομάζομεν καὶ Θεὸν καὶ ἄνθρωπον κατά ταὐτὸ καὶ Θεὸν σεσαρκωμένον, ποτὲ δὲ ἐξ ἑνὸς τῶν μερῶν, Θεὸν μόνον καὶ Υἱὸν Θεοῦ καὶ ἄνθρωπον μόνον καὶ Υἱὸν ἀνθρώπου· καὶ ποτὲ μὲν ἐκ τῶν ὑψηλῶν μόνον, ποτὲ δὲ ἐκ τῶν ταπεινῶν μόνον· εἷς γάρ ἐστιν ὁ κἀκεῖνο καὶ τοῦτο ὁμοίως ὑπάρχων, τὸ μὲν ὢν ἀεὶ ἀναιτίως ἐκ Πατρός, τὸ δὲ γενόμενος ὕστερον διὰ φιλανθρωπίαν.

Θεότητα μὲν οὖν λέγοντες οὐ κατονομάζομεν αὐτῆς τὰ τῆς ἀνθρωπότητος ἰδιώματα· οὐ γάρ φαμεν θεότητα παθητὴν ἢ κτιστήν· οὔτε δὲ τῆς σαρκὸς, ἤτοι τῆς ἀνθρωπότητος κατηγοροῦμεν τὰ τῆς θεότητος ἰδιώματα· οὐ γάρ φαμεν σάρκα ἤτοι ἀνθρωπότητα ἄκτιστον. Ἐπὶ δὲ τῆς ὑποστάσεως, κἂν ἐκ τοῦ συναμφοτέρου, κἂν ἐξ ἑνὸς τῶν μερῶν ταύτην ὀνομάσωμεν, ἀμφοτέρων τῶν φύσεων τὰ ἰδιώματα αὐτῇ ἐπιτίθεμεν. Καὶ γὰρ ὁ Χριστός, ὅπερ ἐστὶ τὸ συναμφότερον, καὶ Θεὸς καὶ ἄνθρωπος λέγεται, καὶ κτιστὸς καὶ ἄκτιστος καὶ παθητὸς καὶ ἀπαθής. Καὶ ὅταν ἐξ ἑνὸς τῶν μερῶν καὶ Υἱὸς Θεοῦ καὶ Θεὸς ὀνομάζηται, δέχεται τὰ τῆς συνυφεστηκυίας φύσεως ἰδιώματα, ἤτοι τῆς σαρκός, Θεὸς παθητὸς ὀνομαζόμενος καὶ Κύριος τῆς δόξης ἐσταυρωμένος, οὐ καθὸ Θεὸς ἀλλὰ καθὸ καὶ ἄνθρωπος ὁ αὐτός· καὶ ὅταν ἄνθρωπος καὶ Υἱὸς ἀνθρώπου ὀνομάζηται, δέχεται τὰ τῆς θείας οὐσίας ἰδιώματα καὶ αὐχήματα, παιδίον προαιώνιον καὶ ἄνθρωπος ἄναρχος, οὐ καθὸ παιδίον καὶ ἄνθρωπος, ἀλλὰ καθὸ Θεὸς ὢν προαιώνιος γέγονεν ἐπ᾿ ἐσχάτων παιδίον. Καὶ οὗτός ἐστιν ὁ τρόπος τῆς ἀντιδόσεως· ἑκατέρας φύσεως ἀντιδιδούσης τῇ ἑτέρᾳ τὰ ἴδια διὰ τὴν τῆς ὑποστάσεως ταυτότητα καὶ τὴν εἰς ἄλληλα αὐτῶν περιχώρησιν. Κατὰ τοῦτο δυνάμεθα εἰπεῖν περὶ Χριστοῦ· «Οὗτος ὁ Θεὸς ἡμῶν ἐπὶ τῆς γῆς ὤφθη καί τοῖς ἀνθρώποις συνανεστράφη», καί· «Ὁ ἄνθρωπος οὗτος ἄκτιστός ἐστι καὶ ἀπαθὴς καὶ ἀπερίγραπτος».

Κεφάλαιον 49[Επεξεργασία]

Περὶ ἀριθμοῦ τῶν φύσεων

Ὥσπερ δὲ ἐπὶ τῆς θεότητος μίαν φύσιν ὁμολογοῦμεν, τρεῖς δὲ ὑποστάσεις κατὰ ἀλήθειαν οὔσας φαμὲν, καὶ πάντα μὲν τὰ φυσικὰ καὶ οὐσιώδη ἁπλᾶ φαμεν, τὴν δὲ διαφορὰν τῶν ὑποστάσεων ἐν μόναις ταῖς τρισὶν ἰδιότησι, τῇ ἀναιτίῳ καὶ πατρικῇ καὶ τῇ αἰτιατῇ καὶ υἱϊκῇ καὶ ἐκπορευτῇ ἐπιγινώσκομεν, ἀνεκφοιτήτους δὲ αὐτὰς καὶ ἀδιαστάτους ἀλλήλων καὶ ἡνωμένας καὶ ἐν ἀλλήλαις ἀσυγχύτως περιχωρούσας ἐπιστάμεθα, καὶ ἡνωμένας μὲν ἀσυγχύτως –τρεῖς γάρ εἰσιν, εἰ καὶ ἥνωνται–, διαιρουμένας δὲ ἀδιαστάτως. Εἰ γὰρ καὶ ἑκάστη καθ᾿ ἑαυτὴν ὑφέστηκεν, ἤγουν τελεία ἐστὶν ὑπόστασις καὶ τὴν οἰκείαν ἰδιότητα, ἤτοι τὸν τῆς ὑπάρξεως τρόπον διάφορον κέκτηται, ἀλλ᾿ ἥνωνται τῇ τε οὐσίᾳ καὶ τοῖς φυσικοῖς ἰδιώμασι καὶ τῷ μὴ διίστασθαι, μηδὲ ἐκφοιτᾶν τῆς πατρικῆς ὑποστάσεως, καὶ εἷς Θεός εἰσί τε καὶ λέγονται.

Τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς θείας καὶ ἀπορρήτου καὶ πάντα νοῦν καὶ κατάληψιν ὑπερεχούσης οἰκονομίας τοῦ ἑνὸς τῆς Ἁγίας Τριάδος Θεοῦ Λόγου, Κυρίου τε ἡμῶν Ἰησοῦ Χριστοῦ, δύο μὲν φύσεις ὁμολογοῦμεν, θείαν τε καὶ ἀνθρωπίνην, συνεληλυθυίας ἀλλήλαις καὶ καθ᾿ ὑπόστασιν ἑνωθείσας, μίαν δὲ ὑπόστασιν ἐκ τῶν δύο φύσεων ἀποτελεσθεῖσαν σύνθετον. Σῴζεσθαι δέ φαμεν τὰς δύο φύσεις καὶ μετὰ τὴν ἕνωσιν ἐν τῇ μιᾷ συνθέτῳ ὑποστάσει, ἤγουν ἐν τῷ ἑνὶ Χριστῷ, καὶ κατὰ ἀλήθειαν αὐτὰς εἶναι καὶ τὰ τούτων φυσικὰ ἰδιώματα, ἡνωμένας μέντοι ἀσυγχύτως καὶ ἀδιαιρέτως διαφερούσας τε καὶ ἀριθμουμένας.

Καὶ ὥσπερ αἱ τρεῖς ὑποστάσεις τῆς Ἁγίας Τριάδος ἀσυγχύτως ἥνωνται καὶ ἀδιαιρέτως διῄρηνται καὶ ἀριθμοῦνται, καὶ ὁ ἀριθμὸς διαίρεσιν ἢ διάστασιν ἢ ἀλλοτρίωσιν καὶ διατομὴν ἐν αὐταῖς οὐκ ἐργάζεται (ἕνα γὰρ Θεὸν ἐπιγινώσκομεν, τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον). Τὸν αὐτὸν τρόπον καὶ αἱ τοῦ Χριστοῦ φύσεις, εἰ καὶ ἥνωνται, ἀλλ᾿ ἀσυγχύτως ἥνωνται· καὶ εἰ ἐν ἀλλήλαις περιχωροῦσιν, ἀλλὰ τὴν εἰς ἀλλήλας τροπήν τε καὶ μεταβολὴν οὐ προσίενται· φυλάττει γὰρ ἑκατέρα φύσις τὴν ἑαυτῆς φυσικὴν ἰδιότητα ἀμετάβλητον. Διὸ καὶ ἀριθμοῦνται, καὶ ὁ ἀριθμὸς οὐκ εἰσάγει διαίρεσιν.

Εἷς γάρ ἐστιν ὁ Χριστὸς ἔν τε θεότητι καὶ ἀνθρωπότητι τέλειος· ὁ γὰρ ἀριθμὸς οὐ διαιρέσεως ἢ ἑνώσεως αἴτιος πέφυκεν, ἀλλὰ τῆς ποσότητος τῶν ἀριθμουμένων σημαντικός, εἴτε ἡνωμένων εἴτε διῃρημένων· ἡνωμένων μέν, ὡς ὅτι πεντήκοντα λίθους ἔχει ὁ τοῖχος οὗτος, διῃρημένων δέ, ὅτι πεντήκοντα λίθοι κεῖνται ἐν τῷ πεδίῳ τούτῳ· καὶ ἡνωμένων μέν, ὅτι δύο φύσεις εἰσὶν ἐν τῷ ἄνθρακι, πυρὸς λέγω καὶ ξύλου, διῃρημένων δέ, ὅτι ἡ φύσις τοῦ πυρὸς ἑτέρα ἐστὶ καὶ ἡ τοῦ ξύλου ἑτέρα, ἄλλου τρόπου ἑνοῦντος καὶ διαιροῦντος αὐτὰ καὶ οὐ τοῦ ἀριθμοῦ. Ὥσπερ τοίνυν ἀδύνατον τὰς τρεῖς ὑποστάσεις τῆς θεότητος, εἰ καὶ ἥνωνται ἀλλήλαις, μίαν ὑπόστασιν εἰπεῖν διὰ τὸ μὴ σύγχυσιν καὶ ἀφανισμὸν τῆς τῶν ὑποστάσεων διαφορᾶς ἐργάσασθαι, οὕτω καὶ τὰς δύο φύσεις τοῦ Χριστοῦ, τὰς καθ᾿ ὑπόστασιν ἡνωμένας, ἀδύνατον μίαν φύσιν εἰπεῖν, ἵνα μὴ ἀφανισμὸν καὶ σύγχυσιν καὶ ἀνυπαρξίαν τῆς αὐτῶν διαφορᾶς ἐργασώμεθα.

Κεφάλαιον 50[Επεξεργασία]

Ὅτι πᾶσα ἡ θεία φύσις ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων ἡνώθη πάσῃ τῇ ἀνθρωπίνῃ φύσει καὶ οὐ μέρος μέρει.

