Στήλη της Ροζέττας

Από Βικιθήκη
Μετάβαση σε: πλοήγηση, αναζήτηση


Πτολεμαίος Ε' Επιφανής

Στήλη της Ροζέττας


Στήλη της Ροζέττας, Βρεταννικό Μουσείο, Λονδίνο

       1ΒΑΣΙΛΕΥΟΝΤΟΣ ΤΟΥ ΝΕΟΥ ΚΑΙ ΠΑΡΑΛΑΒΟΝΤΟΣ ΤΗΝ ΒΑΣΙΛΕΙΑΝ ΠΑΡΑ ΤΟΥ ΠΑΤΡΟΣ ΚΥΡΙΟΥ ΒΑΣΙΛΕΙΩΝ ΜΕΓΑΛΟΔΟΞΟΥ ΤΟΥ ΤΗΝ ΑΙΓΥΠΤΟΝ ΚΑΤΑΣΤΗΣΑΜΕΝΟΥ ΚΑΙ ΤΑ ΠΡΟΣ ΤΟΥΣ
       2ΘΕΟΥΣ ΕΥΣΕΒΟΥΣ ΑΝΤΙΠΑΛΩΝ ΥΠΕΡΤΕΡΟΥ ΤΟΥ ΤΟΝ ΒΙΟΝ ΤΩΝ ΑΝΘΡΩΠΩΝ ΕΠΑΝΟΡΘΩΣΑΝΤΟΣ ΚΥΡΙΟΥ ΤΡΙΑΚΟΝΤΑΕΤΗΡΙΔΩΝ ΚΑΘΑΠΕΡ Ο ΗΦΑΙΣΤΟΣ Ο ΜΕΓΑΣ ΒΑΣΙΛΕΥΣ[1] ΚΑΘΑΠΕΡ Ο ΗΛΙΟΣ
       3ΜΕΓΑΣ ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΤΕ ΑΝΩ ΚΑΙ ΤΩΝ ΚΑΤΩΝ ΧΩΡΩΝ ΕΚΓΟΝΟΥ ΘΕΩΝ ΦΙΛΟΠΑΤΟΡΩΝ ΟΝ Ο ΗΦΑΙΣΤΟΣ ΕΔΟΚΙΜΑΣΕΝ ΩΙ Ο ΗΛΙΟΣ ΕΔΩΚΕΝ ΤΗΝ ΝΙΚΗΝ ΕΙΚΟΝΟΣ ΖΩΣΗΣ ΤΟΥ ΔΙΟΣ ΥΙΟΥ ΤΟΥ ΚΑΙ ΟΥ ΠΤΟΛΕΜΑΙΟΥ
       4ΑΙΩΝΟΒΙΟΥ ΗΓΑΠΗΜΕΝΟΥ ΥΠΟ ΤΟΥ ΦΘΑ ΕΤΟΥΣ ΕΝΑΤΟΥ ΕΦ ΙΕΡΕΩΣ ΑΕΤΟΥ ΤΟΥ ΑΕΤΟΥ ΑΛΕΞΑΝΔΡΟΥ ΚΑΙ ΘΕΩΝ ΣΩΤΗΡΩΝ ΚΑΙ ΘΕΩΝ ΑΔΕΛΦΩΝ ΚΑΙ ΘΕΩΝ ΕΥΕΡΓΕΤΩΝ ΚΑΙ ΘΕΩΝ ΦΙΛΟΠΑΤΟΡΩΝ ΚΑΙ
       5ΘΕΟΥ ΕΠΙΦΑΝΟΥΣ ΕΥΧΑΡΙΣΤΟΥ ΑΘΛΟΦΟΡΟΥ ΒΕΡΕΝΙΚΗΣ[2] ΕΥΕΡΓΕΤΙΔΟΣ ΠΥΡΡΑΣ ΤΗΣ ΦΙΛΙΝΟΥ ΚΑΝΗΦΟΡΟΥ ΑΡΣΙΝΟΗΣ ΦΙΛΑΔΕΛΦΟΥ ΑΡΕΙΑΣ ΤΗΣ ΔΙΟΓΕΝΟΥΣ ΙΕΡΕΙΑΣ ΑΡΣΙΝΟΗΣ ΦΙΛΟΠΑΤΟΡΟΣ ΕΙΡΗΝΗΣ
       6ΤΗΣ ΠΤΟΛΕΜΑΙΟΥ ΜΗΝΟΣ ΞΑΝΔΙΚΟΥ ΤΕΤΡΑΔΙ ΑΙΓΥΠΤΙΩΝ ΔΕ ΜΕΧΕΙΡ ΟΚΤΩ ΚΑΙ ΔΕΚΑΤΗΙ ΨΗΦΙΣΜΑ ΟΙ ΑΡΧΙΕΡΕΙΣ ΚΑΙ ΠΡΟΦΗΤΑΙ ΚΑΙ ΟΙ ΕΙΣ ΤΟ ΑΔΥΤΟΝ ΕΙΞΠΟΡΕΥΟΜΕΝ ΟΙ ΠΡΟΣ ΤΟΝ ΣΤΟΛΙΣΜΟΝ ΤΩΝ
       7ΘΕΩΝ ΚΑΙ ΠΤΕΡΟΦΟΡΑΙ ΚΑΙ ΙΕΡΟΓΡΑΜΜΑΤΕΙΣ ΚΑΙ ΟΙ ΑΛΛΟΙ ΙΕΡΕΙΣ ΠΑΝΤΕΣ ΟΙ ΑΠΑΝΤΗΣΑΝΤΕΣ ΕΚ ΤΩΝ ΚΑΤΑ ΤΗΝ ΧΩΡΑΝ ΙΕΡΩΝ ΕΙΣ ΜΕΜΦΙΝ ΤΩΙ ΒΑΣΙΛΕΙ ΠΡΟΣ ΤΗΝ ΠΑΝΗΓΥΡΙΝ ΤΗΣ ΠΑΡΑΛΗΨΕΩΣ ΤΗΣ
