Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/586

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
11631164
S. JOANNIS CLIMACI SCALA PARADISI.

Ὁ πνευματικὸς λόγος τὴν νοερὰν αἴσθησιν πληροφορεῖ· ἐνέργεια γὰρ ἀγάπης ἐκ Θεοῦ φέρεται· διόπερ καὶ ἀβασάνιστος ἡμῶν ὁ νοῦς διαμένει ἐν τοῖς τῆς θεολογίας κινήμασιν· οὐ γὰρ πάσχει τότε πενίαν τὴν μέριμναν φέρουσαν· ἐπειδὴ τοσοῦτον ταῖς θεωρίαις πλατύνεται, ὅσον τῆς ἀγάπης ἡ ἐνέργεια θέλει. Καλὸν οὖν ἀεὶ πίστει παραμένειν δι’ ἀγάπης ἐνεργούμενον· οὐδὲν γὰρ πτωχότερον διανοίας ἐκτὸς Θεοῦ φιλοσοφούσης τὰ τοῦ Θεοῦ.

Ἄλλη ἐστὶν ἡ ἀγάπη τῆς ψυχῆς ἡ φυσικὴ, καὶ ἄλλη ἡ ἐκ τοῦ ἁγίου Πνεύματος αὐτῇ προσγινομένη· ἡ μὲν γὰρ ἐκ τῆς ἡμετέρας, ὅτε θέλομεν, συμμέτρως κινεῖται θελήσεως· διόπερ καὶ εὐχερῶς ὑπὸ τῶν πονηρῶν πνευμάτων, ἡνίκα μὴ βίᾳ κρατῶμεν τῆς ἑαυτῶν προαιρέσεως διαρπάζεται· ἡ δὲ τοσοῦτον ἐκκαίει τὴν ψυχὴν πρὸς τὴν ἀγάπην τοῦ Θεοῦ, ὡς πάντα τὰ τῆς ψυχῆς μέρη τῇ τοῦ θείου πόθου ἀλλήλων ἐγκολλᾶσθαι χρηστότητι, ἐν ἀπείρῳ τινὶ ἁπλότητι διαθέσεως· ἐγκύμων [ἐγκυμονῶν] γὰρ ὥσπερ ὁ νοῦς τότε ὑπὸ τῆς πνευματικῆς ἐνεργείας γινόμενος, πηγήν τινα ἀγάπης ἀναβλύζει καὶ χαρᾶς.

Ἔρανός ἐστι τὰ ἐκ πολλῶν συναχθέντα χρήματα· νῦν δὲ ἡ συλλογὴ, ἡ ἐκ πολλῶν ἀρετῶν συναχθεῖσα.

Τοὺς ἀγγέλους λέγει τοὺς ἐπὶ τῆς κλίμακος.

Τοῦτ’ ἔστιν ὁ Θεὸς, ὅς ἐστιν ἡ ἀγάπη.

Ἐρώτησις. Ποία ἐστὶν ἡ τελειότης τῶν πολλῶν καρπῶν τοῦ πνεύματος; Ἀπόκρ. Ὅταν τις ἀξιωθῇ τελείας ἀγάπης τοῦ Θεοῦ. Ἐρώτ. Καὶ πόθεν γινώσκει τις ὅτι ἔφθασεν εἰς ταύτην; Ἀπόκρ. Ὅταν κινηθῇ ἡ μνήμη τοῦ Θεοῦ ἐν τῇ διανοίᾳ αὐτοῦ, εὐθέως ἡ καρδία αὐτοῦ κινεῖται ἐν τῇ ἀγάπη αὐτοῦ· καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ καταφέρουσι δάκρυα δαψιλῶς· ἔθος γὰρ ἔχει ἡ ἀγάπη, ἐκ τῆς μνήμης τῶν ἀγαπητῶν ἐξάπτειν δάκρυα· καὶ τοιοῦτος ὢν οὐδέποτε ὑστερεῖται ἐκ τῶν δακρύων· διότι οὐ λείπει αὐτῷ ὕλη ἀεὶ φέοουσα αὐτὸν εἰς μνήμην τοῦ Θεοῦ· ὥστε καὶ ἐν ὕπνῳ αὐτοῦ συνομιλεῖ τῷ Θεῷ· ἔθος γὰρ τῇ ἀγάπη πράσσειν τὰ τοιαῦτα· καὶ αὕτη ἐστὶν ἡ τελειότης τῶν ἀνθρώπων ἐν τῇ ζωῇ αὐτῶν.