Τα καθ' Ηρώ και Λέανδρον
Εμφάνιση
- Εἰπέ, θεά, κρυφίων ἐπιμάρτυρα λύχνον Ἐρώτων
- καὶ νύχιον πλωτῆρα θαλασσοπόρων ὑμεναίων
- καὶ γάμον ἀχλυόεντα, τὸν οὐκ ἴδεν ἄφθιτος Ἠώς,
- καὶ Σηστὸν καὶ Ἄβυδον, ὅπῃ γάμον ἔννυχον Ἡροῦς
5
- νηχόμενόν τε Λέανδρον ὁμοῦ καὶ λύχνον ἀκούω,
- λύχνον ἀπαγγέλλοντα διακτορίην Ἀφροδίτης,
- Ἡροῦς νυκτιγάμοιο γαμοστόλον ἀγγελιώτην,
- λύχνον, Ἔρωτος ἄγαλμα• τὸν ὤφελεν αἰθέριος Ζεὺς
- ἐννύχιον μετ' ἄεθλον ἄγειν ἐς ὁμήγυριν ἄστρων
10
- καί μιν ἐπικλῆσαι νυμφοστόλον ἄστρον Ἐρώτων,
- ὅττι πέλεν συνέριθος ἐρωμανέων ὀδυνάων,
- ἀγγελίην δ' ἐφύλαξεν ἀκοιμήτων ὑμεναίων,
- πρὶν χαλεπαῖς πνοιῇσιν ἀήμεναι ἐχθρὸν ἀήτην.
- ἀλλ' ἄγε μοι μέλποντι μίαν συνάειδε τελευτὴν
15
- λύχνου σβεννυμένοιο καὶ ὀλλυμένοιο Λεάνδρου.
- Σηστὸς ἔην καὶ Ἄβυδος ἐναντίον ἐγγύθι πόντου.
- γείτονές εἰσι πόληες. Ἔρως δ' ἑὰ τόξα τιταίνων
- ἀμφοτέραις πολίεσσιν ἕνα ξύνωσεν ὀιστόν
- ἠίθεον φλέξας καὶ παρθένον. οὔνομα δ' αὐτῶν
20
- ἱμερόεις τε Λέανδρος ἔην καὶ παρθένος Ἡρώ.
- ἡ μὲν Σηστὸν ἔναιεν, ὁ δὲ πτολίεθρον ἀβύδου,
- ἀμφοτέρων πολίων περικαλλέες ἀστέρες ἄμφω,
- εἴκελοι ἀλλήλοισι. σὺ δ', εἴ ποτε κεῖθι περήσεις,
- δίζεό μοί τινα πύργον, ὅπῃ ποτὲ Σηστιὰς Ἡρὼ
25
- ἵστατο λύχνον ἔχουσα καὶ ἡγεμόνευε Λεάνδρῳ•
- δίζεο δ' ἀρχαίης ἁλιηχέα πορθμὸν Ἀβύδου
- εἰσέτι που κλαίοντα μόρον καὶ ἔρωτα Λεάνδρου.
- Ἀλλὰ πόθεν Λείανδρος Ἀβυδόθι δώματα ναίων
- Ἡροῦς εἰς πόθον ἦλθε, πόθῳ δ' ἐνέδησε καὶ αὐτήν;
30
- Ἡρὼ μὲν χαρίεσσα διοτρεφὲς αἷμα λαχοῦσα
- Κύπριδος ἦν ἱέρεια• γάμων δ' ἀδίδακτος ἐοῦσα
- πύργον ἀπὸ προγόνων παρὰ γείτονι ναῖε θαλάσσῃ,
- ἄλλη Κύπρις ἄνασσα. σαοφροσύνῃ δὲ καὶ αἰδοῖ
- οὐδέποτ' ἀγρομένῃσι συνωμίλησε γυναιξὶν
35
- οὐδὲ χορὸν χαρίεντα μετήλυθεν ἥλικος ἥβης
- μῶμον ἀλευομένη ζηλήμονα θηλυτεράων,
- – καὶ γὰρ ἐπ' ἀγλαΐῃ ζηλήμονές εἰσι γυναῖκες –
- ἀλλ' αἰεὶ Κυθέρειαν ἱλασκομένη Ἀφροδίτην
- πολλάκι καὶ τὸν Ἔρωτα παρηγορέεσκε θυηλαῖς
40
- μητρὶ σὺν οὐρανίῃ φλογερὴν τρομέουσα φαρέτρην.
- ἀλλ' οὐδ' ὧς ἀλέεινε πυριπνείοντας ὀιστούς.
- Δὴ γὰρ Κυπριδίη πανδήμιος ἦλθεν ἑορτή,
- τὴν ἀνὰ Σηστὸν ἄγουσιν Ἀδώνιδι καὶ Κυθερείῃ.
