Μετάβαση στο περιεχόμενο

Βίοι Παράλληλοι/Άρατος

Από Βικιθήκη
(Ανακατεύθυνση από Άρατος)





[1]
[1.1] Παροιμίαν τινὰ παλαιὰν ὦ Πολύκρατες, δείσας μοι δοκεῖ τὸ δύσφημον αὐτῆς, ὁ φιλόσοφος Χρύσιππος οὐχ ὃν ἔχει τρόπον, ἀλλ' ὡς αὐτὸς ᾤετο βέλτιον εἶναι, διατίθεται· τίς πατέρ' αἰνήσει, εἰ μὴ εὐδαίμονες υἱοί; [1.2] Διονυσόδωρος δ' ὁ Τροιζήνιος ἐλέγχων αὐτὸν ἀντεκτίθησι τὴν ἀληθινὴν οὕτως ἔχουσαν· τίς πατέρ' αἰνήσει, εἰ μὴ κακοδαίμονες υἱοί; καί φησι τοὺς ἀφ' αὑτῶν οὐδενὸς ἀξίους ὄντας, ὑποδυομένους δὲ προγόνων τινῶν ἀρετὰς καὶ πλεονάζοντας ἐν τοῖς ἐκείνων ἐπαίνοις, ὑπὸ τῆς παροιμίας ἐπιστο[1.3]μίζεσθαι. ἀλλ' οἷς γε φύσει "τὸ γενναῖον ἐπιπρέπει ἐκ πατέρων" κατὰ Πίνδαρον ὥσπερ σοί, πρὸς τὸ κάλλιστον ἀφομοιοῦντι τῶν οἴκοθεν παραδειγμάτων τὸν βίον, εὔδαιμον ἂν εἴη τὸ μεμνῆσθαι τῶν ἀπὸ γένους [1.4] ἀρίστων, ἀκούοντας περὶ αὐτῶν ἀεί τι καὶ λέγοντας. οὐ γὰρ ἰδίων ἀπορίᾳ καλῶν ἐξαρτῶσιν ἀλλοτρίων ἐπαίνων τὴν δόξαν, ἀλλὰ τοῖς ἐκείνων τὰ οἰκεῖα συνάπτοντες, ὡς καὶ τοῦ γένους καὶ τοῦ βίου καθηγεμόνας εὐφημοῦσι. [1.5] Διὸ κἀγὼ τὸν Ἀράτου τοῦ σοῦ πολίτου καὶ προπάτορος βίον, ὃν οὔτε τῇ δόξῃ τῇ περὶ σεαυτὸν οὔτε τῇ δυνάμει καταισχύνεις, ἀπέσταλκά σοι συγγραψάμενος, οὐχ ὡς οὐχὶ πάντων ἀκριβέστατά σοι μεμεληκὸς ἐξ ἀρχῆς ἐπίστασθαι τὰς ἐκείνου πράξεις, ἀλλ' ὅπως οἱ παῖδές σου Πολυκράτης καὶ Πυθοκλῆς οἰκείοις παραδείγμασιν ἐντρέφωνται, τὰ μὲν ἀκούοντες, τὰ δ' ἀναγινώσκοντες ἅπερ [1.6] [οὖν] αὐτοὺς μιμεῖσθαι προσήκει· φιλαύτου γὰρ ἀνδρός, οὐ φιλοκάλου, πάντως ἀεὶ βέλτιστον <ἑαυτὸν> ἡγεῖσθαι.

[2]
[2.1] Ἡ Σικυωνίων πόλις ἐπεὶ τὸ πρῶτον ἐκ τῆς ἀκράτου καὶ Δωρικῆς ἀριστοκρατίας ὥσπερ ἁρμονίας συγχυθείσης εἰς στάσεις ἐνέπεσε καὶ φιλοτιμίας δημαγωγῶν, οὐκ ἐπαύσατο νοσοῦσα καὶ ταραττομένη καὶ τύραννον ἐκ τυράννου μεταβάλλουσα, μέχρι οὗ Κλέωνος ἀναιρεθέντος εἵλοντο Τιμοκλείδαν ἄρχοντα καὶ Κλεινίαν, ἄνδρας ἐνδόξους τὰ μάλιστα καὶ ἐν δυνάμει τῶν πολιτῶν [2.2] ὄντας. ἤδη δέ τινα τῆς πολιτείας κατάστασιν ἔχειν δοκούσης, Τιμοκλείδας μὲν ἀπέθανεν, Ἀβαντίδας δ' ὁ Πασέου τυραννίδα πράττων ἑαυτῷ τὸν Κλεινίαν ἀπέκτεινε, καὶ τῶν φίλων καὶ οἰκείων τοὺς μὲν ἐξέβαλε, τοὺς δ' ἀνεῖλεν· ἐζήτει δὲ καὶ τὸν υἱὸν [αὐτοῦ] ἀνελεῖν Ἄρατον, [2.3] ἑπταετῆ καταλελειμμένον. ἐν δὲ τῇ περὶ τὴν οἰκίαν ταραχῇ συνεκπεσὼν τοῖς φεύγουσιν ὁ παῖς καὶ πλανώμενος ἐν τῇ πόλει περίφοβος καὶ ἀβοήθητος, κατὰ τύχην ἔλαθεν εἰς οἰκίαν παρελθὼν γυναικός, ἀδελφῆς μὲν Ἀβαντίδου, Προφάντῳ δὲ τῷ Κλεινίου ἀδελφῷ γεγαμημένης, ὄνομα [2.4] Σωσοῦς. αὕτη δὲ καὶ τὸ ἦθος οὖσα γενναία, καὶ σὺν θεῷ τινι τὸ παιδίον οἰομένη καταπεφευγέναι πρὸς αὐτήν, ἀπέκρυψεν ἔνδον, εἶτα νυκτὸς εἰς Ἄργος ὑπεξέπεμψεν.

[3]
[3.1] Οὕτω δ' ἐκκλαπέντι τῷ Ἀράτῳ καὶ διαφυγόντι τὸν κίνδυνον, εὐθὺς μὲν ἐνεφύετο καὶ συνηύξετο τὸ σφοδρὸν καὶ διάπυρον μῖσος ἐπὶ τοὺς τυράννους· τρεφόμενος δὲ παρὰ τοῖς ἐν Ἄργει ξένοις καὶ φίλοις πατρῴοις ἐλευθερίως, καὶ τὸ σῶμα βλαστάνον ὁρῶν εἰς εὐεξίαν καὶ μέγεθος, ἐπέδωκεν ἑαυτὸν ἀσκήσει τῇ περὶ παλαίστραν, ὥστε καὶ [3.2] πένταθλον ἀγωνίσασθαι καὶ στεφάνων τυχεῖν. ἐπιφαίνεται δ' ἀμέλει καὶ ταῖς εἰκόσιν ἀθλητική τις ἰδέα, καὶ τὸ συνετὸν τοῦ προσώπου καὶ βασιλικὸν οὐ παντάπασιν [3.3] ἀρνεῖται τὴν ἀδηφαγίαν καὶ τὸ σκαφεῖον. ὅθεν ἐνδεέστερον ἴσως ἢ πολιτικῷ προσῆκον ἦν ἀνδρὶ περὶ τὸν λόγον ἐσπούδασε· καίτοι γέγονε[ναι] κομψότερος εἰπεῖν ἢ δοκεῖ τισιν ἐκ τῶν ὑπομνημάτων κρίνουσιν, ἃ παρέργως καὶ ὑπὸ χεῖρα διὰ τῶν ἐπιτυχόντων ὀνομάτων ἁμιλλησάμενος κατέλιπε. [3.4] Χρόνῳ δ' ὕστερον Ἀβαντίδαν μὲν οἱ περὶ Δεινίαν καὶ Ἀριστοτέλη τὸν διαλεκτικόν, εἰωθότα τοῖς λόγοις αὐτῶν κατ' ἀγορὰν σχολαζόντων ἑκάστοτε παρεῖναι καὶ συμφιλονικεῖν, ἐμβαλόντες εἰς τοιαύτην διατριβὴν καὶ κατασκευάσαντες ἐπιβουλὴν ἀνεῖλον, Πασέαν δὲ τὸν Ἀβαντίδου πατέρα τὴν ἀρχὴν ὑπολαβόντα Νικοκλῆς δολοφονή[3.5]σας ἑαυτὸν ἀνέδειξε τύραννον. τοῦτον ἐμφερέστατον λέγουσι τὴν ὄψιν Περιάνδρῳ τῷ Κυψέλου γενέσθαι, καθάπερ Ἀλκμαίωνι μὲν τῷ Ἀμφιάρεω τὸν Πέρσην Ὀρόντην, Ἕκτορι δὲ τὸν Λακεδαιμόνιον νεανίσκον, ὃν ἱστορεῖ Μυρσίλος ὑπὸ πλήθους τῶν θεωμένων ὡς τοῦτ' ἔγνωσαν καταπατηθῆναι.

[4]
[4.1] Τοῦ δὲ Νικοκλέους τέσσαρας μῆνας τυραννοῦντος, ἐν οἷς πολλὰ κακὰ τὴν πόλιν ἐργασάμενος ἐκινδύνευεν ὑπ' Αἰτωλῶν ἐπιβουλευομένην αὐτὴν ἀποβαλεῖν, ἤδη μειράκιον ὁ Ἄρατος ὢν ἀξίωμα λαμπρὸν εἶχε δι' εὐγένειαν καὶ φρόνημα, ὃ διέφαινεν οὐ μικρὸν οὐδ' ἀργόν, ἐμβριθὲς δὲ καὶ [4.2] παρ' ἡλικίαν ἀσφαλεστέρᾳ γνώμῃ κεκραμένον. ὅθεν οἵ τε φυγάδες μάλιστα τὸν νοῦν ἐκείνῳ προσεῖχον, ὅ τε Νικοκλῆς οὐκ ἠμέλει τῶν πραττομένων, ἀλλ' ἀδήλως ἀπεθεώρει καὶ παρεφύλαττεν αὐτοῦ τὴν ὁρμήν, τόλμημα μὲν οὐδὲν τηλικοῦτον δεδιὼς οὐδ' ἔργον οὐδὲν οὕτω παρακεκινδυνευμένον, ὑποπτεύων δὲ τοῖς βασιλεῦσιν αὐτὸν διαλέγεσθαι φίλοις οὖσι καὶ ξένοις πατρῴοις. [4.3] Καὶ γὰρ ἀληθῶς ὁ Ἄρατος ἐπεχείρησε τὴν ὁδὸν ἐκείνην βαδίζειν. ὡς δ' Ἀντίγονος μὲν ὑπισχνούμενος ἠμέλει καὶ παρῆγε τὸν χρόνον, αἱ δ' ἀπ' Αἰγύπτου καὶ παρὰ Πτολεμαίου μακρὰν ἦσαν ἐλπίδες, ἔγνω δι' αὑτοῦ καταλύειν τὸν τύραννον.

[5]
[5.1] Πρώτοις δὲ κοινοῦται τὴν γνώμην Ἀριστομάχῳ καὶ Ἐκδήλῳ. τούτων ὁ μὲν ἐκ Σικυῶνος ἦν φυγάς, ὁ δ' Ἔκδηλος Ἀρκὰς ἐκ Μεγάλης πόλεως, ἀνὴρ φιλόσοφος καὶ πρακτικός, Ἀρκεσιλάου τοῦ Ἀκαδημιακοῦ γεγονὼς ἐν [5.2] ἄστει συνήθης. δεξαμένων δὲ τούτων προθύμως, διελέγετο τοῖς ἄλλοις φυγάσιν, ὧν ὀλίγοι μὲν αἰσχυνθέντες ἐγκαταλιπεῖν τὴν ἐλπίδα μετεῖχον τῶν πραττομένων, οἱ δὲ πολλοὶ καὶ τὸν Ἄρατον ἐπειρῶντο κατακωλύειν ὡς ἀπειρίᾳ πραγ[5.3]μάτων θρασυνόμενον. βουλευομένου δ' αὐτοῦ χωρίον τι τῆς Σικυωνίας καταλαβεῖν, ὅθεν ὡρμημένος διαπολεμήσει πρὸς τὸν τύραννον, ἧκεν εἰς Ἄργος ἀνὴρ Σικυώνιος ἐκ τῆς εἱρκτῆς ἀποδεδρακώς· ἦν δὲ τῶν φυγάδων ἑνὸς Ξενοκλέους ἀδελφός· καὶ τῷ Ἀράτῳ προσαχθεὶς ὑπὸ τοῦ Ξενοκλέους, ἔλεγε τοῦ τείχους, καθ' ὃν ὑπερβὰς αὐτὸς ἐσώθη τόπον, ἐντὸς μὲν ὀλίγου δεῖν ἐπίπεδον εἶναι, προσπεφυκότα χωρίοις πετρώδεσι καὶ ὑψηλοῖς, τὸ δ' [5.4] ἔξωθεν ὕψος ὑπὸ κλιμάκων οὐ πάνυ ἀνέφικτον. ὡς δὲ ταῦτ' ἤκουσεν ὁ Ἄρατος, ἐκπέμπει μετὰ τοῦ Ξενοκλέους οἰκέτας ἰδίους δύο Σεύθαν τε καὶ Τέχνωνα κατασκεψομένους τὸ τεῖχος, ἐγνωκὼς εἰ δύναιτο κρύφα καὶ πρὸς ἕνα κίνδυνον ὀξέως τὸ πᾶν ἀναῤῥῖψαι μᾶλλον ἢ μακρῷ πολέμῳ καὶ φανεροῖς ἀγῶσιν ἰδιώτης ἀντικαθίστασθαι πρὸς [5.5] τύραννον. ὡς δ' ἐπανῆλθον οἱ περὶ τὸν Ξενοκλέα, τοῦ μὲν τείχους εἰληφότες μέτρα καὶ τοῦ τόπου τὴν φύσιν ἀπαγγέλλοντες οὐκ ἄπορον οὐδὲ χαλεπήν, τὸ δὲ λαθεῖν προσελθόντας ἐργῶδες εἶναι φάσκοντες ὑπὸ κηπουροῦ τινος κυναρίων, μικρῶν μέν, ἐκτόπως δὲ μαχίμων καὶ ἀπαρηγορήτων, εὐθὺς ἐνίστατο τὴν πρᾶξιν.

[6]
[6.1] Ἡ μὲν οὖν τῶν ὅπλων παρασκευὴ συνήθης ἦν, πάντων ὡς ἔπος εἰπεῖν τότε κλωπείαις χρωμένων καὶ καταδρομαῖς ἐπ' ἀλλήλους· τὰς δὲ κλίμακας Εὐφράνωρ ὁ μηχανοποιὸς ἀναφανδὸν ἐπήξατο, τῆς τέχνης αὐτῷ τὸ ἀνύποπτον διδούσης, ἐπεὶ καὶ αὐτὸς ἦν τῶν φυγάδων. [6.2] ἄνδρας δ' αὐτῷ τῶν μὲν ἐν Ἄργει φίλων ἕκαστος ἐξ ὀλίγων δέκα παρέσχεν, αὐτὸς δὲ τῶν ἰδίων οἰκετῶν τριάκοντα καθώπλισεν. ἐμισθώσατο δὲ καὶ διὰ Πρώτου <καὶ> Ξενοφίλου τῶν ἀρχικλώπων οὐ πολλοὺς στρατιώτας, οἷς διεδόθη λόγος ὡς ἐπὶ τὰς ἵππους τὰς βασιλικὰς εἰς τὴν Σικυωνίαν ἔξοδος ἔσοιτο. καὶ προεπέμφθησαν οἱ πολλοὶ σποράδες ἐπὶ τὸν Πολυγνώτου πύργον, ἐκεῖ κελευ[6.3]σθέντες περιμεῖναι. προεπέμφθη δὲ καὶ Καφισίας ὑπ' αὐτοῦ μετὰ τεσσάρων ἄλλων εὔζωνος, οὓς ἔδει πρὸς τὸν κηπουρὸν ἀφικέσθαι σκοταίους, φάσκοντας ὁδοιπόρους εἶναι, καὶ καταυλισαμένους αὐτόν τε συγκλεῖσαι καὶ τοὺς κύνας· οὐ γὰρ ἦν ἄλλῃ παρελθεῖν. τὰς δὲ κλίμακας διαλυτὰς οὔσας ἐμβαλόντες εἰς ἀχάνας καὶ κατακαλύψαν[6.4]τες ἐφ' ἁμαξῶν προαπέστειλαν. ἐν τούτῳ δὲ κατασκόπων τινῶν ἐν Ἄργει τοῦ Νικοκλέους φανέντων καὶ περιιέναι λεγομένων ἀδήλως καὶ παραφυλάττειν τὸν Ἄρατον, ἅμ' ἡμέρᾳ προελθὼν καὶ φανερὸς ὢν ἐν ἀγορᾷ διέτριβε μετὰ τῶν φίλων· εἶτ' ἀλειψάμενος ἐν τῷ γυμνασίῳ καὶ παραλαβών τινας ἐκ τῆς παλαίστρας τῶν εἰωθότων πίνειν καὶ ῥᾳθυμεῖν μετ' αὐτοῦ νεανίσκων ἀπῆγεν οἴκαδε· καὶ μετὰ μικρὸν ἑωρᾶτο τῶν οἰκετῶν αὐτοῦ δι' ἀγορᾶς ὁ μὲν στεφάνους φέρων, ὁ δὲ λαμπάδας ὠνούμενος, ὁ δὲ τοῖς εἰθισμένοις παρὰ πότον ψάλλειν καὶ αὐλεῖν γυναίοις [6.5] διαλεγόμενος. ταῦτα δ' οἱ κατάσκοποι πάνθ' ὁρῶντες ἐξηπάτηντο καὶ πρὸς ἀλλήλους ἀναγελῶντες ἔλεγον· "οὐδὲν ἦν ἄρα τυράννου δειλότερον, εἰ καὶ Νικοκλῆς τηλικαύτην πόλιν ἔχων καὶ τοσαύτην δύναμιν ὀῤῥωδεῖ μειράκιον εἰς ἡδονὰς καὶ πότους μεθημερινοὺς τὰ τῆς φυγῆς ἐφόδια καταχρώμενον."

[7]
[7.1] Οἱ μὲν οὖν οὕτω παραλογισθέντες ἀπηλλάγησαν. ὁ δ' Ἄρατος εὐθὺς μετ' ἄριστον ἐξελθὼν καὶ συνάψας πρὸς τὸν Πολυγνώτου πύργον τοῖς στρατιώταις εἰς Νεμέαν προῆγεν, ὅπου τὴν πρᾶξιν ἐξέφηνε τοῖς πολλοῖς τότε πρῶτον, ὑποσχέσεις τε καὶ παρακλήσεις ἐποιήσατο. [7.2] καὶ σύνθημα παραδοὺς Ἀπόλλωνα ὑπερδέξιον, προῆγεν ἐπὶ τὴν πόλιν, συμμέτρως τῇ περιφορᾷ τῆς σελήνης ἐπιταχύνων καὶ πάλιν ἀνιεὶς τὴν πορείαν, ὥστε τῷ μὲν φωτὶ χρῆσθαι καθ' ὁδόν, ἤδη δὲ δυομένης περὶ τὸν κῆπον [7.3] εἶναι πλησίον τοῦ τείχους. ἐνταῦθα Καφισίας ἀπήντησεν αὐτῷ, τῶν μὲν κυναρίων οὐ κρατήσας -- ἔφθη γὰρ ἀποπηδήσαντα -- , τὸν δὲ κηπουρὸν ἐγκεκλεικώς. ἀθύμους δὲ τοὺς πλείστους γενομένους καὶ κελεύοντας ἀπαλλάττεσθαι παρεθάῤῥυνεν ὁ Ἄρατος, ὡς ἀπάξων ἂν οἱ κύνες [7.4] ἄγαν ἐνοχλῶσιν αὐτοῖς. ἅμα δὲ τοὺς τὰς κλίμακας φέροντας προπέμψας, ὧν Ἔκδηλος ἡγεῖτο καὶ Μνασίθεος, αὐτὸς ἐπηκολούθει σχολαίως, ἤδη τῶν κυναρίων εὐτόνως ὑλακτούντων καὶ συμπαρατρεχόντων τοῖς περὶ τὸν Ἔκδηλον. οὐ μὴν ἀλλὰ προσέμειξάν τε τῷ τείχει καὶ [7.5] προσήρεισαν τὰς κλίμακας ἀσφαλῶς. ἀναβαινόντων δὲ τῶν πρώτων, ὁ τὴν ἑωθινὴν φυλακὴν παραδιδοὺς ἐφώδευε κώδωνι, καὶ φῶτα πολλὰ καὶ θόρυβος ἦν τῶν ἐπιπορευομένων. οἱ δ' ὥσπερ εἶχον αὐτοῦ πτήξαντες ἐπὶ τῶν κλιμάκων, τούτους μὲν οὐ χαλεπῶς ἔλαθον, ἄλλης δὲ φυλακῆς ἐναντίας ταύτῃ προσερχομένης εἰς τὸν ἔσχατον [7.6] κίνδυνον ἦλθον. ὡς δὲ κἀκείνην διέφυγον παρελθοῦσαν, εὐθὺς ἀνέβαινον οἱ περὶ τὸν Μνασίθεον καὶ Ἔκδηλον, καὶ τὰς ἑκατέρωθεν ὁδοὺς τοῦ τείχους διαλαβόντες, ἀπέστελλον Τέχνωνα πρὸς Ἄρατον ἐπείγεσθαι κελεύοντες.

