Σελίδα:Lucian, Vol 3.djvu/88

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
παρρησιαδησ

Ἦλθεν, εἶτα πάλιν ἄπεισιν. Περισκοπεῖ ἀκριβῶς, αὖθις ἐπανῆλθεν, ἔχανεν, εἴληπται, ἀνιμήσθω.

αριστοτελησ

Μὴ ἀνέρῃ με, ὦ Παρρησιάδη, περὶ αὐτοῦ ἀγνοῶ γὰρ ὅστις ἐστίν.

παρρησιαδησ

Οὐκοῦν καὶ οὗτος, ὦ Ἀριστότελες, κατὰ τῶν 51 πετρῶν. ἀλλ’ ἢν ἰδού, πολλούς που τοὺς ἰχθῦς ὁρῶ κατὰ ταὐτὸν ὁμόχροας, ἀκανθώδεις καὶ τὴν ἐπιφάνειαν ἐκτετραχυσμένους, ἐχίνων δυσληπτοτέρους. ἦ που σαγήνης ἐπ’ αὐτοὺς δεήσει;

φιλοσοφια

Ἀλλ’ οὐ πάρεστιν. ἱκανὸν εἰ κἂν ἕνα τινὰ ἐκ τῆς ἀγέλης ἀνασπάσαιμεν. ἥξει δὲ ἐπὶ τὸ ἄγκιστρον δηλαδὴ ὃς ἂν αὐτῶν θρασύτατος ᾖ.

ελεγχοσ

Κάθες, εἰ δοκεῖ, σιδηρώσας γε πρότερον ἐπὶ πολὺ τῆς ὁρμιᾶς, ὡς μὴ ἀποπρίσῃ τοῖς ὀδοῦσι καταπιὼν τὸ χρυσίον.

παρρησιαδησ

Καθῆκα. Καὶ σὺ δέ, ὦ Πόσειδον, ταχεῖαν ἐπιτέλει τὴν ἄγραν. βαβαί, μάχονται περὶ τοῦ δελέατος, καὶ οἱ μὲν συνάμα πολλοὶ περιτρώγουσι τὴν ἰσχάδα, οἱ δὲ προσφύντες ἔχονται τοῦ χρυσίου. εὖ ἔχει· περιεπάρη τις μάλα καρτερός. φέρ’ ἴδω τίνος ἐπώνυμον σεαυτὸν εἶναι λέγεις;