Τὰ κοινὰ καὶ καθολικὰ κατηγοροῦνται τῶν αὐτοῖς ὑποκειμένων μερικῶν. Κοινὸν τοίνυν ἡ οὐσία, ὡς εἶδος, μερικὸν δὲ ἡ ὑπόστασις. Μερικὸν δέ, οὐχ ὅτι μέρος τῆς φύσεως ἔχει, μέρος δὲ οὐκ ἔχει, ἀλλὰ μερικὸν τῷ ἀριθμῷ, ὡς ἄτομον· ἀριθμῷ γὰρ καὶ οὐ φύσει διαφέρειν λέγονται αἱ ὑποστάσεις. Κατηγορεῖται δὲ ἡ οὐσία τῆς ὑποστάσεως, διότι ἐν ἑκάστῃ τῶν ὁμοειδῶν ὑποστάσεων τελεία ἡ οὐσία ἐστί. Διὸ οὐδὲ διαφέρουσιν ἀλλήλων αἱ ὑποστάσεις κατ᾿ οὐσίαν, ἀλλὰ κατὰ τά συμβεβηκότα, ἅτινά εἰσι τὰ χαρακτηριστικὰ ἰδιώματα, χαρακτηριστικὰ δὲ ὑποστάσεως καὶ οὐ φύσεως· καὶ γὰρ τὴν ὑπόστασιν ὁρίζονται οὐσίαν μετὰ συμβεβηκότων. Ὥστε τὸ κοινὸν μετὰ τοῦ ἰδιάζοντος ἔχει ἡ ὑπόστασις καί τό καθ’ ἑαυτὴν ὑπάρξαι· ἡ οὐσία δέ, καθ᾿ ἑαυτὴν οὐχ ὑφίσταται, ἀλλ᾿ ἐν ταῖς ὑποστάσεσι θεωρεῖται. Πασχούσης τοίνυν μιᾶς τῶν ὑποστάσεων πᾶσα ἡ οὐσία, καθ᾿ ἣν ἡ ὑπόστασις, πεπονθέναι λέγεται ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων· οὐ μέντοιγε ἀνάγκη καὶ πάσας τὰς ὁμοειδεῖς ὑποστάσεις συμπάσχειν τῇ πασχούσῃ ὑποστάσει.

Οὕτω τοίνυν ὁμολογοῦμεν τὴν τῆς θεότητος φύσιν πᾶσαν τελείως εἶναι ἐν ἑκάστῃ τῶν αὐτῆς ὑποστάσεων, πᾶσαν ἐν Πατρί, πᾶσαν ἐν Υἱῷ, πᾶσαν ἐν Ἁγίῳ Πνεύματι. Διὸ καὶ τέλειος Θεὸς ὁ Πατήρ, τέλειος Θεὸς ὁ Υἱός, τέλειος Θεὸς τὸ Πνεῦμα τὸ Ἅγιον. Οὕτω καὶ ἐν τῇ ἐνανθρωπήσει τοῦ ἑνὸς τῆς Ἁγίας Τριάδος Θεοῦ Λόγου φαμὲν πᾶσαν καὶ τελείαν τὴν φύσιν τῆς θεότητος ἐν μιᾷ τῶν αὐτῆς ὑποστάσεων ἑνωθῆναι τῇ ἀνθρωπίνη φύσει πάσῃ καὶ οὐ μέρος μέρει.

Φησὶ γοῦν ὁ θεῖος ἀπόστολος, ὅτι «ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς», τουτέστιν ἐν τῇ σαρκὶ αὐτοῦ· καὶ ὁ τούτου φοιτητὴς ὁ θεοφόρος καὶ τὰ θεῖα πολὺς Διονύσιος· «Ὅτι ὁλικῶς ἡμῖν ἐν μιᾷ τῶν ἑαυτῆς ἐκοινώνησεν ὑποστάσεων».

Οὐ μὴν λέγειν ἀναγκασθησόμεθα, πάσας τὰς ὑποστάσεις τῆς ἁγίας θεότητος, ἤτοι τὰς τρεῖς, πάσαις ταῖς τῆς ἀνθρωπότητος ὑποστάσεσι καθ᾿ ὑπόστασιν ἡνῶσθαι· κατ᾿ οὐδένα γὰρ κεκοινώνηκε λόγον ὁ Πατὴρ καὶ τὸ Πνεῦμα τὸ Ἅγιον τῇ σαρκώσει τοῦ Θεοῦ Λόγου, εἰ μὴ κατ᾿ εὐδοκίαν καὶ βούλησιν. Πάσῃ δὲ τῇ ἀνθρωπίνῃ φύσει φαμὲν ἑνωθῆναι πᾶσαν τὴν τῆς θεότητος οὐσίαν. Οὐδὲν γάρ, ὧν ἐνεφύτευσε τῇ ἡμετέρᾳ φύσει ὁ Θεὸς Λόγος, ἀρχῆθεν πλάσας ἡμᾶς, ἐνέλιπεν, ἀλλὰ πάντα ἀνέλαβε, σῶμα, ψυχὴν νοερὰν καὶ λογικὴν καὶ τὰ τούτων ἰδιώματα· τὸ γὰρ ἑνὸς τούτων ἀμοιροῦν ζῷον, οὐκ ἄνθρωπος. Ὅλον γὰρ ὅλος ἀνέλαβέ με, καὶ ὅλος ὅλῳ ἡνώθη, ἵνα ὅλῳ τὴν σωτηρίαν χαρίσηται· «τὸ γὰρ ἀπρόσληπτον ἀθεράπευτον».

Ἥνωται τοίνυν σαρκὶ διὰ μέσου νοῦ ὁ Λόγος τοῦ Θεοῦ, μεσιτεύοντος Θεοῦ καθαρότητι καὶ σαρκὸς παχύτητι. Ἡγεμονικὸν μὲν γὰρ ψυχῆς τε καὶ σαρκὸς νοῦς, τῆς ψυχῆς τὸ καθαρώτατον, ἀλλὰ καὶ νοῦ Θεός· καὶ ὅτε μὲν παραχωρεῖται ὑπὸ τοῦ κρείττονος, τὴν οἰκείαν ὁ νοῦς τοῦ Χριστοῦ ἡγεμονίαν ἐνδείκνυται. Ἐκνικᾶται δὲ καὶ ἕπεται τῷ κρείττονι καὶ ταῦτα ἐνεργεῖ, ἃ ἡ θεία βούλεται θέλησις.

Χωρίον ὁ νοῦς γέγονε τῆς καθ᾿ ὑπόστασιν αὐτῷ ἡνωμένης θεότητος, ὥσπερ δηλαδὴ καὶ ἡ σάρξ, οὐ σύνοικος, ὡς ἡ τῶν αἱρετικῶν ἐναγὴς πλανᾶται οἴησις· «οὐ γὰρ ἂν μεδιμναῖον», λέγουσα, «χωρήσει διμέδιμνον», σωματικῶς τὰ ἄυλα κρίνουσα. Πῶς δὲ Θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος καὶ ὁμοούσιος τῷ τε Πατρὶ καὶ ἡμῖν ὁ Χριστὸς λεχθήσεται, εἰ μέρος τῆς θείας φύσεως μέρει τῆς ἀνθρωπίνης ἐν αὐτῷ ἥνωται φύσεως;

Λέγομεν δὲ τὴν φύσιν ἡμῶν ἐγηγέρθαι ἐκ τῶν νεκρῶν καὶ ἀνεληλυθέναι καὶ κεκαθικέναι ἐκ δεξιῶν τοῦ Πατρός, οὐ καθὸ πᾶσαι αἱ τῶν ἀνθρώπων ὑποστάσεις ἀνέστησαν καὶ ἐκάθισαν ἐκ δεξιῶν τοῦ Πατρός, ἀλλὰ πᾶσα ἡ φύσις ἐν τῇ τοῦ Χριστοῦ ὑποστάσει. Φησὶ γοῦν ὁ θεῖος ἀπόστολος· «Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τῷ Χριστῷ».

Καὶ τοῦτο δέ φαμεν, ὅτι ἐκ κοινῶν οὐσιῶν ἡ ἕνωσις γέγονε· πᾶσα γὰρ οὐσία κοινή ἐστι πασῶν τῶν ὑπ᾿ αὐτῆς περιεχομένων ὑποστάσεων, καὶ οὐκ ἔστιν εὑρεῖν μερικὴν καὶ ἰδιάζουσαν φύσιν, ἤτοι οὐσίαν, ἐπεὶ ἀνάγκη τὰς αὐτὰς ὑποστάσεις καὶ ὁμοουσίους καὶ ἑτεροουσίους λέγειν καὶ τὴν Ἁγίαν Τριάδα καὶ ὁμοούσιον καὶ ἑτεροούσιον κατὰ τὴν θεότητα λέγειν. Ἡ αὐτὴ τοίνυν φύσις ἐν ἑκάστῃ τῶν ὑποστάσεων θεωρεῖται. Καὶ ὅτε εἴπωμεν τὴν φύσιν τοῦ Λόγου σεσαρκῶσθαι κατὰ τοὺς μακαρίους Ἀθανάσιόν τε καὶ Κύριλλον, τὴν θεότητα λέγομεν ἡνῶσθαι σαρκί. Διὸ δέ οὐ δυνάμεθα εἰπεῖν· ἡ φύσις τοῦ Λόγου ἔπαθεν –οὐ γὰρ ἔπαθεν ἡ θεότης ἐν αὐτῷ–, λέγομεν δὲ τὴν ἀνθρωπίνην φύσιν πεπονθέναι ἐν τῷ Χριστῷ, οὐ μὴν δὲ πάσας τὰς ὑποστάσεις τῶν ἀνθρώπων ἐπεμφαίνοντες, καὶ τῇ ἀνθρωπίνῃ φύσει ὁμολογοῦμεν τὸν Χριστόν πεπονθέναι.

Ὥστε φύσιν τοῦ Λόγου λέγοντες αὐτὸν τὸν Λόγον σημαίνομεν· ὁ δὲ Λόγος καὶ τὸ κοινὸν τῆς οὐσίας κέκτηται καὶ τὸ ἰδιάζον τῆς ὑποστάσεως.

Κεφάλαιον 51[Επεξεργασία]

Περὶ τῆς μιᾶς τοῦ Θεοῦ Λόγου συνθέτου ὑποστάσεως

Προεῖναι μὲν οὖν ἀχρόνως καὶ ἀϊδίως φαμὲν τὴν θείαν τοῦ Θεοῦ Λόγου ὑπόστασιν, ἁπλῆν καὶ ἀσύνθετον, ἄκτιστον, ἀσώματον, ἀόρατον, ἀναφῆ, ἀπερίγραπτον, πάντα ἔχουσαν ὅσα ἔχει ὁ Πατὴρ, ὡς αὐτῷ ὁμοούσιον, τῷ τῆς γεννήσεως τρόπῳ καὶ σχέσει τῆς πατρικῆς ὑποστάσεως διαφέρουσαν, τελείως ἔχουσαν, οὐδέποτε τῆς πατρικῆς ἐκφοιτῶσαν ὑποστάσεως, ἐπ᾿ ἐσχάτων δὲ τῶν ἡμερῶν τῶν πατρικῶν κόλπων οὐκ ἀποστάντα τὸν Λόγον ἀπεριγράπτως γάρ ἐνῳκηκέναι τῇ γαστρὶ τῆς Ἁγίας Παρθένου ἀσπόρως καὶ ἀπεριλήπτως, ὡς οἶδεν αὐτός, καὶ ἐν αὐτῇ τῇ προαιωνίῳ αὐτοῦ ὑποστάσει ὑποστήσασθαι ἑαυτῷ σάρκα ἐκ τῆς Ἁγίας Παρθένου.