- πασσυδίῃ δ' ἔσπευδον ἐς ἱερὸν ἦμαρ ἱκέσθαι,
45
- ὅσσοι ναιετάασκον ἁλιστεφέων σφυρὰ νήσων,
- οἱ μὲν ἀφ' Αἱμονίης, οἱ δ' εἰναλίης ἀπὸ Κύπρου•
- οὐδὲ γυνή τις ἔμιμνεν ἀνὰ πτολίεθρα Κυθήρων,
- οὐ Λιβάνου θυόεντος ἐνὶ πτερύγεσσι χορεύων,
- οὐδὲ περικτιόνων τις ἐλείπετο τῆμος ἑορτῆς,
50
- οὐ Φρυγίης ναέτης, οὐ γείτονος ἀστὸς Ἀβύδου,
- οὐδέ τις ἠιθέων φιλοπάρθενος. ἦ γὰρ ἐκεῖνοι
- αἰὲν ὁμαρτήσαντες, ὅπῃ φάτις ἐστὶν ἑορτῆς,
- οὐ τόσον ἀθανάτοισιν ἄγειν σπεύδουσι θυηλάς,
- ὅσσον ἀγειρομένων διὰ κάλλεα παρθενικάων.
55
- Ἡ δὲ θεῆς ἀνὰ νηὸν ἐπῴχετο παρθένος Ἡρὼ
- μαρμαρυγὴν χαρίεσσαν ἀπαστράπτουσα προσώπου
- οἷά τε λευκοπάρῃος ἐπαντέλλουσα Σελήνη.
- ἄκρα δὲ χιονέης φοινίσσετο κύκλα παρειῆς
- ὡς ῥόδον ἐκ καλύκων διδυμόχροον. ἦ τάχα φαίης
60
- Ἡροῦς ἐν μελέεσσι ῥόδων λειμῶνα φανῆναι•
- χροιὴ γὰρ μελέων ἐρυθαίνετο, νισσομένης δὲ
- καὶ ῥόδα λευκοχίτωνος ὑπὸ σφυρὰ λάμπετο κούρης.
- πολλαὶ δ' ἐκ μελέων χάριτες ῥέον. οἱ δὲ παλαιοὶ
- τρεῖς Χάριτας ψεύσαντο πεφυκέναι• εἷς δέ τις Ἡροῦς
65
- ὀφθαλμὸς γελόων ἑκατὸν Χαρίτεσσι τεθήλει.
- ἀτρεκέως ἱέρειαν ἐπάξιον εὕρατο Κύπρις.
- Ὣς ἡ μὲν περὶ πολλὸν ἀριστεύουσα γυναικῶν,
- Κύπριδος ἀρήτειρα, νέη διεφαίνετο Κύπρις.
- δύσατο δ' ἠιθέων ἁπαλὰς φρένας οὐδέ τις αὐτῶν
70
- ἦεν, ὃς οὐ μενέαινεν ἔχειν ὁμοδέμνιον Ἡρώ.
- ἡ δ' ἄρα, καλλιθέμεθλον ὅπῃ κατὰ νηὸν ἀλᾶτο,
- ἑσπόμενον νόον εἶχε καὶ ὄμματα καὶ φρένας ἀνδρῶν.
- καί τις ἐν ἠιθέοισιν ἐθαύμασε καὶ φάτο μῦθον•
- «καὶ Σπάρτης ἐπέβην, Λακεδαίμονος ἔδρακον ἄστρον,
75
- ἧχι μόθον καὶ ἄεθλον ἀκούομεν ἀγλαϊάων•
- τοίην δ' οὔ ποτ' ὄπωπα νέην ἰδανήν θ' ἁπαλήν τε.
- ἦ τάχα Κύπρις ἔχει Χαρίτων μίαν ὁπλοτεράων.
- παπταίνων ἐμόγησα, κόρον δ' οὐχ εὗρον ὀπωπῆς.
- αὐτίκα τεθναίην λεχέων ἐπιβήμενος Ἡροῦς.
80
- οὐκ ἂν ἐγὼ κατ' Ὄλυμπον ἐφιμείρω θεὸς εἶναι
- ἡμετέρην παράκοιτιν ἔχων ἐνὶ δώμασιν Ἡρώ.
- εἰ δέ μοι οὐκ ἐπέοικε τεὴν ἱέρειαν ἀφάσσειν,
- τοίην μοι, Κυθέρεια, νέην παράκοιτιν ὀπάσσαις.»
- τοῖα μὲν ἠιθέων τις ἐφώνεεν. ἄλλοτε δ' ἄλλος
85
- ἕλκος ὑποκλέπτων ἐπεμήνατο κάλλεϊ κούρης.
