Περί Ιππικής

Από Βικιθήκη
Μετάβαση σε: πλοήγηση, αναζήτηση
Περὶ Ἱππικῆς
Συγγραφέας: Ξενοφών
Xenophon. Xenophontis opera omnia, vol. 5. Oxford, Clarendon Press. 1920 (repr.1969).


I. [1.1] ἐπειδὴ διὰ τὸ συμβῆναι ἡμῖν πολὺν χρόνον ἱππεύειν οἰόμεθα ἔμπειροι ἱππικῆς γεγενῆσθαι, βουλόμεθα καὶ τοῖς νεωτέροις τῶν φίλων δηλῶσαι ᾗ ἂν νομίζομεν αὐτοὺς ὀρθότατα ἵπποις προσφέρεσθαι. συνέγραψε μὲν οὖν καὶ Σίμων περὶ ἱππικῆς, ὃς καὶ τὸν κατὰ τὸ Ἐλευσίνιον Ἀθήνησιν ἵππον χαλκοῦν ἀνέθηκε καὶ ἐν τῷ βάθρῳ τὰ ἑαυτοῦ ἔργα ἐξετύπωσεν: ἡμεῖς γε μέντοι ὅσοις συνετύχομεν ταὐτὰ γνόντες ἐκείνῳ, οὐκ ἐξαλείφομεν ἐκ τῶν ἡμετέρων, ἀλλὰ πολὺ ἥδιον παραδώσομεν αὐτὰ τοῖς φίλοις, νομίζοντες ἀξιοπιστότερα εἶναι ὅτι κἀκεῖνος κατὰ ταὐτὰ ἡμῖν ἔγνω ἱππικὸς ὤν: καὶ ὅσα δὴ παρέλιπεν ἡμεῖς πειρασόμεθα δηλῶσαι.

πρῶτον δὲ γράψομεν ὡς ἄν τις ἥκιστα ἐξαπατῷτο ἐν ἱππωνίᾳ. τοῦ μὲν τοίνυν ἔτι ἀδαμάστου πώλου δῆλον ὅτι τὸ σῶμα+ δεῖ δοκιμάζειν: τῆς γὰρ ψυχῆς οὐ πάνυ σαφῆ τεκμήρια παρέχεται ὁ μήπω ἀναβαινόμενος. [1.2] τοῦ γε μὴν σώματος πρῶτόν φαμεν χρῆναι τοὺς πόδας σκοπεῖν. ὥσπερ γὰρ οἰκίας οὐδὲν ὄφελος ἂν εἴη, εἰ τὰ ἄνω πάνυ καλὰ ἔχοι μὴ ὑποκειμένων οἵων δεῖ θεμελίων, οὕτω καὶ ἵππου πολεμιστηρίου οὐδὲν ἂν ὄφελος εἴη, οὐδ' εἰ τἆλλα πάντα ἀγαθὰ ἔχοι, κακόπους δ' εἴη: οὐδενὶ γὰρ ἂν δύναιτο τῶν ἀγαθῶν χρῆσθαι. [1.3] πόδας δ' ἄν τις δοκιμάζοι πρῶτον μὲν τοὺς ὄνυχας σκοπῶν: οἱ γὰρ παχεῖς πολὺ τῶν λεπτῶν διαφέρουσιν εἰς εὐποδίαν: ἔπειτα οὐδὲ τοῦτο δεῖ λανθάνειν, πότερον αἱ ὁπλαί εἰσιν ὑψηλαὶ [ἢ ταπειναὶ] καὶ ἔμπροσθεν καὶ ὄπισθεν ἢ χαμηλαί. αἱ μὲν γὰρ ὑψηλαὶ πόρρω ἀπὸ τοῦ δαπέδου ἔχουσι τὴν χελιδόνα καλουμένην, αἱ δὲ ταπειναὶ ὁμοίως βαίνουσι τῷ τε ἰσχυροτάτῳ καὶ τῷ μαλακωτάτῳ τοῦ ποδός, ὥσπερ οἱ βλαισοὶ τῶν ἀνθρώπων: καὶ τῷ ψόφῳ δὲ ἔφη Σίμων δήλους εἶναι τοὺς εὔποδας, καλῶς λέγων: ὥσπερ γὰρ κύμβαλον ψοφεῖ πρὸς+ τὸ δάπεδον ἡ κοίλη ὁπλή.

