Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/339

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
669670
SCALA PARADISI.—GRADUS III.

καὶ,» καὶ (18) κοσμικαὶ, καὶ ἄκοσμοι. Ὁ (19) τοῖς κατὰ τὸν κοσμὸν μετὰ τὴν ἀποταγὴν συναναστρεφόμενος, ἢ πλησίον τυγχάνων πάντως, ἢ ἐν τοῖς αὐτῶν περιπεσεῖται βρόχοις, ἢ τὴν καρδίαν ἐν τῇ περὶ τούτων ἐννοίᾳ μολυνεῖ, ἢ μὴ μολυνόμενος τοὺς μολυνομένους κατακρίνων, καὶ αὐτὸς σὺν αὐτοῖς μολυνθήσεται.

Περὶ ἐνυπνίων ἀκολουθούντων εἰσαγωγικοῖς.

Ὅτι μὲν τῆς ἡμετέρας γνώσεως ὁ νοῦς ἀτελὴς ὅλος, καὶ πάσης ἀγνοίας ἀνάπλεως, καὶ κρύπτειν ἀδύνατον. Λάρυγξ μὲν γὰρ βρώματα διακρίνει· ἀκοὴ δὲ νοήματα διαγινώσκει· ἀσθένειαν μὲν γὰρ ὀμμάτων ἐδήλωσεν ἥλιος· ἀγνωσίαν δὲ ψυχῆς ἐδήλωσε ῥήματα. Πλὴν ὁ τῆς ἀγάπης νόμος καὶ πρὸς τὰ ὑπὲρ δύναμιν ἐκβιαστής. Οὐκ οὖν οἶμαι· οὐδὲ γὰρ ὁρίζομαι· ἀκόλουθον μετὰ τοὺς τῆς ξενιτείας λόγους· μᾶλλον δὲ ἐν αὐτοῖς, μικρὰ περὶ τῶν ὀνείρων ἐντάξαι, ὅσον μηδὲ τούτου τοῦ δόλου τῶν δολίων ἀμυήτους ὑπάρχειν ἡμᾶς. (20) Ἐνύπνιόν ἐστι νοὸς κίνησις ἐν (21) ἀκινησίᾳ σώματος. Φαντασία ἐστὶν ἀπάτη ὀφθαλμῶν ἐν κοιμωμένῃ διανοίᾳ· φαντασία ἐστὶν ἔκστασις νοὸς ἐγρηγορότος σώματος· φαντασία ἐστὶν ἀνυπόστατος θεωρία. Ἡ αἰτία δι᾿ ἣν μετὰ τὴν προλαβοῦσαν τάξιν περὶ ὀνείρων λέγειν ἠβουλήθημεν, πρόδηλος· ὅταν καταλείψαντες διὰ τὸν Κύριον τοὺς ἑαυτῶν οἴκους, καὶ οἰκείους, ξενιτείᾳ διὰ ἀγάπην Θεοῦ ἑαυτοὺς πωλήσωμεν, τότε λοιπὸν οἱ δαίμονες δι᾿ ἐνυπνίων θορυβεῖν δοκιμάσουσιν ἡμᾶς, τοὺς οἰκείους ἑαυτῶν ἡμῖν ὑποδεικνύντες· ἢ κοπτομένους, ἢ θνήσκοντας, ἢ ὑπὲρ ἡμῶν κατεχομένους, καὶ σινομένους. Ὁ τοίνυν ὀνείροις πιστεύων ὅμοιός ἐστι τῷ τὴν σκιὰν ἑαυτοῦ κατατρέχοντι, καὶ ταύτην κατέχειν δοκιμάζοντι. Δαίμονες κενοδοξίας καθ᾿ ὕπνους προφῆται, τὰ μέλλοντα ὡς πανοῦργοι τεκμαιρόμενοι, καὶ ταῦτα ἡμῖν προευαγγελιζόμενοι· τῶν ὁραμάτων πεπληρωμένων ἡμεῖς ἐθαμβήθημεν, καὶ ὡς πλησίον τοῦ προγνωστικοῦ λοιπὸν ὑπάρχον-