Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/353

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
697698
SCALA PARADISI.—GRADUS IV.

Ὁ τὴν διακονίαν τῆς μονῆς πεπιστευμένος [τοῦτό μοι] τεθάῤῥηκε· Νέου μου ὄντος, φησὶ, καὶ ἐν τῇ τῶν ἀλόγων (41) φροντίδι διάγοντος, συνέβη πτῶμα κατενεχθῆναι [εἰς πτῶμα πεσεῖν] βαρύτατον ψυχῆς· ἐμοῦ δὲ σεσυνηθηκότος μηδέποτε κρύπτειν ὄφιν ἐν φωλεῷ καρδίας, τῷ ἰατρῷ τοῦτον τῆς κέρκου κρατήσας ἐστηλίτευσα· κέρκον δὲ λέγω τὸ τέλος τῆς πράξεως· ὁ δὲ μειδιῶν τῷ προσώπῳ φησὶν πρός με· Παίσας μου τὴν σιαγόνα μετρίως, ἄπιθι, τέκνον, ἔχου τῆς διακονίας σου, ὡς τὸ πρὶν, μηδὲν τὸ παράπαν δεδιώς. Ἐγὼ δὲ πίστει διαπύρῳ πεισθεὶς ἐν βραχείαις ἡμέραις τῆς ἰάσεως πληροφορίαν εἰληφὼς, ἔτρεχον τὴν ὁδόν μου χαίρων ἅμα καὶ τρέμων.

Κέκτηται πᾶσα τάξις κτιστῶν, ὥς φασί τινες, διαφορὰς διαφερόντων. Ἐπεὶ οὖν ἦσαν καὶ παρὰ τῇ συνόδῳ τῶν ἀδελφῶν προκοπῶν καὶ γνωμῶν διαφοραί· ἐπάν τινας τούτων ὁ ἰατρὸς φιλενδείκτας ἐπὶ ταῖς τῶν κατὰ κόσμον ἐν τῇ μονῇ ἐπιδημίαις ἐσημειοῦτο, καὶ τούτους ἐπὶ τούτων ἐσχάταις ὕβρεσι, καὶ διακονίαις ἀτιμοτέραις [ἐνώπιον ἐκείνων] περιέβαλλεν· ὥστε λοιπὸν δρομαίως ὑποχωρεῖν, ἡνίκα δ᾿ ἄν τινων τῶν κατὰ κόσμον ἐπιδημίαν ἔβλεπον· καὶ ἦν ἰδέσθαι ὑπερφυὲς τὸ γινόμενον, αὐτὴν τὴν κενοδοξίαν ἑαυτὴν ἐκδιώκουσαν, καὶ τῶν ἀνθρώπων ἀποκρύπτουσαν. Μὴ στερῆσαί με Κύριος ὁσίου Πατρὸς εὐχῆς βουλόμενος, πρὸ μιᾶς ἑβδομάδος τῆς ἐμῆς τοῦ ὁσίου τόπου ἐξελεύσεως, προσελάβετο τὸν τὰ δεύτερα τοῦ ποιμένος διέποντα, ἄνδρα θαυμαστὸν, Μηνᾶν τοὔνομα, πεντήκοντα ἐννέα ἔτη ἔχοντα ἐν τῷ κοινοβίῳ, λοιπὸν διακονήσαντα πᾶσαν διακονίαν. Τῇ οὖν ἡμέρᾳ τῇ τρίτῃ, ἡμῶν τὸν συνήθη κανόνα τῆς τοῦ ὁσίου κοιμήσεως ἐπιτελούντων, ἐξαίφνης εὐωδιάζεται ὅλος ὁ χῶρος, ἐν ᾧ ὁ ὅσιος κατέκειτο. Ἐπέτρεψεν οὖν ὁ μέγας τὴν, ἐν ᾗ κατετέθη, θήκην ὁ ὅσιος ἀποσκεπάσαι ἡμᾶς· καὶ τούτου γενομένου, ὁρῶμεν πάντες ἐκ τῶν αὐτοῦ τιμίων πελμάτων δίκην δύο πηγῶν τὴν τοῦ μύρου εὐωδίαν ἐκπορευομένων. Τότε, φησὶν ὁ διδάσκαλος πρὸς πάντας, ὁρᾶτε; ἰδοὺ οἱ τῶν πόνων [ποδῶν] αὐτοῦ, καὶ κόπων ἱδρῶτες μύρον Θεῷ προσηνέχθησαν. Καὶ ἀληθῶς. Καὶ ἄλλα τε πλεῖστα ἡμῖν περὶ αὐτοῦ τοῦ πανοσίου Μηνᾶ, οἱ τοῦ τόπου πατέρες κατορθώματα ἀπήγγειλαν, ἐν οἷς καὶ τοῦτο ἔλεγον. Ὅτι φασί ποτε ὁ προεστὼς τὴν αὐτοῦ θεοδώρητον ὑπομονὴν δοκιμάσαι βουλόμενος, ἀνελθόντα αὐτὸν ἐν τῷ ἡγουμενείῳ, καὶ βαλόντα μετάνοιαν ἑσπέρας τῷ ἡγουμένῳ, παράθεσίν τε λαβεῖν συνήθως ἱκετεύοντα, εἴασεν αὐτὸν οὕτως χαμαὶ κείμενον ἄχρι τοῦ κανόνος ὥρας· τότε λοιπὸν αὐτὸν εὐλογήσας, καὶ λοιδορήσας ὡς φιλενδείκτην καὶ ἀνυπομόνητον ἀνέστησεν. Ἐγίνωσκε γὰρ ὁ ὅσιος, ὅτι ὑποφέρει γενναίως· διὸ καὶ τὸ δρᾶμα πρὸς οἰκοδομὴν πᾶσι πεποίηκεν. Ὁ δὲ τούτου ἡμᾶς τοῦ ὁσίου