       8ΒΑΣΙΛΕΙΑΣ ΤΗΣ ΠΤΟΛΕΜΑΙΟΥ ΑΙΩΝΟΒΙΟΥ ΗΓΑΠΗΜΕΝΟΥ ΥΠΟ ΤΟΥ ΦΘΑ ΘΕΟΥ ΕΠΙΦΑΝΟΥΣ ΕΥΧΑΡΙΣΤΟΥ ΗΝ ΠΑΡΕΛΑΒΕΝ ΠΑΡΑ ΤΟΥ ΠΑΤΡΟΣ ΑΥΤΟΥ ΣΥΝΑΧΘΕΝΤΕΣ ΕΝ ΤΩΙ ΕΝ ΜΕΜΦΕΙ ΙΕΡΩΙ ΤΗΙ ΗΜΕΡΑΙ ΤΑΥΤΗΙ ΕΙΠΑΝ
       9ΕΠΕΙΔΗ ΒΑΣΙΛΕΥΣ ΠΤΟΛΕΜΑΙΟΣ ΑΙΩΝΟΒΙΟΣ ΗΓΑΠΗΜΕΝΟΣ ΥΠΟ ΤΟΥ ΦΘΑ ΘΕΟΣ ΕΠΙΦΑΝΗΣ ΕΥΧΑΡΙΣΤΟΣ Ο ΕΓ ΒΑΣΙΛΕΩΣ ΠΤΟΛΕΜΑΙΟΥ ΚΑΙ ΒΑΣΙΛΙΣΣΗΣ ΑΡΣΙΝΟΗΣ ΘΕΩΝ ΦΙΛΟΠΑΤΟΡΩΝ[3] ΚΑΤΑ ΠΟΛΛΑ ΕΥΕΡΓΕΤΗΚΕΝ ΤΑ Θ ΙΕΡΑ ΚΑΙ
       10ΤΟΥΣ ΕΝ ΑΥΤΟΙΣ ΟΝΤΑΣ ΚΑΙ ΤΟΥΣ ΥΠΟ ΤΗΝ ΕΑΥΤΟΥ ΒΑΣΙΛΕΙΑΝ ΤΑΣΣΟΜΕΝΟΥΣ ΑΠΑΝΤΑΣ ΥΠΑΡΧΩΝ ΘΕΟΣ ΕΚ ΘΕΟΥ ΚΑΙ ΘΕΑΣ ΚΑΘΑΠΕΡ ΩΡΟΣ Ο ΤΗΣ ΙΣΙΟΣ ΚΑΙ ΟΣΙΡΙΟΣ ΥΙΟΣ Ο ΕΠΑΜΥΝΑΣ ΤΩΙ ΠΑΤΡΙ ΚΑΙ ΑΥΤΟΥ ΟΣΙΡΕΙ ΤΑ ΠΡΟΣ ΘΕΟΥΣ
       11ΕΥΕΡΓΕΤΙΚΩΣ ΔΙΑΚΕΙΜΕΝΟΣ ΑΝΑΤΕΘΕΙΚΕΝ ΕΙΣ ΤΑ ΙΕΡΑ ΑΡΓΥΡΙΚΑΣ ΤΕ ΚΑΙ ΣΙΤΙΚΑΣ [4] ΠΡΟΣΟΔΟΥΣ ΚΑΙ ΔΑΠΑΝΑΣ ΠΟΛΛΑΣ ΥΠΟΜΕΜΕΝΗΚΕΝ ΕΝΕΚΑ ΤΟΥ ΤΗΝ ΑΙΓΥΠΤΟΝ ΕΙΣ ΕΥΔΙΑΝ ΑΓΑΓΕΙΝ ΚΑΙ ΤΑ ΙΕΡΑ ΚΑΤΑΣΤΗΣΘΑΙ
       12ΤΑΙΣ ΤΕ ΕΑΥΤΟΥ ΔΥΝΑΜΕΣΙΝ ΠΕΦΙΛΑΝΔΡΩΠΗΚΕ ΚΑΙ ΑΠΟ ΤΩΝ ΥΠΑΡΧΟΥΣΩΝ ΕΝ ΑΙΓΥΠΤΩΙ ΠΡΟΣΟΔΩΝ ΚΑΙ ΦΟΡΟΛΟΓΙΩΝ ΤΙΝΑΣ ΜΕΝ ΕΙΣ ΤΕΛΟΣ ΑΦΗΚΕΝ ΑΛΛΑΣ ΔΕ ΚΕΚΟΥΦΙΚΕΝ ΟΠΩΣ Ο ΤΕ ΛΑΟΣ ΚΑΙ ΟΙ ΑΛΛΟΙ ΠΑΝΤΕΣ ΕΝ
       13ΕΥΘΗΝΙΑΙ ΩΣΙΝ ΕΠΙ ΤΗΣ ΕΑΥΤΟΥ ΒΑΣΙΛΕΙΑΣ ΤΑ ΤΕ ΒΑΣΙΛΙΚΑ ΟΦΕΙΛΗΜΑΤΑ Α ΠΡΟΣΟΦΕΙΛΟΝ ΟΙ ΕΝ ΑΙΓΥΠΤΩΙ ΚΑΙ ΟΙ ΕΝ ΤΗΙ ΛΟΙΠΗΙ ΒΑΣΙΛΕΙΑΙ ΑΥΤΟΥ ΟΝΤΑ ΠΟΛΛΑ ΤΩΙ ΠΛΗΘΕΙ ΑΦΗΚΕΝ ΚΑΙ ΤΟΥΣ ΕΝ ΤΑΙΣ ΦΥΛΑΚΑΙΣ
