Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/449

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

σῶμα ἁμαρτάνει, πάντως διὰ τοῦτο, ἐπειδὴ αὐτὴν τὴν τῆς σαρκὸς οὐσίαν μολύνειν τῇ ῥοῇ πεφύκαμεν· ὅπερ ἐπ᾿ ἄλλης ἁμαρτίας γίνεσθαι ἀδύνατον· ζητῶ δὲ ἐγὼ πῶς ἐπὶ πάσης ἁμαρτίας σφαλλομένους τοὺς ἀνθρώπους, καὶ μόνον, σεσυνηθίκαμεν λέγειν· ἐπὰν δέ τινα πεπορνευκότα ἀκούσωμεν, ὀδυνηρῶς λέγομεν [βοῶμεν]· Ὁ δεῖνα πέπτωκεν. Φεύγει ἄγκιστρον ἰχθὺς ὀξέως, καὶ φιλήδονος ψυχὴ ἀποστρέφεται ἡσυχίαν. Ὅταν πρὸς ἀλλήλους τινὰς ὁ διάβολος δεσμὸν αἰσχρὸν δῆσαι βούλεται, τὰ ἑκάτερα μέρη δοκιμάσας, ἐκεῖθεν τοῦ πυρὸς ἄρχεται. Πολλάκις οἱ περὶ τὸ φιλήδονον ῥέποντες, συμπαθεῖς καὶ ἐλεήμονες, καὶ συνδάκρυες, καὶ κόλακες εἶναι πεφύκασιν· οἱ δὲ ἁγνείας ἐπιμελούμενοι οὐχ οὕτως τὰ τοιάδε κέκτηται [κέκτηνται]. Γνωστικός με ἀνὴρ φοβερὸν ἐπηρώτησε πρόβλημα, Ποία, φήσας, ἁμαρτία, φόνου καὶ ἀρνήσεως χωρὶς, βαρυτέρα πάντων καθέστηκε; Κἀμοῦ, τὸ εἰς αἵρεσιν πεσεῖν εἰρηκότος· Καὶ πῶς, φησὶν, αἱρετικοὺς Ἐκκλησία μὲν καθολικὴ δεχομένη σὺν τῷ γνησίῳ τῆς οἰκείας αἱρέσεως ἀναθεματισμῷ τῆς τῶν μυστηρίων αὐτοὺς ἀξιοῖ μεταλήψεως· τὸν δὲ πεπορνευκότα ἐξομολογούμενον, καὶ τῆς ἁμαρτίας παυόμενον εἰσδεχομένη ἐπὶ χρόνους αὐτὸν τῶν ἀχράντων μυστηρίων ἀφορίζειν παρὰ τῶν ἀποστολικῶν ὑποτρέπεται κανόνων; Κἀμοῦ τῇ ἀπορίᾳ καταπλαγέντος, τὸ ἄπορον μεμένηκεν ἄπορον καὶ ἀδιάλυτον. Ἐρευνήσωμεν καὶ μετρήσωμεν, καὶ τηρήσωμεν ποία μὲν ἐν τῇ ψαλμῳδίᾳ ἐκ τοῦ τῆς πορνείας δαίμονος ἡδύτης ἡμῖν προσγίνεται· ποία δὲ ἐκ τῶν λόγων τοῦ Πνεύματος καὶ τῆς ἐν αὐτοῖς ὑπαρχούσης χάριτος καὶ δυνάμεως.

Μὴ λάθῃς σεαυτὸν, ὦ νέε. Εἶδον γὰρ ἐκ ψυχῆς τινας τοῖς ἑαυτῶν προσφιλέσι προσευχομένους, καὶ ἐκ πορνείας κινούμενοι, ἐδόκουν μνήμην καὶ θεσμὸν ἀγάπης ἐκτελεῖν. Ἔστι δι᾿ ἁφῆς σωματικῶς μολύνεσθαι· οὐδὲν γὰρ βαρύτερον ταύτης τῆς αἰσθήσεως· μέμνησο τοῦ συμπλέξαντος τῇ χειρὶ τὸ θέριστρον, καὶ νάρκα χεῖρα ἐπὶ φυσικῶν, καὶ οὐ φυσικῶν, οἰκείου τε καὶ ἀλλοτρίου σώματος. Οἶμαι μὴ λέγεσθαί τινα τὸ παράπαν ἅγιον φερωνύμως, εἰ μὴ πρότερον τὴν γῆν ταύτην εἰς ἁγιασμὸν μεταποιήσῃ, εἴπερ καὶ ἔνεστι μεταμορφῶσαι. Ἐν τῇ στρωμνῇ ἀναπεσόντες, τότε νήψωμεν· διότι ὁ νοῦς τότε χωρὶς τοῦ σώματος συμπαλαίει τοῖς δαίμοσι· κἂν εὑρεθῇ φιλήδονος, προδότης ἡδέως γίνεται. Μνήμη θανάτου πάντως συγκοιμηθήτω σοι, καὶ συναναστήτω σοι, καὶ μονολόγιστος Ἰησοῦ εὐχή· οὐδὲν γὰρ ὡς ταῦτα ἐν τῷ ὕπνῳ εὑρήσεις βοηθήματα. Τινὲς ἐκ βρωμάτων μόνων τοὺς πολέμους καὶ τὰς ἐκκρίσεις εἶναι δοκιμάζουσιν· ἐγὼ δὲ ἐσχάτως νοσοῦντας, καὶ εἰς ἄκρον νηστεύοντας, ταύταις ἰσχυρῶς μολυνομένουςτεθέαμαι. Ἠρώτησά ποτέ τινα περὶ τούτων τῶν δοκιμωτάτων διακριτικῶν μοναχῶν· καὶ ἐδίδαξεν ὁ μα-