- Αἰνοπαθὲς Λείανδρε, σὺ δ', ὡς ἴδες εὐκλέα κούρην,
- οὐκ ἔθελες κρυφίοισι κατατρύχειν φρένα κέντροις,
- ἀλλὰ πυριβλήτοισι δαμεὶς ἀδόκητον ὀιστοῖς
- οὐκ ἔθελες ζώειν περικαλλέος ἄμμορος Ἡροῦς.
90
- σὺν βλεφάρων δ' ἀκτῖσιν ἀέξετο πυρσὸς Ἐρώτων
- καὶ κραδίη πάφλαζεν ἀνικήτου πυρὸς ὁρμῇ.
- κάλλος γὰρ περίπυστον ἀμωμήτοιο γυναικὸς
- ὀξύτερον μερόπεσσι πέλει πτερόεντος ὀιστοῦ.
- ὀφθαλμὸς δ' ὁδός ἐστιν• ἀπ' ὀφθαλμοῖο βολάων
95
- κάλλος ὀλισθαίνει καὶ ἐπὶ φρένας ἀνδρὸς ὁδεύει.
- εἷλε δέ μιν τότε θάμβος, ἀναιδείη, τρόμος, αἰδώς.
- ἔτρεμε μὲν κραδίην, αἰδὼς δέ μιν εἶχεν ἁλῶναι
- θάμβεε δ' εἶδος ἄριστον, ἔρως δ' ἀπενόσφισεν αἰδῶ.
- θαρσαλέως δ' ὑπ' ἔρωτος ἀναιδείην ἀγαπάζων
100
- ἠρέμα ποσσὶν ἔβαινε καὶ ἀντίος ἵστατο κούρης.
- λοξὰ δ' ὀπιπεύων δολερὰς ἐλέλιζεν ὀπωπὰς
- νεύμασιν ἀφθόγγοισι παραπλάζων φρένα κούρης.
- αὐτὴ δ', ὡς συνέηκε πόθον δολόεντα Λεάνδρου,
- χαῖρεν ἐπ' ἀγλαΐῃσιν• ἐν ἡσυχίῃ δὲ καὶ αὐτὴ
105
- πολλάκις ἱμερόεσσαν ἑὴν ἐπέκυψεν ὀπωπὴν
- νεύμασι λαθριδίοισιν ἐπαγγέλλουσα Λεάνδρῳ
- καὶ πάλιν ἀντέκλινεν. ὁ δ' ἔνδοθι θυμὸν ἰάνθη,
- ὅττι πόθον συνέηκε καὶ οὐκ ἀπεσείσατο κούρη.
- Ὄφρα μὲν οὖν Λείανδρος ἐδίζετο λάθριον ὥρην,
110
- φέγγος ἀναστείλασα κατήιεν εἰς δύσιν Ἠώς,
- ἐκ περάτης δ' ἀνέτελλε βαθύσκιος Ἕσπερος ἀστήρ.
- αὐτὰρ ὁ θαρσαλέως μετεκίαθεν ἐγγύθι κούρης,
- ὡς ἴδε κυανόπεπλον ἐπιθρῴσκουσαν ὀμίχλην.
- ἠρέμα δὲ θλίβων ῥοδοειδέα δάκτυλα κούρης
115
- βυσσόθεν ἐστενάχιζεν ἀθέσφατον. ἡ δὲ σιωπῇ
- οἷά τε χωομένη ῥοδέην ἐξέσπασε χεῖρα.
- ὡς δ' ἐρατῆς ἐνόησε χαλίφρονα νεύματα κούρης,
- θαρσαλέῃ παλάμῃ πολυδαίδαλον εἷλκε χιτῶνα
- ἔσχατα τιμήεντος ἄγων ἐπὶ κεύθεα νηοῦ.
120
- ὀκναλέοις δὲ πόδεσσιν ἐφέσπετο παρθένος Ἡρώ,
- οἷά περ οὐκ ἐθέλουσα, τόσην δ' ἀνενείκατο φωνὴν
- θηλυτέροις ἐπέεσσιν ἀπειλείουσα Λεάνδρῳ•
- «Ξεῖνε, τί μαργαίνεις; τί με, δύσμορε, παρθένον ἕλκεις;
- ἄλλην δεῦρο κέλευθον, ἐμὸν δ' ἀπόλειπε χιτῶνα.
125
- μῆνιν ἐμῶν ἀλέεινε πολυκτεάνων γενετήρων.
- Κύπριδος οὐκ ἐπέοικε θεῆς ἱέρειαν ἀφάσσειν,
- παρθενικῆς ἐπὶ λέκτρον ἀμήχανόν ἐστιν ἱκέσθαι.»
