Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/520

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

δαίμων κενοδοξίας πρὸς ἐλεημοσύνην προτρεπόμενος, ὥσπερ καὶ φιληδονίας. Ἐὰν ἀμφοτέρων τοίνυν καθαρεύσωμεν, ἐν παντὶ τόπῳ ἐλεεῖν μὴ παυσώμεθα. Τινὲς μὲν ἔφησαν δαίμονας δαίμοσιν ἀντιπράττειν· ἐγὼ δὲ ἔγνωκα πάντας τὴν ἡμῶν ζητοῦντας ἀπώλειαν.

Πάσης πνευματικῆς ἐργασίας ὁρωμένης τε καὶ νοουμένης προηγεῖται πρόθεσις οἰκεία (64), καὶ πόθος ἄριστος, μετὰ συνεργίας Θεοῦ γινόμενα. Τῶν γὰρ προτέρων μὴ καταβληθέντων, τὸ δεύτερον ἐπακολουθεῖν οὐ πέφυκεν. Εἰ καιρὸς ἐν παντὶ πράγματι τῶν ὑπὸ τὸν οὐρανὸν, καθώς φησιν ὁ Ἐκκλησιαστὴς, ἐν τοῖς πᾶσι δὲ καὶ τὰ τῆς ἡμετέρας πολιτείας ἱερᾶς καθεστήκασι πράγματα· οὐκοῦν σκοπήσωμεν, εἰ δοκεῖ, καὶ ἐν ἑκάστῳ καιρῷ τὰ τῷ καιρῷ οἰκεῖα ζητήσωμεν· καιρὸς γὰρ πάντως ἐν τοῖς ἀγωνιζομένοις ἐστὶν ἀπαθείας, διὰ τὴν τῶν ἀγωνιζομένων λέγωνηπιότητα. Καιρὸς δακρύων, καὶ καιρὸς σκληροκαρδίας· καιρὸς ὑποταγῆς, καὶ καιρὸς τοῦ ἐπιτάττειν· καιρὸς νηστείας, καὶ καιρὸς μεταλήψεως· καιρὸς πολέμου, σώματος ἐχθροῦ, καὶ καιρὸς θανάτου πυρώσεως· καιρὸς χειμῶνος ψυχῆς, καὶ καιρὸς γαλήνης νοός· καιρὸς λύπης καρδιακῆς, καὶ καιρὸς χαρᾶς πνευματικῆς· καιρὸς διδασκαλίας, καὶ καιρὸς ἀκροάσεως· καιρὸς μολυσμῶν, ἴσως διὰ τὴν οἴησιν, καιρὸς καθάρσεως, διὰ τὴν ταπείνωσιν· καιρὸς πάλης, καὶ ἀσφαλοῦς ἀνέσεως· καιρὸς ἡσυχίας, καὶ καιρὸς ἀπερισπάστου περισπασμοῦ· καιρὸς προσευχῆς ἀεννάου, καὶ καιρὸς διακονίας ἀνυποκρίτου. Μὴ τοίνυν πρὸ καιροῦ ἐξ ὑπερηφάνου προθυμίας ἀπατώμενοι τὰ τοῦ καιροῦ ζητήσωμεν· μὴ ἐν χειμῶνι τὰ τοῦ θέρους· μὴ ἐν σπόρῳ τὰ τῶν δραγμάτων, ἐπειδὴ καιρὸς τοῦ σπεῖραι πόνους, καὶ καιρὸς τοῦ θερίσαι τὰς χάριτας τὰς ἀῤῥήτους. Εἰ δὲ μή γε, οὐδὲ ἐν τῷ καιρῷ τὰ τοῦ καιροῦ οἰκεῖα κομισόμεθα (65). Τινὲς πρὸ τῶν καμάτων, τινὲς ἐν τοῖς καμάτοις, τινὲς μετὰ τοὺς καμάτους, τινὲς ἐν τῷ θανάτῳ τὰς ὁσίας ἀμοιβὰς παρὰ τοῦ Θεοῦ τῶν οἰκείων κόπων κατ᾿ οἰκονομίαν ἄῤῥητον ἐκομίσαντο. Ζητητέον τίς τούτων τοῦ ἑτέρου ταπεινότερος καθέστηκεν.

Ἔστιν ἀπόγνωσις ἐκ πλήθους ἁμαρτημάτων (66), καὶ συνειδότος βάρους, καὶ ἀφορήτου λύπης διὰ τὸ ὑπερβαπτισθῆναι τῷ πλήθει τῶν τραυμάτων τὴν ψυχὴν, καὶ τῷ βάρει αὐτῶν, εἰς τὸν ἀπογνώσεως βυθὸν καταποντίζεσθαι· καὶ ἔστιν ἀπόγνωσις ἐξ ὑπερηφανίας καὶ οἰήσεως ἡμῖν ἐπισυμβαίνουσα, λογιζόμενον ἑαυτὸν ὡς ἀνάξιον ὄντα τοῦ συμβεβηκότος πτώματος· τοῦτο δὲ ὁ παρατηρῶν ἐν ἀμφοτέροις εὑρήσει τὸ ἰδίωμα· τὸν μὲν ἐν ἀδιαφορίᾳ ἑαυτὸν λοιπὸν ἐκδεδωκότα· τὸν δὲ τῆς ἀσκήσεως ἐν ἀπογνώσει ἐχόμενον, ὅπερ ἀσύμφωνον· ἀλλὰ τὸν