[8]
[8.1] Ἦν δ' οὐ πολὺ διάστημα ἀπὸ τοῦ κήπου πρὸς τὸ τεῖχος καὶ τὸν πύργον, ἐν ᾧ κύων μέγας ἐφρούρει θηρατικός. αὐτὸς μὲν οὖν οὐκ ᾔσθετο τὴν ἔφοδον, εἴτε φύσει νωθὴς ὢν εἴτε μεθ' ἡμέραν κατάκοπος γεγονώς. τῶν δὲ τοῦ κηπουροῦ κυναρίων κάτωθεν ἐκκαλουμένων αὐτόν, ὑπεφθέγγετο τυφλὸν καὶ ἄσημον τὸ πρῶτον, εἶτα μᾶλλον [8.2] ἐπέτεινε παρερχομένων· καὶ κατεῖχεν ἤδη πολὺς ὑλαγμὸς τὸ χωρίον, ὥστε τὸν πέραν φύλακα κραυγῇ μεγάλῃ πυνθάνεσθαι τοῦ κυνηγοῦ, πρὸς τίνα τραχέως οὕτως ὁ [8.3] κύων ὑλακτεῖ, καὶ μή τι γίνεται καινότερον. ὁ δ' ἀπὸ τοῦ πύργου <πρὸς> αὐτὸν ἀντεφώνησε μηδὲν εἶναι δεινόν, ἀλλὰ τὸν κύνα πρὸς τὸ φῶς τῶν τειχοφυλάκων καὶ τὸν ψόφον τῶν κωδώνων παρωξύνθαι. τοῦτο μάλιστα τοὺς Ἀράτου στρατιώτας ἐπέῤῥωσεν, οἰομένους τὸν κυνηγὸν ἐπικρύπτειν κοινωνοῦντα τῇ πράξει, εἶναι δὲ πολλοὺς καὶ ἄλλους ἐν [8.4] τῇ πόλει τοὺς συνεργοῦντας. οὐ μὴν ἀλλὰ τῷ τείχει προσβαλόντων, χαλεπὸς ἦν ὁ κίνδυνος καὶ μῆκος ἐλάμβανε, τῶν κλιμάκων κραδαινομένων, εἰ μὴ καθ' ἕνα καὶ σχολαίως ἀναβαίνοιεν· ἡ δ' ὥρα κατήπειγεν, ἤδη φθεγγομένων ἀλεκτρυόνων καὶ ὅσον οὔπω τῶν ἐξ ἀγροῦ τι [8.5] φέρειν εἰωθότων πρὸς ἀγορὰν ἐπερχομένων. διὸ καὶ σπεύδων ὁ Ἄρατος ἀνέβαινε, τεσσαράκοντα τῶν πάντων ἀναβεβηκότων πρὸ αὐτοῦ· καὶ προσδεξάμενος ἔτι τῶν κάτωθεν ὀλίγους, ἐπὶ τὴν οἰκίαν τοῦ τυράννου καὶ τὸ στρατήγιον ἀνῆλθεν· ἐνταῦθα γὰρ οἱ μισθοφόροι παρενυκτέρευον. ἄφνω δ' ἐπιπεσὼν αὐτοῖς καὶ συλλαβὼν ἅπαντας, οὐδένα δ' ἀποκτείνας, εὐθὺς διεπέμπετο πρὸς [8.6] τοὺς φίλους ἀνακαλούμενος ἕκαστον ἀπ' οἰκίας. καὶ συνδραμόντων πανταχόθεν, ἡμέρα μὲν ὑπέλαμπεν ἤδη καὶ τὸ θέατρον ἦν ὄχλου μεστόν, ἔτι πρὸς τὴν ἄδηλον αἰωρουμένων φήμην καὶ σαφὲς οὐδὲν εἰδότων ὑπὲρ τῶν πραττομένων, πρίν γε δὴ προελθὼν ὁ κῆρυξ εἶπεν, ὡς Ἄρατος ὁ Κλεινίου παρακαλεῖ τοὺς πολίτας ἐπὶ τὴν ἐλευθερίαν.

[9]
[9.1] Τότε δὲ πιστεύσαντες ἥκειν ἃ πάλαι προσεδόκων, ὥρμησαν ἀθρόοι πρὸς τὰς θύρας τοῦ τυράννου πῦρ ἐπιφέροντες. ἤρθη δὲ φλὸξ μεγάλη καὶ καταφανὴς μέχρι Κορίνθου τῆς οἰκίας ἀναφθείσης, ὥστε θαυμάσαντας τοὺς ἐν Κορίνθῳ παρὰ μικρὸν ὁρμῆσαι πρὸς τὴν βοήθειαν. [9.2] ὁ μὲν οὖν Νικοκλῆς ἔλαθε διά τινων ὑπονόμων ὑπεκδὺς καὶ ἀποδρὰς ἐκ τῆς πόλεως, οἱ δὲ στρατιῶται καταπαύσαντες μετὰ τῶν Σικυωνίων τὸ πῦρ διήρπαζον τὴν οἰκίαν, καὶ οὔτε ταῦτ' ἐκώλυσεν ὁ Ἄρατος, τά τε λοιπὰ χρήματα [9.3] τῶν τυράννων εἰς μέσον ἔθηκε τοῖς πολίταις. ἀπέθανε δ' οὐδεὶς οὐδ' ἐτρώθη τὸ παράπαν τῶν ἐπελθόντων οὐδὲ τῶν πολεμίων, ἀλλὰ καθαρὰν καὶ ἄθικτον αἵματος ἐμφυλίου τὴν πρᾶξιν ἡ τύχη διεφύλαξε.

[9.4] Κατήγαγε δὲ φυγάδας, τοὺς μὲν ὑπὸ Νικοκλέους ἐκπεπτωκότας ὀγδοήκοντα, τοὺς δ' ἐπὶ τῶν ἔμπροσθεν τυράννων οὐκ ἐλάττους πεντακοσίων, οἷς μακρὰ μὲν ἡ [9.5] πλάνη καὶ ὁμοῦ τι πεντηκονταετὴς ἐγεγόνει. κατελθόντες δ' οἱ πλεῖστοι πένητες, ὧν κύριοι πρότερον ἦσαν ἐπελαμβάνοντο, καὶ βαδίζοντες ἐπὶ τὰ χωρία καὶ τὰς οἰκίας δεινὴν ἀπορίαν τῷ Ἀράτῳ παρεῖχον, ἐπιβουλευομένην μὲν ἔξωθεν καὶ φθονουμένην ὑπ' Ἀντιγόνου τὴν πόλιν ὁρῶντι διὰ τὴν ἐλευθερίαν, ταραττομένην δ' ὑφ' αὑτῆς [9.6] καὶ στασιάζουσαν. ὅθεν ἐκ τῶν παρόντων ἄριστα κρίνας προσέμειξεν αὐτὴν φέρων τοῖς Ἀχαιοῖς, καὶ Δωριεῖς ὄντες ὑπέδυσαν ἑκουσίως ὄνομα καὶ πολιτείαν τὴν Ἀχαιῶν, οὔτ' ἀξίωμα λαμπρὸν οὔτε μεγάλην ἰσχὺν ἐχόντων τότε. μικροπολῖται γὰρ ἦσαν οἱ πολλοί, καὶ γῆν οὔτε χρηστὴν οὔτ' ἄφθονον ἐκέκτηντο, καὶ θαλάττῃ προσῴκουν ἀλιμένῳ, τὰ πολλὰ κατὰ ῥαχίας ἐκφερομένῃ πρὸς τὴν ἤπει[9.7]ρον. ἀλλὰ μάλιστα δὴ διέδειξαν οὗτοι τὴν Ἑλληνικὴν ἀλκὴν ἀπρόσμαχον οὖσαν, ὁσάκις τύχοι κόσμου καὶ συντάξεως ὁμοφρονούσης καὶ νοῦν ἔχοντος ἡγεμόνος, οἳ τῆς μὲν πάλαι τῶν Ἑλλήνων ἀκμῆς οὐδὲν ὡς εἰπεῖν μέρος ὄντες, ἐν δὲ τῷ τότε μιᾶς ἀξιολόγου πόλεως σύμπαντες ὁμοῦ δύναμιν οὐκ ἔχοντες, εὐβουλίᾳ καὶ ὁμονοίᾳ, καὶ ὅτι τῷ πρώτῳ κατ' ἀρετὴν ἐδύναντο μὴ φθονεῖν, ἀλλὰ πείθεσθαι καὶ ἀκολουθεῖν, οὐ μόνον αὑτοὺς ἐν μέσῳ πόλεων καὶ δυνάμεων τηλικούτων καὶ τυραννίδων διεφύλαξαν ἐλευθέρους, ἀλλὰ καὶ τῶν ἄλλων Ἑλλήνων ὡς πλείστους ἐλευθεροῦντες καὶ σῴζοντες διετέλουν.

[10]
[10.1] Ἦν δ' Ἄρατος τῷ τρόπῳ πολιτικός, μεγαλόφρων, ἀκριβέστερος εἰς τὰ κοινὰ μᾶλλον τῶν ἰδίων, πικρῶς μισοτύραννος, ἔχθρας ὅρῳ καὶ φιλίας ἀεὶ τῷ κοινῷ συμ[10.2]φέροντι χρώμενος. ὅθεν οὐχ οὕτως δοκεῖ γεγονέναι φίλος ἀκριβής, ὡς ἐχθρὸς εὐγνώμων καὶ πρᾶος, ὑπὸ τῆς πολιτείας ἐπ' ἀμφότερα τῷ καιρῷ <συμ>μεταβαλλόμενος, ὁμονοίας ἐθνῶν καὶ κοινωνίας πόλεων καὶ συνεδρίου καὶ θεάτρου μίαν φωνὴν ἀφιέντος ὡς οὐδενὸς ἄλλου τῶν καλῶν ἐραστής, πολέμῳ καὶ ἀγῶνι χρήσασθαι φανερῶς ἀθαρσὴς καὶ δύσελπις, κλέψαι δὲ πράγματα καὶ συσκευά[10.3]σασθαι κρύφα πόλεις καὶ τυράννους ἐπηβολώτατος. διὸ καὶ πολλὰ τῶν ἀνελπίστων κατορθώσας ἐν οἷς ἐτόλμησεν, οὐκ ἐλάττονα δοκεῖ τῶν δυνατῶν ἐγκαταλιπεῖν δι' εὐλάβειαν. [10.4] οὐ γὰρ μόνον ὡς ἔοικε θηρίων τινῶν ὄψεις, ἐνεργοὶ διὰ σκότους οὖσαι, μεθ' ἡμέραν ἀποτυφλοῦνται ξηρότητι καὶ λεπτότητι τῆς περὶ τὸν ὀφθαλμὸν ὑγρότητος, μὴ φερούσης τὴν πρὸς τὸ φῶς σύγκρασιν, ἀλλὰ καὶ δεινότης τίς ἐστιν ἀνθρώπου καὶ σύνεσις ἐν τοῖς ὑπαίθροις καὶ διακεκηρυγμένοις εὐτάρακτος φύσει, πρὸς δὲ τὰς ἐπικρύφους [10.5] καὶ λαθραίους ἀναθαρσοῦσα πράξεις. τὴν δὲ τοιαύτην ἀνωμαλίαν ἔνδεια λόγου φιλοσόφου περὶ τὰς εὐφυΐας ἀπεργάζεται, τὴν ἀρετὴν ὥσπερ καρπὸν αὐτοφυῆ καὶ ἀγεώργητον ἐκφερούσας δίχα τῆς ἐπιστήμης. ταῦτα μὲν οὖν ἐξεταζέσθω τοῖς παραδείγμασιν.

[11]
[11.1] Ὁ δ' Ἄρατος ἐπεὶ κατέμειξε τοῖς Ἀχαιοῖς ἑαυτὸν καὶ τὴν πόλιν, ἐν τοῖς ἱππεῦσι στρατευόμενος ἠγαπᾶτο δι' εὐπείθειαν ὑπὸ τῶν ἀρχόντων, ὅτι καίπερ συμβολὰς τῷ κοινῷ μεγάλας δεδωκὼς τὴν ἑαυτοῦ δόξαν καὶ τὴν τῆς πατρίδος δύναμιν, ὡς ἑνὶ τῶν ἐπιτυχόντων χρῆσθαι παρεῖχεν αὑτῷ τὸν ἀεὶ στρατηγοῦντα τῶν Ἀχαιῶν, εἴτε Δυμαῖος εἴτε Τριταιεὺς εἴτε μικροτέρας τινὸς ὢν τύχοι [11.2] πόλεως. ἧκε δ' αὐτῷ καὶ χρημάτων δωρεὰ παρὰ τοῦ βασιλέως πέντε καὶ εἴκοσι τάλαντα. ταῦτ' ἔλαβε μὲν ὁ Ἄρατος, λαβὼν δὲ τοῖς ἑαυτοῦ πολίταις ἐπέδωκεν ἀπορουμένοις εἴς τε τἆλλα καὶ λύτρωσιν αἰχμαλώτων.

[12]
[12.1] Ἐπεὶ δ' οἱ φυγάδες ἦσαν ἀπαρηγόρητοι τοῖς ἔχουσι τὰς κτήσεις ἐνοχλοῦντες, ἥ τε πόλις ἐκινδύνευεν ἀνάστατος γενέσθαι, μίαν ὁρῶν ἐλπίδα τὴν Πτολεμαίου φιλανθρωπίαν, ὥρμησεν ἐκπλεῦσαι καὶ δεηθῆναι τοῦ βασιλέως, ὅπως αὐτῷ χρήματα συμβάληται πρὸς τὰς [12.2] διαλύσεις. ἀνήχθη μὲν οὖν ἀπὸ Μεθώνης ὑπὲρ Μαλέας, ὡς τῷ διὰ πόρου δρόμῳ χρησόμενος. πρὸς δὲ μέγα πνεῦμα καὶ πολλὴν θάλασσαν ἐκ πελάγους κατιοῦσαν ἐνδόντος τοῦ κυβερνήτου, παραφερόμενος μόλις ἥψατο τῆς Ὑδρίας [12.3] πολεμίας οὔσης· ἐκρατεῖτο γὰρ ὑπ' Ἀντιγόνου καὶ φυλακὴν εἶχεν· ἣν φθάσας ἀπέβη, καὶ τὴν ναῦν καταλιπὼν ἀπεχώρησε μακρὰν ἀπὸ θαλάσσης, ἔχων ἕνα τῶν φίλων σὺν αὑτῷ Τιμάνθη, καὶ καταβαλόντες ἑαυτοὺς εἴς τινα [12.4] τόπον ὕλης γέμοντα χαλεπῶς ἐνυκτέρευον. ὀλίγῳ δ' ὕστερον ὁ φρούραρχος ἐπελθὼν καὶ ζητῶν τὸν Ἄρατον, ὑπὸ τῶν θεραπόντων ἐξηπατήθη τῶν ἐκείνου, δεδιδαγμένων λέγειν ὡς εὐθὺς ἀποδρὰς εἰς Εὔβοιαν ἐξέπλευσε. τὰ μέντοι κομιζόμενα καὶ τὴν ναῦν καὶ τοὺς θεράποντας [12.5] ἀπέφηνε πολέμια καὶ κατέσχε. μετὰ δ' ἡμέρας οὐ πολλὰς ἐν ἀπόροις ὄντι τῷ Ἀράτῳ γίνεταί τις εὐτυχία, Ῥωμαϊκῆς νεὼς παραβαλούσης κατὰ τὸν τόπον, ἐν ᾧ τὰ μὲν ἐπὶ σκοπὴν ἀνιών, τὰ δὲ κρυπτόμενος διῆγεν. ἔπλει μὲν οὖν ἡ ναῦς εἰς Συρίαν, ἐπέβη δὲ πείσας τὸν ναύκληρον ἄχρι Καρίας διακομισθῆναι· καὶ διεκομίσθη κινδύνοις [12.6] αὖθις οὐκ ἐλάττοσι χρησάμενος κατὰ θάλατταν. ἐκ δὲ Καρίας χρόνῳ πολλῷ περαιωθεὶς εἰς Αἴγυπτον, πατρόθεν τε τῷ βασιλεῖ διακειμένῳ πρὸς αὐτὸν οἰκείως ἐνέτυχε καὶ τεθεραπευμένῳ γραφαῖς καὶ πίναξιν ἀπὸ τῆς Ἑλλάδος, ἐν οἷς κρίσιν ἔχων οὐκ ἄμουσον ὁ Ἄρατος ἀεί τι τῶν τεχνικῶν καὶ περιττῶν, μάλιστα δὲ Παμφίλου καὶ Μελάνθου, συνάγων καὶ κτώμενος ἀπέστελλεν.

[13]
[13.1] Ἤνθει γὰρ ἔτι δόξα τῆς Σικυωνίας μούσης καὶ χρηστογραφίας, ὡς μόνης ἀδιάφθορον ἐχούσης τὸ καλόν, ὥστε καὶ Ἀπελλῆν ἐκεῖνον ἤδη θαυμαζόμενον ἀφικέσθαι καὶ συγγενέσθαι τοῖς ἀνδράσιν ἐπὶ ταλάντῳ, τῆς δόξης [13.2] μᾶλλον ἢ τῆς τέχνης δεόμενον μεταλαβεῖν. διὸ τὰς μὲν ἄλλας εἰκόνας τῶν τυράννων ἀνεῖλεν εὐθὺς ὁ Ἄρατος ὅτε τὴν πόλιν ἠλευθέρωσε, περὶ δὲ τῆς Ἀριστράτου τοῦ κατὰ Φίλιππον ἀκμάσαντος ἐβουλεύσατο πολὺν χρόνον. ἐγράφη μὲν γὰρ ὑπὸ [πάντων] τῶν περὶ τὸν Μέλανθον ἅρματι νικηφόρῳ παρεστὼς ὁ Ἀρίστρατος, Ἀπελλοῦ συνεφαψαμένου τῆς γραφῆς, ὡς Πολέμων ὁ περιηγητὴς [13.3] ἱστόρηκεν. ἦν δὲ τὸ ἔργον ἀξιοθέατον, ὥστε γνάμπτεσθαι τὸν Ἄρατον ὑπὸ τῆς τέχνης, αὖθίς τε μίσει τῷ πρὸς τοὺς [13.4] τυράννους ἐξαγόμενον κελεύειν καθαιρεῖν. τὸν οὖν ζωγράφον Νεάλκη φίλον ὄντα τοῦ Ἀράτου παραιτεῖσθαί φασι καὶ δακρύειν, ὡς δ' οὐκ ἔπειθεν, εἰπεῖν ὅτι τοῖς τυράννοις πολεμητέον, οὐ τοῖς τῶν τυράννων· "ἐάσωμεν οὖν τὸ ἅρμα καὶ τὴν Νίκην, αὐτὸν δέ σοι παρέξω τὸν Ἀρίστρατον [13.5] ἐγὼ παραχωροῦντα τοῦ πίνακος." ἐπιτρέψαντος οὖν τοῦ Ἀράτου, διήλειφεν ὁ Νεάλκης τὸν Ἀρίστρατον, εἰς δὲ τὴν χώραν φοίνικα μόνον ἐνέγραψεν, ἄλλο δ' οὐδὲν ἐτόλμησε παραβαλεῖν· τοὺς δὲ πόδας ἐξαλειφομένου τοῦ Ἀριστρά[13.6]του διαλαθεῖν ὑπὸ τὸ ἅρμα λέγουσιν. ἔκ τε δὴ τούτων ὁ Ἄρατος ἠγαπᾶτο, καὶ διδοὺς πεῖραν ἔτι μᾶλλον ἥψατο τοῦ βασιλέως, καὶ δωρεὰν ἔλαβε τῇ πόλει πεντήκοντα καὶ ἑκατὸν τάλαντα. καὶ τούτων τεσσαράκοντα μὲν εὐθὺς μεθ' ἑαυτοῦ κομίζων εἰς Πελοπόννησον κατῆρε, τὰ δὲ λοιπὰ διελὼν εἰς δόσεις ὁ βασιλεὺς ὕστερον κατὰ μέρος ἀπέστειλεν.

[14]
[14.1] Ἦν μὲν οὖν μέγα καὶ τὸ χρήματα τοσαῦτα πορίσαι τοῖς πολίταις, ὅσων μικρὸν μέρος ἄλλοι στρατηγοὶ καὶ δημαγωγοὶ λαμβάνοντες παρὰ βασιλέων ἠδίκουν καὶ κατεδουλοῦντο καὶ προέπινον αὐτοῖς τὰς πατρίδας, μεῖζον δ' ἡ διὰ τῶν χρημάτων τούτων κατασκευασθεῖσα τοῖς μὲν ἀπόροις πρὸς τοὺς πλουσίους διάλυσις καὶ ὁμόνοια, τῷ δὲ δήμῳ παντὶ σωτηρία καὶ ἀσφάλεια, θαυμαστὴ δ' ἡ τοῦ ἀνδρὸς ἐν δυνάμει τοσαύτῃ μετριότης. [14.2] ἀποδειχθεὶς γὰρ αὐτοκράτωρ διαλλακτὴς καὶ κύριος ὅλως ἐπὶ τὰς φυγαδικὰς οἰκονομίας, μόνος οὐχ ὑπέμεινεν, ἀλλὰ πεντεκαίδεκα τῶν πολιτῶν προσκατέλεξεν ἑαυτῷ, μεθ' ὧν πόνῳ πολλῷ καὶ μεγάλαις πραγματείαις κατειργάσατο καὶ συνήρμοσε φιλίαν καὶ εἰρήνην τοῖς πολίταις. [14.3] ἐφ' οἷς οὐ μόνον κοινῇ σύμπαντες οἱ πολῖται τιμὰς ἀπέδοσαν αὐτῷ πρεπούσας, ἀλλὰ καὶ κατ' ἰδίαν οἱ φυγάδες εἰκόνα χαλκῆν ἀναστήσαντες ἐπέγραψαν τόδε τὸ ἐλεγεῖον·

[14.4] βουλαὶ μὲν καὶ ἄεθλα καὶ ἁ περὶ Ἑλλάδος ἀλκά τοῦδ' ἀνδρὸς στάλᾳ πλάθεται Ἡρακλέους· ἄμμες δ' εἰκόν' Ἄρατε τεὰν νόστοιο τυχόντες στάσαμεν ἀντ' ἀρετᾶς ἠδὲ δικαιοσύνας, σωτῆρος σωτῆρσι θεοῖς, ὅτι πατρίδι τᾷ σᾷ δᾶμον ἴσον θείαν τ' ὤπασας εὐνομίαν.

[15]
[15.1] Ταῦτα διαπραξάμενος ὁ Ἄρατος τοῦ μὲν πολιτικοῦ φθόνου μείζων ἐγεγόνει διὰ τὰς χάριτας· Ἀντίγονος δ' ὁ βασιλεὺς ἀνιώμενος ἐπ' αὐτῷ, καὶ βουλόμενος ἢ μετάγειν ὅλως τῇ φιλίᾳ πρὸς αὑτὸν ἢ διαβάλλειν πρὸς τὸν Πτολεμαῖον, ἄλλας τε φιλανθρωπίας ἐνεδείκνυτο μὴ πάνυ προσιεμένῳ, καὶ θύων θεοῖς ἐν Κορίνθῳ μερίδας [15.2] εἰς Σικυῶνα τῷ Ἀράτῳ διέπεμπε. καὶ παρὰ τὸ δεῖπνον ἑστιωμένων πολλῶν εἰς μέσον φθεγξάμενος "ᾤμην" ἔφη "τὸν Σικυώνιον τοῦτον νεανίσκον ἐλευθέριον εἶναι τῇ φύσει μόνον καὶ φιλοπολίτην· ὁ δὲ καὶ βίων ἔοικε καὶ [15.3] πραγμάτων βασιλικῶν ἱκανὸς εἶναι κριτής. πρότερον γὰρ ἡμᾶς ὑπερεώρα, ταῖς ἐλπίσιν ἔξω βλέπων, καὶ τὸν Αἰγύπτιον ἐθαύμαζε πλοῦτον, ἐλέφαντας καὶ στόλους καὶ αὐλὰς ἀκούων, νυνὶ δ' ὑπὸ σκηνὴν ἑωρακὼς πάντα τὰ ἐκεῖ πράγματα τραγῳδίαν ὄντα καὶ σκηνογραφίαν, ὅλος ἡμῖν προσκεχώρηκεν. αὐτός τ' οὖν ἀποδέχομαι τὸ μειράκιον ἐγνωκὼς εἰς ἅπαντα χρῆσθαι, καὶ ὑμᾶς ἀξιῶ φίλον [15.4] νομίζειν." τούτους τοὺς λόγους ὑπόθεσιν λαβόντες οἱ φθονεροὶ καὶ κακοήθεις, διημιλλῶντο ταῖς ἐπιστολαῖς <πρὸς> ἀλλήλους, πολλὰ καὶ δυσχερῆ κατὰ τοῦ Ἀράτου τῷ Πτολεμαίῳ γράφοντες, ὥστε κἀκεῖνον ἐγκαλοῦντα [15.5] πέμψαι. ταῖς μὲν οὖν περιμαχήτοις καὶ διαπύρῳ τοξευομέναις ἔρωτι φιλίαις βασιλέων καὶ τυράννων τοσοῦτον προσῆν φθόνου καὶ κακοηθείας.

