Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/569

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.



ΛΟΓΟΣ ΚΗʹ.
Περὶ τῆς ἱερᾶς καὶ μητρὸς τῶν ἀρετῶν τῆς μακαρίας προσευχῆς· καὶ περὶ τῆς ἐν αὐτῇ νοερᾶς, καὶ αἰσθητῆς παραστάσεως.

Προσευχή ἐστι κατὰ μὲν τὴν αὐτῆς ποιότητα συνουσία καὶ ἕνωσις ἀνθρώπου καὶ Θεοῦ· κατὰ δὲ τὴν ἐνέργειαν, κόσμου σύστασις· Θεοῦ καταλλαγὴ, δακρύων μήτηρ καὶ πάλιν θυγάτηρ, ἁμαρτημάτων ἱλασμὸς, πειρασμῶν γέφυρα, θλίψεων μεσότοιχον, πολέμων θραῦσις, ἀγγέλων ἔργον, ἀσωμάτων πάντων τροφή· ἡ μέλλουσα εὐφροσύνη, ἀπέραντος ἐργασία, ἀρετῶν πηγὴ, χαρισμάτων πρόξενος, προκοπὴ ἀόρατος, τροφὴ ψυχῆς, νοῦ φωτισμὸς, ἀπογνώσεως πέλυξ, ἐλπίδος ἀπόδειξις, λύπης λύσις, πλοῦτος μοναχῶν, ἡσυχαστῶν θησαυρὸς, θυμοῦ μείωσις, ἔσοπτρον προκοπῆς, μέτρων ἐμφάνεια, καταστάσεως δήλωσις, τῶν μελλόντων μηνυτὴς, κλέους σημασία. Προσευχή ἐστι τῷ ὄντως εὐχομένῳ δικαστήριον καὶ κριτήριον, καὶ βῆμα Κυρίου, πρὸ τοῦ βήματος μέλλοντος· ἀναστάντες ἀκούσωμεν, τῆς ἱερᾶς ταύτης βασιλίσσης τῶν ἀρετῶν πρὸς ἡμᾶς ὑψηλῇ τῇ φωνῇ βοώσης καὶ λεγούσης· Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν, καὶ ἴασιν ταῖς πληγαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς, καὶ πταισμάτων μεγάλων ἰαματικὸς ὑπάρχει. Ὅσοι βασιλεῖ, καὶ Θεῷ παραστῆναι, καὶ συλλαλῆσαι πορευόμεθα, μὴ ἀπαρασκεύαστοι τὸν δρόμον ποιησώμεθα, μήπως θεασάμενος ἡμᾶς μακρόθεν μὴ ἔχοντας ὅπλα καὶ στολὴν βασιλικῆς παραστάσεως, τοῖς ὑπηρέταις καὶ λειτουργοῖς ἐπιτρέψῃπόῤῥω που τοῦ αὐτοῦ προσώπου δεθέντας ἐξορίζεσθαι, καὶ τὰς ἡμῶν δεήσεις εἰς πρόσωπον ἡμῶν διαῤῥησσομένας [al. διαρησσομένας]ἀντιπέμπεσθαι. Ἔστω ὁ σὸς χιτὼν τῆς ψυχῆς ἐνώπιον Κυρίου παρασταθῆναι [al. παραστῆναι] πορευομένῳ ὅλος νήματι, μᾶλλον δὲ λύματι ἀμνησικακίας ἐξυφασμένος. Εἰ δὲ μὴ, οὐδὲν τῆς προσευχῆς ὠφεληθήσῃ. Ἔστω σοι ὅλον τὸ τῆς δεήσεως ἀποίκιλον· ἑνὶ γὰρ λόγῳ τελώνης, καὶ ἄσωτος τὸν Θεὸν διήλλαξαν· μία μὲν ἡ τῶν παρισταμένων παράστασις· πολὺ δὲ ἐν αὐτῇ τὸ ποικίλον, καὶ τὸ διάφορον κέκτηται· οἱ μὲν ὡς φίλῳ καὶ Δεσπότῃ ἐντυγχάνουσι, τῆς ἑτέρων λοιπὸν, καὶ οὐ τῆς αὐτῶν ἀντιλήψεως ἕνεκα, τὸν ὕμνον, καὶ τὴν ἱκεσίαν προσάγοντες· ἄλλοι πλοῦτον καὶ δόξαν, καὶ παῤῥησίαν πλείονα ἐπιζητοῦντες· ἕτεροι τοῦ ἀντιδίκου τοῦ ἑαυτῶν εἰς τέλεον ἀπαλλαγῆναι αἰτοῦντες· τινὲς μὲν ἀξίαν τινὰ λήψεσθαι δυσωποῦντες· ἄλλοι τελείαν τὴν τοῦ χρέους ἀμεριμνίαν· τινὲς μὲν φυλακῆς ἐλευθερίαν· ἄλλοι δὲ ἐγκλημάτων