Ἐν πᾶσι μὲν οὖν καὶ ὑπὲρ τὰ πάντα ἦν καὶ ἐν τῇ γαστρὶ ὑπάρχων τῆς Ἁγίας Θεοτόκου, ἀλλ᾿ ἐν αὐτῇ ἐνεργείᾳ σαρκώσεως· σεσάρκωται τοίνυν ἐξ αὐτῆς προσλαβόμενος τὴν ἀπαρχὴν τοῦ ἡμετέρου φυράματος, σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ, ὥστε αὐτὴν χρηματίσαι τῇ σαρκὶ ὑπόστασιν, τὴν τοῦ Θεοῦ Λόγου ὑπόστασιν, καὶ σύνθετον γενέσθαι τὴν πρότερον ἁπλῆν οὖσαν τοῦ Λόγου ὑπόστασιν –σύνθετον δὲ ἐκ δύο τελείων φύσεων, θεότητός τε καὶ ἀνθρωπότητος– καὶ φέρειν αὐτὴν τῆς θείας τοῦ Θεοῦ Λόγου υἱότητος τὸ χαρακτηριστικὸν καὶ ἀφοριστικὸν ἰδίωμα, καθ᾿ ὃ διακέκριται τοῦ Πατρὸς καὶ τοῦ Πνεύματος, τά τε τῆς σαρκὸς χαρακτηριστικὰ καὶ ἀφοριστικὰ ἰδιώματα, καθ᾿ ἃ διαφέρει τῆς τε μητρὸς καὶ τῶν λοιπῶν ἀνθρώπων. Φέρειν δὲ καὶ τὰ τῆς θείας φύσεως ἰδιώματα, καθ᾿ ἃ ἥνωται τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, καὶ τὰ τῆς ἀνθρωπίνης φύσεως γνωρίσματα, καθ᾿ ἃ ἥνωται τῇ τε μητρὶ καὶ ἡμῖν. Ἔτι δὲ διαφέρει τοῦ τε Πατρὸς καὶ τοῦ Πνεύματος, τῆς τε μητρὸς καὶ ἡμῶν κατὰ τὸ ὑπάρχειν Θεόν τε ὁμοῦ καὶ ἄνθρωπον τὸν αὐτόν· τοῦτο γὰρ τῆς τοῦ Χριστοῦ ὑποστάσεως ἰδιαίτατον ἰδίωμα γινώσκομεν.

Τοιγαροῦν ὁμολογοῦμεν αὐτὸν ἕνα Υἱὸν τοῦ Θεοῦ καὶ μετὰ τὴν ἐνανθρώπησιν, καὶ Υἱὸν ἀνθρώπου τὸν αὐτόν, ἕνα Χριστόν, ἕνα Κύριον, τὸν μόνον μονογενῆ Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, Ἰησοῦν, τὸν Κύριον ἡμῶν, δύο αὐτοῦ τὰς γεννήσεις σέβοντες, μίαν τὴν ἐκ Πατρὸς προαιώνιον ὑπὲρ αἰτίαν καὶ λόγον καὶ χρόνον καὶ φύσιν καὶ μίαν τὴν ἐπ᾿ ἐσχάτων δι᾿ ἡμᾶς, καθ᾿ ἡμᾶς καὶ ὑπὲρ ἡμᾶς· «δι᾿ ἡμᾶς», ὅτι διὰ τὴν ἡμετέραν σωτηρίαν, «καθ᾿ ἡμᾶς», ὅτι γενόμενος ἄνθρωπος ἐκ γυναικὸς καὶ χρόνῳ κυήσεως, «ὑπὲρ ἡμᾶς», ὅτι οὐκ ἐκ σπορᾶς, ἀλλ᾿ ἐξ Ἁγίου Πνεύματος καὶ τῆς Ἁγίας Παρθένου ὑπὲρ νόμον κυήσεως· οὐ Θεὸν αὐτὸν μόνον κηρύττοντες γυμνὸν τῆς καθ᾿ ἡμᾶς ἀνθρωπότητος, οὐδὲ μὴν ἄνθρωπον μόνον ψιλοῦντες αὐτὸν τῆς θεότητος, οὐκ ἄλλον καὶ ἄλλον, ἀλλ᾿ ἕνα καὶ τὸν αὐτὸν ὁμοῦ Θεόν τε καὶ ἄνθρωπον, Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον, ὅλον Θεόν, καὶ ὅλον ἄνθρωπον, τὸν αὐτὸν ὅλον Θεὸν καὶ μετὰ τῆς σαρκὸς αὐτοῦ καὶ ὅλον ἄνθρωπον καὶ μετὰ τῆς ὑπερθέου αὐτοῦ θεότητος· διὰ τοῦ εἰπεῖν «τέλειον Θεὸν καὶ τέλειον ἄνθρωπον», τὸ πλῆρες καὶ ἀνελλιπὲς δηλοῦντες τῶν φύσεων, διὰ δὲ τοῦ εἰπεῖν «ὅλον Θεὸν καὶ ὅλον ἄνθρωπον» τὸ μοναδικὸν καὶ ἄτμητον δεικνύντες τῆς ὑποστάσεως.

Καὶ «μίαν φύσιν τοῦ Θεοῦ Λόγου σεσαρκωμένην» ὁμολογοῦμεν· διὰ τοῦ εἰπεῖν «σεσαρκωμένην», τὴν τῆς σαρκὸς οὐσίαν σημαίνοντες κατὰ τὸν μακάριον Κύριλλον. Καὶ σεσάρκωται τοίνυν ὁ Λόγος καὶ τῆς οἰκείας ἀϋλότητος οὐκ ἐξέστηκε, καὶ ὅλος σεσάρκωται καὶ ὅλος ἐστὶν ἀπερίγραπτος. Σμικρύνεται σωματικῶς καὶ συστέλλεται καὶ θεϊκῶς ἐστιν ἀπερίγραπτος, οὐ συμπαρεκτεινομένης τῆς σαρκὸς αὐτοῦ τῇ ἀπεριγράπτῳ αὐτοῦ θεότητι.

Ὅλος μὲν οὖν ἐστι Θεὸς τέλειος, οὐχ ὅλον δὲ Θεός· οὐ γὰρ μόνον Θεός, ἀλλὰ καὶ ἄνθρωπος· καὶ ὅλος ἄνθρωπος τέλειος, οὐχ ὅλον δὲ ἄνθρωπος· οὐ μόνον γὰρ ἄνθρωπος, ἀλλὰ καὶ Θεός. Τὸ μὲν γάρ «ὅλον» φύσεως ἐστι παραστατικόν, τὸ «ὅλος» δὲ ὑποστάσεως, ὥσπερ τὸ μὲν «ἄλλο» φύσεως, τὸ «ἄλλος» δὲ ὑποστάσεως.

Ἰστέον δέ, ὡς, εἰ καὶ περιχωρεῖν ἐν ἀλλήλαις τὰς τοῦ Κυρίου φύσεις φαμέν, ἀλλ᾿ οἴδαμεν, ὡς ἐκ τῆς θείας φύσεως ἡ περιχώρησις γέγονεν· αὕτη μὲν γὰρ διὰ πάντων διήκει, καθὼς βούλεται, καὶ περιχωρεῖ, δι᾿ αὐτῆς δὲ οὐδέν. Καὶ αὐτὴ μὲν τῶν οἰκείων αὐχημάτων τῇ σαρκὶ μεταδίδωσι μένουσα αὐτὴ ἀπαθὴς καὶ τῶν τῆς σαρκὸς παθῶν ἀμέτοχος. Εἰ γὰρ ὁ ἥλιος ἡμῖν τῶν οἰκείων ἐνεργειῶν μεταδιδοὺς μένει τῶν ἡμετέρων ἀμέτοχος, πόσῳ μᾶλλον ὁ τοῦ ἡλίου ποιητής τε καὶ Κύριος!

Οὐ γὰρ πέπονθεν σαρκωθείς· πῶς γὰρ ἂν πάθοι τὸ φύσει ἀπαθές; οὐδὲ ἐτράπη ὁ ἁπλοῦς σύνθετος γενόμενος· ἡ γὰρ τροπὴ πάθος ἐστί, τὸ δὲ ἀπαθὲς πάντως καὶ ἄτρεπτον. Ἐνήργησε τοιγαροῦν σαρκωθείς, οὐκ ἔπαθεν· οὔτε γὰρ ἡ φύσις αὐτοῦ ἡ θεία ἐτράπη ἢ προσθήκην ἐδέξατο, οὐδὲ τὸ τῆς ὑποστάσεως αὐτοῦ ἰδίωμα, τουτέστιν ἡ υἱότης, ἐτράπη· ἔμεινε γὰρ υἱὸς τοῦ θεοῦ καὶ υἱὸς ἀνθρώπου γενόμενος. Οὐκ ἔπαθεν οὖν, ἀλλ᾿ ἐνήργησε δημιουργήσας ἑαυτῷ σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ καὶ δοὺς αὐτῇ ἑαυτὸν ὑπόστασιν καὶ ἐν ἑαυτῷ αὐτὴν ὑποστήσας. Ἰστέον γάρ, ὡς ἐπὶ τῆς πυρώσεως δύο χρὴ ἐννοεῖν.

Πεπυρῶσθαι γὰρ λέγεται τὸ πυρούμενον καθ᾿ ἕνα μὲν τρόπον, ὅτι ὁ σίδηρος τυχὸν ἢ τὸ ξύλον εἰς πῦρ προϋφεστὼς εἰσερχόμενον λαμβάνει ἐξ αὐτοῦ πῦρ μήπω καθ᾿ αὑτὸ προϋποστὰν καὶ γίνεται αὐτῷ ὑπόστασις ἐν αὐτῷ γὰρ τῷ ξύλῳ προϋπάρχοντι καὶ προϋφεστῶτι ὑφίσταται τὸ πῦρ, ὃ λαμβάνει ἐκ τοῦ προϋφεστῶτος πυρός καὶ γίνεται ἡ τοῦ σιδήρου ὑπόστασις καὶ τοῦ ἐν αὐτῷ θεωρουμένου πυρὸς ὑπόστασις μία ὑπόστασις τοῦ τε ξύλου καὶ τοῦ ἐν αὐτῷ πυρός οὐ γὰρ ὑπέστη καθ᾿ αὑτὸ τὸ ἐν τῷ ξύλῳ πῦρ, ἀλλ᾿ αἰτίαν τῆς ὑποστάσεως καὶ τῆς ἀναμέρος κεχωρισμένης ἐκ τῶν λοιπῶν πυρῶν ὑπάρξεως καὶ συμπήξεως τὸ ξύλον ἔσχε καὶ ἔστι μία ὑπόστασις τοῦ τε ξύλου καὶ τοῦ ἐν αὐτῷ ὑποστάντος πυρός, προηγουμένως μὲν τοῦ ξύλου, ἑπομένως δὲ τοῦ πυρός· προϋπάρχουσα γὰρ τοῦ ξύλου μετὰ ταῦτα ἐγένετο καὶ τοῦ πυρός.