[16]
[16.1] Ὁ δ' Ἄρατος αἱρεθεὶς στρατηγὸς τὸ πρῶτον ὑπὸ τῶν Ἀχαιῶν, τὴν μὲν ἀντιπέρας Λοκρίδα καὶ Καλυδωνίαν ἐπόρθησε, Βοιωτοῖς δὲ μετὰ μυρίων στρατιωτῶν βοηθῶν, ὑστέρησε τῆς μάχης, ἣν ὑπ' Αἰτωλῶν περὶ Χαιρώνειαν ἡττήθησαν, Ἀβοιοκρίτου τε τοῦ βοιωτάρχου καὶ χιλίων σὺν αὐτῷ πεσόντων. [16.2] Ἐνιαυτῷ δ' ὕστερον αὖθις στρατηγῶν, ἐνίστατο τὴν περὶ τὸν Ἀκροκόρινθον πρᾶξιν, οὐ Σικυωνίων οὐδ' Ἀχαιῶν κηδόμενος, ἀλλὰ κοινήν τινα τῆς Ἑλλάδος ὅλης τυραννίδα, τὴν Μακεδόνων φρουράν, ἐκεῖθεν ἐξελάσαι [16.3] διανοούμενος. Χάρης μὲν γὰρ ὁ Ἀθηναῖος ἔν τινι μάχῃ πρὸς τοὺς βασιλέως στρατηγοὺς εὐτυχήσας, ἔγραψε τῷ δήμῳ τῶν Ἀθηναίων, ὡς νενικήκοι τῆς ἐν Μαραθῶνι [16.4] μάχης ἀδελφήν· ταύτην δὲ τὴν πρᾶξιν οὐκ ἂν ἁμάρτοι τις ἀδελφὴν προσειπὼν τῆς Πελοπίδου τοῦ Θηβαίου καὶ Θρασυβούλου τοῦ Ἀθηναίου τυραννοκτονίας, πλὴν ὅτι τῷ μὴ πρὸς Ἕλληνας, ἀλλ' ἐπακτὸν ἀρχὴν γεγονέναι καὶ [16.5] ἀλλόφυλον αὕτη διήνεγκεν. ὁ μὲν γὰρ Ἰσθμὸς ἐμφράσσων τὰς θαλάσσας εἰς ταὐτὸ συνάγει τῷ τόπῳ καὶ συνάπτει τὴν ἤπειρον ἡμῶν, ὁ δ' Ἀκροκόρινθος, ὑψηλὸν ὄρος ἐκ μέσης ἀναπεφυκὸς τῆς Ἑλλάδος, ὅταν λάβῃ φρουράν, ἐνίσταται καὶ ἀποκόπτει τὴν ἐντὸς Ἰσθμοῦ πᾶσαν ἐπιμειξιῶν τε καὶ παρόδων καὶ στρατειῶν ἐργασίας τε κατὰ γῆν [16.6] καὶ κατὰ θάλατταν, καὶ ἕνα κύριον ποιεῖ καὶ ἄρχοντα τὸν κατέχοντα φρουρᾷ τὸ χωρίον, ὥστε μὴ παίζοντα δοκεῖν τὸν νεώτερον Φίλιππον, ἀλλ' ἀληθῶς ἑκάστοτε πέδας τῆς Ἑλλάδος τὴν Κορινθίων πόλιν προσαγορεύειν.

[17]
[17.1] Πᾶσι μὲν οὖν περιμάχητος ἦν ὁ τόπος ἀεὶ καὶ βασιλεῦσι καὶ δυνάσταις, ἡ δ' Ἀντιγόνου σπουδὴ περὶ αὐτὸν οὐδὲν ἀπέλειπε πάθει τῶν ἐμμανεστάτων ἐρώτων, ἀλλ' ὅλος ἀνήρτητο ταῖς φροντίσιν, ὅπως ἀφαιρήσεται δόλῳ τοὺς ἔχοντας, ἐπεὶ φανερῶς ἀνέλπιστος ἦν ἡ ἐπι[17.2]χείρησις. Ἀλεξάνδρου γὰρ ὑφ' ὃν τὸ χωρίον ἦν ἀποθανόντος (ὡς λέγεται) φαρμάκοις ὑπ' αὐτοῦ, Νικαίας δὲ τῆς ἐκείνου γυναικὸς ἐπὶ τῶν πραγμάτων γενομένης καὶ φυλαττούσης τὸν Ἀκροκόρινθον, εὐθὺς ὑποπέμπων Δημήτριον τὸν υἱὸν αὐτῇ, καὶ γλυκείας ἐλπίδας ἐνδιδοὺς γάμων βασιλικῶν καὶ συμβιώσεως πρὸς οὐκ ἀηδὲς ἐντυχεῖν γυναικὶ πρεσβυτέρᾳ μειράκιον, αὐτὴν μὲν ᾑρήκει, τῷ παιδὶ χρησάμενος ὥσπερ ἄλλῳ τινὶ τῶν δελεασμάτων ἐπ' αὐτῇ, [17.3] τὸν δὲ τόπον οὐ προϊεμένης, ἀλλ' ἐγκρατῶς φυλαττούσης, ἀμελεῖν προσποιούμενος ἔθυε γάμους αὐτῶν ἐν Κορίνθῳ, καὶ θέας ἐπετέλει καὶ πότους συνῆγε καθ' ἡμέραν, ὡς ἄν τις μάλιστα παίζειν καὶ σχολάζειν τὴν διάνοιαν ὑφ' ἡδονῆς [17.4] καὶ φιλοφροσύνης ἀφεικώς. ἐπεὶ δὲ καιρὸς ἦν, ᾄδοντος Ἀμοιβέως ἐν τῷ θεάτρῳ, παρέπεμπε τὴν Νίκαιαν αὐτὸς ἐπὶ τὴν θέαν ἐν φορείῳ κεκοσμημένῳ βασιλικῶς, ἀγαλλομένην τε τῇ τιμῇ καὶ ποῤῥωτάτω τοῦ μέλλοντος οὖσαν. [17.5] γενόμενος δὲ τῆς ὁδοῦ κατὰ τὴν ἐκτροπὴν τὴν ἄνω φέρουσαν, ἐκείνην μὲν ἐκέλευσε προάγειν εἰς τὸ θέατρον, αὐτὸς δὲ χαίρειν μὲν Ἀμοιβέα, χαίρειν δὲ τοὺς γάμους ἐάσας, ἀνῄει πρὸς τὸν Ἀκροκόρινθον ἁμιλλώμενος παρ' ἡλικίαν· καὶ κεκλεισμένην τὴν πύλην εὑρών, ἔκοπτε τῇ βακτηρίᾳ κελεύων ἀνοίγειν· οἱ δ' ἔνδον ἀνέῳξαν κατα[17.6]πλαγέντες. οὕτω δὲ τοῦ τόπου κρατήσας, οὐ κατέσχεν αὑτόν, ἀλλ' ἔπινε παίζων ὑπὸ χαρᾶς ἐν τοῖς στενωποῖς, καὶ δι' ἀγορᾶς αὐλητρίδας ἔχων καὶ στεφάνους περικείμενος, ἀνὴρ γέρων καὶ τηλικαύταις πραγμάτων μεταβολαῖς κεχρημένος, ἐκώμαζε δεξιούμενος καὶ προσαγορεύων [17.7] τοὺς ἀπαντῶντας. οὕτως ἄρα καὶ λύπης καὶ φόβου μᾶλλον ἐξίστησι καὶ σάλον παρέχει τῇ ψυχῇ τὸ χαίρειν ἄνευ λογισμοῦ παραγινόμενον.

[18]

Ἀλλὰ γὰρ Ἀντίγονος μὲν ὥσπερ εἴρηται κτησάμενος τὸν Ἀκροκόρινθον ἐφύλαττε, μετὰ τῶν ἄλλων οἷς ἐπίστευε μάλιστα καὶ Περσαῖον ἐπιστήσας ἄρχοντα τὸν [18.2] φιλόσοφον. ὁ δ' Ἄρατος ἔτι μὲν καὶ Ἀλεξάνδρου ζῶντος ἐπεχείρησε τῇ πράξει, γενομένης δὲ συμμαχίας τοῖς Ἀχαιοῖς πρὸς τὸν Ἀλέξανδρον ἐπαύσατο. τότε δ' αὖθις ἐξ ὑπαρχῆς ἑτέραν ἔλαβε τῆς πράξεως ὑπόθεσιν τοιαύτην. [18.3] Ἦσαν ἐν Κορίνθῳ τέσσαρες ἀδελφοὶ Σύροι τὸ γένος, ὧν εἷς ὄνομα Διοκλῆς ἐν τῷ φρουρίῳ μισθοφορῶν διέτριβεν. [18.4] οἱ δὲ τρεῖς κλέψαντες βασιλικὸν χρυσίον, ἦλθον εἰς Σικυῶνα πρὸς Αἰγίαν τινὰ τραπεζίτην, ᾧ διὰ τὴν ἐργασίαν ὁ Ἄρατος ἐχρῆτο. καὶ μέρος μὲν εὐθὺς διέθεντο τοῦ χρυσίου, τὸ δὲ λοιπὸν εἷς αὐτῶν Ἐργῖνος ἐπιφοιτῶν ἡσυχῇ [18.5] κατήλλαττεν. ἐκ δὲ τούτου γενόμενος τῷ Αἰγίᾳ συνήθης, καὶ προαχθεὶς εἰς λόγον ὑπ' αὐτοῦ περὶ τῆς φρουρᾶς, ἔφη πρὸς τὸν ἀδελφὸν ἀναβαίνων παρὰ τὸ κρημνῶδες ἐντομὴν καθεωρακέναι πλαγίαν, <ἀν>άγουσαν ᾗ χθαμαλώτατον [18.6] ἐπῳκοδόμηται τῷ φρουρίῳ τὸ τεῖχος. προσπαίξαντος δ' αὐτῷ τοῦ Αἰγίου καὶ εἰπόντος· "εἶτ' ὦ βέλτιστε διὰ σμικρὸν οὕτω χρυσίον ἀνασπᾶτε τὰς βασιλικὰς φράξεις, δυνάμενοι μίαν ὥραν πολλῶν ἀποδόσθαι χρημάτων; ἢ γὰρ οὐχὶ καὶ τοιχωρύχοις καὶ προδόταις ἁλοῦσιν ἅπαξ ἀπο[18.7]θανεῖν ὑπάρχει;" γελάσας ὁ Ἐργῖνος τότε μὲν ὡμολόγησεν ἀποπειράσεσθαι τοῦ Διοκλέους, τοῖς γὰρ ἄλλοις ἀδελφοῖς μὴ πάνυ τι πιστεύειν, ὀλίγαις δ' ὕστερον ἡμέραις ἐπανελθὼν συντίθεται τὸν Ἄρατον ἄξειν πρὸς τὸ τεῖχος, ὅπου τὸ ὕψος οὐ μεῖζον ᾖ πεντεκαίδεκα ποδῶν, καὶ τἆλλα συμπράξειν μετὰ τοῦ Διοκλέους.

[19]
[19.1] Ὁ δ' Ἄρατος ἐκείνοις μὲν ἑξήκοντα τάλαντα δώσειν κατορθώσας ὡμολόγησεν, ἢν δ' ἀποτύχῃ, σωθῇ δὲ μετ' [19.2] ἐκείνων, οἰκίαν ἑκατέρῳ καὶ τάλαντον. ἐπεὶ δ' ἔδει παρὰ τῷ Αἰγίᾳ τὰ ἑξήκοντα τάλαντα κεῖσθαι τοῖς περὶ τὸν Ἐργῖνον, ὁ δ' Ἄρατος οὔτ' αὐτὸς εἶχεν οὔτ' ἐβούλετο δανειζόμενος αἴσθησιν ἑτέρῳ τῆς πράξεως παρασχεῖν, λαβὼν τῶν ἐκπωμάτων τὰ πολλὰ καὶ τὰ χρυσία τῆς γυναικὸς ὑπέθηκε τῷ Αἰγίᾳ πρὸς τὸ ἀργύριον. [ὁ δὲ] [19.3] οὕτω γὰρ ἐπῆρτο τῇ ψυχῇ, καὶ τοσοῦτον ἔρωτα τῶν καλῶν πράξεων εἶχεν, ὥστε τὸν Φωκίωνα καὶ τὸν Ἐπαμεινώνδαν ἐπιστάμενος Ἑλλήνων δικαιοτάτους καὶ κρατίστους γεγονέναι δοκοῦντας ἐπὶ τῷ διώσασθαι δωρεὰς μεγάλας καὶ μὴ προέσθαι χρημάτων τὸ καλόν, αὐτὸς εἰς ταῦτα δαπανᾶσθαι κρύφα καὶ προεισφέρειν, ἐν οἷς ἐκινδύνευε μόνος ὑπὲρ πάντων οὐδ' εἰδότων τὰ πραττόμενα, <προ>[19.4]ῃρεῖτο. τίς γὰρ οὐκ ἂν θαυμάσειε καὶ συναγωνίσαιτ' ἔτι νῦν τῇ μεγαλοψυχίᾳ τοῦ ἀνδρός, ὠνουμένου χρημάτων τοσούτων κίνδυνον τηλικοῦτον καὶ τὰ τιμιώτατα δοκοῦντα τῶν κτημάτων ὑποτιθέντος, ὅπως παρεισαχθεὶς νυκτὸς εἰς τοὺς πολεμίους διαγωνίσηται περὶ τῆς ψυχῆς, ἐνέχυρον λαβὼν τὴν ἐλπίδα τοῦ καλοῦ παρ' αὐτῶν, ἄλλο δ' οὐδέν;

[20]
[20.1] Οὖσαν δὲ καθ' αὑτὴν ἐπισφαλῆ τὴν πρᾶξιν ἐπισφαλεστέραν ἐποίησεν ἁμαρτία τις εὐθὺς ἐν ἀρχῇ συμβᾶσα [20.2] δι' ἄγνοιαν. ὁ γὰρ οἰκέτης τοῦ Ἀράτου Τέχνων ἐπέμφθη μὲν ὡς μετὰ τοῦ Διοκλέους κατασκεψόμενος τὸ τεῖχος, οὔπω δ' ἦν τῷ Διοκλεῖ πρότερον ἐντετυχηκὼς κατ' ὄψιν, ἀλλὰ τὴν μορφὴν αὐτοῦ καὶ τὸ εἶδος δοκῶν κατέχειν, ἐξ ὧν ὁ Ἐργῖνος ἐπεσήμηνεν οὐλοκόμην καὶ μελάγχρουν καὶ [20.3] ἀγένειον· ἐλθὼν οὖν ὅπου συνετέτακτο, τὸν Ἐργῖνον ὡς ἀφιξόμενον μετὰ τοῦ Διοκλέους ἀνέμενε πρὸ τῆς πόλεως [20.4] πρὸ τοῦ καλουμένου Ὄρνιθος. ἐν δὲ τούτῳ πρῶτος ἀδελφὸς Ἐργίνου καὶ Διοκλέους ὄνομα Διονύσιος, οὐ συνειδὼς τὴν πρᾶξιν οὐδὲ κοινωνῶν, ὅμοιος δὲ τῷ Διοκλεῖ, προσῄει κατὰ τύχην. ὁ δὲ Τέχνων πρὸς τὰ σημεῖα τῆς μορφῆς τῇ ὁμοιότητι κινηθείς, ἠρώτησε τὸν ἄνθρωπον εἴ [20.5] τι συμβόλαιον αὐτῷ πρὸς Ἐργῖνον εἴη. φήσαντος δ' ἀδελφὸν εἶναι, παντάπασιν ὁ Τέχνων ἐπείσθη τῷ Διοκλεῖ διαλέγεσθαι, καὶ μήτε τοὔνομα πυθόμενος μήτ' ἄλλο μηδὲν προσμείνας τεκμήριον, ἐμβάλλει τε τὴν δεξιὰν αὐτῷ καὶ περὶ τῶν συγκειμένων πρὸς τὸν Ἐργῖνον ἐλάλει κἀκεῖ[20.6] νον ἀνέκρινεν. ὁ δὲ δεξάμενος αὐτοῦ τὴν ἁμαρτίαν, πανούργως ὡμολόγει τε πάντα καὶ πρὸς τὴν πόλιν ἀναστρέ[20.7]ψας ὑπῆγεν ἀνυπόπτως διαλεγόμενος. ἤδη δὲ πλησίον ὄντος αὐτοῦ καὶ μέλλοντος ὅσον οὔπω τὸν Τέχνωνα διαλαμβάνειν, ἀπὸ τύχης αὖ πάλιν ὁ Ἐργῖνος αὐτοῖς ἀπήντησεν. αἰσθόμενος δὲ τὴν ἀπάτην καὶ τὸν κίνδυνον, διὰ νεύματος ἐδήλωσε τῷ Τέχνωνι φεύγειν· καὶ ἀποπηδήσαντες [20.8] ἀμφότεροι δρόμῳ πρὸς τὸν Ἄρατον ἀπεσώθησαν. οὐ μὴν ἀπέκαμε ταῖς ἐλπίσιν ἐκεῖνος, ἀλλ' ἔπεμψεν εὐθὺς τὸν Ἐργῖνον, χρυσίον τε τῷ Διονυσίῳ κομίζοντα καὶ δεησόμενον αὐτοῦ σιωπᾶν. ὁ δὲ καὶ τοῦτ' ἐποίησε καὶ τὸν Διονύσιον ἄγων μεθ' ἑαυτοῦ πρὸς τὸν Ἄρατον ἦλθεν. [20.9] ἐλθόντα δ' αὐτὸν οὐκέτι διῆκαν, ἀλλὰ δήσαντες ἐφύλαττον ἐν οἰκίσκῳ κατακεκλεισμένον· αὐτοὶ δὲ παρεσκευάζοντο πρὸς τὴν ἐπίθεσιν.

[21]
[21.1] Ἐπεὶ δ' ἦν ἕτοιμα πάντα, τὴν μὲν ἄλλην δύναμιν ἐκέλευσεν ἐπὶ τῶν ὅπλων νυκτερεύειν, ἀναλαβὼν δὲ λογάδας τετρακοσίους, οὐδ' αὐτοὺς εἰδότας τὰ πραττόμενα [21.2] πλὴν ὀλίγων, ἦγε πρὸς τὰς πύλας παρὰ τὸ Ἡραῖον. ἦν δὲ τοῦ ἔτους ἡ περὶ θέρος ἀκμάζον ὥρα, τοῦ δὲ μηνὸς πανσέληνος, ἡ δὲ νὺξ ἀνέφελος καὶ καταφανής, ὥστε καὶ φόβον τὰ ὅπλα παρέχειν ἀντιλάμποντα πρὸς τὴν σελήνην, μὴ τοὺς φύλακας οὐ λάθωσιν. ἤδη δὲ τῶν πρώτων ἐγγὺς ὄντων, ἀπὸ θαλάσσης ἀνέδραμε νέφη καὶ κατέσχε τήν τε [21.3] πόλιν αὐτὴν καὶ τὸν ἔξω τόπον ἐπίσκιον γενόμενον. ἐνταῦθα δ' οἱ μὲν ἄλλοι συγκαθίσαντες ὑπελύοντο τὰς κρηπῖδας· οὔτε γὰρ ψόφον ποιοῦσι πολὺν οὔτ' ὀλισθήματα λαμβάνουσιν <οἱ> γυμνοῖς τοῖς ποσὶν ἀντιλαμβανόμενοι τῶν κλιμάκων· ὁ δ' Ἐργῖνος ἑπτὰ λαβὼν νεανίσκους ἐσταλμένους ὁδοιπορικῶς, ἔλαθε τῇ πύλῃ προσμείξας, καὶ τὸν πυλωρὸν ἀποκτιννύουσι καὶ τοὺς μετ' αὐτοῦ φύλακας. [21.4] ἅμα δ' αἵ τε κλίμακες προσετίθεντο, καὶ κατὰ σπουδὴν ὁ Ἄρατος ὑπερβιβάσας ἑκατὸν ἄνδρας, τοὺς δ' ἄλλους ἕπεσθαι κελεύσας ὡς ἂν δύνωνται τάχιστα, τὰς κλίμακας ἀνασπάσας ἐχώρει διὰ τῆς πόλεως μετὰ τῶν ἑκατὸν ἐπὶ τὴν ἄκραν, ἤδη περιχαρὴς διὰ τὸ λανθάνειν ὡς κατορθῶν. [21.5] καί πως ἔτι πρόσωθεν αὐτοῖς ἀπήντα σὺν φωτὶ φυλακὴ τεσσάρων ἀνδρῶν οὐ καθορωμένοις· ἔτι γὰρ ἦσαν ἐν τῷ σκιαζομένῳ τῆς σελήνης, ἐκείνους δὲ προσιόντας ἐξ ἐναν[21.6]τίας καθορῶσι. μικρὸν οὖν ὑποστείλας τειχίοις τισὶ καὶ οἰκοπέδοις, ἐνέδραν ἐπὶ τοὺς ἄνδρας καθίζει· καὶ τρεῖς μὲν αὐτῶν ἐμπεσόντες ἀποθνῄσκουσιν, ὁ δὲ τέταρτος πληγεὶς ξίφει τὴν κεφαλήν, ἔφυγε βοῶν ἔνδον εἶναι τοὺς [21.7] πολεμίους. καὶ μετὰ μικρὸν αἵ τε σάλπιγγες ἐπεσήμαινον, ἥ τε πόλις ἐξανίστατο πρὸς τὰ γινόμενα, πλήρεις τ' ἦσαν οἱ [τε] στενωποὶ διαθεόντων, καὶ φῶτα πολλὰ τὰ μὲν κάτωθεν ἤδη, τὰ δ' ἄνωθεν ἀπὸ τῆς ἄκρας περιέλαμπε, καὶ κραυγὴ συνεῤῥήγνυτο πανταχόθεν ἄσημος.

