Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/255

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
155
ΑΠΟΛΟΓΙΛ ΣΩΚΡΑΤΟΥΣ

κρατες, τοιοῦτον ἐπιτήδευμα ἐπιτηδεύσας ἐξ, οὓ κινδυ- νεύεις νυνὶ ἀποθανεῖν; » Ἐγὼ δὲ τούτῳ ἂν δίκαιον λόγον ἀντείποιμι, ὅτι· α Οὔ καλῶς λέγεις, ὣ ἄνθρωπε, εἰ οἴει δεῖν κίνδυνον ὑπολογίζεσθαι τοῦ ζῆν ἢ τεθνάναι ἄνδρα ὅτου τι καὶ σμικρὸν ὄφελός ἐστιν, ἀλλ’ οὐκ ἐκεῖνο μόνον σκοπεῖν, ὅταν πράττῃ, πότερον δίκαια ἢ ἄδικα πράττει καὶ ἀνδρὸς ἀγαθοῦ ἔργα ἢ κακοῦ. Φαῦλοι γὰρ ἂν τῷ γε σῷ λόγῳ εἳεν τῶν ἡμιθέων ὅσοι ἐν Τροίᾳ- τετελευτήκασιν, οἵ τε ἄλλοι καὶ ὁ τῆς Θέτιδος ὑός, ὃς τοσοῦτον τοῦ κινδύνου κατεφρόνησεν παρὰ τὸ αἰσχρόν τι ὑπομεῖναι, ὥστε, ἐπειδὴ εἳπεν ἡ μήτηρ αὐτῷ προθυμουμένῳ εἘκτορα ἀποκτεῖναι, θεὸς οὖσα, οὑτωσί πως, ὧς ἐγὼ οἳμαι· α Ὠ παῖ, εἰ τιμωρήσεις Πατρόκλῳ τῷ α ἑταίρῳ τὸν φόνον καὶ“Ἐκτορα ἀποκτενεῖς, αὐτὸς ἀποθανῇ· α αὐτίκα γάρ τοι, φησί, μεθ’ εἘκτορα πότμος ἑτοῖμος· » ὁ δὲ ταῦτα ἀκούσας τοῦ μὲν θανάτου καὶ τοῦ κινδύνου ὦλι- γώρησε, πολὺ δὲ μᾶλλον δείσας τὸ ζῆν κακὸς ὢν καὶ τοῖς φίλοις μὴ τιμωρεῖν· α Αὐτίκα, φησί, τεθναίην δίκην ἐπιθεὶς « τῷ ἀδικοῦντι, ἵνα μὴ ἐνθάδε μένω καταγέλαστος παρὰ α νηυσὶ κορωνίσιν, ἄχθος ἀρούρης. » Μὴ αὐτὸν οἴει φρον- τίσαι θανάτου καὶ κινδύνου; » Οὕτω γὰρ ἔχει, ὣ ἅνδρες Ἀθηναῖοι, τῇ ἀληθεία· οΰ ἅν τις ἑαυτὸν τάξῃ ἡγησάμενος βέλτιστον εἳναι ἢ ὑπ’ ἄρχοντος ταχθῇ, ἐνταῦθα δεῖ, ὧς ἐμοὶ δοκεῖ, μένοντα κινδυνεύειν μηδὲν ὑπολογιζόμενον μήτε θάνατον μήτε ἄλλο μηδὲν πρὸ τοῦ αἰσχροῦ.

Ἐγὼ οῦν δεινὰ ἂν εἴην εἰργασμένος, ὣ ἄνδρες Ἀθηναῖοι, εἰ, ὅτε μέν με οἱ ἄρχοντες ἔταττον οὓς ὑμεῖς εἵλεσθε ἄρχειν μου καὶ ἐν Ποτειδαίᾳ καὶ ἐν Ἀμφιπόλει καὶ ἐπὶ Δηλίῳ, τότε μὲν οΰ ἐκεῖνοι ἔταττον ἔμενον ὥσπερ καὶ ἄλλος τις καὶ ἐκινδύνευον ἀποθανεῖν, τοῦ δὲ θεοῦ τάττοντος, ὧς ἐγὼ ᾠήθην τε καὶ ὑπέλαθον, φιλοσοφοῦντά με δεῖν ζῆν καὶ ἐξετάζοντα ἐμαυτὸν καὶ τοὺς ἄλλους, ἐνταῦθα δὲ φοθηθεὶς

b 7 ὲ. ’.νο μόνον BT: ἐκεῖνο ὃιοὶ). || b 8 πότερον TW Stob.: πότερα Β ||c5J'xaa1B2T‘V: om. ΒΙΙ d αδίκ κην B: τὴνδίκτ vT|| ᾶῖικορω· νίσι ν T: κορωνη. ,σιν Β ΙΙ d 6 ἡγησάμενος T: ἢ ηγησάμενος Β.