[1.4] ἐπεὶ δὲ ἠρξάμεθα ἐντεῦθεν, ταύτῃ καὶ ἀναβησόμεθα πρὸς τὸ ἄλλο+ σῶμα. δεῖ τοίνυν καὶ τὰ ἀνωτέρω μὲν τῶν ὁπλῶν, κατωτέρω δὲ τῶν κυνηπόδων ὀστᾶ μήτε ἄγαν ὀρθὰ εἶναι ὥσπερ αἰγός: ἀντιτυπώτερα γὰρ ὄντα κόπτει τε τὸν ἀναβάτην καὶ παραπίμπραται μᾶλλον τὰ τοιαῦτα σκέλη: οὐδὲ μὴν ἄγαν ταπεινὰ τὰ ὀστᾶ δεῖ εἶναι: ψιλοῖντο γὰρ ἂν καὶ ἑλκοῖντο οἱ κυνήποδες εἴτ' ἐν βώλοις εἴτ' ἐν λίθοις ἐλαύνοιτο ὁ ἵππος. [1.5] τῶν γε μὴν κνημῶν τὰ ὀστᾶ παχέα χρὴ εἶναι: ταῦτα γάρ ἐστι στήριγγες τοῦ σώματος: οὐ μέντοι φλεψί γε οὐδὲ σαρξὶ παχέα: εἰ δὲ μή, ὅταν ἐν σκληροῖς ἐλαύνηται, ἀνάγκη αἵματος ταῦτα πληροῦσθαι καὶ κρισσοὺς γίγνεσθαι, καὶ παχύνεσθαι μὲν τὰ σκέλη, ἀφίστασθαι δὲ τὸ δέρμα. χαλῶντος δὲ τούτου πολλάκις καὶ ἡ περόνη ἀποστᾶσα χωλὸν ἀπέδειξε τὸν ἵππον. [1.6] τά γε μὴν γόνατα ἢν βαδίζων ὁ πῶλος ὑγρῶς κάμπτῃ, εἰκάζοις ἂν καὶ ἱππεύοντα ὑγρὰ ἕξειν τὰ σκέλη: πάντες γὰρ προϊόντος τοῦ χρόνου ὑγροτέρως κάμπτουσιν ἐν τοῖς γόνασι. τὰ δὲ ὑγρὰ δικαίως εὐδοκιμεῖ: ἀπταιστότερον γὰρ καὶ ἀκοπώτερον τὸν ἵππον τῶν σκληρῶν σκελῶν παρέχει. [1.7] μηροί γε μέντοι οἱ ὑπὸ ταῖς ὠμοπλάταις ἢν παχεῖς ὦσιν, ἰσχυρότεροί τε καὶ εὐπρεπέστεροι ὥσπερ ἀνδρὸς φαίνονται. καὶ μὴν στέρνα πλατύτερα ὄντα καὶ πρὸς κάλλος καὶ πρὸς ἰσχὺν καὶ πρὸς τὸ μὴ ἐπαλλὰξ ἀλλὰ διὰ πολλοῦ τὰ σκέλη φέρειν εὐφυέστερα. [1.8] ἀπό γε μὴν τοῦ στέρνου ὁ μὲν αὐχὴν αὐτοῦ μὴ ὥσπερ κάπρου προπετὴς πεφύκοι, ἀλλ' ὥσπερ ἀλεκτρυόνος ὀρθὸς πρὸς τὴν κορυφὴν ἥκοι, λαγαρὸς δὲ εἴη τὰ κατὰ τὴν συγκαμπήν, ἡ δὲ κεφαλὴ ὀστώδης οὖσα μικρὰν σιαγόνα ἔχοι. οὕτως ὁ μὲν τράχηλος πρὸ τοῦ ἀναβάτου ἂν εἴη, τὸ δὲ ὄμμα πρὸ τῶν ποδῶν ὁρῴη. καὶ βιάζεσθαι δὲ ἥκιστ' ἂν δύναιτο ὁ τοιοῦτον σχῆμα ἔχων καὶ εἰ πάνυ θυμοειδὴς εἴη: οὐ γὰρ ἐγκάμπτοντες ἀλλ' ἐκτείνοντες τὸν τράχηλον καὶ τὴν κεφαλὴν βιάζεσθαι οἱ ἵπποι ἐπιχειροῦσι. [1.9] σκοπεῖν δὲ χρὴ καὶ εἰ ἀμφότεραι μαλακαὶ αἱ γνάθοι ἢ σκληρὰ ἡ ἑτέρα. ἑτερόγναθοι γὰρ ὡς τὰ πολλὰ οἱ μὴ ὁμοίας τὰς γνάθους ἔχοντες γίγνονται. καὶ μὴν τὸ ἐξόφθαλμον εἶναι ἐγρηγορὸς μᾶλλον φαίνεται τοῦ κοιλοφθάλμου, καὶ ἐπὶ πλέον δ' ἂν ὁ τοιοῦτος ὁρῴη. [1.10] καὶ μυκτῆρές γε οἱ ἀναπεπταμένοι τῶν συμπεπτωκότων εὐπνοώτεροί τε ἅμα εἰσὶ καὶ γοργότερον τὸν ἵππον ἀποδεικνύουσι. καὶ γὰρ ὅταν ὀργίζηται ἵππος ἵππῳ ἢ ἐν ἱππασίᾳ θυμῶται, εὐρύνει μᾶλλον τοὺς μυκτῆρας. [1.11] καὶ μὴν κορυφὴ μὲν μείζων, ὦτα δὲ μικρότερα ἱππωδεστέραν τὴν κεφαλὴν ἀποφαίνει. ἡ δ' αὖ ὑψηλὴ ἀκρωμία τῷ τε ἀναβάτῃ ἀσφαλεστέραν τὴν ἕδραν καὶ τοῖς ὤμοις [καὶ τῷ σώματι] ἰσχυροτέραν τὴν πρόσφυσιν παρέχεται. ἡ διπλῆ τῆς ἁπλῆς καὶ ἐγκαθῆσθαι μαλακωτέρα καὶ ἰδεῖν ἡδίων. [1.12] καὶ πλευρὰ δὲ ἡ βαθυτέρα καὶ πρὸς τὴν γαστέρα ὀγκωδεστέρα ἅμα εὐεδρότερόν τε καὶ ἰσχυρότερον καὶ εὐχιλότερον ὡς ἐπὶ πολὺ τὸν ἵππον παρέχεται. ὀσφῦς γε μὴν ὅσῳ ἂν πλατυτέρα τε καὶ βραχυτέρα ᾖ, τοσούτῳ ῥᾷον μὲν ὁ ἵππος τὰ πρόσθεν αἴρεται, ῥᾷον δὲ τὰ ὄπισθεν προσάγεται: καὶ ὁ κενεὼν δὲ οὕτω μικρότατος φαίνεται, ὅσπερ μέγας ὢν μέρος μέν τι καὶ αἰσχύνει, μέρος δέ τι καὶ ἀσθενέστερον καὶ δυσφορώτερον αὖ τὸν ἵππον παρέχεται. [1.13] τά γε μὴν ἰσχία πλατέα μὲν εἶναι χρὴ καὶ εὔσαρκα, ἵνα ἀκόλουθα ᾖ ταῖς πλευραῖς καὶ τοῖς στέρνοις: ἢν δὲ πάντα στερεὰ ᾖ, κουφότερα ἂν τὰ πρὸς τὸν δρόμον εἴη καὶ ὀξύτερον μᾶλλον ἂν τὸν ἵππον παρέχοιτο. [1.14] μηρούς γε μὴν τοὺς ὑπὸ τῇ οὐρᾷ ἢν ἅμα πλατείᾳ τῇ γραμμῇ διωρισμένους ἔχῃ+, οὕτω καὶ τὰ ὄπισθεν σκέλη διὰ πολλοῦ ὑποθήσει. τοῦτο δὲ ποιῶν ἅμα γοργοτέραν τε καὶ ἰσχυροτέραν ἕξει τὴν ὑπόβασίν τε καὶ ἱππασίαν καὶ ἅπαντα βελτίων ἔσται ἑαυτοῦ. τεκμήραιο δ' ἂν καὶ ἀπ' ἀνθρώπων: ὅταν γάρ τι ἀπὸ τῆς γῆς ἄρασθαι βούλωνται, διαβαίνοντες πάντες μᾶλλον ἢ συμβεβηκότες ἐπιχειροῦσιν αἴρεσθαι. [1.15] τούς γε μὴν ὄρχεις δεῖ μὴ μεγάλους τὸν ἵππον ἔχειν, ὃ οὐκ ἔστι πώλου κατιδεῖν. περί γε μὴν τῶν κάτωθεν, ἀστραγάλων ἢ κνημῶν καὶ κυνηπόδων καὶ ὁπλῶν, ταὐτὰ λέγομεν ἅπερ περὶ τῶν ἔμπροσθεν.

