Σελίδα:Lucian, Vol 3.djvu/472

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN

ᾀσμάτων ἢ κἂν ἄλλου ποιήσαντος δύνασθαι ᾁδειν ἀξίως· ὁρᾷς γὰρ οἷ τὸ προτιμᾶσθαι καὶ εὐδοκιμεῖν ἐστιν. ὑποσταίης δὲ ἄν, εἰ καὶ μάγον ἢ μάντιν ὑποκρίνασθαι δέοι τῶν κλήρους πολυταλάντους καὶ ἀρχὰς καὶ ἀθρόους τοὺς πλούτους ὑπισχνουμένων· καὶ γὰρ αὖ καὶ τούτους ὁρᾷς εὖ φερομένους ἐν ταῖς φιλίαις καὶ πολλῶν ἀξιουμένους. κάν τι οὖν τούτων ἡδέως ἂν γένοιο, ὡς μὴ ἀπόβλητος καὶ περιττὸς εἴης· ἀλλ’ οὐδὲ πρὸς ταῦτα ὁ κακοδαίμων πιθανὸς εἶ. τοιγαροῦν ἀνάγκη μειοῦσθαι καὶ σιωπῇ ἀνέχεσθαι ὑποιμώζοντα καὶ ἀμελούμενον.

28  Ἢν μὲν γὰρ κατείπῃ σοῦ τις ψιθυρὸς οἰκέτης, ὡς μόνος οὐκ ἐπῄνεις τὸν τῆς δεσποίνης παιδίσκον ὀρχούμενον ἢ κιθαρίζοντα, κίνδυνος οὐ μικρὸς ἐκ τοῦ πράγματος. χρὴ οὖν χερσαίου βατράχου δίκην διψῶντα κεκραγέναι, ὡς ἐπίσημος ἔσῃ ἐν τοῖς ἐπαινοῦσι καὶ κορυφαῖος ἐπιμελούμενον· πολλάκις δὲ καὶ τῶν ἄλλων σιωπησάντων αὐτὸν ἐπειπεῖν ἐσκεμμένον τινὰ ἔπαινον πολλὴν τὴν κολακείαν ἐμφανιοῦντα.

Τὸ μὲν γὰρ λιμῷ συνόντα καὶ νὴ Δία γε διψῶντα μύρῳ χρίεσθαι καὶ στεφανοῦσθαι τὴν κεφαλήν, ἠρέμα καὶ γελοῖον ἔοικας γὰρ τότε στήλῃ ἑώλου τινὸς νεκροῦ ἄγοντος ἐναγίσματα· καὶ γὰρ ἐκείνων καταχέαντες μύρον καὶ τὸν στέφανον ἐπιθέντες αὐτοὶ πίνουσι καὶ εὐωχοῦνται τὰ παρεσκευασμένα.

29  Ἢν μὲν γὰρ καὶ ζηλότυπός τις ᾖ καὶ παῖδες εὔμορφοι ὦσιν ἢ νέα γυνὴ καὶ σὺ μὴ παντελῶς πόρρω Ἀφροδίτης καὶ Χαρίτων ᾖς, οὐκ ἐν εἰρήνῃ

460