385 ΣΩ. Ἴσως μέντοι τὶ λέγεις, ὦ Ἑρμόγενες: σκεψώμεθα δέ. ὃ ἂν φῂς καλῇ τις ἕκαστον, τοῦθ᾽ ἑκάστῳ ὄνομα;
ΕΡΜ. Ἔμοιγε δοκεῖ.
ΣΩ. Καὶ ἐὰν ἰδιώτης καλῇ καὶ ἐὰν πόλις;
ΕΡΜ. Φημί.
ΣΩ. Τί οὖν; ἐὰν ἐγὼ καλῶ ὁτιοῦν τῶν ὄντων, οἷον ὃ νῦν καλοῦμεν ἄνθρωπον, ἐὰν ἐγὼ τοῦτο ἵππον προσαγορεύω, ὃ δὲ νῦν ἵππον, ἄνθρωπον, ἔσται δημοσίᾳ μὲν ὄνομα ἄνθρωπος τῷ αὐτῷ, ἰδίᾳ δὲ ἵππος; καὶ ἰδίᾳ μὲν αὖ ἄνθρωπος, δημοσίᾳ δὲ ἵππος; οὕτω λέγεις;
b ΕΡΜ. Ἔμοιγε δοκεῖ.
ΣΩ. Φέρε δή μοι τόδε εἰπέ: καλεῖς τι ἀληθῆ λέγειν καὶ ψευδῆ;
ΕΡΜ. Ἔγωγε.
ΣΩ. Οὐκοῦν εἴη ἂν λόγος ἀληθής, ὁ δὲ ψευδής;
ΕΡΜ. Πάνυ γε.
ΣΩ. Ἆρ᾽ οὖν οὗτος ὃς ἂν τὰ ὄντα λέγῃ ὡς ἔστιν, ἀληθής: ὃς δ᾽ ἂν ὡς οὐκ ἔστιν, ψευδής;
ΕΡΜ. Ναί.
ΣΩ. Ἔστιν ἄρα τοῦτο, λόγῳ λέγειν τὰ ὄντα τε καὶ μή;
ΕΡΜ. Πάνυ γε.
c ΣΩ. Ὁ λόγος δ᾽ ἐστὶν ὁ ἀληθὴς πότερον μὲν ὅλος ἀληθής, τὰ μόρια δ᾽ αὐτοῦ οὐκ ἀληθῆ;
ΕΡΜ. Οὔκ, ἀλλὰ καὶ τὰ μόρια.
ΣΩ. Πότερον δὲ τὰ μὲν μεγάλα μόρια ἀληθῆ, τὰ δὲ σμικρὰ οὔ: ἢ πάντα;
ΕΡΜ. Πάντα, οἶμαι ἔγωγε.
ΣΩ. Ἔστιν οὖν ὅτι λέγεις λόγου σμικρότερον μόριον ἄλλο ἢ ὄνομα;
ΕΡΜ. Οὔκ, ἀλλὰ τοῦτο σμικρότατον.
ΣΩ. Καὶ τοῦτο [ὄνομα] ἄρα τὸ τοῦ ἀληθοῦς λόγου λέγεται;