[1.16] γράψαι δὲ βούλομαι καὶ ἐξ ὧν ἂν περὶ μεγέθους ἥκιστα ἀποτυγχάνοι τις. ὅτου γὰρ ἂν ὦσιν αἱ κνῆμαι+ εὐθὺς γιγνομένου ὑψηλόταται, οὗτος μέγιστος γίγνεται. προϊόντος γὰρ τοῦ χρόνου πάντων τῶν τετραπόδων αἱ μὲν κνῆμαι εἰς μέγεθος+ οὐ μάλα+ αὔξονται+, πρὸς δὲ ταύτας+ ὡς ἂν συμμέτρως+ ἔχῃ συναύξεται+ καὶ τὸ ἄλλο σῶμα. [1.17] εἶδος μὲν δὴ πώλου οὕτω δοκιμάζοντες μάλιστ' ἂν ἡμῖν δοκοῦσι τυγχάνειν εὔποδος καὶ ἰσχυροῦ καὶ εὐσάρκου καὶ εὐσχήμονος καὶ εὐμεγέθους. εἰ δέ τινες αὐξανόμενοι μεταβάλλουσιν, ὅμως οὕτω θαρρῶν τις δοκιμάζοι ἄν: πολὺ γὰρ πλείονες εὔχρηστοι ἐξ αἰσχρῶν ἢ ἐκ τοιούτων αἰσχροὶ γίγνονται.

II. [2.1] ὅπως γε μὴν δεῖ πωλεύειν δοκεῖ ἡμῖν γραπτέον εἶναι: τάττονται μὲν γὰρ δὴ ἐν ταῖς πόλεσιν ἱππεύειν οἱ τοῖς χρήμασί τε ἱκανώτατοι καὶ τῆς πόλεως οὐκ ἐλάχιστον μετέχοντες: πολὺ δὲ κρεῖττον τοῦ πωλοδαμνεῖν [εἶναι] τῷ μὲν νέῳ εὐεξίας τε ἐπιμελεῖσθαι τῆς ἑαυτοῦ καὶ ἱππικὴν [ἐν ἢ] ἐπισταμένῳ ἤδη ἱππάζεσθαι μελετᾶν, τῷ δὲ πρεσβυτέρῳ τοῦ τε οἴκου καὶ τῶν φίλων καὶ τῶν πολιτικῶν καὶ τῶν πολεμικῶν μᾶλλον ἢ ἀμφὶ πώλευσιν διατρίβειν. [2.2] ὁ μὲν δὴ ὥσπερ ἐγὼ γιγνώσκων περὶ πωλείας δῆλον ὅτι ἐκδώσει τὸν πῶλον. χρὴ μέντοι, ὥσπερ τὸν παῖδα ὅταν ἐπὶ τέχνην ἐκδῷ, συγγραψάμενον ἃ δεήσει ἐπιστάμενον ἀποδοῦναι οὕτως ἐκδιδόναι. ταῦτα γὰρ ὑπομνήματα ἔσται τῷ πωλοδάμνῃ ὧν δεῖ ἐπιμεληθῆναι, εἰ μέλλει τὸν μισθὸν ἀπολήψεσθαι. [2.3] ὅπως μέντοι πρᾷός τε καὶ χειροήθης καὶ φιλάνθρωπος ὁ πῶλος ἐκδιδῶται τῷ πωλοδάμνῃ ἐπιμελητέον. τὸ γὰρ τοιοῦτον οἴκοι τε τὰ πλεῖστα καὶ διὰ τοῦ ἱπποκόμου ἀποτελεῖται, ἢν ἐπίστηται τὸ μὲν πεινῆν καὶ διψῆν καὶ μυωπίζεσθαι παρασκευάζειν μετ' ἐρημίας γίγνεσθαι τῷ πώλῳ, τὸ δὲ φαγεῖν καὶ πιεῖν καὶ τὸ τῶν λυπούντων ἀπαλλάττεσθαι δι' ἀνθρώπων. τούτων γὰρ γιγνομένων ἀνάγκη μὴ μόνον φιλεῖσθαι ἀλλὰ καὶ ποθεῖσθαι ὑπὸ πώλων ἀνθρώπους. [2.4] καὶ ἅπτεσθαι δὲ χρὴ ὧν ψηλαφωμένων ὁ ἵππος μάλιστα ἥδεται. ταῦτα δ' ἐστὶ τά τε λασιώτατα καὶ οἷς αὐτὸς ἥκιστ' ἂν δύναιτο ὁ ἵππος, ἤν τι λυπῇ αὐτόν, ἐπικουρεῖν. [2.5] προστετάχθω δὲ τῷ ἱπποκόμῳ καὶ τὸ δι' ὄχλου διάγειν καὶ παντοδαπαῖς μὲν ὄψεσι παντοδαποῖς δὲ ψόφοις πλησιάζειν. τούτων δέ, ὅσα ἂν ὁ πῶλος φοβῆται, οὐ χαλεπαίνοντα δεῖ ἀλλὰ πραύ̈νοντα διδάσκειν ὅτι οὐ δεινά ἐστι. καὶ περὶ μὲν πωλείας ἀρκεῖν μοι δοκεῖ τῷ ἰδιώτῃ εἰπεῖν τοσαῦτα πράττειν.