- τοῖα μὲν ἠπείλησεν ἐοικότα παρθενικῇσιν.
- Θηλείης δὲ Λέανδρος ὅτ' ἔκλυεν οἶστρον ἀπειλῆς,
130
- ἔγνω πειθομένων σημήια παρθενικάων•
- καὶ γὰρ ὅτ' ἠιθέοισιν ἀπειλείουσι γυναῖκες,
- Κυπριδίων ὀάρων αὐτάγγελοί εἰσιν ἀπειλαί.
- παρθενικῆς δ' εὔοδμον ἐύχροον αὐχένα κύσσας
- τοῖον μῦθον ἔειπε πόθου βεβολημένος οἴστρῳ•
135
- «Κύπρι φίλη μετὰ Κύπριν, Ἀθηναίη μετ' Ἀθήνην,
- οὐ γὰρ ἐπιχθονίῃσιν ἴσην καλέω σε γυναιξίν,
- ἀλλά σε θυγατέρεσσι Διὸς Κρονίωνος ἐίσκω,
- ὄλβιος, ὅς σε φύτευσε, καὶ ὀλβίη, ἣ τέκε μήτηρ,
- γαστήρ, ἥ σε λόχευσε, μακαρτάτη. ἀλλὰ λιτάων
140
- ἡμετέρων ἐπάκουε, πόθου δ' οἴκτειρον ἀνάγκην.
- Κύπριδος ὡς ἱέρεια μετέρχεο Κύπριδος ἔργα•
- δεῦρ' ἴθι μυστιπόλευε γαμήλια θεσμὰ θεαίνης.
- παρθένον οὐκ ἐπέοικεν ὑποδρήσσειν Κυθερείῃ,
- παρθενικαῖς οὐ Κύπρις ἰαίνεται. ἢν δ' ἐθελήσῃς
145
- θεσμὰ θεῆς ἐρόεντα καὶ ὄργια κεδνὰ δαῆναι,
- ἔστι γάμος καὶ λέκτρα. σὺ δ', εἰ φιλέεις Ἀφροδίτην,
- θελξινόων ἀγάπαζε μελίφρονα θεσμὸν Ἐρώτων.
- σὸν δ' ἱκέτην με κόμιζε καί, ἢν ἐθέλῃς, παρακοίτην,
- τόν σοι ἔρως ἤγρευσεν ἑοῖς βελέεσσι κιχήσας,
150
- ὡς θρασὺν Ἡρακλῆα θοὸς χρυσόρραπις Ἑρμῆς
- θητεύειν ἐκόμισσεν Ἰαρδανίῃ ποτὲ νύμφῃ.
- σοὶ δέ με Κύπρις ἔπεμψε καὶ οὐ σοφὸς ἤγαγεν Ἑρμῆς.
- παρθένος οὔ σε λέληθεν ἀπ' Ἀρκαδίης Ἀταλάντη,
- ἥ ποτε Μειλανίωνος ἐρασσαμένου φύγεν εὐνὴν
155
- παρθενίης ἀλέγουσα• χολωομένης δ' Ἀφροδίτης,
- τὸν πάρος οὐκ ἐπόθησεν, ἐνὶ κραδίῃ θέτο πάσῃ.
- πείθεο καὶ σύ, φίλη, μὴ Κύπριδι μῆνιν ἐγείρῃς.»
- ὣς εἰπὼν παρέπεισεν ἀναινομένης φρένα κούρης
- θυμὸν ἐρωτοτόκοισι παραπλάγξας ἐνὶ μύθοις.
160
- Παρθενικὴ δ' ἄφθογγος ἐπὶ χθόνα πῆξεν ὀπωπὴν
- αἰδοῖ ἐρευθιόωσαν ὑποκλέπτουσα παρειὴν
- καὶ χθονὸς ἔξεεν ἄκρον ὑπ' ἴχνεσιν, αἰδομένη δὲ
- πολλάκις ἀμφ' ὤμοισιν ἑὸν συνέεργε χιτῶνα.
- πειθοῦς γὰρ τάδε πάντα προάγγελα• παρθενικῆς δὲ
165
- πειθομένης ποτὶ λέκτρον ὑπόσχεσίς ἐστι σιωπή.
- ἤδη δὲ γλυκύπικρον ἐδέξατο κέντρον Ἐρώτων.
- θέρμετο δὲ κραδίην γλυκερῷ πυρὶ παρθένος Ἡρώ,
- κάλλεϊ δ' ἱμερόεντος ἀνεπτοίητο Λεάνδρου.