[22]
[22.1] Ἐν τούτῳ δ' ὁ μὲν Ἄρατος ἐμφὺς τῇ πορείᾳ παρὰ τὸ κρημνῶδες ἡμιλλᾶτο, βραδέως καὶ ταλαιπώρως τὸ πρῶτον, οὐ κατακρατῶν, ἀλλ' ἀποπλανώμενος τοῦ τρίβου παντάπασιν ἐνδεδυκότος καὶ περισκιαζομένου ταῖς τραχύτησι, καὶ διὰ [τῶν] πολλῶν ἑλιγμῶν καὶ παραβολῶν περαίνοντος [22.2] πρὸς τὸ τεῖχος. εἶτα θαυμάσιον οἷον ἡ σελήνη λέγεται διαστέλλουσα τὰ νέφη καὶ ὑπολάμπουσα τῆς ὁδοῦ τὸ χαλεπώτατον σαφηνίζειν, ἕως ἥψατο τοῦ τείχους καθ' ὃν ἔδει τόπον· ἐκεῖ δὲ πάλιν συνεσκίασε καὶ ἀπέκρυψε νεφῶν [22.3] συνελθόντων. οἱ δὲ περὶ τὰς πύλας ἔξω περὶ τὸ Ἡραῖον ἀπολειφθέντες τοῦ Ἀράτου στρατιῶται τριακόσιοι τὸ πλῆθος ὄντες, ὥς ποτε παρεισέπεσον εἰς τὴν πόλιν θορύβου τε παντοδαποῦ καὶ φώτων γέμουσαν, οὐ δυνηθέντες ἐξανευρεῖν τὸν αὐτὸν τρίβον οὐδ' εἰς ἴχνος ἐμβῆναι τῆς ἐκείνων πορείας, ἔπτηξαν ἀθρόοι πρός τινι παλινσκίῳ λαγόνι τοῦ κρημνοῦ συστείλαντες ἑαυτούς, καὶ διεκαρτέ[22.4]ρουν ἐνταῦθα περιπαθοῦντες καὶ δυσανασχετοῦντες. βαλλομένων γὰρ ἀπὸ τῆς ἄκρας ἤδη τῶν περὶ τὸν Ἄρατον καὶ μαχομένων, ἀλαλαγμὸς ἐναγώνιος ἐχώρει κάτω, καὶ κραυγὴ περιήχει διὰ τὴν ἀπὸ τῶν ὀρῶν ἀνάκλασιν συγ[22.5]κεχυμένη καὶ ἄδηλος ὅθεν εἴληφε τὴν ἀρχήν. διαπορούντων δ' αὐτῶν ἐφ' ὅ τι χρὴ τραπέσθαι μέρος, Ἀρχέλαος ὁ τῶν βασιλικῶν ἡγεμὼν στρατιώτας ἔχων πολλοὺς μετὰ κραυγῆς ἀνέβαινε καὶ σαλπίγγων, ἐπιφερόμενος τοῖς περὶ [22.6] τὸν Ἄρατον, καὶ παρήλλαττε τοὺς τριακοσίους. οἱ δ' ὥσπερ ἐξ ἐνέδρας ἀναστάντες, ἐμβάλλουσιν αὐτῷ καὶ διαφθείρουσιν οἷς ἐπέθεντο πρώτοις, τοὺς δ' ἄλλους καὶ τὸν Ἀρχέλαον φοβήσαντες ἐτρέψαντο καὶ κατεδίωξαν ἄχρι τοῦ [22.7] σκεδασθῆναι περὶ τὴν πόλιν διαλυθέντας. ἄρτι δὲ τούτων νενικηκότων, Ἐργῖνος ἀπὸ τῶν ἄνω μαχομένων ἦλθεν, ἀγγέλλων συμπεπλέχθαι τοῖς πολεμίοις τὸν Ἄρατον ἀμυνομένοις εὐρώστως, καὶ μέγαν ἀγῶνα περὶ αὐτὸ τὸ τεῖχος [22.8] εἶναι, καὶ τάχους δεῖν τῆς βοηθείας. οἱ δ' εὐθὺς ἐκέλευον ἡγεῖσθαι, καὶ προσβαίνοντες ἅμα φωνῇ διεσήμαινον ἑαυτούς, ἐπιθαῤῥύνοντες τοὺς φίλους· ἥ τε πανσέληνος ἀπέφαινε τὰ ὅπλα πλείονα φαινόμενα τοῖς πολεμίοις διὰ τὸ μῆκος τῆς πορείας, καὶ τὸ τῆς νυκτὸς ἠχῶδες τὸν ἀλαλαγμὸν ἀπὸ πολλαπλασιόνων ἢ τοσούτων ἐποίει δοκεῖν φέρε[22.9]σθαι. τέλος δὲ συνερείσαντες ἐξωθοῦσι τοὺς πολεμίους, καὶ καθυπέρτεροι τῆς ἄκρας ἦσαν καὶ τὸ φρούριον εἶχον. ἡμέρας <δ'> ἤδη διαυγούσης ὅ θ' ἥλιος εὐθὺς ἐπέλαμπε τῷ ἔργῳ, καὶ παρῆν ἐκ Σικυῶνος ἡ λοιπὴ δύναμις τῷ Ἀράτῳ, δεχομένων κατὰ πύλας τῶν Κορινθίων προθύμως καὶ τοὺς βασιλικοὺς συλλαμβανόντων.

[23]
[23.1] Ἐπεὶ δ' ἀσφαλῶς ἐδόκει πάντ' ἔχειν, κατέβαινεν εἰς τὸ θέατρον ἀπὸ τῆς ἄκρας, πλήθους ἀπείρου συῤῥέοντος ἐπιθυμίᾳ τῆς τ' ὄψεως αὐτοῦ καὶ τῶν λόγων οἷς [23.2] ἔμελλε χρῆσθαι πρὸς τοὺς Κορινθίους. ἐπιστήσας δὲ ταῖς παρόδοις ἑκατέρωθεν τοὺς Ἀχαιούς, αὐτὸς ἀπὸ τῆς σκηνῆς εἰς μέσον προῆλθε, τεθωρακισμένος καὶ τῷ προσώπῳ διὰ τὸν κόπον καὶ τὴν ἀγρυπνίαν ἠλλοιωμένος, ὥστε τῆς ψυχῆς τὸ γαυρούμενον καὶ χαῖρον ὑπὸ τῆς περὶ τὸ σῶμα [23.3] βαρύτητος κεκρατῆσθαι. τῶν δ' ἀνθρώπων ἅμα τῷ προελθεῖν αὐτὸν ἐκχυθέντων ταῖς φιλοφροσύναις, μεταλαβὼν εἰς τὴν δεξιὰν τὸ δόρυ, καὶ τὸ γόνυ καὶ τὸ σῶμα τῇ ῥοπῇ μικρὸν ἐγκλίνας καὶ ἐπερεισάμενος, εἱστήκει πολὺν χρόνον σιωπῇ δεχόμενος αὐτῶν τοὺς κρότους καὶ τὰς ἐπιβοήσεις, ἐπαινούντων μὲν τὴν ἀρετήν, ζηλούντων δὲ τὴν [23.4] τύχην. ὡς δ' ἐπαύσαντο καὶ κατέστησαν, συναγαγὼν ἑαυτὸν διεξῆλθε λόγον ὑπὲρ τῶν Ἀχαιῶν τῇ πράξει πρέποντα, καὶ συνέπεισε τοὺς Κορινθίους Ἀχαιοὺς γενέσθαι, καὶ τῶν πυλῶν τὰς κλεῖς ἀπέδωκε, τότε πρῶτον ἀπὸ τῶν Φιλιπ[23.5]πικῶν καιρῶν ὑπ' ἐκείνοις γενομένας. τῶν δ' Ἀντιγόνου στρατηγῶν Ἀρχέλαον μὲν ἀφῆκεν ὑποχείριον γενόμενον, Θεόφραστον δ' ἀνεῖλεν οὐ βουλόμενον ἀπαλλάττεσθαι· Περσαῖος δὲ τῆς ἄκρας ἁλισκομένης εἰς Κεγχρεὰς διεξ[23.6]έπεσεν. ὕστερον δὲ λέγεται σχολάζων πρὸς τὸν εἰπόντα μόνον αὐτῷ δοκεῖν στρατηγὸν εἶναι τὸν σοφόν "ἀλλὰ νὴ θεούς" φάναι "τοῦτο μάλιστα κἀμοί ποτε τῶν Ζήνωνος ἤρεσκε δογμάτων· νῦν δὲ μεταβάλλομαι, νουθετηθεὶς ὑπὸ τοῦ Σικυωνίου νεανίου". ταῦτα μὲν περὶ Περσαίου πλείονες ἱστοροῦσιν.

[24]
[24.1] Ὁ δ' Ἄρατος εὐθὺς τό θ' Ἡραῖον ὑφ' ἑαυτῷ καὶ τὸ Λέχαιον ἐποιήσατο, καὶ νεῶν μὲν εἰκοσιπέντε βασιλικῶν ἐκυρίευσεν, ἵππους δὲ πεντακοσίους καὶ Σύρους τετρακοσίους ἀπέδοτο· τόν τ' Ἀκροκόρινθον ἐφύλαττον οἱ Ἀχαιοὶ τετρακοσίοις ὁπλίταις καὶ πεντήκοντα κυσὶ καὶ κυνηγοῖς ἴσοις ἐν τῷ φρουρίῳ τρεφομένοις.[24.2] Οἱ μὲν οὖν Ῥωμαῖοι τὸν Φιλοποίμενα θαυμάζοντες Ἑλλήνων ἔσχατον προσηγόρευον, ὡς μηδενὸς μεγάλου μετ' ἐκεῖνον ἐν τοῖς Ἕλλησι γενομένου. ἐγὼ δὲ τῶν Ἑλληνικῶν πράξεων ταύτην ἐσχάτην καὶ νεωτάτην φαίην ἂν πεπρᾶχθαι, τοῦτο μὲν τόλμῃ, τοῦτο δὲ τύχῃ ταῖς ἀρίσταις ἐνάμιλλον, ὡς ἐδήλωσεν εὐθὺς τὰ γινόμενα. [24.3] Μεγαρεῖς τε γὰρ ἀποστάντες Ἀντιγόνου τῷ Ἀράτῳ προσέθεντο, καὶ Τροιζήνιοι μετ' Ἐπιδαυρίων συνετάχθησαν εἰς τοὺς Ἀχαιούς, ἔξοδόν τε πρώτην θέμενος εἰς τὴν Ἀττικὴν ἐνέβαλε, καὶ τὴν Σαλαμῖνα διαβὰς ἐλεηλάτησεν, ὥσπερ ἐξ εἱρκτῆς λελυμένῃ τῇ δυνάμει τῶν Ἀχαιῶν ἐφ' [24.4] ὅ τι βούλοιτο χρώμενος. Ἀθηναίοις δὲ τοὺς ἐλευθέρους ἀφῆκεν ἄνευ λύτρων, ἀρχὰς ἀποστάσεως ἐνδιδοὺς αὐτοῖς. Πτολεμαῖον δὲ σύμμαχον ἐποίησε, τῶν Ἀχαιῶν ἡγεμονίαν ἔχοντα πολέμου καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. [24.5] οὕτω δ' ἴσχυσεν ἐν τοῖς Ἀχαιοῖς, ὥστ' <ἐπ>εὶ μὴ κατ' ἐνιαυτὸν ἐξῆν, παρ' ἐνιαυτὸν αἱρεῖσθαι στρατηγὸν αὐτόν, ἔργῳ δὲ καὶ γνώμῃ διὰ παντὸς ἄρχειν. ἑώρων γὰρ αὐτὸν οὐ πλοῦτον, οὐ δόξαν, οὐ φιλίαν βασιλικήν, οὐ τὸ τῆς αὑτοῦ πατρίδος συμφέρον, οὐκ ἄλλο τι τῆς αὐξήσεως [24.6] τῶν Ἀχαιῶν ἐπίπροσθεν ποιούμενον. ἡγεῖτο γὰρ ἀσθενεῖς ἰδίᾳ τὰς πόλεις ὑπαρχούσας σῴζεσθαι δι' ἀλλήλων, ὥσπερ ἐνδεδεμένας τῷ κοινῷ συμφέροντι, καὶ καθάπερ τὰ μέρη τοῦ σώματος, ζῶντα καὶ συμπνέοντα διὰ τὴν πρὸς ἄλληλα συμφυΐαν, ὅταν ἀποσπασθῇ καὶ γένηται χωρίς, ἀτροφεῖ καὶ σήπεται, παραπλησίως τὰς πόλεις ἀπόλλυσθαι μὲν ὑπὸ τῶν διασπώντων τὸ κοινόν, αὔξεσθαι δ' ὑπ' ἀλλήλων, ὅταν ὅλου τινὸς μεγάλου μέρη γενόμεναι κοινῆς προνοίας τυγχάνωσιν.

[25]
[25.1] Ὁρῶν δὲ τοὺς ἀρίστους τῶν προσοίκων αὐτονομουμένους, Ἀργείοις δὲ δουλεύουσιν ἀχθόμενος, ἐπεβούλευεν ἀνελεῖν τὸν τύραννον αὐτῶν Ἀριστόμαχον, ἅμα τῇ τε πόλει θρεπτήρια τὴν ἐλευθερίαν ἀποδοῦναι φιλο[25.2]τιμούμενος, καὶ τοῖς Ἀχαιοῖς προσκομίσαι τὴν πόλιν. οἱ μὲν οὖν τολμῶντες εὑρέθησαν, ὧν Αἰσχύλος προειστήκει καὶ Χαριμένης ὁ μάντις, ξίφη δ' οὐκ εἶχον, ἀλλ' ἀπείρητο κεκτῆσθαι, καὶ ζημίαι μεγάλαι τοῖς κεκτημένοις ἐπῆσαν ὑπὸ τοῦ τυράννου. κατασκευάσας οὖν ὁ Ἄρατος αὐτοῖς ἐν Κορίνθῳ μικρὰς παραξιφίδας ἐνέῤῥαψεν εἰς σάγματα· καὶ ταῦτα περιθεὶς ὑποζυγίοις σκεύη τινὰ παρημελημένα [25.3] κομίζουσιν εἰς Ἄργος ἀπέστειλε. Χαριμένους δὲ τοῦ μάντεως προσλαβόντος ἐπὶ τὴν πρᾶξιν ἄνθρωπον, οἱ περὶ τὸν Αἰσχύλον ἠγανάκτουν καὶ δι' ἑαυτῶν ἔπραττον, τοῦ Χαριμένους καταγνόντες. αἰσθόμενος δ' ἐκεῖνος ὀργῇ κατεμήνυσε τοὺς ἄνδρας ἤδη βαδίζοντας ἐπὶ τὸν τύραννον· ὧν οἱ πλεῖστοι φθάσαντες ἐξ ἀγορᾶς ἀπέφυγον καὶ [25.4] διεξέπεσον εἰς Κόρινθον. οὐ μὴν ἀλλὰ χρόνου βραχέος διελθόντος, ἀποθνῄσκει μὲν ὑπὸ δούλων Ἀριστόμαχος, ὑπολαμβάνει δὲ τὴν ἀρχὴν φθάσας Ἀρίστιππος, ἐξωλέστερος ἐκείνου τύραννος. ὅσοι δὴ τῶν Ἀχαιῶν ἐν ἡλικίᾳ παρόντες ἔτυχον, τούτους ἀναλαβὼν ὁ Ἄρατος ἐβοήθει πρὸς τὴν πόλιν ὀξέως, οἰόμενος εὑρήσειν τὰ τῶν Ἀρ[25.5]γείων πρόθυμα. τῶν δὲ πολλῶν ἤδη διὰ συνήθειαν ἐθελοδούλως ἐχόντων, καὶ μηδενὸς ἀφισταμένου πρὸς αὐτόν, ἀνεχώρησεν ἔγκλημα κατεσκευακὼς τοῖς Ἀχαιοῖς, ὡς ἐν εἰρήνῃ πόλεμον ἐξενηνοχόσι. καὶ δίκην ἔσχον ἐπὶ τούτῳ παρὰ Μαντινεῦσιν, ἣν Ἀράτου μὴ παρόντος Ἀρί[25.6]στιππος εἷλε διώκων, καὶ μνῶν ἐτιμήθη τριάκοντα. τὸν δ' Ἄρατον αὐτὸν ἅμα καὶ μισῶν καὶ δεδοικώς, ἐπεβούλευεν ἀνελεῖν, συνεργοῦντος Ἀντιγόνου τοῦ βασιλέως· καὶ πανταχοῦ σχεδὸν ἦσαν οἱ τοῦτο <συμ>πράττοντες [25.7] αὐτοῖς καὶ καιρὸν ἐπιτηροῦντες. ἀλλ' οὐδὲν οἷον ἀληθινὴ καὶ βέβαιος εὔνοια φυλακτήριον ἀνδρὸς ἄρχοντος. ὅταν γὰρ ἐθισθῶσιν οἵ τε πολλοὶ καὶ οἱ δυνατοὶ μὴ τὸν ἡγούμενον, ἀλλ' ὑπὲρ τοῦ ἡγουμένου δεδιέναι, πολλοῖς μὲν ὄμμασιν ὁρᾷ, διὰ πολλῶν δ' ὤτων ἀκούει καὶ προαισθάνεται τὰ γινόμενα. [25.8] Διὸ καὶ βούλομαι τὸν λόγον ἐπιστήσας ἐνταῦθά που διεξελθεῖν περὶ τῆς Ἀριστίππου διαίτης, ἣν ἡ ζηλοτυπουμένη τυραννὶς αὐτῷ καὶ ὁ τῆς μακαρίας καὶ περιβοήτου μοναρχίας ὄγκος περιέθηκεν.

[26]
[26.1] Ἐκεῖνος γὰρ Ἀντίγονον μὲν ἔχων σύμμαχον, τρέφων δὲ πολλοὺς ἕνεκα τῆς τοῦ σώματος ἀσφαλείας, οὐδένα δ' ἐν τῇ πόλει ζῶντα τῶν ἐχθρῶν ὑπολελοιπώς, τοὺς μὲν δορυφόρους καὶ φύλακας ἔξω παρεμβάλλειν ἐκέλευεν ἐν [26.2] τῷ περιστύλῳ, τοὺς δ' οἰκέτας ὁπότε δειπνήσαι τάχιστα πάντας ἐξελαύνων, καὶ τὴν μέταυλον ἀποκλείων, μετὰ τῆς ἐρωμένης αὐτὸς εἰς οἴκημα κατεδύετο μικρὸν ὑπερῷον, θύρᾳ καταῤῥακτῇ κλειόμενον· ἧς ὑπεράνω τὴν κλίνην ἐπιτιθεὶς ἐκάθευδεν, ὡς εἰκὸς καθεύδειν τὸν οὕτως ἔχοντα, [26.3] ταραχωδῶς καὶ περιφόβως. τὸ δὲ κλιμάκιον ἡ τῆς ἐρωμένης μήτηρ ὑφαιροῦσα κατέκλειεν εἰς ἕτερον οἴκημα, καὶ πάλιν ἅμ' ἡμέρᾳ προσετίθει καὶ κατεκάλει τὸν θαυμαστὸν [26.4] τύραννον, ὥσπερ ἑρπετὸν ἐκ φωλεοῦ κατερχόμενον. ὁ δ' οὐχ ὅπλοις κατὰ βίαν, νόμῳ δ' ὑπ' ἀρετῆς ἀκατάπαυστον ἀρχὴν περιπεποιημένος, ἐν ἱματίῳ καὶ χλαμυδίῳ τῷ τυχόντι, τῶν πώποτε τυράννων κοινὸς ἀποδεδειγμένος ἐχθρός, ἄχρι τῆς τήμερον ἡμέρας γένος εὐδοκιμώτατον [26.5] ἀπολέλοιπεν ἐν τοῖς Ἕλλησιν. ἐκείνων δὲ τῶν τὰς ἄκρας καταλαμβανόντων καὶ τοὺς δορυφόρους τρεφόντων καὶ τὰ ὅπλα καὶ τὰς πύλας καὶ τοὺς καταῤῥάκτας προβαλλομένων ὑπὲρ τῆς τοῦ σώματος ἀσφαλείας ὀλίγοι τὸν ἐκ πληγῆς θάνατον ὥσπερ οἱ λαγωοὶ διέφυγον· οἶκος δ' ἢ γένος ἢ τάφος ἔχων τιμωμένην μνήμην οὐδενὸς λέλειπται.

[27]
[27.1] Πρὸς δ' οὖν τὸν Ἀρίστιππον ὁ Ἄρατος καὶ κρύφα πολλάκις καὶ φανερῶς προσέπταισεν, ἐπιχειρήσας καταλαμβάνειν τὸ Ἄργος. ἅπαξ δὲ κλίμακας προσθεὶς μετ' ὀλίγων ἐπὶ τὸ τεῖχος ἀνέβη παραβόλως, καὶ τοὺς βοη[27.2]θοῦντας ἐνταῦθα τῶν φυλάκων ἀπέκτεινεν. εἶθ' ἡμέρας ἐπιφανείσης, καὶ τοῦ τυράννου πανταχόθεν αὐτῷ προσβάλλοντος, οἱ μὲν Ἀργεῖοι, καθάπερ οὐχ ὑπὲρ τῆς ἐκείνων ἐλευθερίας τῆς μάχης οὔσης, ἀλλ' ὡς τὸν ἀγῶνα τῶν Νεμείων βραβεύοντες, ἴσοι καὶ δίκαιοι θεαταὶ καθ[27.3]ῆντο τῶν γινομένων, πολλὴν ἡσυχίαν ἄγοντες, ὁ δ' Ἄρατος εὐρώστως ἀμυνόμενος λόγχῃ μὲν ἐκ χειρὸς διελαύνεται τὸν μηρόν, ἐκράτησε δὲ τῶν τόπων ἐν οἷς ἦν καὶ οὐκ ἐξεώσθη μέχρι νυκτὸς ἐνοχλούμενος ὑπὸ τῶν πολε[27.4]μίων. εἰ δὲ καὶ τὴν νύκτα τῷ πόνῳ προσεταλαιπώρησεν, οὐκ ἂν διήμαρτεν· ὁ γὰρ τύραννος ἤδη περὶ δρασμὸν εἶχε, καὶ πολλὰ τῶν ἰδίων ἐπὶ θάλασσαν προεξέπεμψε. νῦν δὲ τοῦτο μὲν οὐδενὸς ἐξαγγείλαντος πρὸς τὸν Ἄρατον, ὕδατος δ' ἐπιλείποντος, ἑαυτῷ δὲ χρήσασθαι διὰ τὸ τραῦμα μὴ δυνάμενος, ἀπήγαγε τοὺς στρατιώτας.