III. [3.1] ὅταν γε μὴν ἱππαζόμενον ὠνῆταί τις, ὑπομνήματα γράψομεν ἃ δεῖ καταμανθάνειν τὸν μέλλοντα μὴ ἐξαπατᾶσθαι ἐν ἱππωνίᾳ. πρῶτον μὲν τοίνυν μὴ λαθέτω αὐτὸν τίς ἡλικία: ὁ γὰρ μηκέτι ἔχων γνώμονας οὔτ' ἐλπίσιν εὐφραίνει οὔτε ὁμοίως εὐαπάλλακτος γίγνεται. [3.2] ὁπότε δὲ ἡ νεότης σαφής, δεῖ αὖ μὴ λαθεῖν πῶς μὲν εἰς τὸ στόμα δέχεται τὸν χαλινόν, πῶς δὲ περὶ τὰ ὦτα τὴν κορυφαίαν. ταῦτα δ' ἥκιστ' ἂν λανθάνοι, εἰ ὁρῶντος μὲν τοῦ ὠνουμένου ἐμβάλλοιτο ὁ χαλινός, ὁρῶντος δ' ἐξαιροῖτο. [3.3] ἔπειτα δὲ προσέχειν δεῖ τὸν νοῦν πῶς ἐπὶ τὸν νῶτον δέχεται τὸν ἀναβάτην. πολλοὶ γὰρ ἵπποι χαλεπῶς προσίενται ἃ πρόδηλα αὐτοῖς ἐστιν ὅτι προσέμενοι πονεῖν ἀναγκασθήσονται. [3.4] σκεπτέον δὲ καὶ τόδε, εἰ ἀναβαθεὶς ἐθέλει ἀφ' ἵππων ἀποχωρεῖν ἢ εἰ παρ' ἑστηκότας ἱππεύων μὴ ἐκφέρει πρὸς τούτους. εἰσὶ δὲ οἳ διὰ κακὴν ἀγωγὴν καὶ πρὸς τὰς οἴκαδε ἀφόδους φεύγουσιν ἐκ τῶν ἱππασιῶν. [3.5] τούς γε μὴν ἑτερογνάθους μηνύει μὲν καὶ ἡ πέδη καλουμένη ἱππασία, πολὺ δὲ μᾶλλον καὶ τὸ μεταβάλλεσθαι τὴν ἱππασίαν. πολλοὶ γὰρ οὐκ ἐγχειροῦσιν ἐκφέρειν, ἢν μὴ ἅμα συμβῇ ἥ τε ἄδικος γνάθος καὶ ἡ πρὸς οἶκον ἐκφορά. δεῖ γε μὴν εἰδέναι καὶ εἰ ἀφεθεὶς εἰς τάχος ἀναλαμβάνεται ἐν βραχεῖ καὶ εἰ ἀποστρέφεσθαι ἐθέλει. [3.6] ἀγαθὸν δὲ μὴ ἄπειρον εἶναι εἰ καὶ πληγῇ ἐγερθεὶς ἐθέλει ὁμοίως πείθεσθαι. ἄχρηστον μὲν γὰρ δήπου καὶ οἰκέτης καὶ στράτευμα ἀπειθές: ἵππος δὲ ἀπειθὴς οὐ μόνον ἄχρηστος, ἀλλὰ πολλάκις καὶ ὅσαπερ προδότης διαπράττεται. [3.7] ἐπεὶ δὲ πολεμιστήριον ἵππον ὑπεθέμεθα ὠνεῖσθαι, ληπτέον πεῖραν ἁπάντων ὅσωνπερ καὶ ὁ πόλεμος πεῖραν λαμβάνει. ἔστι δὲ ταῦτα, τάφρους