- ὄφρα μὲν οὖν ποτὶ γαῖαν ἔχεν νεύουσαν ὀπωπήν,
170
- τόφρα δὲ καὶ Λείανδρος ἐρωμανέεσσι προσώποις
- οὐ κάμεν εἰσορόων ἁπαλόχροον αὐχένα κούρης.
- ὀψὲ δὲ Λειάνδρῳ γλυκερὴν ἀνενείκατο φωνὴν
- αἰδοῦς ὑγρὸν ἔρευθος ἀποστάζουσα προσώπου•
- «Ξεῖνε, τεοῖς ἐπέεσσι ταχ' ἂν καὶ πέτρον ὀρίναις.
175
- τίς σε πολυπλανέων ἐπέων ἐδίδαξε κελεύθους;
- ὤμοι, τίς σε κόμισσεν ἐμὴν εἰς πατρίδα γαῖαν•
- ταῦτα δὲ πάντα μάτην ἐφθέγξαο. πῶς γὰρ ἀλήτης,
- ξεῖνος ἐὼν καὶ ἄπιστος, ἐμοὶ φιλότητι μιγείης;
- ἀμφαδὸν οὐ δυνάμεσθα γάμοις ὁσίοισι πελάσσαι•
180
- οὐ γὰρ ἐμοῖς τοκέεσσιν ἐπεύαδεν. ἢν δ' ἐθελήσῃς
- ὡς ξεῖνος πολύφοιτος ἐμὴν εἰς πατρίδα μίμνειν,
- οὐ δύνασαι σκοτόεσσαν ὑποκλέπτειν Ἀφροδίτην.
- γλῶσσα γὰρ ἀνθρώπων φιλοκέρτομος• ἐν δὲ σιωπῇ
- ἔργον ὅ περ τελέει τις, ἐνὶ τριόδοισιν ἀκούει.
185
- εἰπὲ δέ, μὴ κρύψῃς, τέον οὔνομα καὶ σέο πάτρην.
- οὐ γὰρ ἐμόν σε λέληθεν, ἔχω δ' ὄνομα κλυτὸν Ἡρώ.
- πύργος δ' ἀμφιβόητος ἐμὸς δόμος οὐρανομήκης,
- ᾧ ἔνι ναιετάουσα σὺν ἀμφιπόλῳ τινὶ μούνη
- Σηστιάδος πρὸ πόληος ὑπὲρ βαθυκύμονας ὄχθας
190
- γείτονα πόντον ἔχω στυγεραῖς βουλῇσι τοκήων.
- οὐδέ μοι ἐγγὺς ἔασιν ὁμήλικες οὐδὲ χορεῖαι
- ἠιθέων παρέασιν. ἀεὶ δ' ἀνὰ νύκτα καὶ ἠῶ
- ἐξ ἁλὸς ἠνεμόφωνος ἐπιβρέμει οὔασιν ἠχή.»
- Ὣς φαμένη ῥοδέην ὑπὸ φάρεϊ κρύπτε παρειὴν
195
- ἔμπαλιν αἰδομένη, σφετέροις δ' ἐπεμέμφετο μύθοις.
- Λείανδρος δὲ πόθου βεβολημένος ὀξέι κέντρῳ
- φράζετο, πῶς κεν ἔρωτος ἀεθλεύσειεν ἀγῶνα.
- ἄνδρα γὰρ αἰολόμητις Ἔρως βελέεσσι δαμάζει
- καὶ πάλιν ἀνέρος ἕλκος ἀκέσσεται. οἷσι δ' ἀνάσσει,
200
- αὐτὸς ὁ πανδαμάτωρ βουληφόρος ἐστὶ βροτοῖσιν.
- αὐτὸς καὶ ποθέοντι τότε χραίσμησε Λεάνδρῳ.
- ὀψὲ δ' ἀλαστήσας πολυμήχανον ἔννεπε μῦθον•
- «Παρθένε, σὸν δι' ἔρωτα καὶ ἄγριον οἶδμα περήσω,
- εἰ πυρὶ παφλάζοιτο καὶ ἄπλοον ἔσσεται ὕδωρ.
205
- οὐ τρομέω βαρὺ χεῖμα τεὴν μετανεύμενος εὐνήν,
- οὐ βρόμον ἠχήεντα περιπτώσσοιμι θαλάσσης.
- ἀλλ' αἰεὶ κατὰ νύκτα φορεύμενος ὑγρὸς ἀκοίτης
- νήξομαι Ἑλλήσποντον ἀγάρροον. οὐχ ἕκαθεν γὰρ
- ἀντία σεῖο πόληος ἔχω πτολίεθρον Ἀβύδου.