Λέγεται δὲ καὶ καθ᾿ ἕτερον τρόπον πύρωσις ὡς τοῦ πυρουμένου ξύλου δεχομένου τὴν τοῦ πυρὸς ἐνέργειαν· τὸ γὰρ λεπτότερον μεταδίδωσι τῷ παχυτέρῳ τῆς οἰκείας ἐνεργείας. Ἐπὶ μὲν οὖν τῆς πυρώσεως τὸ ξύλον ἐστὶ τὸ πυρούμενον, καὶ λέγεται πύρωσις τοῦ ξύλου καὶ οὐ ξύλωσις τοῦ πυρός· τὸ γὰρ ξύλον προϋπάρχει τε καὶ ὑπόστασις τῷ πυρὶ γίνεται καὶ τὴν τοῦ πυρὸς ἐνέργειαν δέχεται. Ἐπὶ δὲ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὐχ οὕτως, ἀλλὰ σάρκωσις μὲν τοῦ λόγου λέγεται ὡς τοῦ λόγου γενομένου τῇ σαρκὶ ὑποστάσεως προϋπῆρχε γὰρ ἡ ὑπόστασις τοῦ λόγου, καὶ ἐν αὐτῇ ὑπέστη ἡ σάρξ, θέωσις δὲ τῆς σαρκός· αὕτη γὰρ μετέσχε τῶν τῆς θεότητος, καὶ οὐχ ἡ θεότης τῶν αὐτῆς παθῶν· διὰ γὰρ τῆς σαρκὸς ἡ θεότης ἐνήργει ὡς τὸ πῦρ διὰ τοῦ ξύλου, οὐχ ἡ σὰρξ διὰ τοῦ λόγου. Οὐκ ἔπαθε τοίνυν σαρκωθεὶς ὁ λόγος, ἀλλ᾿ ἐνήργησε τὴν σάρκωσιν μεταδοὺς τῇ σαρκὶ τῆς τε ὑποστάσεως καὶ τῆς θεώσεως. Θεώσεως δὲ λέγω οὐχὶ τραπείσης εἰς θεότητος φύσιν, ἀλλὰ τῆς μεθέξεως τῆς ὑπὸ τῶν τῆς θεότητος αὐχημάτων· ἐζωοποίει γὰρ οὐ κατ᾿ οἰκείαν φύσιν, ἀλλὰ τῇ ἑνώσει τῇ πρὸς τὴν θεότητα. Καὶ ἐν Θαβὼρ ἤστραψε καὶ ἀπαστράπτει οὐ διὰ τὴν ἰδίαν φύσιν, ἀλλὰ διὰ τὴν τῆς καθ᾿ ὑπόστασιν ἡνωμένης αὐτῇ θεότητος ἐνέργειαν, ὡς τὸ ξύλον λάμπει καὶ καίει οὐ κατὰ τὴν οἰκείαν φυσικὴν ἐνέργειαν, ἀλλὰ διὰ τὴν τοῦ καθ᾿ ὑπόστασιν ἡνωμένου αὐτῷ πυρὸς τῆς ἐνεργείας μέθεξιν.

Κεφάλαιον 52[Επεξεργασία]

Πρὸς τοὺς λέγοντας· ὑπὸ τὸ συνεχὲς ποσὸν ἀνάγονται αἱ τοῦ Κυρίου φύσεις ἢ ὑπὸ τὸ διωρισμένον.

Εἰ δέ τις ἐρωτῶν περὶ τῶν τοῦ Κυρίου φύσεων, εἰ ὑπὸ τὸ συνεχὲς ποσὸν ἀνάγονται ἢ ὑπὸ τὸ διωρισμένον, ἐροῦμεν, ὅτι αἱ τοῦ Κυρίου φύσεις οὔτε ἓν σῶμά εἰσιν οὔτε μία ἐπιφάνεια οὔτε μία γραμμή, οὐ χρόνος, οὐ τόπος, ἵνα ὑπὸ τὸ συνεχὲς ἀναχθῶσι ποσόν· ταῦτα γάρ εἰσι τὰ συνεχῶς ἀριθμούμενα.

Ἰστέον δέ, ὡς ὁ ἀριθμὸς τῶν διαφερόντων ἐστὶ καὶ ἀδύνατον ἀριθμεῖσθαι τὰ κατὰ μηδὲν διαφέροντα, καθ᾿ ὃ δὲ διαφέρουσι, κατὰ τοῦτο καὶ ἀριθμοῦνται· οἷον ὁ Πέτρος καὶ ὁ Παῦλος, καθ᾿ ὃ μὲν ἥνωνται, οὐκ ἀριθμοῦνται· τῷ λόγῳ γὰρ τῆς οὐσίας ἑνούμενοι δύο φύσεις οὐ δύνανται λέγεσθαι, καθ᾿ ὑπόστασιν δὲ διαφέροντες δύο ὑποστάσεις λέγονται. Ὥστε ὁ ἀριθμὸς τῶν διαφερόντων ἐστί, καὶ ᾧ τρόπῳ διαφέρουσι τὰ διαφέροντα, τούτῳ τῷ τρόπῳ καὶ ἀριθμοῦνται.

Ἥνωνται μὲν αἱ τοῦ Χριστοῦ φύσεις ἀσυγχύτως καθ᾿ ὑπόστασιν, διῄρηνται δὲ ἀδιαιρέτως λόγῳ καὶ τρόπῳ τῆς διαφορᾶς. Καὶ ᾧ μὲν τρόπῳ ἥνωνται, οὐκ ἀριθμοῦνται· οὐ γὰρ καθ᾿ ὑπόστασιν δύο εἶναί φαμεν τὰς φύσεις τοῦ Χριστοῦ· ᾧ δὲ τρόπῳ ἀδιαιρέτως διῄρηνται, ἀριθμοῦνται· δύο γάρ εἰσιν αἱ φύσεις τοῦ Χριστοῦ λόγῳ καὶ τρόπῳ τῆς διαφορᾶς. Ἡνωμέναι γὰρ καθ᾿ ὑπόστασιν καὶ τὴν ἐν ἀλλήλαις περιχώρησιν ἔχουσαι ἀσυγχύτως ἥνωνται, τὴν οἰκείαν ἑκάστη φυσικὴν διαφορὰν διασῴζουσα. Τῷ τρόπῳ τοιγαροῦν τῆς διαφορᾶς καὶ μόνῳ ἀριθμούμεναι ὑπὸ τὸ διωρισμένον ποσὸν ἀναχθήσονται.

Εἷς τοίνυν ἐστὶν ὁ Χριστός, Θεὸς τέλειος καὶ ἄνθρωπος τέλειος, ὃν προσκυνοῦμεν σὺν Πατρὶ καὶ Πνεύματι μιᾷ προσκυνήσει μετὰ τῆς ἀχράντου σαρκὸς αὐτοῦ οὐκ ἀπροσκύνητον τὴν σάρκα λέγοντες –προσκυνεῖται γὰρ ἐν τῇ μιᾷ τοῦ Λόγου ὑποστάσει, ἥτις αὐτῇ ὑπόστασις γέγονεν–, οὐ τῇ κτίσει λατρεύοντες –οὐ γὰρ ὡς ψιλήν σάρκα προσκυνοῦμεν ἀλλ᾿ ὡς ἡνωμένην θεότητα καὶ ὡς εἰς ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν τοῦ Θεοῦ Λόγου τῶν δύο αὐτοῦ ἀναγομένων φύσεων. Δέδοικα τοῦ ἄνθρακος ἅψασθαι διὰ τὸ τῷ ξύλῳ συνημμένον πῦρ. Προσκυνῶ τοῦ Χριστοῦ τὸ συναμφότερον διὰ τὴν τῇ σαρκὶ ἡνωμένην θεότητα. Οὐ γὰρ τέταρτον παρεντίθημι πρόσωπον ἐν τῇ Τριάδι –μὴ γένοιτο–, ἀλλ᾿ ἓν πρόσωπον ὁμολογῶ τοῦ Θεοῦ Λόγου καὶ τῆς σαρκὸς αὐτοῦ· Τριὰς γὰρ ἔμεινεν ἡ Τριὰς καὶ μετὰ τὴν τοῦ Λόγου σάρκωσιν.

Κεφάλαιον 53[Επεξεργασία]

Κεφάλαιον 54[Επεξεργασία]

Κεφάλαιον 55[Επεξεργασία]

Κεφάλαιον 56[Επεξεργασία]

Κεφάλαιον 57[Επεξεργασία]

Κεφάλαιον 58[Επεξεργασία]

Κεφάλαιον 59[Επεξεργασία]

Κεφάλαιον 60[Επεξεργασία]

Κεφάλαιον 61[Επεξεργασία]

Κεφάλαιον 62[Επεξεργασία]

Κεφάλαιον 63[Επεξεργασία]

Περὶ τῆς θεανδρικῆς ἐνεργείας

Ὁ μακάριος Διονύσιος «καινήν τινα θεανδρικὴν ἐνέργειαν» φήσας τὸν Χριστὸν «ἡμῖν πεπολιτευμένον», οὐκ ἀναιρῶν τὰς φυσικὰς ἐνεργείας μίαν ἐνέργειαν ἔκ τε τῆς ἀνθρωπίνης καὶ τῆς θείας γεγενημένην φησίν –οὕτω γὰρ ἂν καὶ μίαν φύσιν εἴποιμεν καινήν, ἐκ θείας τε καὶ ἀνθρωπίνης φύσεως γεγενημένην· «ὧν γὰρ ἡ ἐνέργεια μία, τούτων καὶ ἡ οὐσία μία» κατὰ τοὺς ἁγίους πατέρας–, ἀλλὰ θέλων δεῖξαι τὸν καινὸν καὶ ἀπόρρητον τρόπον τῆς τῶν φυσικῶν τοῦ Χριστοῦ ἐνεργειῶν ἐκφάνσεως τῷ ἀπορρήτῳ τρόπῳ τῆς εἰς ἄλληλα τῶν Χριστοῦ φύσεων περιχωρήσεως προσφόρως καὶ τὴν κατὰ ἄνθρωπον αὐτοῦ πολιτείαν ξένην καὶ παράδοξον καὶ τῇ φύσει τῶν ὄντων ἄγνωστον καὶ τὸν τρόπον τῆς κατὰ τὴν ἀπόρρητον ἕνωσιν ἀντιδόσεως· οὐ διῃρημένας γάρ φαμεν τὰς ἐνεργείας οὐδὲ διῃρημένως ἐνεργούσας τὰς φύσεις, ἀλλ᾿ ἡνωμένας, ἑκάστην μετὰ τῆς θατέρου κοινωνίας ἐνεργοῦσαν τοῦθ᾿ ὅπερ ἴδιον ἔσχηκεν. Οὔτε γὰρ τὰ ἀνθρώπινα ἀνθρωπίνως ἐνήργησεν –οὐ γὰρ ψιλὸς ἦν ἄνθρωπος– οὐδὲ τὰ θεῖα κατὰ Θεὸν μόνον –οὐ γὰρ ἦν γυμνὸς Θεός–, ἀλλὰ Θεὸς ὁμοῦ ὑπάρχων καὶ ἄνθρωπος. Ὥσπερ γὰρ τῶν φύσεων τὴν ἕνωσιν καὶ τὴν φυσικὴν διαφορὰν ἐπιστάμεθα, οὕτω καὶ τῶν φυσικῶν θελημάτων τε καὶ ἐνεργειῶν.