[28]
[28.1] Ἐπεὶ δὲ ταύτην ἀπέγνω τὴν ὁδόν, ἐμβαλὼν φανερῶς τῷ στρατοπέδῳ τὴν Ἀργολίδα χώραν ἐπόρθει, καὶ περὶ τὸν Χάρητα ποταμὸν ἰσχυρᾶς μάχης γενομένης πρὸς Ἀρίστιππον, αἰτίαν ἔσχεν ὡς ἐγκαταλιπὼν τὸν [28.2] ἀγῶνα καὶ προέμενος τὸ νίκημα. τῆς γὰρ ἄλλης δυνάμεως ὁμολογουμένως ἐπικρατούσης καὶ τῷ διωγμῷ πολὺ προελθούσης εἰς τοὔμπροσθεν, αὐτὸς οὐχ οὕτως ἐκβιασθεὶς ὑπὸ τῶν καθ' αὑτόν, ὡς ἀπιστῶν τῷ κατορθώματι καὶ φοβηθείς, ἀνεχώρησε τεταραγμένος εἰς τὸ στρατό[28.3]πεδον. ἐπεὶ δ' ἀπὸ τῆς διώξεως ἐπανελθόντες οἱ λοιποὶ χαλεπῶς ἔφερον, ὅτι τρεψάμενοι τοὺς πολεμίους καὶ πολὺ πλείονας ἐκείνων καταβαλόντες ἢ σφῶν αὐτῶν ἀπολέσαντες παραλελοίπασι τοῖς ἡττημένοις στῆσαι κατ' αὐτῶν τρόπαιον, αἰσχυνθεὶς πάλιν ἔγνω διαμάχεσθαι περὶ τοῦ τροπαίου, καὶ μίαν ἡμέραν διαλιπὼν αὖθις [28.4] ἐξέταττε τὴν στρατιάν. ὡς δ' ᾔσθετο πλείονας γεγονότας καὶ θαῤῥαλεώτερον ἀνθισταμένους τοὺς περὶ τὸν τύραννον, οὐκ ἐτόλμησεν, ἀλλ' ἀπῆλθε, τοὺς νεκροὺς [28.5] ὑποσπόνδους ἀνελόμενος. οὐ μὴν ἀλλὰ τῇ περὶ τὴν ὁμιλίαν καὶ πολιτείαν ἐμπειρίᾳ καὶ χάριτι τὴν διαμαρτίαν ταύτην ἀναμαχόμενος, προσηγάγετο τὰς Κλεωνὰς τοῖς Ἀχαιοῖς, καὶ τὸν ἀγῶνα τῶν Νεμείων ἤγαγεν ἐν Κλεωναῖς, ὡς πάτριον ὄντα καὶ μᾶλλον προσήκοντα τούτοις. [28.6] ἤγαγον δὲ καὶ Ἀργεῖοι, καὶ συνεχύθη τότε πρῶτον ἡ δεδομένη τοῖς ἀγωνισταῖς ἀσυλία καὶ ἀσφάλεια, πάντας τῶν Ἀχαιῶν, ὅσους ἔλαβον ἠγωνισμένους ἐν Ἄργει, διὰ τῆς χώρας πορευομένους ὡς πολεμίους ἀποδομένων. οὕτω σφοδρὸς ἦν καὶ ἀπαραίτητος ἐν τῷ μισεῖν τοὺς τυράννους.

[29]

Ὀλίγῳ δ' ὕστερον ἀκούσας τὸν Ἀρίστιππον ἐπιβουλεύειν μὲν ταῖς Κλεωναῖς, φοβεῖσθαι δ' ἐκεῖνον ἐν Κορίνθῳ καθεζόμενον, ἤθροισεν ἐκ παραγγέλματος [29.2] στρατιάν. καὶ σιτία κελεύσας πλειόνων ἡμερῶν κομίζειν εἰς Κεγχρεὰς κατῆλθεν, ἐκκαλούμενος δι' ἀπάτης τὸν Ἀρίστιππον ὡς αὐτοῦ μὴ παρόντος ἐπιθέσθαι τοῖς Κλεωναίοις. ὃ καὶ συνέβη· παρῆν γὰρ εὐθὺς ἐξ Ἄργους ἔχων [29.3] τὴν δύναμιν. ὁ δ' Ἄρατος εἰς Κόρινθον ἤδη σκοταῖος ἐκ Κεγχρεῶν ὑποστρέψας, καὶ τὰς ὁδοὺς φυλακαῖς διαλαβών, ἦγε τοὺς Ἀχαιοὺς ἑπομένους οὕτω μὲν εὐτάκτως, οὕτω δὲ ταχέως καὶ προθύμως, ὥστε μὴ μόνον ὁδεύοντας, ἀλλὰ καὶ παρελθόντας εἰς τὰς Κλεωνὰς ἔτι νυκτὸς οὔσης καὶ συνταξαμένους ἐπὶ μάχην ἀγνοεῖσθαι καὶ λαν[29.4]θάνειν τὸν Ἀρίστιππον. ἅμα δ' ἡμέρᾳ τῶν πυλῶν ἀνοιχθεισῶν καὶ τῆς σάλπιγγος ἐγκελευσαμένης, δρόμῳ καὶ ἀλαλαγμῷ προσπεσὼν τοῖς πολεμίοις εὐθὺς ἐτρέψατο, καὶ κατεῖχε διώκων ᾗ μάλιστα φεύγειν ὑπενόει τὸν Ἀρίστιπ[29.5]πον, ἐκτροπὰς πολλὰς τῶν χωρίων ἐχόντων. γενομένης δὲ τῆς διώξεως ἄχρι Μυκηνῶν, ὁ μὲν τύραννος ὑπὸ Κρητός τινος, ὡς Δεινίας ἱστορεῖ, τοὔνομα Τραγίσκου καταληφθεὶς ἀποσφάττεται, τῶν δ' ἄλλων ἔπεσον [29.6] ὑπὲρ χιλίους πεντακοσίους. ὁ δ' Ἄρατος οὕτως λαμπρῶς εὐτυχήσας, καὶ μηδένα τῶν αὑτοῦ στρατιωτῶν ἀποβαλών, ὅμως οὐκ ἔλαβε τὸ Ἄργος οὐδ' ἠλευθέρωσε τοὺς ἐν αὐτῷ, τῶν περὶ Ἀγίαν καὶ τὸν νεώτερον Ἀριστόμαχον μετὰ δυνάμεως βασιλικῆς παρεισπεσόντων καὶ κατασχόντων [29.7] τὰ πράγματα. τὸ μὲν οὖν πολὺ τῆς διαβολῆς καὶ λόγους καὶ σκώμματα καὶ βωμολοχίας παρείλετο τῶν κολακευόντων τοὺς τυράννους καὶ διεξιόντων ἐκείνοις χαριζομένων, ὡς τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν ἐκταράττοιτο μὲν ἡ κοιλία παρὰ τὰς μάχας, κάρος δὲ προσπίπτοι καὶ ἴλιγγος ἅμα τῷ παραστῆναι τὸν σαλπιγκτήν, ἐκτάξας δὲ τὴν δύναμιν καὶ τὸ σύνθημα παρεγγυήσας, καὶ πυθόμενος τῶν ὑποστρατήγων καὶ λοχαγῶν, μή τις αὐτοῦ χρεία παρόντος -- βεβλῆσθαι γὰρ τοὺς ἀστραγάλους -- , ἀπέρχοι[29.8]το καραδοκήσων πόῤῥωθεν τὸ συμβησόμενον. ταῦτα γὰρ οὕτως ἴσχυσεν, ὥστε καὶ τοὺς φιλοσόφους ἐν ταῖς σχολαῖς ζητοῦντας, εἰ τὸ πάλλεσθαι τὴν καρδίαν καὶ τὸ χρῶμα τρέπεσθαι καὶ τὴν κοιλίαν ἐξυγραίνεσθαι παρὰ τὰ φαινόμενα δεινὰ δειλίας ἐστὶν ἢ δυσκρασίας τινὸς περὶ τὸ σῶμα καὶ ψυχρότητος, ὀνομάζειν ἀεὶ τὸν Ἄρατον, ὡς ἀγαθὸν μὲν ὄντα στρατηγόν, ἀεὶ δὲ ταῦτα πάσχοντα παρὰ τοὺς ἀγῶνας.

[30]
[30.1] Ὡς δ' οὖν τὸν Ἀρίστιππον ἀνεῖλεν, εὐθὺς ἐπεβούλευσε Λυδιάδῃ τῷ Μεγαλοπολίτῃ, τυραννοῦντι τῆς ἑαυτοῦ [30.2] πατρίδος. ὁ δ' οὐκ ὢν ἀγεννὴς οὐδ' ἀφιλότιμος τὴν φύσιν, οὐδ' ὥσπερ οἱ πολλοὶ τῶν μονάρχων ἀκρασίᾳ καὶ πλεονεξίᾳ πρὸς ταύτην ῥυεὶς τὴν ἀδικίαν, ἀλλ' ἐπαρθεὶς ἔρωτι δόξης ἔτι νέος καὶ λόγους ψευδεῖς καὶ κενοὺς λεγομένους περὶ τυραννίδος, ὡς μακαρίου καὶ θαυμαστοῦ πράγματος, εἰς μέγα φρόνημα παραδεξάμενος ἀνοήτως, καὶ καταστήσας ἑαυτὸν τύραννον, ταχὺ μεστὸς ἦν τῆς ἐκ μοναρχίας βαρύ[30.3]τητος. ἅμα δὲ ζηλῶν εὐημεροῦντα καὶ δεδοικὼς ἐπιβουλεύοντα τὸν Ἄρατον, ὥρμησε καλλίστην ὁρμὴν μεταβαλόμενος, πρῶτον μὲν ἑαυτὸν ἐλευθερῶσαι μίσους καὶ φόβου καὶ φρουρᾶς καὶ δορυφόρων, εἶτα τῆς πατρίδος εὐεργέτης [30.4] γενέσθαι. καὶ μεταπεμψάμενος τὸν Ἄρατον ἀφῆκε τὴν ἀρχήν, καὶ τὴν πόλιν εἰς τοὺς Ἀχαιοὺς μετεκόμισεν. ἐφ' οἷς μεγαλύνοντες αὐτὸν οἱ Ἀχαιοὶ στρατηγὸν εἵλοντο. [30.5] φιλοτιμούμενος δ' εὐθὺς ὑπερβαλεῖν δόξῃ τὸν Ἄρατον, ἄλλας τε πολλὰς πράξεις οὐκ ἀναγκαίας εἶναι δοκούσας [30.6] καὶ στρατείαν ἐπὶ Λακεδαιμονίους παρήγγελλεν. ἐνιστάμενος δ' ὁ Ἄρατος αὐτῷ φθονεῖν ἐδόκει, καὶ τό γε δεύτερον ὁ Λυδιάδης στρατηγὸς ᾑρέθη, ἀντιπράττοντος ἄντικρυς Ἀράτου καὶ σπουδάζοντος ἑτέρῳ παραδοθῆναι τὴν ἀρχήν· αὐτὸς μὲν γὰρ ὡς εἴρηται παρ' ἐνιαυτὸν ἦρχε. [30.7] μέχρι μὲν οὖν τρίτης στρατηγίας ὁ Λυδιάδης εὖ φερόμενος διετέλει, καὶ παρ' ἐνιαυτὸν ἦρχεν, [μὲν] ἐναλλὰξ τῷ Ἀράτῳ στρατηγῶν· φανερὰν δ' ἐξενεγκάμενος ἔχθραν καὶ πολλάκις αὐτοῦ κατηγορήσας ἐν τοῖς Ἀχαιοῖς, ἀπεῤῥίφη καὶ παρώφθη, πεπλασμένῳ δοκῶν ἤθει πρὸς ἀλη[30.8]θινὴν καὶ ἀκέραιον ἀρετὴν ἁμιλλᾶσθαι. καὶ καθάπερ τῷ κόκκυγί φησιν Αἴσωπος ἐρωτῶντι τοὺς λεπτοὺς ὄρνιθας, ὅ τι φεύγοιεν αὐτόν, εἰπεῖν ἐκείνους, ὡς ἔσται ποθ' ἱέραξ, οὕτως ἔοικε τῷ Λυδιάδῃ παρακολουθεῖν ἐκ τῆς τυραννίδος ὑποψία, βλάπτουσα τὴν πίστιν αὐτοῦ τῆς μεταβολῆς.

[31]
[31.1] Ὁ δ' Ἄρατος εὐδοκίμησε καὶ περὶ τὰς Αἰτωλικὰς πράξεις, ὅτε συμβαλεῖν μὲν αὐτοῖς πρὸ τῆς Μεγαρικῆς ὡρμημένων τῶν Ἀχαιῶν, καὶ τοῦ βασιλέως τῶν Λακεδαιμονίων Ἄγιδος ἀφικομένου μετὰ δυνάμεως καὶ συν[31.2]εξορμῶντος ἐπὶ τὴν μάχην τοὺς Ἀχαιούς, ἐναντιωθεὶς καὶ πολλὰ μὲν ὀνείδη, πολλὰ δ' εἰς μαλακίαν καὶ ἀτολμίαν [καὶ] σκώμματα καὶ χλευασμὸν ὑπομείνας, οὐ προήκατο τὸν τοῦ συμφέροντος λογισμὸν διὰ τὸ φαινόμενον αἰσχρόν, ἀλλὰ παρεχώρησε τοῖς πολεμίοις ὑπερβαλοῦσι τὴν [31.3] Γεράνειαν ἀμαχεὶ παρελθεῖν εἰς Πελοπόννησον. ὡς μέντοι παρελθόντες ἐξαίφνης Πελλήνην κατέλαβον, οὐκέτ' ἦν ὁ αὐτός, οὐδ' ἔμελλε διατρίβων καὶ περιμένων ἀθροισθῆναι καὶ συνελθεῖν εἰς ταὐτὸ πανταχόθεν τὴν δύναμιν, ἀλλ' εὐθὺς ὥρμησε μετὰ τῶν παρόντων ἐπὶ τοὺς πολεμίους, ἐν τῷ κρατεῖν ἀσθενεστάτους δι' ἀταξίαν καὶ ὕβριν [31.4] ὄντας. ἅμα γὰρ τῷ παρελθεῖν εἰς τὴν πόλιν, οἱ μὲν στρατιῶται διασπαρέντες ἐν ταῖς οἰκίαις ἦσαν, ἐξωθοῦντες ἀλλήλους καὶ διαμαχόμενοι περὶ τῶν χρημάτων, ἡγεμόνες δὲ καὶ λοχαγοὶ τὰς γυναῖκας καὶ τὰς θυγατέρας τῶν Πελληνέων περιιόντες ἥρπαζον, καὶ τὰ κράνη τὰ αὑτῶν ἀφαιροῦντες ἐκείναις περιετίθεσαν τοῦ μηδένα λαβεῖν ἄλλον, [31.5] ἀλλὰ τῷ κράνει δῆλον εἶναι τὸν δεσπότην ἑκάστης. οὕτω δὲ διακειμένοις αὐτοῖς καὶ ταῦτα πράττουσιν ἐξαίφνης ὁ Ἄρατος ἐπιπεσὼν προσηγγέλθη, καὶ γενομένης ἐκπλήξεως, οἵαν εἰκὸς ἐν ἀταξίᾳ τοιαύτῃ, πρὶν ἢ πάντας πυθέσθαι τὸν κίνδυνον, οἱ πρῶτοι περὶ τὰς πύλας τοῖς Ἀχαιοῖς καὶ τὰ προάστεια συμπεσόντες ἔφευγον ἤδη νενικημένοι, καὶ κατεπίμπλασαν ἐλαυνόμενοι προτροπάδην ἀπορίας τοὺς συνισταμένους καὶ προσβοηθοῦντας.

[32]
[32.1] Ἐν τούτῳ δὲ τῷ ταράχῳ μία τῶν αἰχμαλώτων, Ἐπιγήθους ἀνδρὸς ἐνδόξου θυγάτηρ, αὐτὴ δὲ κάλλει καὶ μεγέθει σώματος εὐπρεπής, ἔτυχε μὲν ἐν τῷ ἱερῷ καθεζομένη τῆς Ἀρτέμιδος, οὗ κατέστησεν αὐτὴν ὁ ἐπιλεκτ[32.2]άρχης, ἑλὼν ἑαυτῷ καὶ περιθεὶς τὴν τριλοφίαν, ἄφνω δ' ἐκδραμοῦσα πρὸς τὸν θόρυβον, ὡς ἔστη πρὸ τῶν θυρῶν τοῦ ἱεροῦ καὶ κατέβλεψεν εἰς τοὺς μαχομένους ἄνωθεν ἔχουσα τὴν τριλοφίαν, αὐτοῖς τε τοῖς πολίταις θέαμα σεμνότερον ἢ κατ' ἄνθρωπον ἐφάνη, καὶ τοῖς πολεμίοις φάσμα θεῖον ὁρᾶν δοκοῦσι φρίκην ἐνέβαλε καὶ θάμβος, [32.3] ὥστε μηδένα τρέπεσθαι πρὸς ἀλκήν. αὐτοὶ δὲ Πελληνεῖς λέγουσι τὸ βρέτας τῆς θεοῦ τὸν μὲν ἄλλον ἀποκεῖσθαι χρόνον ἄψαυστον, ὅταν δὲ κινηθὲν ὑπὸ τῆς ἱερείας ἐκφέρηται, μηδένα προσβλέπειν ἐναντίον, ἀλλ' ἀποτρέπεσθαι πάντας· οὐ γὰρ ἀνθρώποις μόνον ὅραμα φρικτὸν εἶναι καὶ χαλεπόν, ἀλλὰ <καὶ> δένδρα ποιεῖν ἄφορα καὶ καρ[32.4]ποὺς ἀπαμβλίσκειν δι' ὧν ἂν κομίζηται. τοῦτο δὴ τότε τὴν ἱέρειαν ἐξενεγκαμένην καὶ τρέπουσαν ἀεὶ κατὰ τοὺς Αἰτωλοὺς ἀντιπρόσωπον, ἔκφρονας καταστῆσαι καὶ [32.5] παρελέσθαι τὸν λογισμόν. ὁ δ' Ἄρατος οὐδὲν ἐν τοῖς ὑπομνήμασιν εἴρηκε τοιοῦτον, ἀλλά φησι τρεψάμενος τοὺς Αἰτωλοὺς καὶ φεύγουσι συνεισπεσὼν εἰς τὴν πόλιν ἐξελάσαι κατὰ κράτος, ἑπτακοσίους δ' ἀπο[32.6]κτεῖναι. τὸ δ' ἔργον ἐν τοῖς μεγίστοις διεβοήθη, καὶ Τιμάνθης ὁ ζωγράφος ἐποίησεν ἐμφαντικῶς τῇ διαθέσει τὴν μάχην ἔχουσαν.

[33]
[33.1] Οὐ μὴν ἀλλὰ πολλῶν ἐθνῶν καὶ δυναστῶν ἐπὶ τοὺς Ἀχαιοὺς συνισταμένων, εὐθὺς ὁ Ἄρατος ἔπραττε φιλίαν πρὸς τοὺς Αἰτωλούς, καὶ Πανταλέοντι τῷ πλεῖστον Αἰτωλῶν δυναμένῳ συνεργῷ χρησάμενος, οὐ μόνον εἰρήνην, ἀλλὰ καὶ συμμαχίαν τοῖς Ἀχαιοῖς πρὸς τοὺς Αἰτωλοὺς ἐποίησε. [33.2] Τοὺς δ' Ἀθηναίους σπουδάζων ἐλευθερῶσαι, διεβλήθη καὶ κακῶς ἤκουσεν ὑπὸ τῶν Ἀχαιῶν, ὅτι σπονδὰς πεποιημένων αὐτῶν πρὸς τοὺς Μακεδόνας καὶ ἀνοχὰς ἀγόντων, [33.3] ἐπεχείρησε τὸν Πειραιᾶ καταλαβεῖν. αὐτὸς δ' ἀρνούμενος ἐν τοῖς ὑπομνήμασιν οἷς ἀπολέλοιπεν Ἐργῖνον αἰτιᾶται, μεθ' οὗ τὰ περὶ τὸν Ἀκροκόρινθον ἔπραξεν. ἐκεῖνον γὰρ ἰδίᾳ τῷ Πειραιεῖ προσβαλόντα καὶ τῆς κλίμακος συντριβείσης διωκόμενον ὀνομάζειν καὶ καλεῖν συνεχῶς Ἄρατον ὥσπερ παρόντα, καὶ διαφυγεῖν [33.4] οὕτως ἐξαπατήσαντα τοὺς πολεμίους. οὐ μὴν δοκεῖ πιθανῶς ἀπολογεῖσθαι. τὸν γὰρ Ἐργῖνον, ἄνθρωπον ἰδιώτην καὶ Σύρον, ἀπ' οὐδενὸς ἦν εἰκότος ἐπὶ νοῦν βαλέσθαι τὴν τηλικαύτην πρᾶξιν, εἰ μὴ τὸν Ἄρατον εἶχεν ἡγεμόνα καὶ παρ' ἐκείνου τὴν δύναμιν καὶ τὸν καιρὸν [33.5] εἰλήφει πρὸς τὴν ἐπίθεσιν. ἐδήλωσε δὲ καὶ αὐτὸς ὁ Ἄρατος, οὐ δὶς οὐδὲ τρίς, ἀλλὰ πολλάκις ὥσπερ οἱ δυσέρωτες ἐπιχειρήσας τῷ Πειραιεῖ, καὶ πρὸς τὰς διαμαρτίας οὐκ ἀποκαμών, ἀλλὰ τῷ παρὰ μικρὸν ἀεὶ καὶ σύνεγγυς ἀποσφάλλεσθαι τῶν ἐλπίδων πρὸς τὸ θαῤῥεῖν ἀνακαλού[33.6]μενος. ἅπαξ δὲ καὶ τὸ σκέλος ἔσπασε διὰ τοῦ Θριασίου φεύγων, καὶ τομὰς ἔλαβε πολλὰς θεραπευόμενος, καὶ πολὺν χρόνον ἐν φορείῳ κομιζόμενος ἐποιεῖτο τὰς στρατείας.