       14ΑΠΗΓΜΕΝΟΥΣ ΚΑΙ ΤΟΥΣ ΕΝ ΑΙΤΙΑΙΣ ΟΝΤΑΣ ΕΚ ΠΟΛΛΟΥ ΧΡΟΝΟΥ ΑΠΕΛΥΣΕ ΤΩΝ ΕΓΚΕΚΛΗΜΕΝΩΝ ΠΡΟΣΕΤΑΞΕ ΔΕ ΚΑΙ ΤΑΣ ΠΡΟΣΟΔΟΥΣ ΤΩΝ ΙΕΡΩΝ ΚΑΙ ΤΑΣ ΔΙΔΟΜΕΝΑΣ ΕΙΣ ΑΥΤΑ ΚΑΤ ΕΝΙΑΥΤΟΝ ΣΥΝΤΑΞΕΙΣ ΣΙΤΙ
       15ΚΑΣ ΤΕ ΚΑΙ ΑΡΓΥΡΙΚΑΣ ΟΜΟΙΩΣ ΔΕ ΚΑΙ ΤΑΣ ΚΑΘΗΚΟΥΣΑΣ ΑΠΟΜΟΙΡΑΣ ΤΟΙΣ ΘΕΟΙΣ ΑΠΟ ΤΕ ΤΗΣ ΑΜΠΕΛΙΤΙΔΟΣ ΓΗΣ ΚΑΙ ΤΩΝ ΠΑΡΑΔΕΙΣΩΝ ΚΑΙ ΤΩΝ ΑΛΛΩΝ ΤΩΝ ΥΠΑΡΧΑΝΤΩΝ ΤΟΙΣ ΘΕΟΙΣ ΕΠΙ[5] ΤΟΥ ΠΑΤΡΟΣ ΑΥΤΟΥ
       16ΜΕΝΕΙΝ ΕΠΙ ΧΩΡΑΣ ΠΡΟΣΕΤΑΞΕΝ ΔΕ ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΙΕΡΕΩΝ ΟΠΩΣ ΜΗΘΕΝ ΠΛΕΙΟΝ ΔΙΔΩΣΙΝ ΕΙΣ ΤΟ ΤΕΛΕΣΤΙΚΟΝ ΟΥ[Κ][6] ΕΤΑΣΣΟΝΤΟ ΕΩΣ ΤΟΥ ΠΡΩΤΟΥ ΕΤΟΥΣ ΕΠΙ ΤΟΥ ΠΑΤΡΟΣ ΑΥΤΟΥ ΑΠΕΛΥΣΕΝ ΔΕ ΚΑΙ ΤΟΥΣ [7] ΕΚ ΤΩΝ
       17ΙΕΡΩΝ ΕΘΝΩΝ ΤΟΥ ΚΑΤ ΕΝΙΑΥΤΟΝ ΕΙΣ ΑΛΕΞΑΝΔΡΕΙΑΝ ΚΑΤΑΠΛΟΥ ΠΡΟΣΕΤΑΞΕΝ ΔΕ ΚΑΙ ΤΗΝ ΣΥΛΛΗΨΙΝ ΤΩΝ ΕΙΣ ΤΗΝ ΝΑΥΤΕΙΑΝ ΜΗ ΠΟΙΕΙΣΘΑΙ ΤΩΝ Τ ΕΙΣ ΤΟ ΒΑΣΙΛΙΚΟΝ ΣΥΝΤΕΛΟΥΜΕΝΩΝ ΕΝ ΤΟΙΣ ΙΕΡΟΙΣ
       18ΟΘΟΝΙΩΝ ΑΠΕΛΥΣΕΝ ΤΑ ΔΥΟ ΜΕΡΗ ΤΑ ΤΕ ΕΓΛΕΛΕΙΜΜΕΝΑ ΠΑΝΤΑ ΕΝ ΤΟΙΣ ΠΡΟΤΕΡΟΝ ΧΡΟΝΟΙΣ ΑΠΟΚΑΤΕΣΤΗΣΕΝ ΕΙΣ ΤΗΝ ΚΑΘΗΚΟΥΣΑΝ ΤΑΞΙΝ ΦΡΟΝΤΙΖΩΝ ΟΠΩΣ ΤΑ ΕΙΘΙΣΜΕΝΑ ΣΥΝΤΕΛΗΤΑΙ ΤΑΣ ΘΕΟΙΣ ΚΑΤΑ ΤΟ
       19ΠΡΟΣΗΚΩΝ ΟΜΟΙΩΣ ΔΕ ΚΑΙ ΤΟ ΔΙΚΑΙΟΝ ΠΑΣΙΝ ΑΠΕΝΕΙΜΕΝ ΚΑΘΑΠΕΡ ΕΡΜΗΣ Ο ΜΕΓΑΣ ΚΑΙ ΜΕΓΑΣ ΠΡΟΣΕΤΑΞΕΝ[8] ΔΕ ΚΑΙ ΤΟΥΣ ΚΑΤΑΠΟΡΕΥΟΜΕΝΟΥΣ ΕΚ ΤΕ ΤΩΝ ΜΑΧΙΜΩΝ ΚΑΙ ΤΩΝ ΑΛΛΩΝ ΤΩΝ ΑΛΛΟΤΡΙΑ
       20ΦΡΟΝΗΣΑΝΤΩΝ ΕΝ ΤΟΙΣ ΚΑΤΑ ΤΗΝ ΤΑΡΑΧΗΝ ΚΑΙΡΟΙΣ ΚΑΤΕΛΘΟΝΤΑΣ ΜΕΝΕΙΝ ΕΠΟ ΤΩΝ ΙΔΙΩΝ ΚΤΗΣΕΩΝ ΠΡΟΕΝΟΗΘΗ ΔΕ ΚΑΙ ΟΠΩΣ ΕΞΑΠΟΣΤΑΛΩΣΙΝ ΔΥΝΑΜΕΙΣ ΙΠΠΙΚΑΙ ΤΕ ΚΑΙ ΠΕΖΙΚΑΙ ΚΑΙ ΝΗΕΣ ΕΠΙ ΤΟΥΣ ΕΠΕΛΘΟΝΤΑΣ