διαπηδᾶν, τειχία ὑπερβαίνειν, ἐπ' ὄχθους ἀνορούειν, ἀπ' ὄχθων καθάλλεσθαι: καὶ πρὸς ἄναντες δὲ καὶ κατὰ πρανοῦς καὶ πλάγια ἐλαύνοντα πεῖραν λαμβάνειν: πάντα γὰρ ταῦτα καὶ τὴν ψυχὴν εἰ καρτερὰ καὶ τὸ σῶμα εἰ ὑγιὲς δοκιμάζει. [3.8] οὐ μέντοι τὸν μὴ καλῶς πάνυ ταῦτα ποιοῦντα ἀποδοκιμαστέον. πολλοὶ γὰρ οὐ διὰ τὸ μὴ δύνασθαι, ἀλλὰ διὰ τὸ ἄπειροι εἶναι τούτων ἐλλείπονται. μαθόντες δὲ καὶ ἐθισθέντες καὶ μελετήσαντες καλῶς ἂν ταῦτα πάντα ποιοῖεν, εἴ γ' ἄλλως ὑγιεῖς καὶ μὴ κακοὶ εἶεν. [3.9] τούς γε μέντοι ὑπόπτας φύσει φυλακτέον. οἱ γὰρ ὑπέρφοβοι βλάπτειν μὲν τοὺς πολεμίους ἀφ' ἑαυτῶν οὐκ ἐῶσι, τὸν δὲ ἀναβάτην ἔσφηλάν τε πολλάκις καὶ εἰς τὰ χαλεπώτατα ἐνέβαλον. [3.10] δεῖ δὲ καὶ εἴ τινα χαλεπότητα ἔχοι ὁ ἵππος καταμανθάνειν, εἴτε πρὸς ἵππους εἴτε πρὸς ἀνθρώπους, καὶ εἰ δυσγάργαλίς γε εἴη: πάντα γὰρ ταῦτα χαλεπὰ τοῖς κεκτημένοις γίγνεται. [3.11] τὰς δέ γε τῶν χαλινώσεων καὶ ἀναβάσεων ἀποκωλύσεις καὶ τἆλλα δὴ νεύματα πολὺ ἂν ἔτι μᾶλλον καταμάθοι τις, εἰ πεπονηκότος ἤδη τοῦ ἵππου πάλιν πειρῷτο ποιεῖν ταὐτὰ ὅσαπερ πρὶν ἄρξασθαι ἱππεύειν. ὅσοι δ' ἂν πεπονηκότες ἐθέλωσι πάλιν ὑποδύεσθαι πόνους ἱκανὰ τεκμήρια παρέχονται ταῦτα ψυχῆς καρτερᾶς. [3.12] ὡς δὲ συνελόντι εἰπεῖν, ὅστις εὔπους μὲν εἴη, πρᾷος δέ, ἀρκούντως δὲ ποδώκης, ἐθέλοι δὲ καὶ δύναιτο πόνους ὑποφέρειν, πείθοιτο δὲ μάλιστα, οὗτος ἂν εἰκότως ἀλυπότατός τ' εἴη καὶ σωτηριώτατος τῷ ἀναβάτῃ ἐν τοῖς πολεμικοῖς. οἱ δὲ ἢ διὰ βλακείαν ἐλάσεως πολλῆς δεόμενοι ἢ διὰ τὸ ὑπέρθυμοι εἶναι πολλῆς θωπείας τε καὶ πραγματείας ἀσχολίαν μὲν ταῖς χερσὶ τοῦ ἀναβάτου παρέχουσιν, ἀθυμίαν δ' ἐν τοῖς κινδύνοις.