[34]
[34.1] Ἀντιγόνου δ' ἀποθανόντος καὶ Δημητρίου τὴν βασιλείαν παραλαβόντος, ἔτι μᾶλλον ἐνέκειτο ταῖς Ἀθήναις, [34.2] καὶ ὅλως κατεφρόνει τῶν Μακεδόνων. διὸ καὶ κρατηθέντος αὐτοῦ μάχῃ περὶ Φυλακίαν ὑπὸ Βίθυος τοῦ Δημητρίου στρατηγοῦ, καὶ λόγου γενομένου πολλοῦ μὲν ὡς ἑάλωκε, πολλοῦ δ' ὡς τέθνηκεν, ὁ μὲν τὸν Πειραιᾶ φρουρῶν Διογένης ἔπεμψεν ἐπιστολὴν εἰς Κόρινθον, ἐξίστασθαι τῆς πόλεως κελεύων τοὺς Ἀχαιούς, ἐπειδή<περ> Ἄρατος [34.4] ἀπέθανεν· ἔτυχε δὲ τῶν γραμμάτων κομισθέντων παρὼν αὐτὸς ἐν Κορίνθῳ, καὶ διατριβὴν οἱ τοῦ Διογένους καὶ γέλωτα πολὺν παρασχόντες ἀπηλλάγησαν. αὐτὸς δ' ὁ βασιλεὺς ἐκ Μακεδονίας ναῦν ἔπεμψεν, ἐφ' ἧς κομι[34.4]σθήσεται πρὸς αὐτὸν ὁ Ἄρατος δεδεμένος. πᾶσαν δ' Ἀθηναῖοι κουφότητα κολακείας τῆς πρὸς Μακεδόνας ὑπερβάλλοντες, ἐστεφανηφόρησαν ὅτε πρῶτον ἠγγέλθη τεθνηκώς. διὸ καὶ πρὸς ὀργὴν εὐθὺς ἐκστρατεύσας ἐπ' αὐτούς, ἄχρι τῆς Ἀκαδημείας προῆλθεν· εἶτα πεισθεὶς [34.5] οὐδὲν ἠδίκησεν. οἱ δ' Ἀθηναῖοι συμφρονήσαντες αὐτοῦ τὴν ἀρετήν, ἐπεὶ Δημητρίου τελευτήσαντος ὥρμησαν ἐπὶ [34.6] τὴν ἐλευθερίαν, ἐκεῖνον ἐκάλουν. ὁ δέ, καίπερ ἑτέρου μὲν ἄρχοντος τότε τῶν Ἀχαιῶν, αὐτὸς δὲ δι' ἀῤῥωστίαν τινὰ μακρὰν κλινήρης ὑπάρχων, ὅμως ἐν φορείῳ κομιζόμενος ὑπήντησε τῇ πόλει πρὸς τὴν χρείαν, καὶ τὸν ἐπὶ τῆς φρουρᾶς Διογένη συνέπεισεν ἀποδοῦναι τόν τε Πειραιᾶ καὶ τὴν Μουνυχίαν καὶ τὴν Σαλαμῖνα καὶ τὸ Σούνιον τοῖς Ἀθηναίοις ἐπὶ πεντήκοντα καὶ ἑκατὸν ταλάντοις, ὧν [34.7] αὐτὸς ὁ Ἄρατος εἴκοσι τῇ πόλει συνεβάλετο. προσεχώρησαν δ' εὐθὺς Αἰγινῆται καὶ Ἑρμιονεῖς τοῖς Ἀχαιοῖς, ἥ τε πλείστη τῆς Ἀρκαδίας αὐτοῖς συνετέλει. καὶ Μακεδόνων μὲν ἀσχόλων ὄντων διά τινας προσοίκους καὶ ὁμόρους πολέμους, Αἰτωλῶν δὲ συμμαχούντων, ἐπίδοσιν μεγάλην ἡ τῶν Ἀχαιῶν ἐλάμβανε δύναμις.

[35]
[35.1] Ὁ δ' Ἄρατος ἐξεργαζόμενος τὴν παλαιὰν ὑπόθεσιν, καὶ δυσανασχετῶν τὴν ἐν Ἄργει τυραννίδα γειτνιῶσαν αὐτοῖς, ἔπειθε πέμπων τὸν Ἀριστόμαχον εἰς μέσον θεῖναι καὶ προσαγαγεῖν τοῖς Ἀχαιοῖς τὴν πόλιν, καὶ ζηλώσαντα Λυδιάδην ἔθνους τηλικούτου μετ' εὐφημίας καὶ τιμῆς στρατηγὸν εἶναι μᾶλλον ἢ μιᾶς πόλεως κινδυνεύοντα [35.2] καὶ μισούμενον τύραννον. ὑπακούσαντος δὲ τοῦ Ἀριστομάχου καὶ κελεύσαντος αὐτῷ πεντήκοντα τάλαντα πέμψαι τὸν Ἄρατον, ὅπως ἀπαλλάξῃ καὶ διαλύσηται τοὺς παρ' αὐτῷ στρατευομένους, καὶ τῶν χρημάτων ποριζομένων [35.3] ὁ Λυδιάδης ἔτι στρατηγῶν καὶ φιλοτιμούμενος ἴδιον αὐτοῦ πολίτευμα τοῦτο πρὸς τοὺς Ἀχαιοὺς γενέσθαι, τοῦ μὲν Ἀράτου κατηγόρει πρὸς Ἀριστόμαχον, ὡς δυσμενῶς καὶ ἀδιαλλάκτως ἀεὶ πρὸς τοὺς τυράννους ἔχοντος, αὑτῷ δὲ πείσας τὴν πρᾶξιν ἐπιτρέψαι, προσήγαγε τοῖς Ἀχαιοῖς τὸν [35.4] ἄνθρωπον. ἔνθα δὴ μάλιστα φανερὰν ἐποίησαν οἱ σύνεδροι τῶν Ἀχαιῶν τὴν πρὸς τὸν Ἄρατον εὔνοιαν καὶ πίστιν. ἀντειπόντος μὲν γὰρ αὐτοῦ δι' ὀργήν, ἀπήλασαν τοὺς [35.5] περὶ τὸν Ἀριστόμαχον· ἐπεὶ δὲ συμπεισθεὶς πάλιν αὐτὸς ἤρξατο περὶ αὐτῶν διαλέγεσθαι παρών, πάντα ταχέως καὶ προθύμως ἐψηφίσαντο, καὶ προσεδέξαντο μὲν τοὺς Ἀργείους καὶ Φλιασίους εἰς τὴν πολιτείαν, ἐνιαυτῷ δ' ὕστερον καὶ τὸν Ἀριστόμαχον εἵλοντο στρατηγόν.[35.6] Ὁ δ' εὐημερῶν παρὰ τοῖς Ἀχαιοῖς καὶ βουλόμενος εἰς τὴν Λακωνικὴν ἐμβαλεῖν, ἐκάλει τὸν Ἄρατον ἐξ Ἀθηνῶν. ὁ δ' ἔγραφε μὲν αὐτῷ τὴν στρατείαν ἀπαγορεύων καὶ τῷ Κλεομένει θράσος ἔχοντι καὶ παραβόλως αὐξανομένῳ συμπλέκεσθαι τοὺς Ἀχαιοὺς μὴ βουλόμενος. ὡρμημένου δὲ [35.7] πάντως ὑπήκουσε καὶ παρὼν συνεστράτευεν. ὅτε δὴ καὶ κωλύσας, περὶ τὸ Παλλάντιον τοῦ Κλεομένους ἐπιφανέντος αὐτοῖς, μάχην συνάψαι τὸν Ἀριστόμαχον, ὑπὸ Λυδιάδου κατηγορήθη, καὶ περὶ τῆς στρατηγίας εἰς ἀγῶνα καὶ ἀντιπαραγγελίαν αὐτῷ καταστάς, ἐκράτησε τῇ χειροτονίᾳ καὶ τὸ δωδέκατον ᾑρέθη στρατηγός.

[36]
[36.1] Ἐν ταύτῃ τῇ στρατηγίᾳ περὶ τὸ Λύκαιον ἡττηθεὶς ὑπὸ τοῦ Κλεομένους ἔφευγε, καὶ πλανηθεὶς νυκτὸς ἔδοξε μὲν τεθνάναι, καὶ πάλιν οὗτος ὁ λόγος κατ' αὐ[36.2]τοῦ πολὺς ἐξεφοίτησεν εἰς τοὺς Ἕλληνας· ἀνασωθεὶς δὲ καὶ τοὺς στρατιώτας συναγαγών, οὐκ ἠγάπησεν ἀσφαλῶς ἀπελθεῖν, ἀλλ' ἄριστα τῷ καιρῷ χρησάμενος, οὐδενὸς προσδοκῶντος οὐδὲ συλλογιζομένου τὸ μέλλον, ἐξαίφνης ἐπέπεσε Μαντινεῦσι, συμμάχοις οὖσι τοῦ Κλεο[36.3]μένους. καὶ τὴν πόλιν ἑλών, φρουρὰν ἐνέβαλε καὶ τοὺς μετοίκους πολίτας ἐποίησεν αὐτῶν, καὶ μόνος, ἃ νικῶντες οὐκ ἂν ῥᾳδίως ἔσχον, ἐκτήσατο νενικημένοις τοῖς [36.4] Ἀχαιοῖς. αὖθις δὲ τῶν Λακεδαιμονίων ἐπὶ Μεγάλην πόλιν στρατευσάντων, βοηθήσας ὤκνει μὲν ἁψιμαχοῦντι τῷ Κλεομένει λαβὴν παρασχεῖν, καὶ τοῖς Μεγαλοπολίταις [36.5] βιαζομένοις ἀντεῖχεν, οὔτ' ἄλλως πρὸς τὰς κατὰ στόμα μάχας εὖ πεφυκώς, καὶ τότε λειπόμενός τε πλήθει καὶ πρὸς ἄνδρα τολμητὴν καὶ νέον ἤδη παρακμάζοντι τῷ θυμῷ καὶ κεκολασμένῃ τῇ φιλοτιμίᾳ συνεστηκώς, καὶ νομίζων, ἣν διὰ τοῦ τολμᾶν ἐκεῖνος ἐξ οὐχ ὑπαρχόντων ἐκτᾶτο δόξαν, αὑτῷ κεκτημένῳ φυλακτέον εἶναι διὰ τῆς εὐλαβείας.

[37]
[37.1] Οὐ μὴν ἀλλὰ τῶν ψιλῶν ἐκδραμόντων καὶ ὠσαμένων τοὺς Σπαρτιάτας ἄχρι τοῦ στρατοπέδου καὶ περὶ τὰς σκηνὰς διασπαρέντων, ὁ μὲν Ἄρατος οὐδ' ὣς ἐπήγαγεν, ἀλλ' ἐν μέσῳ λαβὼν χαράδραν ἐπέστησε καὶ κατεκώλυσε [37.2] διαβῆναι τοὺς ὁπλίτας· ὁ δὲ Λυδιάδης περιπαθῶν πρὸς τὰ γιγνόμενα καὶ τὸν Ἄρατον κακίζων, ἀνεκαλεῖτο τοὺς ἱππεῖς ὡς αὑτόν, ἀξιῶν ἐπιφανῆναι τοῖς διώκουσι καὶ μὴ προέσθαι τὸ νίκημα μήδ' ἐγκαταλιπεῖν αὑτὸν ὑπὲρ [37.3] τῆς πατρίδος ἀγωνιζόμενον. πολλῶν δὲ συστραφέντων καὶ ἀγαθῶν, ἐπιῤῥωσθεὶς ἐνέβαλε τῷ δεξιῷ τῶν πολεμίων, καὶ τρεψάμενος ἐδίωκεν, ὑπὸ θυμοῦ καὶ φιλοτιμίας ἀταμιεύτως ἐπισπασθεὶς εἰς χωρία σκολιὰ καὶ μεστὰ δένδρων πεφυτευμένων καὶ τάφρων πλατειῶν, ἐν οἷς ἐπιθεμένου τοῦ Κλεομένους, ἔπεσε λαμπρῶς ἀγωνισάμενος τὸν κάλλιστον τῶν ἀγώνων ἐπὶ θύραις τῆς πατρίδος. [37.4] οἱ δ' ἄλλοι φεύγοντες εἰς τὴν φάλαγγα καὶ συνταράξαντες τοὺς ὁπλίτας, ὅλον τὸ στράτευμα τῆς ἥττης ἀνέπλησαν. [37.5] αἰτίαν δὲ μεγάλην ὁ Ἄρατος ἔλαβε, δόξας προέσθαι τὸν Λυδιάδην· καὶ βιασθεὶς ὑπὸ τῶν Ἀχαιῶν ἀπερχομένων πρὸς ὀργήν, ἠκολούθησεν αὐτοῖς εἰς Αἴγιον. ἐκεῖ δὲ συνελθόντες ἐψηφίσαντο μὴ διδόναι χρήματ' αὐτῷ μηδὲ μισθοφόρους τρέφειν, ἀλλ' αὑτῷ πορίζειν εἰ δέοιτο πολεμεῖν.

[38]
[38.1] Οὕτω δὲ προπηλακισθείς, ἐβουλεύσατο μὲν εὐθὺς ἀποθέσθαι τὴν σφραγῖδα καὶ τὴν στρατηγίαν ἀφεῖναι, λογισμῷ δὲ χρησάμενος τότε μὲν ὑπέμεινε, καὶ πρὸς Ὀρχομενὸν ἐξαγαγὼν τοὺς Ἀχαιούς, μάχην ἔθετο πρὸς Μεγιστόνουν τὸν Κλεομένους πατρῳόν, ἐν ᾗ κρατήσας τριακοσίους μὲν ἀπέκτεινε, ζῶντα δὲ τὸν Μεγιστόνουν συνέλαβεν. [38.2] Εἰωθὼς δὲ στρατηγεῖν παρ' ἐνιαυτόν, ὡς ἡ τάξις αὐτῷ περιῆλθε, καλούμενος ἐξωμόσατο, καὶ Τιμόξενος ᾑρέθη [38.3] στρατηγός. ἐδόκει δ' ἡ μὲν πρὸς τοὺς ὄχλους ὀργὴ πρόφασις εἶναι λεγομένη τῆς ἐξωμοσίας ἀπίθανος, αἰτία [38.4] δ' ἀληθὴς τὰ περιεστῶτα τοὺς Ἀχαιούς, οὐκέθ' ὡς πρότερον ἀτρέμα καὶ σχέδην τοῦ Κλεομένους ἐπιβαίνοντος οὐδ' ἐμπλεκομένου ταῖς πολιτικαῖς ἀρχαῖς, ἀλλ' ἐπεὶ τοὺς ἐφόρους ἀποκτείνας καὶ τὴν χώραν ἀναδασάμενος καὶ πολλοὺς τῶν μετοίκων ἐμβαλὼν εἰς τὴν πολιτείαν ἔσχεν ἰσχὺν ἀνυπεύθυνον, εὐθὺς ἐπικειμένου τοῖς Ἀχαιοῖς καὶ τῆς ἡγεμονίας ἑαυτὸν ἀξιοῦντος. [38.5] Διὸ καὶ μέμφονται τὸν Ἄρατον, ἐν σάλῳ μεγάλῳ καὶ χειμῶνι τῶν πραγμάτων φερομένων, ὥσπερ κυβερνήτην ἀφέντα καὶ προέμενον ἑτέρῳ τοὺς οἴακας, ὅτε καλῶς εἶχε [38.6] καὶ ἀκόντων ἐπιστάντα σῴζειν τὸ κοινόν, ἀπεγνωκότα <δὲ> τὰ πράγματα καὶ τὴν δύναμιν τῶν Ἀχαιῶν, εἶξαι τῷ Κλεομένει, καὶ μὴ πάλιν τὴν Πελοπόννησον ἐκβαρβαρῶσαι φρουραῖς Μακεδόνων, μηδὲ πληρῶσαι τὸν Ἀκροκόρινθον Ἰλλυρικῶν ὅπλων καὶ Γαλατικῶν, μηδ' οὓς αὐτὸς ἐν ταῖς πράξεσι καταστρατηγῶν καὶ καταπολιτευόμενος, ἐν δὲ τοῖς ὑπομνήμασι λοιδορῶν διετέλει, τούτους ἐπάγεσθαι δεσπότας ταῖς πόλεσι, [38.7] συμμάχους ὑποκοριζόμενον. εἰ δὲ Κλεομένης ἦν -- λεγέσθω γὰρ οὕτως -- παράνομος καὶ τυραννικός, ἀλλ' Ἡρακλεῖδαι πατέρες αὐτῷ καὶ Σπάρτη πατρίς, ἧς τὸν ἀφανέστατον ἦν ἄξιον ἀντὶ τοῦ πρώτου Μακεδόνων ἡγεμόνα ποιεῖσθαι τοὺς ἔν τινι λόγῳ τὴν Ἑλληνικὴν τιθεμένους εὐγένειαν. [38.8] καὶ <μέν>τοι <καὶ> Κλεομένης ᾔτει τὴν ἀρχὴν παρὰ τῶν Ἀχαιῶν ὡς πολλὰ ποιήσων ἀγαθὰ τὰς πόλεις ἀντὶ τῆς [38.9] τιμῆς καὶ τῆς προσηγορίας ἐκείνης· Ἀντίγονος δὲ καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν αὐτοκράτωρ ἡγεμὼν ἀναγορευθείς, οὐχ ὑπήκουσε πρὶν τὸν μισθὸν αὐτῷ τῆς ἡγεμονίας ὁμολογηθῆναι τὸν Ἀκροκόρινθον, ἀτεχνῶς τὸν Αἰσώπου [38.10] μιμησάμενος κυνηγόν. οὐ γὰρ πρότερον ἐπέβη τοῖς Ἀχαιοῖς δεομένοις καὶ ὑποβάλλουσιν αὑτοὺς διὰ τῶν πρεσβειῶν καὶ τῶν ψηφισμάτων, ἢ τῇ φρουρᾷ καὶ [38.11] τοῖς ὁμήροις ὥσπερ χαλινουμένους ἀνασχέσθαι. καίτοι πᾶσαν ὁ Ἄρατος ἀφίησι φωνὴν ἀπολογιζόμενος τὴν ἀνάγκην. ὁ Πολύβιος δ' αὐτὸν ἐκ πολλοῦ φησι καὶ πρὸ τῆς ἀνάγκης, ὑφορώμενον τὸ θράσος τὸ τοῦ Κλεομένους, κρύφα τῷ Ἀντιγόνῳ διαλέγεσθαι, καὶ τοὺς Μεγαλοπολίτας προκαθιέναι δεομένους Ἀχαιῶν ἐπικαλεῖσθαι τὸν Ἀντίγονον· οὗτοι γὰρ ἐπιέζοντο τῷ πολέμῳ μάλιστα, συνεχῶς ἄγοντος αὐτοὺς καὶ φέροντος [38.12] τοῦ Κλεομένους. ὁμοίως δὲ καὶ Φύλαρχος ἱστόρηκε περὶ τούτων, ᾧ μὴ τοῦ Πολυβίου μαρτυροῦντος οὐ πάνυ τι πιστεύειν ἄξιον ἦν· ἐνθουσιᾷ γὰρ ὅταν ἅψηται τοῦ Κλεομένους ὑπ' εὐνοίας, καὶ καθάπερ ἐν δίκῃ τῇ ἱστορίᾳ τῷ μὲν ἀντιδικῶν διατελεῖ, τῷ δὲ συναγορεύων.

[39]
[39.1] Ἀπέβαλον δ' οὖν οἱ Ἀχαιοὶ τὴν Μαντίνειαν, πάλιν ἑλόντος αὐτὴν τοῦ Κλεομένους, καὶ μάχῃ μεγάλῃ περὶ τὸ Ἑκατόμβαιον ἡττηθέντες οὕτω κατεπλάγησαν, ὥστε πέμπειν εὐθὺς ἐφ' ἡγεμονίᾳ τὸν Κλεομένη καλοῦντες [39.2] εἰς Ἄργος. ὁ δ' Ἄρατος ὡς ᾔσθετο βαδίζοντα καὶ περὶ Λέρναν ὄντα μετὰ τῆς δυνάμεως, φοβηθεὶς ἀπέστελλε πρέσβεις τοὺς ἀξιοῦντας, ὡς παρὰ φίλους καὶ συμμάχους αὐτὸν ἥκειν μετὰ τριακοσίων· εἰ δ' ἀπιστεῖ, λαβεῖν [39.3] ὁμήρους. ταῦθ' ὕβριν εἶναι καὶ χλευασμὸν αὑτοῦ φήσας ὁ Κλεομένης ἀνέζευξεν, ἐπιστολὴν γράψας τοῖς Ἀχαιοῖς, ἐγκλήματα πολλὰ κατὰ τοῦ Ἀράτου καὶ διαβολὰς ἔχουσαν· γέγραφε δὲ κἀκεῖνος ἐπιστολὰς κατὰ τοῦ Κλεομένους, καὶ ἐφέροντο λοιδορίαι καὶ βλασφημίαι, μέχρι γάμων καὶ γυναικῶν ἀλλήλους κακῶς λεγόντων.

[39.4] Ἐκ τούτου κήρυκα πέμψας ὁ Κλεομένης πόλεμον προεροῦντα τοῖς Ἀχαιοῖς, μικροῦ μὲν ἔλαθε τὴν Σικυωνίων πόλιν ἁρπάσας διὰ προδοσίας, ἐγγύθεν δ' ἀποτραπεὶς Πελλήνῃ προσέβαλε, καὶ τοῦ στρατηγοῦ τῶν Ἀχαιῶν ἐκπεσόντος ἔσχε τὴν πόλιν· ὀλίγῳ δ' ὕστερον καὶ Φενεὸν [39.5] ἔλαβε καὶ Πεντέλειον. εἶτ' εὐθὺς Ἀργεῖοι προσεχώρησαν αὐτῷ, καὶ Φλιάσιοι φρουρὰν ἐδέξαντο, καὶ ὅλως οὐδὲν ἔτι τῶν ἐπικτήτων βέβαιον ἦν τοῖς Ἀχαιοῖς, ἀλλὰ θόρυβος πολὺς ἄφνω περιειστήκει τὸν Ἄρατον, ὁρῶντα τὴν Πελοπόννησον κραδαινομένην καὶ τὰς πόλεις ἐξανισταμένας ὑπὸ τῶν νεωτεριζόντων πανταχόθεν.

[40]
[40.1] Ἠτρέμει μὲν γὰρ οὐδὲν οὐδ' ἔστεργεν ἐπὶ τοῖς παροῦσιν, ἀλλὰ καὶ Σικυωνίων αὐτῶν καὶ Κορινθίων ἐγένοντο πολλοὶ καταφανεῖς διειλεγμένοι τῷ Κλεομένει, καὶ πάλαι πρὸς τὸ κοινὸν ἰδίων ἐπιθυμίᾳ δυναστειῶν [40.2] ὑπούλως ἔχοντες. ἐπὶ τούτους ἐξουσίαν ἀνυπεύθυνον ὁ Ἄρατος λαβών, τοὺς μὲν ἐν Σικυῶνι διεφθαρμένους ἀπέκτεινε, τοὺς δ' ἐν Κορίνθῳ πειρώμενος ἀναζητεῖν καὶ κολάζειν, ἐξηγρίαινε τὸ πλῆθος, ἤδη νοσοῦν καὶ βαρυνό[40.3]μενον τὴν ὑπὸ τοῖς Ἀχαιοῖς πολιτείαν. συνδραμόντες οὖν εἰς τὸ τοῦ Ἀπόλλωνος ἱερόν, μετεπέμποντο τὸν Ἄρατον, [40.4] ἀνελεῖν ἢ συλλαβεῖν πρὸ τῆς ἀποστάσεως ἐγνωκότες. ὁ δ' ἧκε μὲν αὐτὸς ἐφελκόμενος τὸν ἵππον, ὡς οὐκ ἀπιστῶν οὐδ' ὑποπτεύων, ἀναπηδησάντων δὲ πολλῶν καὶ λοιδορουμένων αὐτῷ καὶ κατηγορούντων, εὖ πως καθεστῶτι τῷ προσώπῳ καὶ τῷ λόγῳ πράως ἐκέλευε καθίσαι καὶ μὴ βοᾶν ἀτάκτως ἑστῶτας, ἀλλὰ καὶ τοὺς περὶ θύρας ὄντας εἴσω παριέναι· καὶ ταῦθ' ἅμα λέγων ὑπεξῄει βάδην ὡς [40.5] παραδώσων τινὶ τὸν ἵππον. οὕτως δ' ὑπεκδύς, καὶ τοῖς ἀπαντῶσι τῶν Κορινθίων ἀθορύβως διαλεγόμενος καὶ κελεύων πρὸς τὸ Ἀπολλώνιον βαδίζειν, ὡς ἔλαθε πλησίον τῆς ἄκρας γενόμενος, ἀναπηδήσας ἐπὶ τὸν ἵππον καὶ Κλεοπάτρῳ τῷ ἄρχοντι τῆς φρουρᾶς διακελευσάμενος ἐγκρατῶς φυλάττειν, ἀφίππευσεν εἰς Σικυῶνα, τριάκοντα μὲν αὐτῷ στρατιωτῶν ἑπομένων, τῶν δ' ἄλλων ἐγκατα[40.6]λιπόντων καὶ διαῤῥυέντων. αἰσθόμενοι δ' οἱ Κορίνθιοι μετ' ὀλίγον τὴν ἀπόδρασιν αὐτοῦ καὶ διώξαντες ὡς οὐ κατέλαβον, μετεπέμψαντο τὸν Κλεομένη καὶ παρέδοσαν τὴν πόλιν, οὐδὲν οἰομένῳ λαμβάνειν παρ' αὐτῶν τοσοῦτον, [40.7] ὅσου διήμαρτον ἀφέντες τὸν Ἄρατον. οὗτος μὲν οὖν, προσγενομένων αὐτῷ τῶν τὴν λεγομένην Ἀκτὴν κατοικούντων καὶ τὰς πόλεις ἐγχειρισάντων, ἀπεσταύρου καὶ περιετείχιζε τὸν Ἀκροκόρινθον.

