Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/445

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

κανὼν καὶ ὄρος τῆς τελείας καὶ πανάγνου ἁγνείας, τὸ ὡσαύτως ἐπ᾿ ἐμψύχοις τε καὶ ἀψύχοις, λογικοῖς τε καὶ ἀλόγοις διακεῖσθαι. Μηδεὶς τῶν ἁγνείαν ἐξησκηκότων ἑαυτῷ τὴν ταύτης κτῆσιν λογίσοιτο· τὴν γὰρ φύσιν αὐτὴν νικῆσαι τῶν οὐκ ἐνδεχομένων ἐστίν· ὅπου φύσεως ἧττα γέγονεν, ἐκεῖ τοῦ ὑπὲρ φύσιν παρουσία ἐπέγνωσται. Χωρὶς γὰρ πάσης ἀντιλογίας, τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος καταργεῖται. Ἀρχὴ μὲν ἁγνείας ἀσυγκατάθετος λογισμὸς, καὶ ἀνείδωλοι διὰ χρόνων ἐκκρίσεις. Μεσότης ἁγνείας, φυσικαὶ κινήσεις ἐπὶ πλήθει βρωμάτων, καὶ μόνων ἀνειδώλως συνιστάμεναι, καὶ ῥεύσεως ἀπηλλαγμέναι. Τέλος δὲ, νέκρωσις σώματος προθανόντων λογισμῶν. Μακάριος ἀληθῶς, ὃς ἐν παντὶ σώματι, καὶ χρώματι, καὶ ὥρᾳ τελείαν ἀναισθησίαν ἐκτήσατο· οὐχ ὁ τὴν πηλὸν ἄῤῥυπον φυλάξας, οὗτος ἁγνός· ἀλλ᾿ ὁ τὰ μέλη ταύτης τῇ ψυχῇ ὑποτάξας τελείως· μέγας μὲν ὁ ἐπὶ ἀφῇ διαμένων ἀπαθὴς διαμείνας ἄτρωτος, καὶ νικήσας πυρὸς θέαν ἐννοίᾳ κάλλους τῶν ἄνω. Ὁ μὲν εὐχῇ τὸν κύνα ἀπωθούμενος, τῷ μαχομένῳ προσέοικε λέοντι· ὁ δὲ ἀντιῤῥήσει τοῦτον ἀνατρέπων, τῷ καταδιώκοντι ἔτι τὸν ἐχθρὸν αὐτοῦ· ὁ δὲ τὴν τούτου προσβολὴν εἰς ἅπαξ ἐξουθενήσας, εἰ καὶ ἐν σαρκί ἐστιν, ἀλλά γε τῆς σοροῦ ἀνέστη. Εἰ τοῦτο ἀληθοῦς ἁγνείας τεκμήριον, τὸ ἀκίνητον εἶναι ἐν τοῖς καθ᾿ ὕπνον [al. ὕπνοις, mendose] φαντάσμασιν· τοῦτο πάντως ὄρος λαγνείας, τὸ ῥύσιν ὑπομένειν γρηγοροῦντα τοῖς ἐνθυμήμασιν· ὁ μὲν ἐξ ἱδρώτων καὶ μόχθων πολεμῶν τούτῳ τῷ ἀντιδίκῳ τῷ καταδήσαντι βρυλλίῳ τὸν ἐχθρὸν ἑαυτοῦ ἔοικεν· ὁ δὲ ἐξ ἐγκρατείας καὶ ἀγρυπνίας τῷ κλοιὰ τοῦτον περιβαλόντι· ὁ δὲ διὰ ταπεινοφροσύνης, καὶ ἀοργησίας, καὶ δίψης, τῷ ἀποκτείναντι τὸν πολέμιον, καὶ ἐν ψάμμῳ κρύψαντι· ψάμμον νοήσεις τὴν ταπείνωσιν· οὐ γὰρ τρέφει παθῶν βοσκὴν, ἀλλ᾿ ἔστι γῆ καὶ σποδός· ἕτερος ὁ ἐξ ἀγώνων, καὶ ἕτερος ὁ ἐκ ταπεινώσεως· καὶ ἄλλος, ὁ θείᾳ ἀποκαλύψει τὸν τύραννον δεδεμένον ἔχων· ὁ μὲν τῷ ἑωσφόρῳ· ὁ δὲ τῇ μεγάλῃ σελήνῃ, ὁ δὲ τῷ λαμπρῷ ἡλίῳ προσεοίκασιν· ἀμφότεροι δὲ ἐν οὐρανοῖς τὸ πολίτευμα κέκτηνται. Ἐκ μὲν αὐγῆς φῶς, ἐκ φωτὸς δὲ ἀνέτειλε ἥλιος· ὡς καὶ ἐπὶ τῶν εἰρημένων ἔστι νοῆσαι καὶ εὑρεῖν. Ὑποκρίνεται μὲν ἀλώπηξ ὕπνον, δαίμων δὲ καὶ σωφροσύνην· ἀλλ᾿ ἡ μὲν, ἵνα ὄρνιν ἀπατήσῃ· ὁ δὲ ἵνα ψυχὴν ἀπολέσῃ. Μὴ πιστεύσῃς τῇ πηλῷ ἐν τῇ ζωῇ σου· καὶ μὴ θαῤῥήσῃς αὐτῇ ἄχρι Χριστῷ ὑπαντήσεις· μὴ θάρσει ἐξ ἐγκρατείας μὴ πίπτειν· μηδὲ γὰρ ἐσθίων τις ἐξ οὐρανοῦ ἐῤῥίφη. Ἀποταγήν τινες γνωστικοὶ καλῶς ὡρίσαντο λέγοντες ταύτην ἔχθραν πρὸς σῶμα, καὶ μάχην πρὸς κοιλίαν. Ἐν μὲν τοῖς εἰσαγωγικοῖς, ἐκ τρυφῆς τὰ πτώματα ἐπίπαν πεφύκασι γίνεσθαι τὰ τοῦ σώματος· ἐν δὲ μέσοις, καὶ ἐξ ὑψηλοφροσύνης, πλὴν ὅτι καὶ ἐν εἰσαγωγικοῖς· ἐν τοῖς δὲ τῇ τελειότητι προσεγγίζουσι, καὶ ἐκ τοῦ κατακρίνειν τὸν πλησίον καὶ μόνον.