210
- μοῦνον ἐμοὶ ἕνα λύχνον ἀπ' ἠλιβάτου σέο πύργου
- ἐκ περάτης ἀνάφαινε κατὰ κνέφας, ὄφρα νοήσας
- ἔσσομαι ὁλκὰς Ἔρωτος ἔχων σέθεν ἀστέρα λύχνον.
- καί μιν ὀπιπεύων, οὐκ ὀψὲ δύοντα Βοώτην,
- οὐ θρασὺν Ὠρίωνα καὶ ἄβροχον ὁλκὸν Ἁμάξης,
215
- Κύπριδος ἀντιπόροιο ποτὶ γλυκὺν ὅρμον ἱκοίμην.
- ἀλλά, φίλη, πεφύλαξο βαρυπνείοντας ἀήτας,
- μή μιν ἀποσβέσσωσι–καὶ αὐτίκα θυμὸν ὀλέσσω–
- λύχνον ἐμοῦ βιότοιο φαεσφόρον ἡγεμονῆα.
- εἰ ἐτεὸν δ' ἐθέλεις ἐμὸν οὔνομα καὶ σὺ δαῆναι,
220
- οὔνομά μοι Λείανδρος, ἐυστεφάνου πόσις Ἡροῦς.»
- Ὣς οἱ μὲν κρυφίοισι γάμοις συνέθεντο μιγῆναι
- καὶ νυχίην φιλότητα καὶ ἀγγελίην ὑμεναίων
- λύχνου μαρτυρίῃσιν ἐπιστώσαντο φυλάσσειν,
- ἡ μὲν φῶς τανύειν, ὁ δὲ κύματα μακρὰ περῆσαι.
225
- παννυχίδας δ' ὁρίσαντες ἀκοιμήτων ὑμεναίων
- ἀλλήλων ἀέκοντες ἐνοσφίσθησαν ἀνάγκῃ.
- ἡ μὲν ἔβη ποτὶ πύργον, ὁ δ', ὀρφναίην ἀνὰ νύκτα
- μή τι παραπλάζοιτο, λαβὼν σημήια πύργου
- πλῶε βαθυκρήπιδος ἐπ' εὐρέα δῆμον Ἀβύδου.
230
- παννυχίων δ' ὀράων κρυφίους ποθέοντες ἀέθλους
- πολλάκις ἠρήσαντο μολεῖν θαλαμηπόλον ὄρφνην.
- Ἤδη κυανόπεπλος ἀνέδραμε νυκτὸς ὀμίχλη
- ἀνδράσιν ὕπνον ἄγουσα καὶ οὐ ποθέοντι Λεάνδρῳ.
- ἀλλὰ πολυφλοίσβοιο παρ' ἠιόνεσσι θαλάσσης
235
- ἀγγελίην ἀνέμιμνε φαεινομένων ὑμεναίων
- μαρτυρίην λύχνοιο πολυκλαύτοιο δοκεύων,
- εὐνῆς δὲ κρυφίης τηλεσκόπον ἀγγελιώτην.
- ὡς δ' ἴδε κυανέης λιποφεγγέα νυκτὸς ὀμίχλην
- Ἡρώ, λύχνον ἔφαινεν. ἀναπτομένοιο δὲ λύχνου
240
- θυμὸν Ἔρως ἔφλεξεν ἐπειγομένοιο Λεάνδρου.
- λύχνῳ καιομένῳ συνεκαίετο. πὰρ δὲ θαλάσσῃ
- μαινομένων ῥοθίων πολυηχέα βόμβον ἀκούων
- ἔτρεμε μὲν τὸ πρῶτον, ἔπειτα δὲ θάρσος ἀείρας
- τοίοις οἱ προσέλεκτο παρηγορέων φρένα μύθοις•
245
- «Δεινὸς Ἔρως καὶ πόντος ἀμείλιχος• ἀλλὰ θαλάσσης
- ἔστιν ὕδωρ, τὸ δ' Ἔρωτος ἐμὲ φλέγει ἐνδόμυχον πῦρ.
- ἅζεο πῦρ, κραδίη, μὴ δείδιθι νήχυτον ὕδωρ.
- δεῦρό μοι εἰς φιλότητα. τί δὴ ῥοθίων ἀλεγίζεις;
- ἀγνώσσεις, ὅτι Κύπρις ἀπόσπορός ἐστι θαλάσσης;
250
- καὶ κρατέει πόντοιο καὶ ἡμετέρων ὀδυνάων.»
- Ὣς εἰπὼν μελέων ἐρατῶν ἀπεδύσατο πέπλα
- ἀμφοτέραις παλάμῃσιν, ἑῷ δ' ἔσφιγξε καρήνῳ,
- ἠιόνος δ' ἐξῶρτο, δέμας δ' ἔρριψε θαλάσσῃ.