[41]
[41.1] Τῷ δ' Ἀράτῳ συνῆλθον εἰς Σικυῶνα τῶν Ἀχαιῶν οἱ πολλοί, καὶ γενομένης ἐκκλησίας ᾑρέθη στρατηγὸς [41.2] αὐτοκράτωρ. καὶ περιεστήσατο φρουρὰν ἐκ τῶν ἑαυτοῦ πολιτῶν, τριάκοντα μὲν ἔτη καὶ τρία πεπολιτευμένος ἐν τοῖς Ἀχαιοῖς, πεπρωτευκὼς δὲ καὶ δυνάμει καὶ δόξῃ τῶν Ἑλλήνων, τότε δ' ἔρημος καὶ ἄπορος, συντετριμμένης ὥσπερ ἐπὶ ναυαγίου τῆς πατρίδος ἐν τοσούτῳ σάλῳ καὶ [41.3] κινδύνῳ διαφερόμενος. καὶ γὰρ Αἰτωλοὶ δεομένου βοηθεῖν ἀπείπαντο, καὶ τὴν Ἀθηναίων πόλιν χάριτι τοῦ Ἀράτου πρόθυμον οὖσαν οἱ περὶ Εὐρυκλείδην καὶ Μικίωνα [41.4] διεκώλυσαν. ὄντων δὲ τῷ Ἀράτῳ καὶ χρημάτων ἐν Κορίνθῳ καὶ οἰκίας, ὁ Κλεομένης ἥψατο μὲν οὐδενός, οὐδ' ἄλλον εἴασε, μεταπεμψάμενος δὲ τοὺς φίλους αὐτοῦ καὶ τοὺς διοικητάς, ἐκέλευε πάντα διοικεῖν καὶ φυλάσσειν [41.5] ὡς Ἀράτῳ λόγον ὑφέξοντας· ἰδίᾳ δὲ πρὸς αὐτὸν ἔπεμψε Τρίπυλον καὶ πάλιν Μεγιστόνουν τὸν πατρῳόν, ὑπισχνούμενος ἄλλα τε πολλὰ καὶ δώδεκα τάλαντα σύνταξιν ἐνιαύσιον, ὑπερβαλλόμενος τῷ ἡμίσει Πτολεμαῖον· ἐκεῖνος γὰρ ἓξ τάλαντα τῷ Ἀράτῳ κατ' ἐνιαυτὸν ἀπέστελλεν. [41.6] ἠξίου δὲ τῶν Ἀχαιῶν ἡγεμὼν ἀναγορευθῆναι καὶ κοινῇ [41.7] μετ' αὐτῶν φυλάσσειν τὸν Ἀκροκόρινθον. τοῦ δ' Ἀράτου φήσαντος, ὡς οὐκ ἔχοι τὰ πράγματα, μᾶλλον δ' ὑπ' αὐτῶν ἔχοιτο, καὶ κατειρωνεύσασθαι δόξαντος, ἐμβαλὼν εὐθὺς τὴν Σικυωνίαν ἐπόρθει καὶ κατέφθειρε, καὶ προσεκάθητο τῇ πόλει τρεῖς μῆνας, ἐγκαρτεροῦντος τοῦ Ἀράτου καὶ διαποροῦντος, εἰ δέξεται τὸν Ἀντίγονον ἐπὶ τῷ παραδοῦναι τὸν Ἀκροκόρινθον· ἄλλως γὰρ οὐκ ἐβούλετο βοηθεῖν.

[42]
[42.1] Οἱ μὲν οὖν Ἀχαιοὶ συνεληλυθότες εἰς Αἴγιον, ἐκεῖ τὸν Ἄρατον ἐκάλουν. ἦν δὲ κίνδυνος, τοῦ Κλεομένους πρὸς τῇ πόλει στρατοπεδεύοντος, διελθεῖν. καὶ κατεῖχον οἱ πολῖται, δεόμενοι καὶ προήσεσθαι τὸ σῶμα τῶν πολεμίων ἐγγὺς ὄντων οὐ φάσκοντες· ἐξήρτηντο δ' αὐτοῦ καὶ γυναῖκες ἤδη καὶ παῖδες, ὥσπερ πατρὸς κοινοῦ καὶ σωτῆρος [42.2] περιεχόμενοι καὶ δακρύοντες. οὐ μὴν ἀλλὰ θαῤῥύνας καὶ παραμυθησάμενος αὐτούς, ἐξίππευσεν ἐπὶ τὴν θάλατταν, ἔχων δέκα φίλους καὶ τὸν υἱὸν ἤδη νεανίαν ὄντα· καὶ παρορμούντων ἐκεῖ πλοίων ἐπιβάντες εἰς Αἴγιον παρεκομίσθησαν ἐπὶ τὴν ἐκκλησίαν, ἐν ᾗ καλεῖν τὸν Ἀντίγονον [42.3] ἐψηφίσαντο καὶ παραδιδόναι τὸν Ἀκροκόρινθον. ἔπεμψε δὲ καὶ τὸν υἱὸν Ἄρατος πρὸς αὐτὸν μετὰ τῶν ἄλλων ὁμήρων. ἐφ' οἷς οἱ Κορίνθιοι χαλεπῶς φέροντες, τά τε χρήματα διήρπασαν αὐτοῦ, καὶ τὴν οἰκίαν τῷ Κλεομένει δωρεὰν ἔδωκαν.

[43]
[43.1] Τοῦ δ' Ἀντιγόνου προσιόντος ἤδη μετὰ τῆς δυνάμεως -- ἦγε δὲ πεζοὺς δισμυρίους Μακεδόνας, ἱππεῖς δὲ χιλίους καὶ τριακοσίους -- , ἀπήντα μετὰ τῶν δημιουργῶν ὁ Ἄρατος αὐτῷ κατὰ θάλατταν εἰς Πηγάς, λαθὼν τοὺς πολεμίους, οὐ πάνυ τι θαῤῥῶν τὸν Ἀντίγονον οὐδὲ [43.2] πιστεύων τοῖς Μακεδόσιν. ᾔδει γὰρ ηὐξημένον ἑαυτὸν ἐξ ὧν ἐκείνους κακῶς ἐποίησε, καὶ πρώτην εἰληφότα <καὶ> μεγίστην ὑπόθεσιν τῆς πολιτείας τὴν πρὸς Ἀντίγονον τὸν παλαιὸν ἔχθραν. ἀλλ' ὁρῶν ἀπαραίτητον ἐπικειμένην <τὴν> ἀνάγκην καὶ τὸν καιρόν, ᾧ δουλεύουσιν οἱ δοκοῦντες [43.3] ἄρχειν, ἐχώρει πρὸς τὸ δεινόν. ὁ δ' Ἀντίγονος, ὥς τις αὐτῷ προσιόντα τὸν Ἄρατον ἔφρασε, τοὺς μὲν ἄλλους ἠσπάσατο μετρίως καὶ κοινῶς, ἐκεῖνον δὲ καὶ περὶ τὴν πρώτην ἀπάντησιν ἐδέξατο τῇ τιμῇ περιττῶς, καὶ τἆλλα πειρώμενος ἀνδρὸς ἀγαθοῦ καὶ νοῦν ἔχοντος, ἐνδοτέρω τῆς χρείας προσηγάγετο.

[43.4] Καὶ γὰρ ἦν ὁ Ἄρατος οὐ μόνον ἐν πράγμασι μεγάλοις ὠφέλιμος, ἀλλὰ καὶ σχολάζοντι βασιλεῖ συγγενέσθαι παρ' [43.5] ὁντινοῦν ἐπίχαρις. διό, καίπερ ὢν νέος ὁ Ἀντίγονος, ὡς κατενόησε τὴν φύσιν τοῦ ἀνδρὸς μηδὲν ἀργὸν εἰς φιλίαν βασιλικὴν οὖσαν, οὐ μόνον Ἀχαιῶν, ἀλλὰ καὶ Μακεδόνων τῶν σὺν αὐτῷ πάντ<ων μάλιστ>α χρώμενος ἐκεί[43.6]νῳ διετέλει. καὶ τὸ σημεῖον ἀπέβαινεν, ὡς ὁ θεὸς ἐπὶ τῶν ἱερῶν ἔδειξε. λέγεται γὰρ οὐ πρὸ πολλοῦ θύοντι τῷ Ἀράτῳ δύο χολὰς ἐν ἥπατι φανῆναι, μιᾷ πιμελῇ περιεχομένας, καὶ τὸν μάντιν εἰπεῖν, ὡς ταχὺ πρὸς τὰ ἔχθιστα [43.7] καὶ πολεμιώτατα σύνεισιν εἰς ἄκραν φιλίαν. τότε μὲν οὖν παρήνεγκε τὸ ῥηθέν, οὐδ' ἄλλως πολὺ νέμων πίστεως [43.8] ἱεροῖς καὶ μαντεύμασιν, ἀλλὰ τῷ λογισμῷ χρώμενος. ἐπεὶ δ' ὕστερον εὖ χωροῦντι τῷ πολέμῳ συναγαγὼν ὁ Ἀντίγονος ἑστίασιν ἐν Κορίνθῳ, καὶ πολλοὺς ὑποδεχόμενος τὸν Ἄρατον ἐπάνω κατέκλινεν ἑαυτοῦ, καὶ μετὰ μικρὸν αἰτήσας περιβόλαιον ἠρώτησεν, εἰ δοκεῖ κἀκείνῳ ψῦχος εἶναι, τοῦ δὲ καὶ πάνυ ῥιγοῦν φήσαντος, ἐκέλευσε προσχωρεῖν ἐγγυτέρω, καὶ δάπιδος κομισθείσης ἀμφοτέρους [43.9] ὁμοῦ περιέβαλον οἱ παῖδες, τότε δὴ τὸν Ἄρατον ἀναμνησθέντα τῶν ἱερῶν ἐκείνων γέλως ἔλαβε, καὶ διηγεῖτο τῷ βασιλεῖ τὸ σημεῖον καὶ τὴν προαγόρευσιν. ἀλλὰ ταῦτα μὲν ἐπράχθη χρόνοις ὕστερον.

[44]
[44.1] Ἐν δὲ ταῖς Πηγαῖς δόντες καὶ λαβόντες ὅρκους, εὐθὺς ἐβάδιζον ἐπὶ τοὺς πολεμίους. καὶ περὶ τὴν <Κορινθίων> πόλιν ἀγῶνες ἦσαν, εὖ πεφραγμένου τοῦ Κλεομένους [44.2] καὶ τῶν Κορινθίων ἀμυνομένων προθύμως. ἐν τούτῳ δ' Ἀριστοτέλης ὁ Ἀργεῖος φίλος ὢν Ἀράτου διαπέμπεται κρύφα πρὸς αὐτόν, ὡς ἀποστήσων τὴν πόλιν, εἰ στρατιώτας [44.3] ἐκεῖνος ἔχων ἔλθοι. τοῦ δ' Ἀράτου φράσαντος τῷ Ἀντιγόνῳ καὶ μετὰ χιλίων καὶ πεντακοσίων εἰς Ἐπίδαυρον ἐξ Ἰσθμοῦ πλοίοις κομιζομένου κατὰ τάχος, οἱ μὲν Ἀργεῖοι προεξαναστάντες ἐπέθεντο τοῖς τοῦ Κλεομένους καὶ κατέκλεισαν εἰς τὴν ἀκρόπολιν, ὁ δὲ Κλεομένης πυθόμενος ταῦτα, καὶ δείσας μὴ κατασχόντες οἱ πολέμιοι τὸ Ἄργος ἀποκόψωσιν αὐτὸν τῆς οἴκαδε σωτηρίας, ἐκλιπὼν τὸν [44.4] Ἀκροκόρινθον ἔτι νυκτὸς ἐβοήθει. καὶ παρελθὼν μὲν εἰς Ἄργος ἔφθη καὶ τροπήν τινα τῶν πολεμίων ἐποίησεν, ὀλίγῳ δ' ὕστερον Ἀράτου προσφερομένου καὶ τοῦ βασιλέως ἐπιφαινομένου μετὰ τῆς δυνάμεως, ἀπεχώρησεν εἰς [44.5] Μαντίνειαν. ἐκ τούτου τοῖς μὲν Ἀχαιοῖς πάλιν αἱ πόλεις ἅπασαι προσεχώρησαν, Ἀντίγονος δὲ τὸν Ἀκροκόρινθον παρέλαβεν, Ἄρατος δὲ στρατηγὸς αἱρεθεὶς ὑπ' Ἀργείων, ἔπεισεν αὐτοὺς Ἀντιγόνῳ τά τε τῶν τυράννων καὶ τὰ τῶν προδοτῶν χρήματα δωρεὰν δοῦναι.

[44.6] Τὸν δ' Ἀριστόμαχον ἐν Κεγχρεαῖς στρεβλώσαντες κατεπόντισαν, ἐφ' ᾧ καὶ μάλιστα κακῶς ἤκουσεν ὁ Ἄρατος, ὡς ἄνθρωπον οὐ πονηρόν, ἀλλὰ καὶ κεχρημένον ἐκείνῳ καὶ πεπεισμένον ἀφεῖναι τὴν ἀρχὴν καὶ προσαγαγεῖν τοῖς Ἀχαιοῖς τὴν πόλιν, ὅμως περιιδὼν παρανόμως ἀπολόμενον.

[45]
[45.1] Ἤδη δὲ καὶ τῶν ἄλλων ἐκείνῳ τὰς αἰτίας ἐπέφερον, οἷον ὅτε τὴν μὲν Κορινθίων πόλιν Ἀντιγόνῳ δωρεὰν ἔδωκαν ὥσπερ κώμην τὴν τυχοῦσαν, τὸν Ὀρχομενὸν δὲ συνεχώρησαν αὐτῷ διαρπάσαντι φρουρὰν ἐμβαλεῖν Μακε[45.2]δονικήν, ἐψηφίσαντο δ' ἄλλῳ μὴ γράφειν βασιλεῖ μηδὲ πρεσβεύειν πρὸς ἄλλον ἄκοντος Ἀντιγόνου, τρέφειν δὲ καὶ [45.3] μισθοδοτεῖν ἠναγκάζοντο τοὺς Μακεδόνας, θυσίας δὲ καὶ πομπὰς καὶ ἀγῶνας Ἀντιγόνῳ συνετέλουν, ἀρξαμένων τῶν Ἀράτου πολιτῶν καὶ δεξαμένων τῇ πόλει τὸν Ἀντίγονον [45.4] ὑπ' Ἀράτου ξενιζόμενον, ᾐτιῶντο πάντων ἐκεῖνον, ἀγνοοῦντες ὅτι τὰς ἡνίας ἐκείνῳ παραδεδωκὼς καὶ τῇ ῥύμῃ τῆς βασιλικῆς ἐφελκόμενος ἐξουσίας οὐδενὸς ἦν ἢ μόνης φωνῆς ἔτι κύριος, ἐπισφαλῆ τὴν παῤῥησίαν ἐχούσης. [45.5] ἐπεὶ φανερῶς γε πολλὰ τῶν πραττομένων ἐλύπει τὸν Ἄρατον, ὥσπερ τὸ περὶ τῶν εἰκόνων· ὁ γὰρ Ἀντίγονος τὰς μὲν τῶν ἐν Ἄργει τυράννων καταβεβλημένας ἀνέστησε, τὰς δὲ τῶν ἑλόντων τὸν Ἀκροκόρινθον ἑστώσας ἀνέτρεψε, πλὴν μιᾶς τῆς ἐκείνου· καὶ πολλὰ περὶ τούτων δεηθεὶς [45.6] ὁ Ἄρατος οὐκ ἔπεισεν. ἐδόκει δὲ καὶ τὰ περὶ Μαντίνειαν οὐχ Ἑλληνικῶς διῳκῆσθαι τοῖς Ἀχαιοῖς. κρατήσαντες γὰρ αὐτῶν δι' Ἀντιγόνου, τοὺς μὲν ἐνδοξοτάτους καὶ πρώτους ἀπέκτειναν, τῶν δ' ἄλλων τοὺς μὲν ἀπέδοντο, τοὺς δ' εἰς Μακεδονίαν ἀπέστειλαν πέδαις δεδεμένους, παῖδας δὲ καὶ γυναῖκας ἠνδραποδίσαντο, τοῦ δὲ συναχθέντος ἀργυρίου τὸ τρίτον αὐτοὶ διείλοντο, τὰς δὲ δύο [45.7] μοίρας ἔνειμαν τοῖς Μακεδόσι. καὶ ταῦτα μὲν ἔσχε τὸν τῆς ἀμύνης νόμον· καὶ γὰρ εἰ δεινὸν ἄνδρας ὁμοφύλους καὶ συγγενεῖς οὕτω μεταχειρίσασθαι δι' ὀργήν, ἀλλ' ἐν ἀνάγκαις γλυκὺ γίνεται καὶ τὸ σκληρόν, κατὰ Σιμωνίδην, ὥσπερ ἀλγοῦντι τῷ θυμῷ καὶ φλεγμαίνοντι [45.8] θεραπείαν καὶ ἀναπλήρωσιν προσφερόντων. τὰ δὲ μετὰ ταῦτα πραχθέντα περὶ τὴν πόλιν οὔτ' εἰς καλὴν οὔτ' εἰς ἀναγκαίαν ἔστι θέσθαι τῷ Ἀράτῳ πρόφασιν. τῶν γὰρ Ἀχαιῶν τὴν πόλιν παρ' Ἀντιγόνου δωρεὰν λαβόντων καὶ κατοικίζειν ἐγνωκότων, αὐτὸς οἰκιστὴς αἱρεθεὶς καὶ στρατηγὸς ὢν ἐψηφίσατο μηκέτι καλεῖν Μαντίνειαν, ἀλλ' [45.9] Ἀντιγόνειαν, ὃ καὶ μέχρι νῦν καλεῖται. καὶ δοκεῖ δι' ἐκεῖνον ἡ μὲν "ἐρατεινὴ Μαντίνεια" παντάπασιν ἐξαληλίφθαι, διαμένει δ' ἡ πόλις ἐπώνυμος τῶν ἀπολεσάντων καὶ ἀνελόντων τοὺς πολίτας.

[46]
[46.1] Ἐκ τούτου Κλεομένης μὲν ἡττηθεὶς μάχῃ μεγάλῃ περὶ Σελλασίαν ἐξέλιπε τὴν Σπάρτην καὶ ἀπέπλευσεν εἰς Αἴγυπτον, Ἀντίγονος δὲ πάντα τὰ δίκαια καὶ φιλάνθρωπα τῷ Ἀράτῳ πεποιηκὼς ἀνέζευξεν εἰς Μακεδονίαν, [46.2] κἀκεῖ νοσῶν ἤδη τὸν διάδοχον τῆς βασιλείας Φίλιππον, οὔπω πάνυ μειράκιον ὄντα, πέμπων εἰς Πελοπόννησον Ἀράτῳ μάλιστα προσέχειν ἐκέλευσε καὶ δι' ἐκείνου ταῖς [46.3] πόλεσιν ἐντυχεῖν καὶ γνωρισθῆναι τοῖς Ἀχαιοῖς. καὶ μέντοι καὶ παραλαβὼν αὐτὸν ὁ Ἄρατος οὕτως διέθηκεν, ὥστε πολλῆς μὲν εὐνοίας πρὸς αὐτόν, πολλῆς δὲ πρὸς τὰς Ἑλληνικὰς πράξεις φιλοτιμίας καὶ ὁρμῆς μεστὸν εἰς Μακεδονίαν ἀποστεῖλαι.

[47]
[47.1] Τελευτήσαντος δ' Ἀντιγόνου, καταφρονήσαντες Αἰτωλοὶ τῶν Ἀχαιῶν διὰ τὴν ῥᾳθυμίαν -- ἐθισθέντες γὰρ ἀλλοτρίαις σῴζεσθαι χερσὶ καὶ τοῖς Μακεδόνων ὅπλοις αὑτοὺς ὑπεσταλκότες, ἐν ἀργίᾳ πολλῇ καὶ ἀταξίᾳ διῆγον -- [47.2] ἐπέθεντο τοῖς κατὰ Πελοπόννησον πράγμασι· καὶ τὴν μὲν Πατρέων καὶ Δυμαίων λεηλασίαν ὁδοῦ πάρεργον [47.3] ἐποιήσαντο, τὴν δὲ Μεσσήνην ἐμβαλόντες ἐπόρθουν. ἐφ' οἷς ὁ Ἄρατος ἀγανακτῶν, καὶ τὸν στρατηγοῦντα τότε τῶν Ἀχαιῶν Τιμόξενον ὁρῶν ὀκνοῦντα καὶ διατρίβοντα τὸν χρόνον, ἤδη τῆς στρατηγίας αὐτῷ τελευτώσης, αὐτὸς ᾑρημένος ἄρχειν μετ' ἐκεῖνον προέλαβεν ἡμέραις πέντε [47.4] τὴν ἀρχὴν ἕνεκα τοῦ βοηθῆσαι Μεσσηνίοις. καὶ συναγαγὼν τοὺς Ἀχαιούς, τοῖς τε σώμασιν ἀγυμνάστους ὄντας καὶ ταῖς διανοίαις ἐκλελυμένους πρὸς τὸν πόλεμον, ἡττᾶται [47.5] περὶ Καφύας· καὶ θυμικώτερον ἐστρατηγηκέναι δόξας, οὕτως αὖ πάλιν ἀπημβλύνθη καὶ προήκατο τὰ πράγματα καὶ τὰς ἐλπίδας, ὥστε πολλάκις λαβὴν τοὺς Αἰτωλοὺς παρασχόντας ἀνέχεσθαι καὶ περιορᾶν ὥσπερ κωμάζοντας ἐν τῇ Πελοποννήσῳ μετὰ πολλῆς ἀσελγείας καὶ θρα[47.6]σύτητος. αὖθις οὖν τὰς χεῖρας ὀρέγοντες εἰς Μακεδονίαν, ἐπεσπῶντο καὶ κατῆγον ἐπὶ τὰς Ἑλληνικὰς πράξεις τὸν Φίλιππον, οὐχ ἥκιστα διὰ τὴν πρὸς τὸν Ἄρατον εὔνοιαν αὐτοῦ καὶ πίστιν ἐλπίζοντες εὐκόλῳ περὶ πάντα χρήσεσθαι καὶ χειροήθει.

