Σελίδα:Ésope - Fables - Émile Chambry.djvu/301

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
125
AESOPI FABVLAE
283
Ὀρνιθοθήρας καὶ κορύδαλος.

Ὀρνιθορήρας ὄρνισιν ἵστη παγίδας. Κορύδαλος δὲ τοῦτον πόρρωθεν ἰδὼν ἐπυνθάνετο τί ποτ’ ἐργάζοιτο. Τοῦ δὲ πόλιν κτίζειν φαμένου, εἶτα δὲ πορρωτέρω ἀποχωρήσαντος καὶ κρυβέντος, ὁ κορύδαλος τοῖς τοῦ ἀνδρὸς λόγοις πιστεύσας, προσελθὼν εἰς τὸν βρόχον ἑάλω. Τοῦ δὲ ὀρνιθοθήρα ἐπιδραμόντος, ἐκεῖνος εἶπεν· «Ὦ οὗτος, εἰ τοιαύτην πόλιν κτίζεις, οὐ πολλοὺς εὑρήσεις τοὺς ἐνοικοῦντας.»

Ὁ μῦθος δηλοῖ ὅτι τότε μάλιστα οἶκοι καὶ πόλεις ἐρημοῦνται, ὅταν οἱ προεστῶτες χαλεπαίνωσιν.

284
Ὀρνιθοθήρας καὶ πελαργός.

Ὀρνιθοθήρας δίκτυα γεράνοις ἀναπετάσας πόρρωθεν ἀπεκαραδόκει τὴν ἄγραν. Πελαργοῦ δὲ σὺν ταῖς γεράνοις ἐπικαθίσαντος, ἐπιδραμὼν μετ’ ἐκείνων καὶ αὐτὸν συνέλαβε. Τοῦ δὲ δεομένου μεθεῖναι αὐτὸν καὶ λέγοντος ὡς οὐ μόνον αὐτὸς ἀβλαβής ἐστι τοῖς ἀνθρώποις, ἀλλὰ καὶ ὠφελιμώτατος, τοὺς γὰρ ὄφεις καὶ τὰ λοιπὰ ἑρπετὰ συλλαμβάνων κατεσθίει, ὁ ὀρνιθοθήρας ἀπεκρίνατο· «Ἀλλ’ εἰ τὰ μάλιστα μὴ φαῦλος σὺ εἶ, δι’ αὐτὸ τοῦτο γοῦν ἄξιος εἶ κολάσεως, ὅτι μετὰ πονηρῶν κεκάθικας.»

Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τὰς τῶν πονηρῶν συνηθείας περιφεύγειν, ἵνα μὴ καὶ αὐτοὶ τῆς ἐκείνων κακίας κοινωνεῖν δόξωμεν.

285
Ὀρνιθοθήρας καὶ πέρδιξ.

Ὀρνιθοθήρας, ὀψιαίτερον αὐτῷ ξένου παραγενομένου,