Ἰστέον τοιγαροῦν, ὡς ἐπὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ποτὲ μὲν ὡς ἐπὶ δύο φύσεων τὸν λόγον ποιούμεθα, ποτὲ δὲ ὡς ἐφ᾿ ἑνὸς προσώπου, καὶ τοῦτο δὲ κἀκεῖνο εἰς μίαν ἀναφέρεται ἔννοιαν· αἱ γὰρ δύο φύσεις εἷς ἐστι Χριστός, καὶ ὁ εἷς Χριστὸς δύο φύσεις ἐστί. Ταὐτὸν οὖν ἐστιν εἰπεῖν· ἐνεργεῖ ὁ Χριστὸς καθ᾿ ἑκατέραν τῶν αὐτοῦ δύο φύσεων, καὶ ἐνεργεῖ ἑκατέρα φύσις ἐν τῷ Χριστῷ μετὰ τῆς θατέρου κοινωνίας. Κοινωνεῖ τοίνυν ἡ μὲν θεία φύσις τῇ σαρκὶ ἐνεργούσῃ διὰ τὸ εὐδοκίᾳ τῆς θείας θελήσεως παραχωρεῖσθαι πάσχειν καὶ πράττειν τὰ ἴδια καὶ διὰ τὸ τὴν ἐνέργειαν τῆς σαρκὸς πάντως εἶναι σωτήριον, ὅπερ οὐ τῆς ἀνθρωπίνης ἐνεργείας ἐστίν, ἀλλὰ τῆς θείας. Ἡ δὲ σὰρξ τῇ θεότητι τοῦ Λόγου ἐνεργούσῃ διά τε τὸ ὡς δι᾿ ὀργάνου τοῦ σώματος τὰς θείας ἐκτελεῖσθαι ἐνεργείας καὶ διὰ τὸ ἕνα εἶναι τὸν ἐνεργοῦντα θεϊκῶς τε ἅμα καὶ ἀνθρωπίνως.

Εἰδέναι γὰρ χρή, ὡς ὁ ἅγιος αὐτοῦ νοῦς καὶ τὰς φυσικὰς αὐτοῦ ἐνεργεῖ ἐνεργείας, νοῶν καὶ γινώσκων, ὅτι ἐστὶ Θεοῦ νοῦς καὶ ὅτι ὑπὸ πάσης προσκυνεῖται τῆς κτίσεως, καὶ μεμνημένος τῶν ἐπὶ τῆς γῆς αὐτοῦ διατριβῶν τε καὶ παθῶν, κοινωνεῖ δὲ ἐνεργούσῃ τῇ τοῦ Λόγου θεότητι καὶ διεπούσῃ καὶ κυβερνώσῃ τὸ πᾶν, νοῶν καὶ γινώσκων καὶ διέπων οὐχ ὡς ψιλὸς ἀνθρώπου νοῦς, ἀλλ᾿ ὡς Θεῷ καθ᾿ ὑπόστασιν ἡνωμένος καὶ Θεοῦ νοῦς χρηματίσας.

Τοῦτο οὖν δηλοῖ ἡ θεανδρικὴ ἐνέργεια, ὅτι ἀνδρωθέντος Θεοῦ, ἤγουν ἐνανθρωπήσαντος, καὶ ἡ ἀνθρωπίνη αὐτοῦ ἐνέργεια θεία ἦν, ἤγουν τεθεωμένη καὶ οὐκ ἄμοιρος τῆς θείας αὐτοῦ ἐνεργείας καὶ ἡ θεία αὐτοῦ ἐνέργεια οὐκ ἄμοιρος τῆς ἀνθρωπίνης αὐτοῦ ἐνεργείας, ἀλλ᾿ ἑκατέρα σὺν τῇ ἑτέρᾳ θεωρουμένη. Λέγεται δὲ ὁ τρόπος οὗτος περίφρασις, ὅταν τις δύο τινὰ διὰ μιᾶς περιλάβῃ λέξεως. Ὥσπερ γὰρ μίαν τὴν τετμημένην καῦσιν λέγομεν καὶ τὴν κεκαυμένην τομὴν τῆς πεπυρακτωμένης μαχαίρας, ἄλλην δὲ ἐνέργειάν φαμεν τὴν τομὴν καὶ ἄλλην τὴν καῦσιν, καὶ ἄλλης καὶ ἄλλης φύσεως, τοῦ μὲν πυρὸς τὴν καῦσιν, τοῦ δὲ σιδήρου τὴν τομήν, οὕτω καί μίαν τοῦ Χριστοῦ θεανδρικὴν ἐνέργειαν λέγοντες δύο τὰς ἐνεργείας νοοῦμεν τῶν δύο φύσεων αὐτοῦ, τῆς μὲν θεότητος αὐτοῦ τὴν θείαν, τῆς δέ ἀνθρωπότητος αὐτοῦ τὴν ἀνθρωπίνην ἐνέργειαν.

Κεφάλαιον 64[Επεξεργασία]

Περὶ τῶν φυσικῶν καὶ ἀδιαβλήτων παθῶν

Ὁμολογοῦμεν δέ, ὅτι πάντα τὰ φυσικὰ καὶ ἀδιάβλητα πάθη τοῦ ἀνθρώπου ἀνέλαβεν. Ὅλον γὰρ τὸν ἄνθρωπον καὶ πάντα τὰ τοῦ ἀνθρώπου ἀνέλαβε πλὴν τῆς ἁμαρτίας· αὕτη γὰρ οὐ φυσική ἐστιν οὐδὲ ὑπὸ τοῦ Δημιουργοῦ ἡμῖν ἐνσπαρεῖσα, ἀλλ᾿ ἐκ τῆς τοῦ διαβόλου ἐπισπορᾶς ἐν τῇ ἡμετέρᾳ αὐτεξουσίῳ προαιρέσει ἑκουσίως συνισταμένη, οὐ βίᾳ ἡμῶν κρατοῦσα. Φυσικὰ δὲ καὶ ἀδιάβλητα πάθη εἰσὶ τὰ οὐκ ἐφ᾿ ἡμῖν, ὅσα ἐκ τῆς ἐπὶ τῇ παραβάσει κατακρίσεως εἰς τὸν ἀνθρώπινον εἰσῆλθε βίον· οἷον πεῖνα, δίψα, κόπος, πόνος, τὸ δάκρυον, ἡ φθορά, ἡ τοῦ θανάτου παραίτησις, ἡ δειλία, ἡ ἀγωνία (ἐξ ἧς οἱ ἱδρῶτες, οἱ θρόμβοι τοῦ αἵματος), ἡ διὰ τὸ ἀσθενὲς τῆς φύσεως ὑπὸ τῶν ἀγγέλων βοήθεια καὶ τὰ τοιαῦτα, ἅτινα πᾶσι τοῖς ἀνθρώποις φυσικῶς ἐνυπάρχουσι.

Πάντα τοίνυν ἀνέλαβεν, ἵνα πάντα ἁγιάσῃ. Ἐπειράσθη καὶ ἐνίκησεν, ἵνα ἡμῖν τὴν νίκην πραγματεύσηται καὶ δῷ τῇ φύσει δύναμιν νικᾶν τὸν ἀντίπαλον, ὅπως ἡ φύσις ἡ πάλαι νικηθεῖσα, δι᾿ ὧν προσβολῶν ἐνικήθη, διὰ τούτων νικήσῃ τὸν πάλαι νικήσαντα.

Ὁ μὲν οὖν πονηρὸς ἔξωθεν προσέβαλεν οὐ διὰ λογισμῶν, ὥσπερ καὶ τῷ Ἀδάμ· κἀκείνῳ γὰρ οὐ διὰ λογισμῶν, ἀλλὰ διὰ τοῦ ὄφεως. Ὁ δὲ Κύριος τὴν προσβολὴν ἀπεκρούσατο καὶ ὡς καπνὸν διέλυσεν, ἵνα προσβαλόντα αὐτῷ τὰ πάθη καὶ νικηθέντα καὶ ἡμῖν εὐκαταγώνιστα γένηται καὶ οὕτως ὁ νέος Ἀδὰμ τὸν παλαιὸν ἀνασώσηται.

Ἀμέλει τὰ φυσικὰ ἡμῶν πάθη κατὰ φύσιν καὶ ὑπὲρ φύσιν ἦσαν ἐν τῷ Χριστῷ. Κατὰ φύσιν μὲν γὰρ ἐκινεῖτο ἐν αὐτῷ, ὅτε παρεχώρει τῇ σαρκὶ πάσχειν τὰ ἴδια· ὑπὲρ φύσιν δέ, ὅτε οὐ προηγεῖτο ἐν τῷ Κυρίῳ τῆς θελήσεως τὰ φυσικά· οὐδὲν γὰρ ἠναγκασμένον ἐπ᾿ αὐτοῦ θεωρεῖται, ἀλλὰ πάντα ἑκούσια· θέλων γὰρ ἐπείνασε, θέλων ἐδίψησε, θέλων ἐδειλίασε, θέλων ἀπέθανεν.

Κεφάλαιον 65[Επεξεργασία]

Κεφάλαιον 66[Επεξεργασία]

Κεφάλαιον 67[Επεξεργασία]

Κεφάλαιον 68[Επεξεργασία]

Κεφάλαιον 69[Επεξεργασία]

Κεφάλαιον 70[Επεξεργασία]

Κεφάλαιον 71[Επεξεργασία]

Κεφάλαιον 72[Επεξεργασία]

Κεφάλαιον 73[Επεξεργασία]

Κεφάλαιον 74[Επεξεργασία]

Κεφάλαιον 75[Επεξεργασία]

Κεφάλαιον 76[Επεξεργασία]

Κεφάλαιον 77[Επεξεργασία]

Κεφάλαιον 78[Επεξεργασία]

Κεφάλαιον 79[Επεξεργασία]

Κεφάλαιον 80[Επεξεργασία]

Κεφάλαιον 81[Επεξεργασία]

Κεφάλαιον 82[Επεξεργασία]

Κεφάλαιον 83[Επεξεργασία]

Κεφάλαιον 84[Επεξεργασία]

Κεφάλαιον 85[Επεξεργασία]

Κεφάλαιον 86[Επεξεργασία]

Κεφάλαιον 87[Επεξεργασία]

Περὶ τῆς γενεαλογίας τοῦ Κυρίου καὶ περὶ τῆς ἁγίας Θεοτόκου.