[48]
[48.1] Καὶ τότε πρῶτον Ἀπελλοῦ καὶ Μεγαλέου καί τινων αὐλικῶν ἄλλων διαβαλλόντων τὸν Ἄρατον, ἀναπεισθεὶς ὁ βασιλεὺς καὶ συναρχαιρεσιάσας τοῖς ἀπὸ τῆς ἐναντίας στάσεως, ἐσπούδασε τοὺς Ἀχαιοὺς ἑλέσθαι [48.2] στρατηγὸν Ἐπήρατον. ὡς δ' ἐκείνου μὲν καταφρονουμένου τελέως ὑπὸ τῶν Ἀχαιῶν, τοῦ δ' Ἀράτου παραμελοῦντος, ἐγίνετο τῶν χρησίμων οὐδέν, ἔγνω διαμαρ[48.3]τάνων τοῦ παντὸς ὁ Φίλιππος. καὶ ἀνακρουσάμενος αὖθις ἐπὶ τὸν Ἄρατον, ὅλος ἦν ἐκείνου, καὶ τῶν πραγμάτων αὐτῷ πρός τε δύναμιν καὶ πρὸς εὐδοξίαν ἐπιδιδόντων, ἐξήρτητο τοῦ ἀνδρός, ὡς δι' ἐκεῖνον εὐδοκιμῶν καὶ [48.4] αὐξόμενος· ἐδόκει τε πᾶσιν ὁ Ἄρατος οὐ μόνον δημοκρατίας, ἀλλὰ καὶ βασιλείας ἀγαθὸς εἶναι παιδαγωγός· [48.5] ἡ γὰρ προαίρεσις αὐτοῦ καὶ τὸ ἦθος ὡς χρῶμα ταῖς πράξεσι τοῦ βασιλέως ἐπεφαίνετο. καὶ γὰρ ἡ πρὸς Λακεδαιμονίους ἁμαρτόντας μετριότης τοῦ νεανίσκου, καὶ ἡ πρὸς Κρῆτας ὁμιλία δι' ἧς ὅλην προσηγάγετο τὴν νῆσον ἡμέραις ὀλίγαις, ἥ τε πρὸς Αἰτωλοὺς στρατεία γενομένη θαυμαστῶς ἐνεργός, εὐπειθείας μὲν τῷ Φιλίππῳ δόξαν, [48.6] εὐβουλίας δὲ τῷ Ἀράτῳ προσετίθει. καὶ διὰ ταῦτα μᾶλλον οἱ βασιλικοὶ φθονοῦντες, ὡς οὐδὲν ἐπέραινον κρύφα διαβάλλοντες, ἀναφανδὸν ἐλοιδοροῦντο καὶ προσέκρουον αὐτῷ παρὰ τοὺς πότους μετὰ πολλῆς ἀσελγείας καὶ βωμολοχίας· ἅπαξ δὲ καὶ λίθοις βάλλοντες ἀπιόντα εἰς τὴν [48.7] σκηνὴν μετὰ τὸ δεῖπνον κατεδίωξαν. ἐφ' οἷς ὁ Φίλιππος ὀργισθείς, εὐθὺς μὲν αὐτοὺς ἐζημίωσεν εἴκοσι ταλάντοις, ὕστερον δὲ λυμαίνεσθαι τὰ πράγματα καὶ ταράττειν δοκοῦντας ἀπέκτεινεν.

[49]
[49.1] Ἐπεὶ δὲ τῆς τύχης εὐροούσης ἐπαιρόμενος τοῖς πράγμασι πολλὰς μὲν ἀνέφυε καὶ μεγάλας ἐπιθυμίας, ἡ δ' ἔμφυτος κακία, τὸν παρὰ φύσιν σχηματισμὸν ἐκβιαζομένη καὶ ἀναδύουσα, κατὰ μικρὸν ἀπεγύμνου καὶ [49.2] διέφαινεν αὐτοῦ τὸ ἦθος, πρῶτον μὲν ἰδίᾳ τὸν νεώτερον Ἄρατον ἠδίκει περὶ τὴν γυναῖκα καὶ πολὺν χρόνον ἐλάνθανεν, ἐφέστιος ὢν καὶ ξενιζόμενος ὑπ' αὐτῶν· ἔπειτα πρὸς τὰς Ἑλληνικὰς ἐξετραχύνετο πολιτείας, καὶ φανε[49.3]ρὸς ἦν ἤδη τὸν Ἄρατον ἀποσειόμενος. ἀρχὴν δ' ὑποψίας τὰ Μεσσηνιακὰ παρέσχε. στασιασάντων γὰρ αὐτῶν, ὁ μὲν Ἄρατος ὑστέρει βοηθῶν, ὁ δὲ Φίλιππος ἡμέρᾳ μιᾷ πρότερον ἐλθὼν εἰς τὴν πόλιν, εὐθὺς οἶστρόν τινα κατ' [49.4] ἀλλήλων ἐνέβαλε τοῖς ἀνθρώποις, ἰδίᾳ μὲν ἐρωτῶν τοὺς στρατηγοὺς τῶν Μεσσηνίων, εἰ νόμους κατὰ τῶν πολλῶν οὐκ ἔχουσιν, ἰδίᾳ δὲ πάλιν τοὺς τῶν πολλῶν προεστῶτας, εἰ χεῖρας κατὰ τῶν τυραννούντων οὐκ ἔχουσιν. [49.5] ἐκ δὲ τούτου θαῤῥήσαντες, οἱ μὲν ἄρχοντες ἐπελαμβάνοντο τῶν δημαγωγῶν, ἐκεῖνοι δὲ μετὰ τῶν πολλῶν ἐπελθόντες τούς τ' ἄρχοντας ἀπέκτειναν καὶ τῶν ἄλλων ὀλίγον ἀπολείποντας διακοσίων.

[50]
[50.1] Οὕτω δὲ δεινὸν ἔργον ἐξειργασμένου τοῦ Φιλίππου καὶ συγκρούοντος ἔτι μᾶλλον ἑαυτοῖς τοὺς Μεσσηνίους, ἐπελθὼν ὁ Ἄρατος αὐτός τε δῆλος ἦν φέρων βαρέως, καὶ τὸν υἱὸν ἐπιτιμῶντα πικρῶς τῷ Φιλίππῳ καὶ λοιδορού[50.2]μενον οὐκ ἐκώλυσεν. ἐδόκει δ' ὁ νεανίσκος ἐρᾶν τοῦ Φιλίππου, καὶ τότε λέγων εἶπε πρὸς αὐτόν, ὡς οὐδὲ καλὸς ἔτι φαίνοιτο τὴν ὄψιν αὐτῷ τοιαῦτα δράσας, ἀλλὰ πάντων [50.3] αἴσχιστος. ὁ δὲ Φίλιππος ἐκείνῳ μὲν οὐδὲν ἀντεῖπε, καίπερ ἐπίδοξος ὢν ὑπ' ὀργῆς καὶ πολλάκις ἐξυλακτήσας λέγοντος αὐτοῦ, τὸν δὲ πρεσβύτερον, ὡς ἐνηνοχὼς πράως τὰ λεχθέντα καί τις ὢν μέτριος καὶ πολιτικὸς τὴν φύσιν, ἀνέστησεν ἐκ τοῦ θεάτρου τὴν δεξιὰν ἐμβαλὼν καὶ προῆγεν εἰς τὸν Ἰθωμάταν, τῷ τε Διὶ θύσων καὶ [50.4] θεωρήσων τὸν τόπον. ἔστι γὰρ οὐχ ἧττον εὐερκὴς τοῦ Ἀκροκορίνθου, καὶ λαβὼν φρουρὰν γίνεται χαλεπὸς καὶ [50.5] δυσεκβίαστος τοῖς παροικοῦσιν. ἀναβὰς δὲ καὶ θύσας, ὡς προσήνεγκεν αὐτῷ τὰ σπλάγχνα τοῦ βοὸς ὁ μάντις, ἀμφοτέραις ταῖς χερσὶν ὑπολαβὼν ἐδείκνυε τῷ τ' Ἀράτῳ καὶ τῷ Φαρίῳ Δημητρίῳ, παρὰ μέρος ἀποκλίνων εἰς ἑκάτερον καὶ πυνθανόμενος, τί καθορῶσιν ἐν τοῖς ἱεροῖς, κρατοῦντα τῆς ἄκρας αὐτὸν ἢ τοῖς Μεσσηνίοις [50.6] ἀποδιδόντα. γελάσας οὖν ὁ Δημήτριος "εἰ μὲν" ἔφη "μάντεως ἔχεις ψυχήν, ἀφήσεις τὸν τόπον· εἰ δὲ βασιλέως, ἀμφοτέρων τῶν κεράτων τὸν βοῦν καθέξεις", αἰνιττόμενος τὴν Πελοπόννησον, ὡς, εἰ προσλάβοι τὸν Ἰθωμάταν τῷ Ἀκροκορίνθῳ, παντάπασιν ἐσομένην ὑπο[50.7]χείριον καὶ ταπεινήν. ὁ δ' Ἄρατος ἐπὶ πολὺ μὲν ἡσύχαζε, δεομένου δὲ τοῦ Φιλίππου τὸ φαινόμενον λέγειν, "πολλὰ μὲν" εἶπεν "ὦ Φίλιππε Κρητῶν ὄρη καὶ μεγάλα, πολλαὶ δὲ Βοιωτῶν ἄκραι καὶ Φωκέων ἐκπεφύκασι τῆς γῆς· εἰσὶ δέ που πολλοὶ καὶ τῆς Ἀκαρνάνων, τοῦτο μὲν χερσαῖοι, τοῦτο δ' ἔναλοι τόποι, θαυμαστὰς ὀχυρότητας [50.8] ἔχοντες. ἀλλ' οὐδένα τούτων κατείληφας, καὶ πάντες ἑκουσίως σοι ποιοῦσι τὸ προστασσόμενον. λῃσταὶ γὰρ ἐμφύονται πέτραις καὶ κρημνῶν περιέχονται, βασιλεῖ δὲ πίστεως καὶ χάριτος ἰσχυρότερον οὐδὲν οὐδ' ὀχυρώτε[50.9]ρον. ταῦτά σοι τὸ Κρητικὸν ἀνοίγει πέλαγος, ταῦτα τὴν Πελοπόννησον, ἀπὸ τούτων ὁρμώμενος σὺ τοσοῦτος ἡλικίαν τῶν μὲν ἡγεμών, τῶν δὲ κύριος ἤδη καθέστηκας." [50.10] ἔτι <δὲ> λέγοντος αὐτοῦ, τὰ μὲν σπλάγχνα τῷ μάντει παρέδωκεν ὁ Φίλιππος, ἐκεῖνον δὲ τῆς χειρὸς ἐπισπασάμενος "δεῦρο τοίνυν" ἔφη "τὴν αὐτὴν ὁδὸν ἴωμεν", ὥσπερ ἐκβεβιασμένος ὑπ' αὐτοῦ καὶ τὴν πόλιν ἀφῃρημένος.

[51]
[51.1] Ὁ δ' Ἄρατος ἀποῤῥέων ἤδη τῆς αὐλῆς καὶ κατὰ μικρὸν ἑαυτὸν ἀνακομιζόμενος ἐκ τῆς πρὸς τὸν Φίλιππον συνηθείας, διαβαίνοντος εἰς Ἤπειρον αὐτοῦ καὶ δεομένου συστρατεύειν, ἀπείπατο καὶ κατέμεινε, δεδιὼς ἀναπλησθῆναι δόξης πονηρᾶς ἀφ' ὧν ἐκεῖνος ἔπραττεν. [51.2] ἐπεὶ δὲ τάς τε ναῦς ὑπὸ Ῥωμαίων ἀπολέσας αἴσχιστα καὶ ὅλως ἀποτυχὼν ταῖς πράξεσιν ἐπανῆλθεν εἰς Πελοπόννησον, καὶ τοὺς Μεσσηνίους αὖθις ἐπιχειρήσας φενακίζειν καὶ μὴ λαθὼν ἠδίκει φανερῶς καὶ τὴν χώραν [51.3] αὐτῶν ἐπόρθει, παντάπασιν ὁ Ἄρατος ἀπεστράφη καὶ διεβλήθη πρὸς αὐτόν, ἤδη καὶ τῶν περὶ τὴν γυναικωνῖτιν ἀδικημάτων αἰσθόμενος, καὶ φέρων ἀνιαρῶς αὐτός, ἀποκρυπτόμενος δὲ τὸν υἱόν· εἰδέναι γὰρ ὑβρισμένον [51.4] περιῆν, ἄλλο δ' οὐδέν, ἀμύνασθαι μὴ δυναμένῳ. μεγίστην γὰρ ὁ Φίλιππος δοκεῖ καὶ παραλογωτάτην μεταβαλέσθαι μεταβολήν, ἐξ ἡμέρου βασιλέως καὶ μειρακίου σώφρονος ἀνὴρ ἀσελγὴς καὶ τύραννος ἐξώλης γενόμενος. τὸ δ' οὐκ ἦν ἄρα μεταβολὴ φύσεως, ἀλλ' ἐπίδειξις ἐν ἀδείᾳ κακίας, πολὺν χρόνον διὰ φόβον ἀγνοηθείσης.

[52]
[52.1] Ὅτι γὰρ ἦν μεμειγμένον αἰσχύνῃ καὶ φόβῳ τὸ πρὸς τὸν Ἄρατον αὐτοῦ πάθος ἀπ' ἀρχῆς συντεθραμμένον, [52.2] ἐδήλωσεν οἷς ἔπραξε περὶ αὐτόν. ἐπιθυμῶν γὰρ ἀνελεῖν τὸν ἄνδρα, καὶ νομίζων οὐδ' ἂν ἐλεύθερος ἐκείνου ζῶντος εἶναι, μή τί γε τύραννος ἢ βασιλεύς, βίᾳ μὲν οὐδὲν ἐπεχείρησε, Ταυρίωνα δὲ τῶν στρατηγῶν τινα καὶ φίλων ἐκέλευσεν [ἐν] ἀδήλῳ τρόπῳ τοῦτο πρᾶξαι, μάλιστα διὰ [52.3] φαρμάκων, αὐτοῦ μὴ παρόντος. ὁ δὲ ποιησάμενος τὸν Ἄρατον συνήθη, φάρμακον αὐτῷ δίδωσιν, οὐκ ὀξὺ καὶ σφοδρόν, ἀλλὰ τῶν θέρμας τε μαλακὰς τὸ πρῶτον ἐν τῷ σώματι καὶ βῆχα κινούντων ἀμβλεῖαν, εἶθ' οὕτως [52.4] κατὰ μικρὸν εἰς φθόαν περαινόντων. οὐ μὴν ἔλαθέ γε τὸν Ἄρατον· ἀλλ' ὡς οὐδὲν ἦν ὄφελος ἐλέγχοντι, πράως καὶ σιωπῇ τὸ πάθος ὡς δή τινα νόσον κοινὴν καὶ συνήθη νοσῶν διήντλει· πλὴν ἑνός γε τῶν συνήθων ἐν τῷ δωματίῳ παρόντος, ἀναπτύσας δίαιμον, ἰδόντος ἐκείνου καὶ θαυμάσαντος, "ταῦτα" εἶπεν "ὦ Κεφάλων τἀπίχειρα τῆς βασιλικῆς φιλίας."

[53]
[53.1] Οὕτω δ' αὐτοῦ τελευτήσαντος ἐν Αἰγίῳ, τὸ ἑπτακαιδέκατον στρατηγοῦντος, καὶ τῶν Ἀχαιῶν φιλοτιμουμένων ἐκεῖ γενέσθαι ταφὰς καὶ μνήματα πρέποντα τῷ βίῳ τοῦ ἀνδρός, Σικυώνιοι συμφορὰν ἐποιοῦντο μὴ [53.2] παρ' αὐτοῖς τεθῆναι τὸ σῶμα. καὶ τοὺς μὲν Ἀχαιοὺς ἔπεισαν ἐφιέναι, νόμου δ' ὄντος ἀρχαίου μηδένα θάπτεσθαι τειχῶν ἐντός, ἰσχυρᾶς τε τῷ νόμῳ δεισιδαιμονίας προσούσης, ἔπεμψαν εἰς Δελφοὺς ὑπὲρ τούτων ἐρησόμενοι τὴν Πυθίαν. ἡ δ' αὐτοῖς ἀναιρεῖ τὸν χρησμὸν τόνδε·

[53.3] βουλεύῃ Σικυὼν ζωάγριον αἰὲν Ἀράτου ἀμφ' ὁσίῃ θαλίῃ τε κατοιχομένοιο ἄνακτος; ὡς τὸ βαρυνόμενον τῷδ' ἀνέρι καὶ τὸ βαρῦνον γαίης ἔστ' ἀσέβημα καὶ οὐρανοῦ ἠδὲ θαλάσσης.

[53.4] κομισθείσης δὲ τῆς μαντείας, οἵ τ' Ἀχαιοὶ σύμπαντες ἥσθησαν διαφερόντως, καὶ οἱ Σικυώνιοι μεταβαλόντες εἰς ἑορτὴν τὸ πένθος εὐθὺς ἐκ τοῦ Αἰγίου τὸν νεκρὸν ἐστεφανωμένοι καὶ λευχειμονοῦντες ὑπὸ παιάνων καὶ χορῶν εἰς τὴν πόλιν ἀνῆγον, καὶ τόπον ἐξελόμενοι περίοπτον ὥσπερ οἰκιστὴν καὶ σωτῆρα τῆς πόλεως ἐκή[53.5]δευσαν. καὶ καλεῖται μέχρι νῦν Ἀράτειον, καὶ θύουσιν αὐτῷ θυσίας, τὴν μέν, ᾗ τὴν πόλιν ἀπήλλαξε τῆς τυραννίδος, ἡμέρᾳ πέμπτῃ Δαισίου μηνός, ὃν Ἀθηναῖοι καλοῦσιν Ἀνθεστηριῶνα, καὶ τὴν θυσίαν ἐκείνην Σωτήρια προσαγορεύουσι, τὴν δὲ τοῦ μηνὸς ἐν ᾧ γενέσθαι [53.6] τὸν ἄνδρα διαμνημονεύουσι. τῆς μὲν οὖν προτέρας <ὁ> τοῦ Διὸς τοῦ Σωτῆρος κατήρχετο θυηπόλος, τῆς δὲ δευτέρας ὁ τοῦ Ἀράτου, στρόφιον οὐχ ὁλόλευκον, ἀλλὰ μεσοπόρφυρον ἔχων· μέλη δ' ᾔδετο πρὸς κιθάραν ὑπὸ τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν, καὶ συνεπόμπευεν ὁ γυμνασίαρχος, ἡγούμενος τῶν τε παίδων καὶ τῶν ἐφήβων, εἶτ' ἐφείπεθ' ἡ βουλὴ στεφανηφοροῦσα, καὶ τῶν [53.7] ἄλλων πολιτῶν ὁ βουλόμενος. ὧν ἔτι δείγματα μικρὰ ταῖς ἡμέραις ἐκείναις ἐξοσιούμενοι διαφυλάττουσιν· αἱ δὲ πλεῖσται τῶν τιμῶν ὑπὸ χρόνου καὶ πραγμάτων ἄλλων ἐκλελοίπασιν.

[54]
[54.1] Ἀλλὰ γὰρ ὁ μὲν πρεσβύτερος Ἄρατος οὕτω βιῶ[54.2]σαι καὶ τοιοῦτος γενέσθαι τὴν φύσιν ἱστορεῖται. τὸν δ' υἱὸν αὐτοῦ μιαρὸς ὢν φύσει καὶ μετ' ὠμότητος ὑβριστὴς ὁ Φίλιππος οὐ θανασίμοις, ἀλλὰ μανικοῖς ἐξέστησε [54.3] τοῦ λογισμοῦ φαρμάκοις, καὶ παρέτρεψεν εἰς δεινὰς καὶ ἀλλοκότους ἐπιφοράς, πράξεων ἀτόπων καὶ σὺν αἰσχύνῃ παθῶν ὀλεθρίων ὀρεγόμενον, ὥστε τὸν θάνατον αὐτῷ, καίπερ ὄντι νέῳ καὶ ἀνθοῦντι, μὴ συμφοράν, ἀλλ' ἀπόλυσιν κακῶν καὶ σωτηρίαν γενέσθαι.

[54.4] Δίκας γε μὴν ὁ Φίλιππος οὐ μεμπτὰς Διὶ ξενίῳ καὶ [54.5] φιλίῳ τῆς ἀνοσιουργίας ταύτης τίνων διετέλεσε. καταπολεμηθεὶς μὲν γὰρ ὑπὸ Ῥωμαίων, ἐπέτρεψεν ἐκείνοις τὰ καθ' αὑτόν, ἐκπεσὼν δὲ τῆς ἄλλης ἀρχῆς καὶ τὰς ναῦς πλὴν πέντε πάσας προέμενος καὶ χίλια προσεκτείσειν ὁμολογήσας τάλαντα καὶ τὸν υἱὸν ὁμηρεύσοντα παραδούς, δι' οἶκτον ἔτυχε Μακεδονίας καὶ τῶν συντελούντων. [54.6] ἀποκτείνων δ' ἀεὶ τοὺς ἀρίστους καὶ συγγενεστάτους, φρίκης ἐνέπλησε καὶ μίσους ὅλην τὴν βασιλείαν πρὸς αὑτόν. [54.7] ἓν δὲ μόνον ἐν τοσούτοις κακοῖς εὐτύχημα κτησάμενος, υἱὸν ἀρετῇ διαφέροντα, τοῦτον φθόνῳ καὶ ζηλοτυπίᾳ τῆς παρὰ Ῥωμαίοις τιμῆς ἀνεῖλε, Περσεῖ δὲ θατέρῳ τὴν ἀρχὴν παρέδωκεν, ὃν οὐ γνήσιον, ἀλλ' ὑπόβλητον εἶναί [54.8] φασιν, ἐκ Γναθαινίου τινὸς ἀκεστρίας γενόμενον. τοῦτον Αἰμίλιος ἐθριάμβευσε· καὶ κατέστρεψεν ἐνταῦθα τῆς Ἀντιγονικῆς βασιλείας ἡ διαδοχή. τὸ δ' Ἀράτου γένος ἔν τε <τῇ> Σικυῶνι καὶ τῇ Πελλήνῃ διέμεινε καθ' ἡμᾶς.