Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/480

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

Ὑψηλῶν μὲν, τὸ ὑπενεγκεῖν γενναίως καὶ ἀσμένως ὕβριν. Ἁγίων δὲ καὶ ὁσίων, τὸ ἀβλαβῶς παρελθεῖν τὸν ἔπαινον. Εἶδον πενθοῦντας ἐπαινεθέντας, καὶ εἰς ὀργὴν ἐξαφθέντας, καὶ ὡς ἐν πανηγύρει πάθος συναλλάξαντας. Οὐδεὶς γινώσκει τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου. Αἰσχυνέσθωσαν οὖν καὶ φιμούσθωσαν οἱ ἐπὶ πρόσωπον μακαρίζειν ἐπιχειροῦντες. Ὅταν ἀκούσῃς ὅτι ὁ πλησίον σου καὶ ὁ φίλος ἐλοιδόρησέ σε ἀπόντα, ἢ παρόντα, τότε τὴν ἀγάπην ἔνδειξαι ἐπαινέσας αὐτόν· μέγα τὸ ἀποσείσασθαι ἐκ τῆς ψυχῆς ἔπαινον ἀνθρώπων· μεῖζον δὲ, ἔπαινον δαιμόνων. Ταπεινοφροσύνην ἔδειξεν, οὐχὶ ἑαυτὸν εὐτελίζων (πῶς γὰρ ἑαυτὸν οὐ βαστάσει;)ἀλλ᾿ ὁ παρ᾿ ἑτέρου ὀνειδισθεὶς, καὶ τὴν ἀγάπην αὐτοῦ μὴ μειώσας. Ἐπεσημεινάμην τὸν τῆς κενοδοξίας δαίμονα λογισμοὺς ἀδελφῷ ὑποβάλλοντα, καὶ ἑτέρῳ τούτους ἀποκαλύψαντα, κἀκείνῳ τὰ ἐγκάρδια αὐτοῦ εἰπεῖν παρασκευάσαντα, καὶ ὡς προγνώστην λοιπὸν τοῦτον μακαρίζοντα. Ἔστι δὲ ὅτε καὶ αὐτῶν τῶν τοῦ σώματος μελῶν ἐφαπτόμενος παλμοὺς ποιεῖν ὁ ἀνόσιος πέφυκεν. Μὴ παραδέξῃ αὐτὸν, ἐπισκοπήν σοι, καὶ ἡγουμενείαν, καὶ διδασκαλίαν ὑποβάλλοντα. Κόπος γὰρ κύνα ἀπὸ μακελλικῆς τραπέζης διῶξαι. Ἐπὰν μικρόν τι εἰρηνικὴν ἴδῃ ἔχοντας κατάστασιν, εὐθὺς ἐκ τῆς ἐρήμου εἰς τὸν κόσμον παραγενέσθαι προτρέπεται, Ἄπελθε, λέγων, εἰς σωτηρίαν ἀπολλυμένων ψυχῶν. Ἄλλη μορφὴ Αἰθιόπων, καὶ ἑτέρα ἀνδριάντων· καὶ ἄλλος ὁ τῆς τῶν ἐν κοινοβίῳ διατριβόντων κενοδοξίας τρόπος, παρὰ τὸν τῶν ἐν ἐρήμοις ὄντων. Κοσμικῶν ἐπιδημίας προλαμβάνει κενοδοξία, καὶ τοὺς κουφοτέρους εἰς ἀπαντὴν τῶν ἐρχομένων μοναχοὺς προτρέπεται ἐξελθεῖν, πρὸ τῶν ποδῶν ἐκείνων παρασκευάζει προσπίπτειν, καὶ ταπείνωσιν ὑποδύεται ἡ ὑπερηφανίας ἀνάπλεως· ἦθος καὶ φωνὴν καταστέλλει, καὶ πρὸς τὰς χεῖρας τῶν ἐπιδημησάντων πρὸς τὸ λαβεῖν ἀποβλέπει, δεσπότας καλεῖ καὶ προστάτας, καὶ μετὰ Θεὸν τὴν ζωὴν χαριζομένους· εἰς τὴν τράπεζαν καθεσθέντας ἐγκρατεύεσθαι προτρέπεται· καὶ τοῖς κατωτέροις ἀνηλεῶς ἐπιπλήττει· ἐν ψαλμῳδίᾳ σταθέντας τοὺς ῥᾳθύμους ἀνδρείους ἐποίησε· τοὺς ἀφώνους καλλιφώνους, καὶ τοὺς νυστακτὰς ἀγρύπνους. Τὸν ἐπὶ τοῦ κανόνος θωπεύει· καὶ τὰ πρωτεῖα αὐτῷ χαρίσασθαι δυσωπεῖ,πατέρα καὶ διδάσκαλον καλεῖ, ἄχρι τῆς τῶν ξένων ἀποδημίας· προτιμωμένους ὑπερηφάνους κατέστησε· καὶ καταφρονουμένους μνησικάκους ἔδειξε. Κενοδοξία ἀντὶ τιμῆς πολλάκις ἀτιμίας ἐγένετο πρόξενος· ὀργισθεῖσι γὰρ τοῖς αὐτῆς μαθηταῖς αἰσχύνην μεγάλην προσήγαγεν. Κενοδοξία τοὺς ὀξεῖς ἐπὶ ἀνθρώπων πραεῖς εἰργάσατο· φυσικοῖς χαρίσμασιν ἐπιπηδᾷ μεγάλως.

Εἶδον δαίμονα τὸν ἑαυτοῦ ἀδελφὸν λυπήσαντα καὶ