Περὶ τῆς ἁγίας ὑπερυμνήτου Ἀειπαρθένου καὶ Θεοτόκου Μαρίας ἐν τοῖς προλαβοῦσι μετρίως διαλαβόντες καὶ τὸ καιριώτατον παραστήσαντες, ὡς κυρίως καὶ ἀληθῶς Θεοτόκος ἔστι τε καὶ ὀνομάζεται, νῦν τὰ λείποντα προσαναπληρώσωμεν. Αὕτη γὰρ τῇ προαιωνίῳ προγνωστικῇ βουλῇ τοῦ Θεοῦ προορισθεῖσα καὶ διαφόροις εἰκόσι καὶ λόγοις προφητῶν διὰ Πνεύματος Ἁγίου εἰκονισθεῖσά τε καὶ προκηρυχθεῖσα ἐν τῷ προωρισμένῳ καιρῷ ἐκ Δαυιδικῆς ῥίζης ἐβλάστησε διὰ τὰς πρὸς αὐτὸν γενομένας ἐπαγγελίας. «Ὤμοσε γὰρ Κύριος», φησί, «τῷ Δαυὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτόν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου», καὶ πάλιν· «Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυὶδ ψεύσομαι. Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει· καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα, καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός». Καὶ Ἡσαΐας· «Ἐξανατελεῖ ῥάβδος ἐξ Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται». Ὅτι μὲν οὖν ὁ Ἰωσὴφ ἐκ Δαυιδικῆς φυλῆς κατάγεται, Ματθαῖος καὶ Λουκᾶς, οἱ ἱερώτατοι εὐαγγελισταί, διαρρήδην ὑπέδειξαν· ἀλλ᾿ ὁ μὲν Ματθαῖος ἐκ Δαυὶδ διὰ Σολομῶντος κατάγει τὸν Ἰωσήφ, ὁ δὲ Λουκᾶς διὰ Νάθαν. Τῆς δὲ ἁγίας Παρθένου τὴν γέννησιν καὶ ἀμφότεροι παρεσιώπησαν.

Χρὴ οὖν εἰδέναι, ὡς οὐκ ἦν ἔθος Ἑβραίοις, οὐδὲ τῇ θείᾳ Γραφῇ γενεαλογεῖσθαι γυναῖκας. Νόμος δὲ ἦν μὴ μνηστεύεσθαι φυλὴν ἐξ ἑτέρας φυλῆς. Ὁ δὲ Ἰωσὴφ ἐκ Δαυιδικοῦ καταγόμενος φύλου, δίκαιος ὑπάρχων (τοῦτο γὰρ αὐτῷ μαρτυρεῖ τὸ θεῖον Εὐαγγέλιον), οὐκ ἂν παρανόμως τὴν ἁγίαν Παρθένον πρὸς μνηστείαν ἠγάγετο, εἰ μὴ ἐκ τοῦ αὐτοῦ σκήπτρου κατήγετο. Δείξας τοίνυν τὸ τοῦ Ἰωσὴφ καταγώγιον ἠρκέσθη.

Χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὡς νόμος ἦν ἀγόνου ἀνδρὸς τελευτῶντος τὸν τούτου ἀδελφὸν τὴν τοῦ τετελευτηκότος γαμετὴν πρὸς γάμον ἄγεσθαι καὶ ἐγείρειν σπέρμα τῷ ἀδελφῷ. Τὸ οὖν τικτόμενον κατὰ φύσιν μὲν τοῦ δευτέρου, ἤτοι τοῦ γεγεννηκότος ἦν, κατὰ δὲ νόμον τοῦ τελευτήσαντος. Ἐκ τῆς σειρᾶς τοίνυν τοῦ Νάθαν τοῦ υἱοῦ Δαυὶδ Λευὶ ἐγέννησε τὸν Μελχὶ καὶ τὸν Πάνθηρα· ὁ Πάνθηρ ἐγέννησε τὸν Βαρπάνθηρα οὕτως ἐπικληθέντα. Οὗτος ὁ Βαρπάνθηρ ἐγέννησε τὸν Ἰωακείμ· Ἰωακεὶμ ἐγέννησε τὴν ἁγίαν Θεοτόκον. Ἐκ δὲ τῆς σειρᾶς Σολομῶντος, τοῦ υἱοῦ Δαυὶδ Ματθὰν ἔσχε γυναῖκα, ἐξ ἧς ἐγέννησε τὸν Ἰακώβ. Τελευτήσαντος δὲ τοῦ Ματθάν, Μελχὶ ἐκ τῆς φυλῆς τοῦ Νάθαν, ὁ υἱὸς Λευί, ἀδελφὸς δὲ τοῦ Πάνθηρος, ἔγημε τὴν γυναῖκα τοῦ Ματθάν, μητέρα δὲ τοῦ Ἰακώβ, καὶ ἐξ αὐτῆς ἔσχε τὸν Ἡλεί. Ἐγένοντο οὖν ἀδελφοὶ ὁμομήτριοι Ἰακὼβ καὶ Ἡλεί, ὁ μὲν Ἰακὼβ ἐκ τῆς φυλῆς Σολομῶντος, ὁ δὲ Ἡλεὶ ἐκ φυλῆς Νάθαν. Ἐτελεύτησε δὲ ὁ Ἡλεί, ὁ ἐκ τῆς φυλῆς τοῦ Νάθαν ἄπαις· καὶ ἔλαβεν Ἰακώβ, ὁ ἀδελφὸς αὐτοῦ ὁ ἐκ τῆς φυλῆς Σολομῶντος, τὴν γυναῖκα αὐτοῦ καὶ ἀνέστησε σπέρμα τῷ ἀδελφῷ αὐτοῦ καί ἐγέννησε τὸν Ἰωσήφ. Ὁ οὖν Ἰωσὴφ φύσει μέν ἐστιν υἱὸς Ἰακὼβ ἐκ τοῦ καταγωγίου τοῦ Σολομῶντος, κατὰ δὲ νόμον Ἡλεὶ τοῦ ἐκ Νάθαν. Ἰωακεὶμ τοίνυν τὴν σεμνήν τε καὶ ἀξιέπαινον Ἄνναν πρὸς γάμον ἠγάγετο. Ἀλλ᾿ ὥσπερ ἡ πάλαι Ἄννα στειρεύσασα δι᾿ εὐχῆς καὶ ἐπαγγελίας τὸν Σαμουὴλ ἐγέννησεν, οὕτω καὶ αὕτη διὰ λιτῆς καὶ ἐπαγγελίας πρὸς Θεοῦ τὴν Θεοτόκον κομίζεται, ἵνα κἂν τούτῳ μηδενὸς τῶν περιφανῶν καθυστερίζοιτο· τίκτει τοιγαροῦν ἡ χάρις (τοῦτο γὰρ ἡ Ἄννα ἑρμηνεύεται) τὴν Κυρίαν (τοῦτο γὰρ τῆς Μαρίας σημαίνει τὸ ὄνομα· Κυρία γὰρ ὄντως γέγονε πάντων τῶν ποιημάτων τοῦ Δημιουργοῦ χρηματίσασα μήτηρ). Τίκτεται δὲ ἐν τῷ τῆς προβατικῆς τοῦ Ἰωακεὶμ οἴκῳ καὶ τῷ ἱερῷ προσάγεται. Εἶτα ἐν τῷ οἴκῳ τοῦ Θεοῦ φυτευθεῖσά τε καὶ πιανθεῖσα τῷ Πνεύματι, ὡσεὶ ἐλαία κατάκαρπος, πάσης ἀρετῆς καταγώγιον γέγονε, πάσης βιωτικῆς καὶ σαρκικῆς ἐπιθυμίας τὸν νοῦν ἀποστήσασα καὶ οὕτω παρθένον τὴν ψυχὴν τηρήσασα σὺν τῷ σώματι, ὡς ἔπρεπε, τόν Θεὸν ἐγκόλπιον ὑποδέχεσθαι μέλλουσαν· ἅγιος γὰρ ὢν ἐν ἁγίοις ἀναπαύεται. Οὕτω τοίνυν ἁγιωσύνην μετέρχεται καὶ ναὸς ἅγιος καὶ θαυμαστὸς τοῦ ὑψίστου Θεοῦ ἀναδείκνυται ἄξιος.