       21ΕΠΙ ΤΗΝ ΑΙΓΥΠΤΟΝ ΚΑΤΑ ΤΕ ΤΗΝ ΘΑΛΑΣΣΑΝ ΚΑΙ ΤΗΝ ΗΠΕΙΡΟΝ ΥΠΟΜΕΙΝΑΣ ΔΑΠΑΝΑΣ ΑΡΓΥΡΙΚΑΣ ΤΕ ΚΑΙ ΣΙΤΙΚΑΣ ΜΕΓΑΛΑΣ ΟΠΩΣ ΤΑ Θ ΙΕΡΑ ΚΑΙ ΟΙ ΕΝ ΑΥΤΗΙ ΠΑΝΤΕΣ[9] ΕΝ ΑΣΦΑΛΕΙΑΙ ΩΣΙΝ ΠΑΡΑΓΙΝΟΜΕ
       22ΝΟΣ ΔΕ ΚΑΙ ΕΙΣ ΛΥΚΩΝ ΠΟΛΙΝ ΤΗΝ ΕΝ ΤΩΙ ΒΟΥΣΙΡΙΤΗΙ Η ΗΝ ΚΑΤΕΙΛΗΜΜΕΝΗ ΚΑΙ ΩΧΥΡΩΜΕΝΗ ΠΡΟΣ ΠΟΛΙΟΡΚΙΑΝ ΟΠΛΩΝ ΤΕ ΠΑΡΑΘΕΣΕΙ ΔΑΨΙΛΕΣΤΕΡΑΙ ΚΑΙ ΤΗΙ ΑΛΛΗΙ ΧΟΡΗΓΙΑΙ ΠΑΣΗΙ ΩΣ ΑΝ ΕΚ ΠΟΛΛΟΥ
       23ΧΡΟΝΟΥ[10] ΣΥΝΕΣΤΗΚΥΙΑΣ ΤΗΣ ΑΛΛΟΤΡΙΟΤΗΤΟΣ ΤΟΙΣ ΕΠΙΣΥΝΑΧΘΕΙΣΙΝ ΕΙΣ ΑΥΤΗΝ ΑΣΕΒΕΣΙΝ ΟΙ ΗΣΑΝ ΕΙΣ ΤΕ ΤΑ ΙΕΡΑ ΚΑΙ ΤΟΥΣ ΕΝ ΑΙΓΥΠΤΩΙ ΚΑΤΟΙΚΟΥΝΤΑΣ ΠΟΛΛΑ ΚΑΚΑ ΣΥΝΤΕΤΕΛΕΣΜΕΝΟΙ ΚΑΙ ΑΝ
       24ΤΙΚΑΘΙΣΑΣ ΧΩΜΑΣΙΝ ΤΕ ΚΑΙ ΤΑΦΡΟΙΣ ΚΑΙ ΤΕΧΕΣΙΝ ΑΥΤΗΝ ΑΞΙΟΛΟΓΟΙΣ ΠΕΡΙΕΛΑΒΕΝ ΤΟΥ ΤΕ ΝΕΙΛΟΥ ΤΗΝ ΑΝΑΒΑΣΙΝ ΜΕΓΑΛΗΝ ΠΟΙΗΣΑΜΕΝΟΥ ΕΝ ΤΩΙ ΟΓΔΟΩΙ ΕΤΕΙ ΚΑΙ ΕΙΘΙΣΜΕΝΟΥ ΚΑΤΑΚΛΥΖΕΙΝ ΤΑ
       25ΠΕΔΙΑ ΚΑΤΕΣΧΕΝ ΕΚ ΠΟΛΛΩΝ ΤΟΠΩΝ ΟΧΥΡΩΣΑΣ ΤΑ ΣΤΟΜΑΤΑ ΤΩΝ ΠΟΤΑΜΩΝ ΧΟΡΗΓΗΣΑΣ ΕΙΣ ΑΥΤΑ ΧΡΗΜΑΤΩΝ ΠΛΗΘΟΣ ΟΥΚ ΟΛΙΓΟΝ ΚΑΙ ΚΑΤΑΣΤΗΣΑΣ ΙΠΠΕΙΣ ΤΕ ΚΑΙ ΠΕΖΟΥΣ ΠΡΟΣ ΤΗΙ ΦΥΛΑΚΗΙ
       26ΑΥΤΩΝ ΕΝ ΟΛΙΓΩΙ ΧΡΟΝΩΙ ΤΗΝ ΤΕ ΠΟΛΙΝ ΚΑΤΑ ΚΡΑΤΟΣ ΕΙΛΕΝ ΚΑΙ ΤΟΥΣ ΕΝ ΑΥΤΗΙ ΑΣΕΒΕΙΣ ΠΑΝΤΑΣ ΔΙΕΦΘΕΙΡΕΙ ΚΑΘΑΠΕ[Ρ ΕΡΜ]Σ ΚΑΙ ΩΡΟΣ Ο ΤΗΣ ΙΣΙΟΣ ΚΑΙ ΟΣΙΡΙΟΣ ΥΙΟΣ ΕΧΕΙΡΩΣΑΝΤΟ ΤΟΥΣ ΕΝ ΤΟΙΣ ΑΥΤΟΙΣ
       27ΤΟΠΟΙΣ ΑΠΟΣΤΑΝΤΑΣ ΠΡΟΤΕΡΟΝ ΤΟΥΣ ΑΦΗΓΗΣΑΜΕΝΟΥΣ ΤΩΝ ΑΠΟΣΤΑΝΤΩΝ ΕΠΙ ΤΟΥ ΕΑΥΤΟΥ ΠΑΤΡΟΣ ΚΑΙ ΤΗΝ ΧΩΡΑΝ ΕΝΑ[ΝΤΙΩΣ]ΑΝΤΑΣ ΚΑΙ ΤΑ ΙΕΡΑ ΑΔΙΚΗΣΑΝΤΑΣ ΠΑΡΑΓΕΝΟΜΕΝΟΣ ΕΙΣ ΜΕΜΦΙΝ ΕΠΑΜΥΝΩΝ
