Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/435

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

σται· ποτὲ μὲν ἀναισθησία ψυχῆς, ποτὲ δὲ ἀμνημοσύνη τῶν ἄνω· ἔστι δὲ ὅτε καὶ ὑπερβολὴ καυμάτων· ἐμοῦ ἀπόγονοι μεταβάσεις τόπων σὺν ἐμοὶ γινόμεναι· παρακοὴ πατρὸς, ἀμνημοσύνη κρίσεως· ἔστι δὲ ὅτε καὶ κατάλειψις τοῦ ἀπαγγέλματος· αἱ ἐμοῦ ἀντίδικοι, ὑφ᾿ ὧν δέδεμαι νῦν, ψαλμῳδία σὺν ἐργοχείρῳ· ἐμοῦ ἐχθρὸς, θανάτου ἔννοια· ἡ δὲ ἐμὲθανατοῦσα, ἐστὶ προσευχὴ μετὰ ἐλπίδος βεβαίας τῶν καλῶν. Τίς δὲ ὁ τετοκὼς προσευχὴν, αὐτὴν ἐρωτήσατε.

Τρισκαιδεκάτη νίκη, ἣν ὄντος ὁ κτησάμενος ἐν παντὶ, δόκιμος κατέστηκε καλῷ.