Ἐπειδὴ δὲ ἐπετήρει τὰς παρθένους ὁ τῆς ἡμῶν σωτηρίας ἐχθρὸς διὰ τὴν Ἡσαΐου πρόρρησιν· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει», φήσαντος, «καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον μεθ᾿ ἡμῶν ὁ Θεός», ὡς ἂν δελεάσῃ τὸν ἐν σοφίᾳ ἀεὶ ἁβρυνόμενον«ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν», πρὸς μνηστείαν ἡ νεᾶνις τῷ Ἰωσὴφ ὑπὸ τῶν ἱερέων δίδοται, ὁ καινὸς τόμος τῷ γράμματα εἰδότι· ἡ δὲ μνηστεία φυλακή τε τῆς Παρθένου ὑπῆρχε καὶ τοῦ τὰς παρθένους ἐπιτηροῦντος ἀποβουκόλημα. «Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου», ἀπεστάλη ἄγγελος Κυρίου πρὸς αὐτὴν τὴν τοῦ Κυρίου εὐαγγελιζόμενος σύλληψιν· οὕτως τε συνείληφε τὸν Υἱὸν τοῦ Θεοῦ, τὴν τοῦ Πατρὸς ἐνυπόστατον δύναμιν, «οὐκ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς», ἤτοι συναφείας καὶ σπορᾶς, ἀλλ᾿ ἐκ τῆς τοῦ Πατρὸς εὐδοκίας καὶ συνεργίας τοῦ Ἁγίου Πνεύματος· ἐχορήγησέ τε τῷ κτίστῃ τὸ κτισθῆναι καὶ τῷ πλάστῃ τὸ πλασθῆναι καὶ τῷ Υἱῷ τοῦ Θεοῦ καὶ Θεῷ τὸ σαρκωθῆναι καὶ ἀνθρωπισθῆναι ἐκ τῶν ἁγνῶν καὶ ἀμολύντων αὐτῆς σαρκῶν καὶ αἱμάτων, τὸ τῆς προμήτορος ἀποπληροῦσα χρέος· ὥσπερ γὰρ ἐκείνη συναφείας ἐκτὸς ἐξ Ἀδὰμ πεπλαστούργηται, οὕτω καὶ αὕτη τὸν νέον Ἀδὰμ ἀπεκύησε νόμῳ κυήσεως τικτόμενον καὶ ὑπὲρ φύσιν γεννήσεως. Τίκτεται γὰρ ἀπάτωρ ἐκ γυναικὸς ὁ ἐκ Πατρὸς ἀμήτωρ· καὶ ὅτι μὲν ἐκ γυναικὸς νόμῳ κυήσεως, ὅτι δὲ ἄνευ πατρός, ὑπὲρ φύσιν γεννήσεως· καὶ ὅτι μὲν τῷ εἰθισμένῳ χρόνῳ (τὸν γὰρ ἐννεαμηνιαῖον τελέσας καὶ τῷ δεκάτῳ ἐπιβὰς γεννᾶται), νόμῳ κυήσεως, ὅτι δὲ ἀνωδίνως, ὑπὲρ θεσμὸν γεννήσεως· ἧς γὰρ ἡδονὴ οὐ προηγήσατο, οὐδὲ ὠδὶν ἐπηκολούθησε, κατὰ τὸν προφήτην τὸν λέγοντα· «Πρὶν ὠδίνησεν, ἔτεκε», καὶ πάλιν· «Πρὶν ἐλθεῖν τὸν καιρὸν τῶν ὠδίνων, ἐξέφυγε καὶ ἔτεκεν ἄρσεν». Γεγέννηται τοίνυν ἐξ αὐτῆς ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς σεσαρκωμένος, οὐ θεοφόρος ἄνθρωπος, ἀλλὰ Θεὸς σεσαρκωμένος, οὐχ ὡς προφήτης ἐνεργείᾳ χριόμενος, παρουσίᾳ δὲ ὅλου τοῦ χρίοντος, ὥστε ἄνθρωπον μὲν γενέσθαι τὸ χρῖσαν καὶ Θεὸν τὸ χριόμενον, οὐ μεταβολῇ φύσεως, ἀλλ᾿ ἑνώσει τῇ καθ᾿ ὑπόστασιν. Ὁ αὐτὸς γὰρ ἦν, ὅ τε χρίων καὶ ὁ χριόμενος· χρίων ὡς Θεὸς ἑαυτὸν ὡς ἄνθρωπον. Πῶς οὖν οὐ Θεοτόκος ἡ Θεὸν σεσαρκωμένον ἐξ αὐτῆς γεννήσασα; Ὄντως κυρίως καὶ ἀληθῶς Θεοτόκος καὶ Κυρία, καὶ πάντων κτισμάτων δεσπόζουσα, δούλη καὶ μήτηρ τοῦ Δημιουργοῦ χρηματίσασα. Ὥσπερ δὲ συλληφθεὶς παρθένον τὴν συλλαβοῦσαν ἐτήρησεν, οὕτω καὶ τεχθεὶς τὴν αὐτῆς παρθενίαν ἐφύλαξεν ἄτρωτον μόνος διελθὼν δι᾿ αὐτῆς καὶ κεκλεισμένην τηρήσας αὐτήν· δι᾿ ἀκοῆς μὲν ἡ σύλληψις, ἡ δὲ γέννησις διὰ τῆς συνήθους τῶν τικτομένων ἐξόδου, εἰ καί τινες μυθολογοῦσι διὰ τῆς πλευρᾶς αὐτὸν τεχθῆναι τῆς Θεομήτορος. Οὐ γὰρ ἀδύνατος ἦν καὶ διὰ τῆς πύλης διελθεῖν καὶ ταύτης μὴ παραβλάψαι τὰ σήμαντρα. Μένει τοίνυν καὶ μετὰ τόκον παρθένος ἡ Ἀειπάρθενος οὐδαμῶς ἀνδρὶ μέχρι θανάτου προσομιλήσασα. Εἰ γὰρ καὶ γέγραπται· «Καὶ οὐκ ἔγνω αὐτήν, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον», ἰστέον ὅτι πρωτότοκός ἐστιν ὁ πρῶτος γεννηθείς, εἰ καὶ μονογενὴς εἴη. Τὸ μὲν γὰρ «πρωτότοκον» πρῶτον γεννηθῆναι δηλοῖ, οὐ πάντως δὲ καὶ ἑτέρων συνεμφαίνει γέννησιν. Τὸ δὲ «ἕως» τὴν μὲν τοῦ ὡρισμένου χρόνου προθεσμίαν σημαίνει, οὐκ ἀποφάσκει δὲ τὸ μετὰ ταῦτα· φησὶ γὰρ ὁ Κύριος· «Καὶ ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος», οὐχ ὡς μετὰ τὴν τοῦ αἰῶνος συντέλειαν χωρισθησόμενος. Φησὶ γοῦν ὁ θεῖος ἀπόστολος· «Καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα», μετὰ τὴν κοινὴν ἀνάστασιν λέγων. Πῶς γὰρ ἂν Θεὸν γεννήσασα καὶ ἐκ τῆς τῶν παρηκολουθηκότων πείρας τὸ θαῦμα γνωρίσασα ἀνδρὸς συνάφειαν κατεδέξατο; Ἄπαγε. Οὐ σωφρονοῦντος λογισμοῦ τὰ τοιαῦτα νοεῖν, μὴ ὅτι καὶ πράττειν.

Ἀλλ᾿ αὕτη ἡ μακαρία καὶ τῶν ὑπὲρ φύσιν δωρεῶν ἀξιωθεῖσα τὰς ὠδῖνας, ἃς διέφυγε τίκτουσα, ταύτας ἐν τῷ τοῦ πάθους καιρῷ ὑπέμεινε ὑπὸ τῆς μητρικῆς συμπαθείας τῶν σπλάγχνων τὸν σπαραγμὸν ἀνατλᾶσα καί, ὃν Θεὸν ἔγνω διὰ γεννήσεως, τοῦτον ὡς κακοῦργον ἀναιρούμενον βλέπουσα ὡς ῥομφαίᾳ τοῖς λογισμοῖς ἐσπαράττετο· καὶ τοῦτό ἐστι· «Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία». Ἀλλὰ μεταβάλλει τὴν λύπην ἡ χαρὰ τῆς ἀναστάσεως Θεὸν τὸν σαρκὶ θανόντα κηρύττουσα.

Κεφάλαιον 88[Επεξεργασία]

Κεφάλαιον 89[Επεξεργασία]

Κεφάλαιον 90[Επεξεργασία]

Κεφάλαιον 91[Επεξεργασία]

Κεφάλαιον 92[Επεξεργασία]

Κεφάλαιον 93[Επεξεργασία]

Κεφάλαιον 94[Επεξεργασία]

Κεφάλαιον 95[Επεξεργασία]

Κεφάλαιον 96[Επεξεργασία]

Κεφάλαιον 97[Επεξεργασία]

Κεφάλαιον 98[Επεξεργασία]

Κεφάλαιον 99[Επεξεργασία]

Κεφάλαιον 100[Επεξεργασία]

Περὶ ἀναστάσεως Πιστεύομεν δὲ καὶ εἰς ἀνάστασιν νεκρῶν. Ἔσται γάρ, ὄντως ἔσται νεκρῶν ἀνάστασις. Ἀνάστασιν δὲ λέγοντες σωμάτων φαμὲν ἀνάστασιν. Ἀνάστασις γάρ ἐστι δευτέρα τοῦ πεπτωκότος στάσις· αἱ γὰρ ψυχαὶ ἀθάνατοι οὖσαι πῶς ἀναστήσονται; Εἰ γὰρ θάνατον ὁρίζονται χωρισμὸν ψυχῆς ἀπὸ σώματος, ἀνάστασίς ἐστι πάντως συνάφεια πάλιν ψυχῆς καὶ σώματος καὶ δευτέρα τοῦ διαλυθέντος καὶ πεσόντος ζῴου στάσις. Αὐτὸ οὖν τὸ σῶμα τὸ φθειρόμενον καὶ διαλυόμενον, αὐτὸ ἀναστήσεται ἄφθαρτον· οὐκ ἀδυνατεῖ γὰρ ὁ ἐν ἀρχῇ ἐκ τοῦ χοὸς τῆς γῆς αὐτὸ συστησάμενος πάλιν ἀναλυθὲν καὶ ἀποστραφὲν εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθη κατὰ τὴν τοῦ Δημιουργοῦ ἀπόφασιν, πάλιν ἀναστῆσαι αὐτό.

Εἰ γὰρ μὴ ἔστιν ἀνάστασις, «φάγωμεν καὶ πίωμεν», τὸν ἐνήδονον καὶ ἀπολαυστικὸν βίον μετέλθωμεν. Εἰ οὐκ ἔστιν ἀνάστασις, ἐν τίνι τῶν ἀλόγων διαφέρομεν; Εἰ οὐκ ἔστιν ἀνάστασις, μακαρίσωμεν τὰ θηρία τοῦ ἀγροῦ τὸν ἄλυπον ἔχοντα βίον. Εἰ οὐκ ἔστιν ἀνάστασις, οὐδὲ Θεός ἐστιν οὐδὲ πρόνοια, αὐτομάτως δὲ πάντα ἄγονταί τε καὶ φέρονται. Ἰδοὺ γὰρ ὁρῶμεν πλείστους δικαίους μὲν πενομένους καὶ ἀδικουμένους καὶ μηδεμιᾶς ἐν τῷ παρόντι βίῳ τυγχάνοντας ἀντιλήψεως, ἁμαρτωλοὺς δὲ καὶ ἀδίκους ἐν πλούτῳ καὶ πάσῃ τρυφῇ εὐθηνοῦντας. Καὶ τίς ἂν τοῦτο δικαιοκρισίας ἢ σοφῆς προνοίας ἔργον εὖ φρονῶν ὑπολάβοι; Ἔσται οὖν, ἔσται ἀνάστασις. Δίκαιος γὰρ ὁ Θεὸς καὶ τοῖς ὑπομένουσιν αὐτὸν μισθαποδότης γίνεται. Εἰ μὲν οὖν ἡ ψυχὴ μόνη τοῖς τῆς ἀρετῆς ἀγῶσιν ἐνήθλησε, μόνη καὶ στεφανωθήσεται. Καὶ εἰ μόνη ταῖς ἡδοναῖς ἐνεκυλίσθη, μόνη δικαίως ἂν ἐκολάζετο· ἀλλ᾿ ἐπεὶ μήτε τὴν ὕπαρξιν κεχωρισμένην ἔσχον μήτε τὴν ἀρετὴν μήτε τὴν κακίαν ἡ ψυχὴ μετῆλθε δίχα τοῦ σώματος, δικαίως ἄμφω ἅμα καὶ τῶν ἀμοιβῶν τεύξονται.

Μαρτυρεῖ δὲ καὶ ἡ θεία Γραφή, ὅτι ἔσται σωμάτων ἀνάστασις. Φησὶ γοῦν ὁ Θεὸς πρὸς Νῶε μετὰ τὸν κατακλυσμόν· "Ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα. Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε· καὶ γὰρ τὸ ὑμέτερον αἷμα τῶν ψυχῶν ὑμῶν ἐκζητήσω, ἐκ χειρὸς πάντων τῶν θηρίων ἐκζητήσω αὐτὸ καὶ ἐκ χειρὸς παντὸς ἀνθρώπου ἀδελφοῦ αὐτοῦ ἐκζητήσω τὴν ψυχὴν αὐτοῦ. Ὁ ἐκχέων αἷμα ἀνθρώπου, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον». Πῶς ἐκζητήσει τὸ αἷμα τοῦ ἀνθρώπου ἐκ χειρὸς πάντων τῶν θηρίων, ἢ ὅτι ἀναστήσει τὰ σώματα τῶν ἀνθρώπων τῶν ἀποθνῃσκόντων; Οὐ γὰρ ἀντὶ τοῦ ἀνθρώπου ἀποθανεῖται τὰ θηρία.

Καὶ πάλιν τῷ Μωσεῖ· «Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ Θεὸς Ἰσαὰκ καὶ Θεὸς Ἰακώβ. Οὐκ ἔστιν ὁ Θεὸς νεκρῶν Θεὸς» τῶν ἀποθανόντων καὶ οὐκέτι ἐσομένων, ἀλλὰ ζώντων, ὧν αἱ ψυχαὶ μὲν ἐν χειρὶ αὐτοῦ ζῶσι, τὰ δὲ σώματα πάλιν διὰ τῆς ἀναστάσεως ζήσεται. Καὶ ὁ θεοπάτωρ Δαυίδ φησι πρὸς τὸν Θεόν· «Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν». Ἰδοὺ περὶ τῶν σωμάτων ὁ λόγος. Εἶτα ἐπάγει· «Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς».