       28ΤΩΙ ΠΑΤΡΙ ΚΑΙ ΤΗΙ ΕΑΥΤΟΥ ΒΑΣΙΛΕΙΑΙ ΠΑΝΤΑΣ ΕΚΟΛΑΣΕΝ ΚΑΘΗΚΟΝΤΩΣ ΚΑΘ ΟΝ ΚΑΙΡΟΝ ΠΑΡΕΓΕΝΗΘΗ ΠΡΟΣ ΤΟ ΣΥΝΤΕΛΕΣΘΗΝΑ[Ι ΚΑΙ Τ]Α ΠΡΟΣΗΚΟΝΤΑ ΝΟΜΙΜΑ ΤΗΙ ΠΑΡΑΛΗΨΕΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΑΦΗΚΕΝ ΔΕ ΚΑΙ ΤΑ ΕΝ
       29ΤΟΙΣ ΙΕΡΟΙΣ ΟΦΕΙΛΟΜΕΝΑ ΕΙΣ ΤΟ ΒΑΣΙΛΙΚΟΝ ΕΩΣ ΤΟΥ ΟΓΔΟΟΥ ΕΤΟΥΣ ΟΝΤΑ ΕΙΣ ΣΙΤΟΥ ΤΕ ΚΑΙ ΑΡΓΥΡΙΟΥ ΠΛΗΘΟΣ ΟΥΚ ΟΛΙΓΟΝ ΩΣΑΥΤ[ΩΣ ΔΕ] ΚΑΙ ΤΑΣ ΤΙΜΑΣ ΤΩΝ ΜΗ ΣΥΝΤΕΤΕΛΕΣΜΕΝΩΝ ΕΙΣ ΤΟ ΒΑΣΙΛΙΚΟΝ ΒΥΣΣΙΝΩΝ ΣΘ[…]
       30ΩΝ ΚΑΙ ΤΩΝ ΣΥΝΤΕΤΕΛΕΣΜΕΝΩΝ ΤΑ ΠΡΟΣ ΤΟΝ ΔΕΙΓΜΑΤΙΣΜΟΝ ΔΙΑΦΟΡΑ ΕΩΣ ΤΩΝ ΑΥΤΩΝ ΧΡΟΝΩΝ ΑΠΕΛΥΣΕΝ ΔΕ ΤΑ ΙΕΡΑ ΚΑΙ ΤΗΣ Λ[ΟΓΙΖΟ]ΜΕΝΗΣ ΑΡΤΑΒΗΣ ΤΗΙ ΑΡΟΥΡΑΙ ΤΗΣ ΙΕΡΑΣ ΓΗΣ ΚΑΙ ΤΗΣ ΑΜΠΕΛΙΤΙΔΟΣ ΟΜΟΙ[ΩΣ]
       31ΤΟ ΚΕΡΑΜΙΟΝ ΤΗΙ ΑΡΟΥΡΑΙ ΤΩΙ ΤΕ ΑΠΕΙ ΚΑΙ ΤΩΙ ΜΝΕΥΕΙ ΠΟΛΛΑ ΕΔΩΡΗΣΑΤΟ ΚΑΙ ΤΟΙΣ ΑΛΛΟΙΣ ΙΕΡΟΙΣ ΖΩΙΟΙΣ ΤΟΙΣ ΕΝ ΑΙΓΥΠΤΩΙ ΠΟΛΥ ΚΡΕΙΣΣΩΝ ΤΩΝ ΠΡΟ ΑΥΤΟΥ ΒΑΣΙΛΕΙΩΝ ΦΡΟΝΤΙΖΩΝ ΥΠΕΡ ΤΩΝ ΑΝΗΚΟΝ[ΤΩΝ]
       32ΑΥΤΑ ΔΙΑ ΠΑΝΤΟΣ ΤΑ Τ ΕΙΣ ΤΑΣ ΤΑΦΑΣ ΑΥΤΩΝ ΚΑΘΗΚΟΝΤΑ ΔΙΔΟΥΣ ΔΑΨΙΛΩΣ ΚΑΙ ΕΝΔΟΞΩΣ ΚΑΙ ΤΑ ΤΕΛΙΣΚΟΜΕΝΑ ΕΙΣ ΤΑ ΙΔΙΑ ΙΕΡΑ ΜΕΤΑ ΘΥΣΙΩΝ ΚΑΙ ΠΑΝΗΓΥΡΕΩΝ ΚΑΙ ΤΩΝ ΑΛΛΩΝ ΤΩΝ ΝΟΜΙ[ΖΟΜΕΝΑ]
       33ΤΑ ΤΕ ΤΙΜΙΑ ΤΩΝ ΙΕΡΩΝ ΚΑΙ ΤΗΣ ΑΙΓΥΠΤΟΥ ΔΙΑΤΕΤΗΡΗΚΕΝ ΕΠΙ ΧΩΡΑΣ ΑΠΟΚΟΛΟΥΘΟΣ ΤΟΙΣ ΝΟΜΟΙΣ ΚΑΙ ΤΟ ΑΠΙΕΙΟΝ ΕΡΓΟΙΣ ΠΟΛΥΤΕΛΕΣΙΝ ΚΑΤΕΣΚΕΘΑΣΕΝ ΧΟΡΗΓΗΣΑΣ ΕΙΣ ΑΥΤΟ ΧΡΥΣΙΟΥ ΤΕ Κ[ΑΙ ΑΡΓΥΡΙ]
       34ΟΥ ΚΑΙ ΛΙΘΩΝ ΠΟΛΥΤΕΛΩΝ ΠΛΗΘΟΣ ΟΥΚ ΟΛΙΓΟΝ ΚΑΙ ΙΕΡΑ ΚΑΙ ΝΑΟΥΣ ΚΑΙ ΒΩΜΟΥΣ ΙΔΡΥΣΑΤΟ ΤΑ ΤΕ ΠΡΟΣΔΕΟΜΕΝΑ ΕΠΙΣΚΕΥΗΣ ΠΡΟΣΔΙΩΡΘΩΣΑΤΟ ΕΧΩΝ ΘΕΟΥ ΕΥΕΡΓΕΤΙΚΟΥ ΕΝ ΤΟΙΣ ΑΝΗΚΟ[ΥΣΙ ΕΧΩΝ]
