Σελίδα:Lucian, Vol 3.djvu/86

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
παρρησιαδησ

Θάρρει, ὦ Διόγενες· κοῦφοί εἰσι καὶ τῶν ἀφύων ἐλαφρότεροι.

διογενησ

Νὴ Δί’, ἀφυέστατοί γε· ἀνάσπα δὲ ὅμως.

παρρησιαδησ

49 Ἰδού τις ἄλλος ὑπόπλατος ὥσπερ ἡμίτομος ἰχθὺς πρόσεισιν, ψῆττά τις, κεχηνὼς εἰς τὸ ἄγκιστρον κατέπιεν, ἔχεται, ἀνεσπάσθω. τίς ἐστιν;

ελεγχοσ

Ὁ Πλατωνικὸς εἶναι λέγων.

παρρησιαδησ

Καὶ σύ, ὦ κατάρατε, ἥκεις ἐπὶ τὸ χρυσίον ; τί φής, ὦ Πλάτων; τί ποιῶμεν αὐτόν;

πλατων

50 Ἀπὸ τῆς αὐτῆς πέτρας καὶ οὗτος· ἐπ’ ἄλλον καθείσθω.

παρρησιαδησ

Καὶ μὴν ὁρῶ τινα πάγκαλον προσιόντα, ὡς ἂν ἐν βυθῷ δόξειεν, ποικίλον τὴν χρόαν, ταινίας τινὰς ἐπὶ τοῦ νώτου ἐπιχρύσους ἔχοντα. ὁρᾷς, ὦ Ἔλεγχε;

ελεγχοσ

Ὁ τὸν Ἀριστοτέλη προσποιούμενος οὗτός ἐστιν.