Καὶ Ἡσαΐας δέ· «Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις». Δῆλον δέ, ὡς οὐχ αἱ ψυχαὶ ἐν τοῖς μνημείοις τίθενται, ἀλλὰ τὰ σώματα.

Καὶ ὁ μακάριος δὲ Ἰεζεκιήλ· «Καὶ ἐγένετο», φησίν, «ἐν τῷ με προφητεῦσαι, καὶ ἰδοὺ σεισμός, καὶ προσήγαγε τὰ ὀστᾶ, ὀστέον πρὸς ὀστέον, ἕκαστον πρὸς τὴν ἁρμονίαν αὐτοῦ. Καὶ εἶδον, καὶ ἰδοὺ ἐπεγένετο αὐτοῖς νεῦρα, καὶ σάρκες ἀνεφύοντο, καὶ ἀνέβαινεν ἐπ᾿ αὐτὰ καὶ περιετάθη αὐτοῖς δέρματα ἐπάνωθεν». Εἶτα διδάσκει, πῶς κελευσθέντα ἐπανῆλθε τὰ πνεύματα.

Καὶ ὁ θεῖος Δανιήλ φησι· «Καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἀναστήσεται Μιχαὴλ ὁ ἄρχων ὁ μέγας, ὁ ἑστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ σου· καὶ ἔσται καιρὸς θλίψεως, θλῖψις, οἵα οὐ γέγονεν, ἀφ᾿ οὗ γεγένηται ἔθνος ἐπὶ τῆς γῆς, ἕως τοῦ καιροῦ ἐκείνου. Καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται ὁ λαός σου, πᾶς ὁ εὑρεθεὶς γεγραμμένος ἐν τῷ βιβλίῳ. Καὶ πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἐγερθήσονται, οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον. Καὶ οἱ συνιόντες ἐκλάμψουσιν ὡς ἡ λαμπρότης τοῦ στερεώματος, καὶ ἀπὸ τῶν δικαίων τῶν πολλῶν, ὡς οἱ ἀστέρες εἰς τοὺς αἰῶνας καὶ ἔτι ἐκλάμψουσι». «Πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι», λέγων, «ἐξεγερθήσονται», δῆλον, ὡς ἀνάστασιν ἐμφαίνει σωμάτων· οὐ γὰρ δήπου τις φήσειε τὰς ψυχὰς ἐν γῆς χώματι καθεύδειν.

Ἀλλὰ μὴν καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις τὴν τῶν σωμάτων ἀριδήλως ἀνάστασιν παραδέδωκεν. «Ἀκούσονται» γάρ, φησίν, «οἱ ἐν τοῖς μνημείοις τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ ἐξελεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως». Ἐν τοῖς μνημείοις δὲ τὰς ψυχάς ποτε τῶν εὖ φρονούντων εἴποι τις οὐκ ἄν;

Οὐ λόγῳ δὲ μόνον, ἀλλὰ καὶ ἔργῳ τὴν τῶν σωμάτων ὁ Κύριος ἀνάστασιν ἐφανέρωσε. Πρῶτον μὲν τεταρταῖον καὶ ἤδη φθαρέντα καὶ ὀδωδότα ἐγείρας τὸν Λάζαρον· οὐ ψυχὴν γὰρ ἐστερημένην σώματος, ἀλλὰ καὶ σῶμα σὺν τῇ ψυχῇ, καὶ οὐχ ἕτερον, ἀλλ᾿ αὐτὸ τὸ φθαρὲν ἤγειρε. Πῶς γὰρ ἂν ἐγινώσκετο ἢ ἐπιστεύετο ἡ τοῦ τεθνεῶτος ἀνάστασις μὴ τῶν χαρακτηριστικῶν τῆς ὑποστάσεως ἰδιωμάτων ταύτην συνιστώντων; Ἀλλὰ Λάζαρον μὲν πρὸς ἔνδειξιν τῆς οἰκείας θεότητος καὶ πίστωσιν τῆς αὐτοῦ τε καὶ ἡμῶν ἀναστάσεως ἤγειρε, πάλιν ὑποστρέφειν μέλλοντα εἰς θάνατον.

Αὐτὸς δὲ ὁ Κύριος ἀπαρχὴ τῆς τελείας καὶ μηκέτι θανάτῳ ὑποπιπτούσης ἀναστάσεως γέγονε. Διὸ δὴ καὶ ὁ θεῖος ἀπόστολος Παῦλος ἔλεγεν· «Εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται. Ἄρα οὖν ματαία ἡ πίστις ἡμῶν· ἄρα ἔτι ἐσμὲν ἐν ταῖς ἁμαρτίαις ἡμῶν». Καὶ ὅτι «Χριστὸς ἐγήγερται, ἀπαρχὴ τῶν κεκοιμημένων». Καί· «Πρωτότοκος ἐκ νεκρῶν». Καὶ πάλιν· «Εἰ γὰρ πιστεύομεν, ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καί ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ». «Οὕτως» ἔφη, ὡς ὁ Κύριος ἀνέστη. Ὅτι δὲ ἡ τοῦ Κυρίου ἀνάστασις σώματος ἀφθαρτισθέντος καὶ ψυχῆς ἕνωσις ἦν (ταῦτα γὰρ τὰ διαιρεθέντα), δῆλον· ἔφη γάρ· «Λύσατε τὸν ναόν, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομήσω αὐτόν». Μάρτυς δὲ ἀξιόπιστος τὸ ἱερὸν Εὐαγγέλιον, ὡς περὶ τοῦ ἰδίου ἔλεγε σώματος. «Ψηλαφήσατέ με καὶ ἴδετε», φησὶ, τοῖς οἰκείοις μαθηταῖς ὁ Κύριος πνεῦμα δοκοῦσιν ὁρᾶν, «ὅτι ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι· ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα». «Καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν» καὶ τῷ Θωμᾷ προτείνει πρὸς ψηλάφησιν. Ἆρα οὐχ ἱκανὰ ταῦτα τὴν τῶν σωμάτων πιστώσασθαι ἀνάστασιν;

Πάλιν φησὶν ὁ θεῖος ἀπόστολος· «Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν». Καὶ πάλιν· «Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται σῶμα ψυχικὸν», ἤτοι παχύ τε καὶ θνητόν, «ἐγείρεται σῶμα πνευματικόν», ἄτρεπτον, ἀπαθές, λεπτόν· τοῦτο γὰρ σημαίνει τὸ «πνευματικόν», οἷον τὸ τοῦ Κυρίου σῶμα μετὰ τὴν ἀνάστασιν κεκλεισμένων τῶν θυρῶν διερχόμενον, ἀκοπίατον, τροφῆς, ὕπνου καὶ πόσεως ἀνενδεές. «Ἔσονται γάρ», φησὶν ὁ Κύριος, «ὡς οἱ ἄγγελοι τοῦ Θεοῦ»· οὐ γάμος ἔτι, οὐ τεκνογονία. Φησὶ γοῦν ὁ θεῖος ἀπόστολος· «Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν, ὃς καὶ μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ»· οὐ τὴν εἰς ἑτέραν μορφὴν μεταποίησιν λέγων –ἄπαγε–, τὴν ἐκ φθορᾶς δὲ μᾶλλον εἰς ἀφθαρσίαν ἐναλλαγήν. «Ἀλλ᾿ ἐρεῖ τις· Πῶς ἐγείρονται οἱ νεκροί;» Ὢ τῆς ἀπιστίας! Ὢ τῆς ἀφροσύνης! Ὁ χοῦν εἰς σῶμα βουλήσει μόνῃ μεταβαλών, ὁ μικρὰν ὕλης ῥανίδα τοῦ σπέρματος ἐν μήτρᾳ αὔξειν προστάξας καὶ τὸ πολυειδὲς τοῦτο καὶ πολύμορφον ἀποτελεῖν τοῦ σώματος ὄργανον, οὐχὶ μᾶλλον τὸ γεγονὸς καὶ διαρρυὲν ἀναστήσει πάλιν βουληθείς;

«Ποίῳ δὲ σώματι ἔρχονται; Ἄφρον»· εἰ τοῖς τοῦ Θεοῦ λόγοις οὐ πιστεύειν ἡ πώρωσις συγχωρεῖ, κἂν τοῖς ἔργοις πίστευε. «Σὺ γάρ, ὃ σπείρεις, οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ· καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι, σίτου ἤ τινος τῶν λοιπῶν. Ὁ δὲ Θεὸς αὐτῷ δίδωσι σῶμα, καθὼς ἠθέλησε, καὶ ἑκάστῳ τῶν σπερμάτων τὸ ἴδιον σῶμα». Θέασαι τοίνυν ὡς ἐν τάφοις ταῖς αὔλαξι τὰ σπέρματα καταχωννύμενα. Τίς ὁ τούτοις ῥίζας ἐντιθείς, καλάμην καὶ φύλλα, καὶ ἀστάχυας καὶ τοὺς λεπτοτάτους ἀνθέρικας; Οὐχ ὁ τῶν ὅλων Δημιουργός; Οὐ τοῦ τὰ πάντα τεκτηναμένου τὸ πρόσταγμα; Οὕτω τοίνυν πίστευε καὶ τῶν νεκρῶν τὴν ἀνάστασιν ἔσεσθαι θείᾳ βουλήσει καὶ νεύματι· σύνδρομον γὰρ ἔχει τῇ βουλήσει τὴν δύναμιν.

Ἀναστησόμεθα τοιγαροῦν τῶν ψυχῶν πάλιν ἑνουμένων τοῖς σώμασιν ἀφθαρτιζομένοις καὶ ἀποδυομένοις τὴν φθορὰν καὶ παραστησόμεθα τῷ φοβερῷ τοῦ Χριστοῦ βήματι· καὶ παραδοθήσεται ὁ Διάβολος καὶ οἱ δαίμονες αὐτοῦ καὶ ὁ ἄνθρωπος αὐτοῦ, ἤγουν ὁ Ἀντίχριστος, καὶ οἱ ἀσεβεῖς καὶ οἱ ἁμαρτωλοὶ εἰς τὸ πῦρ τὸ αἰώνιον, οὐχ ὑλικόν, οἷον τὸ παρ᾿ ἡμῖν, ἀλλ᾿ οἷον εἰδείη Θεός. Οἱ δὲ τὰ ἀγαθὰ πράξαντες ἐκλάμψουσιν ὡς ὁ ἥλιος σὺν ἀγγέλοις εἰς ζωὴν αἰώνιον σὺν τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, ὁρῶντες αὐτὸν ἀεί, καὶ ὁρώμενοι καὶ ἄληκτον τὴν ἀπ᾿ αὐτοῦ εὐφροσύνην καρπούμενοι, αἰνοῦντες αὐτόν σύν τῷ Πατρί καί Ἁγίῳ Πνεύματι, εἰς τοὺς ἀπείρους αἰῶνας τῶν αἰώνων. Ἀμήν.