- λαμπομένου δ' ἔσπευδεν ἀεὶ κατεναντία λύχνου
255
- αὐτὸς ἐὼν ἐρέτης, αὐτόστολος, αὐτόματος νηῦς.
- Ἡρὼ δ' ἠλιβάτοιο φαεσφόρος ὑψόθι πύργου,
- λεπταλέαις αὔρῃσιν ὅθεν πνεύσειεν ἀήτης,
- φάρεϊ πολλάκι λύχνον ἐπέσκεπεν, εἰσόκε Σηστοῦ
- πολλὰ καμὼν Λείανδρος ἔβη ποτὶ ναύλοχον ἀκτήν.
260
- καί μιν ἑὸν ποτὶ πύργον ἀνήγαγεν. ἐκ δὲ θυράων
- νυμφίον ἀσθμαίνοντα περιπτύξασα σιωπῇ
- ἀφροκόμους ῥαθάμιγγας ἔτι στάζοντα θαλάσσης
- ἤγαγε νυμφοκόμοιο μυχοὺς ἔπι παρθενεῶνος
- καὶ χρόα πάντα κάθηρε. δέμας δ' ἔχρισεν ἐλαίῳ
265
- εὐόδμῳ ῥοδέῳ καὶ ἁλίπνοον ἔσβεσεν ὀδμήν.
- εἰσέτι δ' ἀσθμαίνοντα βαθυστρώτοις ἐνὶ λέκτροις
- νυμφίον ἀμφιχυθεῖσα φιλήτορας ἴαχε μύθους•
- «Νυμφίε, πολλὰ μόγησας, ἃ μὴ πάθε νυμφίος ἄλλος,
- νυμφίε, πολλὰ μόγησας• ἅλις νύ τοι ἁλμυρὸν ὕδωρ
270
- ὀδμή τ' ἰχθυόεσσα βαρυγδούποιο θαλάσσης.
- δεῦρο τεοὺς ἱδρῶτας ἐμοῖς ἐνικάτθεο κόλποις.»
- Ὣς ἡ μὲν παρέπεισεν. ὁ δ' αὐτίκα λύσατο μίτρην
- καὶ θεσμῶν ἐπέβησαν ἀριστονόου Κυθερείης.
- ἦν γάμος, ἀλλ' ἀχόρευτος• ἔην λέχος, ἀλλ' ἄτερ ὕμνων.
275
- οὐ ζυγίην Ἥρην τις ἐπευφήμησεν ἀείδων,
- οὐ δαΐδων ἤστραπτε σέλας θαλαμηπόλον εὐνὴν
- οὐδὲ πολυσκάρθμῳ τις ἐπεσκίρτησε χορείῃ,
- οὐχ ὑμέναιον ἄειδε πατὴρ καὶ πότνια μήτηρ.
- ἀλλὰ λέχος στορέσασα τελεσσιγάμοισιν ἐν ὥραις
280
- σιγὴ παστὸν ἔπηξεν, ἐνυμφοκόμησε δ' ὀμίχλη
- καὶ γάμος ἦν ἀπάνευθεν ἀειδομένων ὑμεναίων.
- νὺξ μὲν ἔην κείνοισι γαμοστόλος οὐδέ ποτ' ἠὼς
- νυμφίον εἶδε Λέανδρον ἀριγνώτοις ἐνὶ λέκτροις.
- νήχετο δ' ἀντιπόροιο πάλιν ποτὶ δῆμον Ἀβύδου
285
- ἐννυχίων ἀκόρητος ἔτι πνείων ὑμεναίων.
- Ἡρὼ δ' ἑλκεσίπεπλος ἑοὺς λήθουσα τοκῆας
- παρθένος ἠματίη, νυχίη γυνή. ἀμφότεροι δὲ
- πολλάκις ἠρήσαντο κατελθέμεν εἰς δύσιν ἠῶ.
- ὣς οἱ μὲν φιλότητος ὑποκλέπτοντες ἀνάγκην
290
- κρυπταδίῃ τέρποντο μετ' ἀλλήλων Κυθερείῃ.
- Ἀλλ' ὀλίγον ζώεσκον ἐπὶ χρόνον οὐδ' ἐπὶ δηρὸν
- ἀγρύπνων ἀπόναντο πολυπλάγκτων ὑμεναίων.
- ἀλλ' ὅτε παχνήεντος ἐπήλυθε χείματος ὥρη
- φρικαλέας δονέουσα πολυστροφάλιγγας ἀέλλας,
295
- βένθεα δ' ἀστήρικτα καὶ ὑγρὰ θέμεθλα θαλάσσης
- χειμέριοι πνείοντες ἀεὶ στυφέλιζον ἀῆται
- λαίλαπι μαστίζοντες ὅλην ἅλα• τυπτομένην δὲ
- ἤδη νῆα μέλαιναν ἐφείλκυσε διψάδι χέρσῳ
- χειμερίην καὶ ἄπιστον ἀλυσκάζων ἅλα ναύτης.
