Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/343

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
677678
SCALA PARADISI.—GRADUS IV.

τῷ μὴ μεσάζειν ἐν ὕλῃ, καὶ καταντῆσαι πρὸς τοὺς πολέμους τοῦ πονηροῦ.

Σχόλιον κʹ.

Ὁράματος καὶ ἐνυπνίου διαφορὰν οὕτως νοήσεις. Ὅραμα ἐστι τὸ ὡς ἐν αἰσθήσει σχεδὸν καθ᾿ ὕπαρ ὁρώμενον· ἐνύπνιον καὶ τὸ καθ᾿ ὕπνον φανταζόμενον.

Σχόλιον καʹ.

Ἀκινησίαν τὴν ἠρεμίαν φησί. Ἐξαχῶς γὰρ τῆς νικήσεως λαμβανομένης, γένους, φθορᾶς, αὐξήσεως, ἀλλοιώσεως, μειώσεως, καὶ τόπων μεταβολῆς, καθ᾿ οὐδὲν τούτων τὸ σῶμα δαίνεται ὑστερούμενον· ἡμερεῖ [ἠρεμεῖ] δὲ μᾶλλον ὑπνώττον, καὶ ἔστιν ἀκίνητον, κινητὸν· τὸ μὲν πεφυκὸς, τὸ δὲ πεπονθός.

Διαδόχου.

Περὶ τοῦ, ὅτι καλὸ μηδεμιᾷ ὅλως ὁράσει πείθεσθαι, ἦτο πρὸς ὑπόδειγμα ἡμῖν τοῦ πράγματος, δοῦλος ὑπὸ δεσπότου νύκτωρ, καὶ μετὰ πολλὴν ἀποδημίαν, πρὸ τῶν περιβόλων τῆς οἰκίας καλούμενος, ᾧτινι τὴν ἄνοιξιν τῶν θυρῶν δι᾿ ὅλου ὁ οἰκέτης ἠρνήσατο. Ἐδεδίει γὰρ μὴ ὁμοιότης αὐτὸν φωνῆς συναρπάσασα προδότην παρασκευάσῃ γενέσθαι, ὧνπερ παρ᾿ αὐτοῦ ἐπιστεύετο πραγμάτων. ᾯτινι οὐ μόνον οὐκ ὠργίσθη ἡμέρας γενομένης ὁ κύριος αὐτοῦ, ἀλλὰ καὶ πολλῶν ἐπαίνων ἠξίωσεν, ὅτι καὶ τὴν τοῦ δεσπότου φωνὴν πλάνην εἶναι ἐνόμισε, μὴ τι θέλων τῶν αὐτοῦ ἀπολέσαι πραγμάτων.


ΛΟΓΟΣ Δʹ
Περὶ τῆς μακαρίας, καὶ ἀειμνήστου ὑπακοῆς.

Πρὸς (1) τοὺς πύκτας ἡμῖν λοιπὸν, καὶ τοῦ Χριστοῦ ἀθλητὰς περιὼν ὁ λόγος εὐθέτως κατήντησεν. Παντὸς μὲν γὰρ καρποῦ προηγεῖται ἄνθος· πάσης δὲ ὑπακοῆς ξενιτεία, ἢ σώματος, ἢ θελήματος. Ἐν ταῖς δυσὶ γὰρ ταύταις ἀρεταῖς, ὥσπερ ἐν χρυσαῖς πτέρυξι πρὸς τὸν οὐρανὸν ἀόκνως ἀνέρχεται ἡ ὁσία. Καὶ ἴσως περὶ αὐτῆς πνευματοδόχος τις ἐμελῴδησε. Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ πετασθήσομαι διὰ πρακτικῆς, καὶ καταπαύσω διὰ θεωρίας καὶ ταπεινώσεως; Μηδ᾿ αὐτὸ τὸ σχῆμα, εἰ δοκεῖ, τῶν ἀνδρείων τούτων πολεμιστῶν παραδράμωμεν τῷ λόγῳ κατάδηλον ποιήσασθαι, πῶς τε τὸν θυρεὸν κατέχουσι τῆς πρὸς τὸν Θεὸν καὶ πρὸς τὸν γυμναστὴν πίστεως, ἐν αὐτῷ ὡς εἰπεῖν πάντα ἀπιστίας ἢ μεταβάσεως λογισμὸν ἀπωθούμενοι, τήν τε μάχαιραν τοῦ πνεύματος ἀνατείνοντες διηνεκῶς, καὶ πᾶν ἑαυτῶν θέλημα πλησιάζον αὐτοῖς ἀποκτείνοντες, θώρακάς τε σιδηροῦς πραότητος, καὶ ὑπομονῆς ἠμφιεσμένοι, πᾶσαν ὕβριν καὶ κέντησιν, καὶ βολίδα ἑαυτῶν δι᾿ αὐτῶν ἀποκρουόμενοι· ἔχουσί τε καὶ περικεφάλαιον σωτηρίου τὴν τοῦ προεστῶτος δι᾿ εὐχῆς σκέπην. Ἵστανται δὲ σύμποδες οὐδ᾿ ὅλως, ἀλλὰ τὸ (2) μὲν εἰς διακονίαν προτείνοντες, τὴν δὲ ἐπὶ προσευχὴν