       35ΘΕΙΟΝ ΔΙΑΝΟΙΑΝ ΠΡΟΣΠΥΝΘΑΝΟΜΕΝΟΥΣ ΤΑ ΤΕ ΤΩΝ ΙΕΡΩΝ[11] ΤΙΜΙΩΤΑΤΑ ΑΝΑΝΕΟΥΤΟ ΕΠΙ ΤΗΣ ΕΑΥΤΟΥ ΒΑΣΙΛΕΙΑΣ ΩΣ ΚΑΘΗΚΕΙ ΑΝΘ ΩΝ ΔΕΔΩΚΑΣΙΝ ΑΥΤΩΙ ΟΙ ΘΕΟΙ ΥΓΙΕΙΑΝ ΝΙΚΗΝ ΚΡΑΤΟΣ ΚΑΙ ΤΑ ΑΛΛ ΑΓΑΘ[Α …]
       36ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΔΙΑΜΕΝΟΥΣΗΣ ΑΥΤΩΙ ΚΑΙ ΤΟΙΣ ΤΕΚΝΟΙΣ ΕΙΣ ΤΟΝ ΑΠΑΝΤΑ ΧΡΟΝΟΥ ΑΓΑΘΗΙ ΤΥΧΗΙ ΕΔΟΞΕΝ ΤΟΙΣ ΙΕΡΕΥΣΙ ΤΩΝ ΚΑΤΑ ΤΗΝ ΧΩΡΑΝ ΙΕΡΩΝ ΠΑΝΤΩΝ ΤΑ ΥΠΑΡΧΟΝΤΑ Τ[…]
       37ΤΩΙ ΑΙΩΝΟΒΙΩΙ ΒΑΣΙΛΕΙ ΠΤΟΛΕΜΑΙΩΙ ΗΓΑΠΗΜΕΝΩΙ ΥΠΟ ΤΟΥ ΦΘΑ ΘΕΩΙ ΕΠΙΦΑΝΕΙ[12] ΕΥΧΑΡΙΣΤΩΙ ΟΜΟΙΩΣ ΔΕ ΚΑΙ ΤΑ ΤΩΝ ΓΟΝΕΩΝ ΑΥΤΟΝ ΘΕΩΝ ΦΙΛΟΠΑΤΟΡΩΝ[13] ΚΑΙ ΤΑ ΤΩΝ ΠΡΟΓΟΝΩΝ ΘΕΩΝ ΕΥΕΡΓ[ΕΤΩΝ ΚΑΙ ΤΑ]
       38ΤΩΝ ΘΕΩΝ ΑΔΕΛΦΩΝ ΚΑΙ ΤΑ ΤΩΝ ΘΕΩΝ ΣΩΤΗΡΩΝ ΕΠΑΥΞΗΝ ΜΕΓΑΛΩΣ ΣΤΗΣΑΙ ΔΕ ΤΟΥ ΑΙΩΝΟΒΙΟΥ ΒΑΣΙΛΕΩΣ ΠΤΟ[ΛΕ]ΜΑΙΟΥ[14] ΘΕΟΥ ΕΠΙΦΑΝΟΥΣ ΕΥΧΑΡΙΣΤΟΥ ΕΙΚΟΝΑ ΕΝ ΕΚΑΣΤΩΙ ΙΕΡΩΙ ΕΝ ΤΩΙ ΕΠΙΦΑ[ΝΕΙΩΙ …]
       39Η ΠΡΟΣΟΝΟΜΑΣΘΗΣΕΤΑΙ ΠΤΟΛΕΜΑΙΟΥ ΤΟΥ ΕΠΑΜΥΝΑΝΤΟΣ ΤΗΙ ΑΙΓΥΠΤΩΙ ΗΙ ΠΑΡΕΣΤΗΣΕΤΑΙ[15] Ο ΚΥΡΙΩΤΑΤΟΣ ΘΕΟΣ ΤΟΥ ΙΕΡΟΥ ΔΙΔΟΥΣ ΑΥΤΩΙ ΟΠΛΟΝ ΝΙΚΗΤΙΚΟΝ Α ΕΣΤΑΙ ΚΑΤΕΣΚΕΥΑΣΜΕΝ[ΟΝ ΚΑΤΑ ΤΟΝ]
       40ΤΡΟΠΟΝ ΚΑΙ ΤΟΥΣ ΙΕΡΕΙΣ ΘΕΡΑΠΕΥΕΙΝ ΤΑΣ ΕΙΚΟΝΑΣ ΤΡΙΣ ΤΗΣ ΗΜΕΡΑΣ ΚΑΙ ΠΑΡΑΤΙΘΕΝΑΙ ΑΥΤΑΙΣ ΙΕΡΟΝ ΚΟΣΜΟΝ ΚΑΙ Τ ΑΛΛΑ ΤΑ ΝΟΜΙΖΟΜΕΝΑ ΣΥΝΤΕΛΕΙΝ ΚΑΘ Α ΚΑΙ ΤΟΙΣ ΑΛΛΟΙΣ ΘΕΟΙΣ ΕΝ [ΤΩΙ ΑΙΓΥΠΤΩΙ ΚΑΙ ΤΑΙΣ ΠΑ]
       41ΝΗΓΥΡΕΣΙΝ ΙΔΡΥΣΑΣΘΑΙ ΔΕ ΒΑΣΙΛΕΙ ΠΤΟΛΕΜΑΙΩΙ ΘΕΩΙ ΕΠΙΦΑΝΕΙ ΕΥΧΑΡΙΣΤΩΙ ΤΩΙ ΕΓ ΒΑΣΙΛΕΩΣ ΠΤΟΛΕΜΑΙΟΥ ΚΑΙ ΒΑΣΙΛΙΣΣΗΣ ΑΡΣΙΝΟΗΣ ΘΕΩΝ ΦΙΛΟΠΑΤΟΡΩΝ ΞΟΑΝΟΝ ΤΕ ΚΑΙ ΝΑΟΝ ΧΡ[ΗΣΘΑΙ ΠΑΝΤΩΝ ΤΩΝ]
