Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/428

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἦν λοιπὸν παρὰ Θεῷ σώφρων διὰ τῆς ἐπιστροφῆς γνησίως αὐτὸν ἐξευμενισάμενος· μηδέποτε (3) αἰδεσθῇς τὸν πρὸς σὲ τοῦ [τὸν] πλησίον καταλαλοῦντα μᾶλλον δὲ λέγε· Παῦσαι, ἀδελφέ· ἐγὼ καθημέραν ἐν χαλεπωτέροις πταίω, καὶ πῶς ἐκεῖνον κατακρίνειν δύναμαι; Δύο γὰρ ταῦτα κερδανεῖς ἐν μιᾷ ἐμπλάστρῳ, καὶ σεαυτὸν, καὶ τὸν πλησίον ἰασάμενος μία καὶ αὕτη τῶν συντόμως ὁδῶν πρὸς τὴν ἄφεσιν τῶν πταισμάτων καθέστηκεν ὁδηγουσῶν· λέγω δὲ τὸ μὴ κρίνειν· Εἴπερ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε. Ἀλλότριον τὸ πῦρ τοῦ ὕδατος, ὥσπερ τὸ κρίνειν τῷ μετανοεῖν βουλομένῳ [τῶν μετανοεῖν βουλομένων]· κἂν ἐν αὐτῇ τῇ ἐξόδῳ τινὰ θεάσῃ πταίοντα, μὴ τότε αὐτὸν κατάκρινε. Ἄδηλον γὰρ ἀνθρώποις τὸ τοῦ Θεοῦ κρῖμα καθέστηκεν. Ἔπταισάν τινες μεγάλα προφανῶς· εἰργάσαντο δὲ ἀγαθὰ μείζονα κρυπτῶς· καὶ ἠπατήθησαν οἱ φιλοσκῶπται καπνὸν ἀντὶ ἡλίου κατέχοντες. Ἀκούσατέ μου, ἀκούσατε, πάντες οἱ κακοὶ τῶν ἀλλοτρίων λογοθέται· εἰ ἀληθὲς, ὥσπερ καὶ ἀληθὲς, ὅτι Ἐν ᾧ κρίματι κρίνετε, κριθήσεσθε, πάντως ἐν οἷς ἂν μεμψώμεθα τὸν πλησίον, ἐν αὐτοῖς περιπεσούμεθα· καὶ ἀλλοίως οὐκ ἔστιν, εἴτε σωματικοῖς, εἴτε ψυχικοῖς. Οἱ ὀξεῖς καὶ ἀκριβεῖς λογοθέται τῶν τοῦ πλησίον πλημμελημάτων ὑπάρχοντες, τοῦτο τὸ πάθος ὑφίστανται, ἐπειδὴ μήπω περὶ τῶν οἰκείων πταισμάτων τελείαν καὶ ἀρέμβαστον μνήμην καὶ φροντίδα ἐποιήσαντο. Εἰ γάρ τις τὰ ἑαυτοῦ κακὰ ἀπὸ τοῦ τῆς φιλαυτίας περικαλύμματος ἀκριβῶς θεάσοιτο, οὐδενὸς λοιπὸν ἄλλου τῶν ἐν τῷ βίῳ φροντίδα ποιήσοιτο, λογιζόμενος μηδὲ πρὸς τὸ οἰκεῖον πένθος ἐξαρκεῖν αὐτῷ τὸν ἑαυτοῦ χρόνον, κἂν ἑκατὸν ἔτη ζήσειεν· κἂν τὸν Ἰορδάνην ποταμὸν ὅλον δάκρυον ἐκ τῶν ἑαυτοῦ ὀφθαλμῶν ἴδοι ἐκπορευόμενον. Ἐπεσημηνάμην τὸ πένθος, καὶ οὐχ εὗρον ἐν αὐτῷ ἴχνος καταλαλιᾶς, ἢ κατακρίσεως. Ἢ ἁμαρτῆσαι ἡμᾶς οἱ δαίμονες προτρέπονται· ἣ μὴ ἁμαρτήσαντας, τοὺς ἁμαρτάνοντας κρίνειν· ἵνα διὰ τοῦ δευτέρου τὸ πρῶτον μολύνωσιν οἱ φόνιοι (4). Γίνωσκε καὶ τοῦτο τῶν μνησικάκων καὶ βασκάνων εἶναι τεκμήριον· ὅτι τὰς διδαχὰς, ἢ πράγματα, ἢ κατορθώματα ἡδέως καὶ εὐχερῶς τοῦ πλησίον ψέγουσιν, ὑπὸ πνεύματος μίσους καταβαπτιζόμενοι. Εἶδόν τινας λεληθότως καὶ ἀδημοσιεύτως πάνδεινα διαπράττοντας πταίσματα· καὶ τῇ ὑπολήψει τῆς ἑαυτῶν καθαρότητος χαλεπῶς ἐπεμβαίνοντας τοῖς ψιλὰ πταίουσι, καὶ δημοσιευομένοις. Κρῖναί ἐστιν τῆς τοῦ Θεοῦ ἀξίας ἀναιδὴς ἁρπαγμός· κατακρῖναι δὲ τῆς ἑαυτοῦ ψυχῆς ὄλεθρος. Ὥσπερ ἡ οἴησις καὶ χωρὶς ἑτέρου πάθους ἀπολέσαι τὸν ἄνθρωπον ἰσχύει· οὕτως καὶ τὸ κρίνειν καθ᾿ ἑαυτὸ καὶ μόνον ἐν ἡμῖν ὑπάρχον τελείως ἀπολέσαι ἡμᾶς δύναται· εἴπερ ὁ Φαρισαῖος ἐκεῖνος ἐκ τούτου καταδεδίκασται. Ὁ καλὸς ῥαγολόγος τὰς πεποίρους ῥάγας ἐσθίων, οὐδὲν περὶ τῶν ὀμφάκων ἐπιραγολογήσει· καὶ ὁ εὐγνώμων καὶ ἐχέφρων νοῦς, ὅσας μὲν ἕν τισιν ἀρετὰς ὄψεται, ταῦτα σπουδαίως σημειώσεται· ὁ δὲ ἄφρων τὰς μέμψεις καὶ τὰς ἐλλείψεις ἐξερευνήσει, περὶ οὗ καὶ εἴρηται· Ἐξηρεύνησαν ἀνομίαν,