300
- ἀλλ' οὐ χειμερίης σε φόβος κατέρυκε θαλάσσης,
- κατερόθυμε Λέανδρε. διακτορίη δέ σε πύργου
- ἠθάδα σημαίνουσα φαεσφορίην ὑμεναίων
- μαινομένης ὤτρυνεν ἀφειδήσαντα θαλάσσης
- νηλειὴς καὶ ἄπιστος. ὄφελλε δὲ δύσμορος Ἡρὼ
305
- χείματος ἱσταμένοιο μένειν ἀπάνευθε Λεάνδρου
- μηκέτ' ἀναπτομένη μινυώριον ἀστέρα λέκτρων.
- ἀλλὰ πόθος καὶ μοῖρα βιήσατο. θελγομένη δὲ
- Μοιράων ἀνέφαινε καὶ οὐκέτι δαλὸν Ἐρώτων.
- Νὺξ ἦν, εὖτε μάλιστα βαρυπνείοντες ἀῆται
310
- χειμερίαις πνοιῇσιν ἀκοντίζοντες ἰωὰς
- ἀθρόον ἐμπίπτουσιν ἐπὶ ῥηγμῖνι θαλάσσης.
- καὶ τότε δὴ Λείανδρος ἐθήμονος ἐλπίδι νύμφης
- δυσκελάδων πεφόρητο θαλασσαίων ἐπὶ νώτων.
- ἤδη κύματι κῦμα κυλίνδετο, σύγχυτο δ' ὕδωρ,
315
- αἰθέρι μίσγετο πόντος, ἀνέγρετο πάντοθεν ἠχὴ
- μαρναμένων ἀνέμων. Ζεφύρῳ δ' ἀντέπνεεν εὖρος
- καὶ νότος εἰς βορέην μεγάλας ἐφέηκεν ἀπειλάς•
- καὶ κτύπος ἦν ἀλίαστος ἐρισμαράγοιο θαλάσσης.
- αἰνοπαθὴς δὲ Λέανδρος ἀκηλήτοις ἐνὶ δίναις
320
- πολλάκι μὲν λιτάνευε θαλασσαίην Ἀφροδίτην,
- πολλάκι δ' αὐτὸν ἄνακτα Ποσειδάωνα θαλάσσης,
- Ἀτθίδος οὐ βορέην ἀμνήμονα κάλλιπε νύμφης.
- ἀλλά οἱ οὔ τις ἄρηγεν, Ἔρως δ' οὐκ ἤρκεσε Μοίρας.
- πάντοθι δ' ἀγρομένοιο δυσάντεϊ κύματος ὁλκῷ
325
- τυπτόμενος πεφόρητο. ποδῶν δὲ οἱ ὤκλασεν ὁρμὴ
- καὶ σθένος ἦν ἀνόνητον ἀκοιμήτων παλαμάων.
- πολλὴ δ' αὐτόματος χύσις ὕδατος ἔρρεε λαιμῷ
- καὶ ποτὸν ἀχρήιστον ἀμαιμακέτου πίεν ἅλμης.
- καὶ δὴ λύχνον ἄπιστον ἀπέσβεσε πικρὸς ἀήτης
330
- καὶ ψυχὴν καὶ ἔρωτα πολυτλήτοιο Λεάνδρου.
333
- Ἡ δ' ἔτι δηθύνοντος ἐπαγρύπνοισιν ὀπωπαῖς
- ἵστατο κυμαίνουσα πολυκλαύτοισι μερίμναις.
335
- ἤλυθε δ' ἠριγένεια καὶ οὐκ ἴδε νυμφίον Ἡρώ.
- πάντοθι δ' ὄμμα τίταινεν ἐς εὐρέα νῶτα θαλάσσης,
- εἴ που ἐσαθρήσειεν ἀλωόμενον παρακοίτην
- λύχνου σβεννυμένοιο. παρὰ κρηπῖδα δὲ πύργου
- δρυπτόμενον σπιλάδεσσιν ὅτ' ἔδρακε νεκρὸν ἀκοίτην,
340
- δαιδαλέον ῥήξασα περὶ στήθεσσι χιτῶνα
- ῥοιζηδὸν προκάρηνος ἀπ' ἠλιβάτου πέσε πύργου.
- κὰδ δ' Ἡρὼ τέθνηκε σὺν ὀλλυμένῳ παρακοίτῃ.
- ἀλλήλων δ' ἀπόναντο καὶ ἐν πυμάτῳ περ ὀλέθρῳ.