       42ΙΕΡΩΝ ΚΑΙ ΚΑΘΙΔΡΥΣΑΙ ΕΝ ΤΟΙΣ ΑΔΥΝΑΤΟΙΣ ΜΕΤΑ ΤΩΝ ΑΛΛΩΝ ΝΑΩΝ ΚΑΙ ΕΝ ΤΑΙΣ ΜΕΓΑΛΑΙΣ ΠΑΝΗΓΥΡΕΣΙΝ ΕΝ ΑΙΣ ΕΞΟΔΕΙΑΙ ΤΩΝ ΝΑΩΝ ΓΙΝΟΝΤΑΙ ΚΑΙ ΤΟΝ ΤΟΥ ΘΕΟΥ ΕΠΙΦΑΝΟΥΣ ΕΥ[ΧΑΡΙΣΤΟΥ …]
       43ΧΟΔΕΥΕΙΝ ΟΠΩΣ Δ ΕΥΣΗΜΟΣ ΗΙ ΝΥΝ ΤΕ ΚΑΙ ΕΙΣ ΤΟΝ ΕΠΕΙΤΑ ΧΡΟΝΟΝ ΕΠΙΚΕΙΣΘΑΙ ΤΩΙ ΝΑΩΙ ΤΑΣ ΤΟΥ ΒΑΣΙΛΕΥΣ ΧΡΥΣΑΣ ΒΑΣΙΛΕΙΑΣ ΔΕΚΑ ΑΙΣ ΠΡΟΣΚΕΙΣΕΤΑΙ ΑΣΠΙΣ […]
       44ΤΩΝ ΑΣΠΙΔΟΕΙΡΔΩΝ[16] ΒΑΣΙΛΕΩΝ ΤΩΝ ΕΠΙ ΤΩΝ ΑΛΛΩΝ ΝΑΩΝ ΕΣΤΑΙ Δ ΑΥΤΩΝ ΕΝ ΤΩΙ ΜΕΣΩΙ Η ΚΑΛΟΥΜΕΝΗ ΒΑΣΙΛΕΙΑ Ψ ΧΕΝΤ ΗΝ ΠΕΡΙΘΕΜΕΝΟΣ ΕΙΣΗΛΘΕΝ ΕΙΣ ΤΟ ΕΝ ΜΕΜΦ[ΕΙ ΙΕΡΟΝ]
       45ΤΕΛΕΣΘΗΙ ΤΑ ΝΟΜΙΖΟΜΕΝΑ ΤΗΙ ΠΑΡΑΛΗΨΕΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΕΠΙΘΕΙΝΑΙ ΔΕ ΚΑΙ ΕΠΙ ΤΟΥ ΠΕΡΙ ΤΑΣ ΒΑΣΙΛΕΙΑΣ ΤΕΤΡΑΓΩΝΟΥ ΚΑΤΑ ΤΟ ΠΡΟΕΙΡΗΜΕΝΩΝ ΒΑΣΙΛΕΙΟΝ ΦΥΛΑΚΤΗΡΙΑ ΧΡ[…]
       46ΤΙ ΕΣΤΙΝ ΤΟΥ ΒΑΣΙΛΕΩΣ ΤΟΥ ΕΠΙΦΑΝΕΙ ΠΕΙΗΣΑΝΤΟΣ ΤΗΝ ΤΕ ΑΝΩ ΧΩΡΑΝ ΚΑΙ ΤΗΝ ΤΡΙΑΚΑΔΑ[17] ΤΟΥΤΟΥ ΜΕΣΟΡΗΙ ΕΝ ΗΙ ΤΑ ΓΕΝΕΘΛΙΑ ΤΟΥ ΒΑΣΙΛΕΩΣ ΑΓΕΤΑΙ ΟΜΟΙΩΣ ΔΕ ΚΑΙ []
       47ΕΝ ΗΙ ΠΑΡΕΛΑΒΕΝ ΤΗΝ ΒΑΣΙΛΕΙΑΝ ΠΑΡΑ[18] ΤΟΥ ΠΑΤΡΟΣ ΕΠΩΜΥΝΟΥΣ ΝΕΝΟΜΙΚΑΣΙΝ ΕΝ ΤΟΙΣ ΙΕΡΟΙΣ ΑΙ ΔΗ ΠΟΛΛΩΝ ΑΓΑΘΩΝ ΑΡΧΗΓΟΙ ΠΑΣΙΝ ΕΙΣΙΝ ΑΓΕΙΝ ΤΑΣ ΗΜΕΡΑΣ ΤΑΥΤΑΣ ΕΟΡΤ[ΗΝ ΕΝ ΤΟΙΣ ΕΙΣ ΤΗΝ ΑΙ]
       48ΓΥΠΤΟΝ ΙΕΡΟΙΣ ΚΑΤΑ ΜΗΝΑ ΚΑΙ ΣΥΝΤΕΛΕΙΝ ΕΝ ΑΥΤΟΙΣ ΘΥΣΙΑΣ ΚΑΙ ΣΠΟΝΔΑΣ ΚΑΙ Τ ΑΛΛΑ ΤΑ ΝΟΜΙΖΟΜΕΝΑ ΚΑΘ Α ΚΑΙ ΕΝ ΤΑΙΣ ΑΛΛΑΙΣ ΠΑΝΗΓΥΡΕΣΙΝ ΤΑΣ ΤΕ ΓΙΝΟΜΕΝΑΣ ΠΡΟΘ[ΗΝΑΙ …]
       49ΡΕΧΟΥΜΕΝΟΙΣ ΕΝ ΤΟΙΣ ΙΕΡΟΙΣ ΑΓΕΙΝ ΔΕ ΕΟΡΤΗΝ ΚΑΙ ΠΑΝΗΓΥΡΙΝ ΤΩΙ ΑΙΩΝΟΒΙΩΙ ΚΑΙ ΗΓΑΠΗΜΕΝΩΙ ΥΠΟ ΤΟΥ ΦΘΑ ΒΑΣΙΛΕΙ ΠΤΟΛΕΜΑΙΩΙ ΘΕΩΙ ΕΠΙΦΑΝΕΙ ΕΥΧΑΡΙΣΤΩΙ ΚΑΤ ΕΝΙ[ΑΥΤΟΝ …]
