Σελίδα:Hermetis Trismegisti Poemander (1854).djvu/56

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
32cap. 3.
Λόγος ἱερός

τῶν σημείοις ἅπασι· καὶ διηριθμήθη τὰ ἄστρα σὺν τοῖς ἐν αὐτοῖς θεοῖς· καὶ περιειλίχθη τὸ περικύκλιον ἀέρι, κυκλίῳ δρομήματι πνεύματι θείῳ ὀχούμενον. 3 ἀνῆκε δὲ ἕκαστος θεὸς διὰ τῆς ἰδίας δυνάμεως τὸ προσταχθὲν αὐτῷ· καὶ ἐγένετο θηρία τετράποδα καὶ ἑρπετὰ καὶ ἔνυδρα καὶ πτηνὰ καὶ πᾶσα σπορὰ ἔνσπορος καὶ χόρτος καὶ ἄνθους παντὸς χλόη, τὸ σπέρμα τῆς παλιγγενεσίας ἐν ἑαυτοῖς ἔχοντες· ἐσπερμολόγουν τε τὰς γενέσεις τῶν ἀνθρώπων εἰς ἔργων θείων γνῶσιν καὶ φύσεως ἐνεργοῦσαν μαρτυρίαν καὶ πλῆθος ἀνθρώπων εἰς πάντων τῶν ὑπ' οὐρανὸν δεσποτείαν καὶ ἀγαθῶν ἐπίγνωσιν, εἰς τὸ αὐξάνεσθαι ἐν αὐξήσει καὶ πληθύνεσθαι ἐν πλήθει, καὶ πᾶσαν ἐν σαρκὶ ψυχὴν διὰ δρομήματος θεῶν ἐγκυκλίων [τερασπορίας], εἰς κατοπτίαν οὐρανοῦ καὶ δρομήματος οὐρανίων θεῶν καὶ ἔργων θείων καὶ φύσεως ἐνεργείας εἴς τε σημεῖα ἀγαθῶν, εἰς γνῶσιν θείας δυνάμεως μοίρας

1. διηριθμήθη τὰ ἄστρα] sic Patr. διηρθρώθη reliqui.2. αὐτοῖς] αὐτῇ AB Turn.║ περιειλίχθη] sic B, περιελήγη A, περιλήγει edd.7. ἄνθη πάσης χλόης Patr.║ τὸ] καὶ τὸ B.║ τὰ σπέρματα Patr.8. ἑαυτοῖς] sic AB, αὐτοῖς edd.║ ἔχοντες add. Tied.║ τὲ τὰς] sic Tied. τάς τε reliqui.9. γνώσιν θείων A.10. εἰς] sic Fluss. καὶ reliqui.14. τετρασπορίας uncis incl. Tied.║ δρομήματος οὐρανίων om. Patr.15. φύσεων AB.