       50ΧΩΡΑΝ ΑΠΟ ΤΗΣ ΝΟΥΜΗΝΙΑΣ ΤΟΥ ΘΩΥΘ ΕΦ ΗΜΕΡΑΣ ΠΕΝΤΕ ΕΝ ΑΙΣ ΚΑΙ ΣΤΕΦΑΝΗΦΟΡΗΣΟΥΣΙΝ ΣΥΝΤΕΛΟΥΝΤΕΣ ΘΥΣΙΑΣ[19] ΚΑΙ ΣΠΟΝΔΑΣ ΚΑΙ Τ ΑΛΛΑ ΤΑ ΚΑΘΗΚΟΝΤΑ ΠΡΟΣΑΓΟΡΕ[…]
       51ΚΑΙ ΤΟΥ ΘΕΟΥ ΕΠΙΦΑΝΟΥΣ ΕΥΧΑΡΙΣΤΟΥ ΙΕΡΕΙΣ ΠΡΟΣ ΤΟΙΣ ΑΛΛΟΙΣ ΟΝΟΜΑΣΙΝ ΤΩΝ ΘΕΩΝ ΩΝ ΙΕΡΑΤΕΥΟΥΣΙ ΚΑΙ ΚΑΤΑΧΩΡΙΣΑΙ ΕΙΣ ΠΑΝΤΑΣ ΤΟΥΣ ΧΡΗΜΑΤΙΣΜΟΥΣ ΚΑΙ ΕΙΣ ΤΟΥ Δ[…]
       52ΙΕΡΑΤΕΙΑΝ ΑΟΥΤΟΥ ΕΞΕΙΝΑΙ ΔΕ ΚΑΙ ΤΟΙΣ ΑΛΛΟΙΣ ΙΔΙΩΤΑΙΣ ΑΓΕΙΝ ΤΗΝ ΕΟΡΤΗΝ ΚΑΙ ΤΟΝ ΠΡΟΕΙΡΗΜΕΝΟΝ ΝΑΟΝ ΙΔΡΥΕΣΘΑΙ ΚΑΙ ΕΧΕΙΝ ΠΑΡ ΑΥΤΟΙΣ ΣΥΝΤΕΛΟΥ[ΜΕΝΟΙΣ …]
       53[…]ΙΣ ΚΑΤ ΕΝΙΑΥΤΟΝ ΟΠΩΣ ΓΝΩΡΙΜΟΝ ΗΙ ΔΙΟΤΙ ΟΙ ΕΝ ΑΙΓΥΠΤΩΙ ΕΥΞΟΥΣΙ ΚΑΙ ΤΙΜΩΣΙ ΤΟΝ ΘΕΟΝ ΕΠΙΦΑΝΗ ΕΥΧΑΡΙΣΤΟΝ ΒΑΣΙΛΕΑ ΚΑΘΑΠΕΡ ΝΟΜΙΜΟΝ ΕΣΤΙΝ […]
       54[…]ΤΕΡΟΥ ΛΙΘΟΥ ΤΟΙΣ ΤΕ ΙΕΡΟΙΣ ΚΑΙ ΕΓΧΩΡΙΟΙΣ ΚΑΙ ΕΛΛΗΝΙΚΟΙΣ ΓΡΑΜΜΑΣΙΝ ΚΑΙ ΣΤΗΣΑΙ ΕΝ ΕΚΑΣΤΩΙ ΤΩΝ ΤΕ ΠΡΩΤΩΝ ΚΑΙ ΔΕΥΤΕΡΩ[Ν ΤΑΞΕΩΝ ΙΕΡΩΙ …]

Critical apparatus[Επεξεργασία]

  1. corrected: ΒΑΣΙΛΕΩΣ
  2. corrected: ΒΕΡΕΝΙΧΗΣ
  3. corrected: ΦΙΚΟΠΑΤΡΩΝ
  4. corrected: ΣΙΤΙΧΑΣ
  5. corrected: ΕΓΙΙ
  6. corrected: ΟΥ
  7. corrected: ΝΟΥΣ
  8. corrected: ΠΡΣΕΤΑΞΕΝ
  9. corrected: ΠΑΝΤΑΣ
  10. corrected: ΧΟΝΟΥ
  11. corrected: ΙΞΡΩΝ
  12. corrected: ΕΓΙΦΑΝΕΙ
  13. corrected: ΦΙΛΙΠΑΤΟΡΩΝ
  14. corrected: ΠΤΟΜΑΙΟΥ
  15. corrected: ΠΑΡΕΣΤΗΞΕΤΑΙ
  16. corrected: ΑΣΠΙΔΟΕΡΔΩΝ
  17. corrected: ΤΡΙΑΝΑΔΑ
  18. corrected: ΠΑΡ
  19. corrected: ΘΥΕΙΑΣ