IV. [4.1] ὅταν γε μὴν ἀγασθεὶς ἵππον πρίηταί τις καὶ οἴκαδε ἀγάγηται, καλὸν μὲν ἐν τοιούτῳ τῆς οἰκίας τὸν σταθμὸν εἶναι ὅπου πλειστάκις ὁ δεσπότης ὄψεται τὸν ἵππον: ἀγαθὸν δὲ οὕτω κατεσκευάσθαι τὸν ἱππῶνα, ὥστε μηδὲν μᾶλλον οἷόν τ' εἶναι τὸν τοῦ ἵππου σῖτον κλαπῆναι ἐκ τῆς φάτνης ἢ τὸν τοῦ δεσπότου ἐκ τοῦ ταμιείου. ὁ δὲ τούτου ἀμελῶν ἐμοὶ μὲν ἑαυτοῦ δοκεῖ ἀμελεῖν: δῆλον γὰρ ὅτι ἐν τοῖς κινδύνοις τὸ αὑτοῦ σῶμα τῷ ἵππῳ ὁ δεσπότης παρακατατίθεται. [4.2] ἔστι δὲ οὐ μόνον τοῦ μὴ κλέπτεσθαι ἕνεκα τὸν σῖτον ἀγαθὸς ὁ ἐχυρὸς ἱππών, ἀλλ' ὅτι καὶ ὅταν [μὴ] ἐκκομίζῃ τὸν σῖτον ὁ ἵππος φανερὸν γίγνεται. τούτου δ' ἄν τις αἰσθανόμενος γιγνώσκοι ὅτι ἢ τὸ σῶμα ὑπεραιμοῦν δεῖται θεραπείας ἢ κόπου ἐνόντος δεῖται ἀναπαύσεως, ἢ κριθίασις ἢ ἄλλη τις ἀρρωστία ὑποδύεται. ἔστι δὲ ὥσπερ ἀνθρώπῳ, οὕτω καὶ ἵππῳ ἀρχόμενα πάντα εὐιατότερα ἢ ἐπειδὰν ἐνσκιρωθῇ τε καὶ ἐξαμαρτηθῇ τὰ νοσήματα.

[4.3] ὥσπερ δὲ τοῦ ἵππου σίτου τε καὶ γυμνασίων ἐπιμελητέον, ὅπως ἂν τὸ σῶμα ἰσχύῃ, οὕτω καὶ τοὺς πόδας ἀσκητέον. τὰ μὲν τοίνυν ὑγρά τε καὶ λεῖα τῶν σταθμῶν λυμαίνεται καὶ ταῖς εὐφυέσιν ὁπλαῖς: τὰ δέ, ὡς μὲν μὴ ὑγρὰ εἶναι, ἀπόρρυτα, ὡς δὲ μὴ λεῖα, λίθους ἔχοντα κατορωρυγμένους, προσαλλήλους, παραπλησίους ὁπλαῖς τὸ μέγεθος ... τὰ γὰρ τοιαῦτα σταθμὰ ... καὶ ἐφεστηκότων ἅμα στερεοῖ τοὺς πόδας. [4.4] ἔπειτά γε μὴν τῷ ἱπποκόμῳ ἐξακτέον μὲν τὸν ἵππον ὅπου ψήξει, μεταδετέον δὲ μετὰ τὸ ἄριστον ἀπὸ τῆς φάτνης, ἵν' ἥδιον ἐπὶ τὸ δεῖπνον ἴῃ. ὧδε δ' ἂν αὖ ὁ ἔξω σταθμὸς βέλτιστος εἴη καὶ τοὺς πόδας καρτερύνοι, εἰ λίθων στρογγύλων ἀμφιδόχμων ὅσον μνααίων ἁμάξας τέτταρας καὶ πέντε χύδην καταβάλοι, περιχειλώσας σιδήρῳ, ὡς ἂν μὴ σκεδαννύωνται: ἐπὶ γὰρ τούτων ἑστηκὼς ὥσπερ ἐν ὁδῷ λιθώδει ἀεὶ μέρος τῆς ἡμέρας πορεύοιτο : [4.5] ἀνάγκη δὲ καὶ ψηχόμενον καὶ μυωπιζόμενον χρῆσθαι ταῖς ὁπλαῖς καθάπερ ὅταν βαδίζῃ. καὶ τὰς χελιδόνας δὲ τῶν ποδῶν οἱ οὕτω κεχυμένοι λίθοι στερεοῦσιν. ὡς δὲ περὶ τῶν ὁπλῶν ὅπως στερεαὶ ἔσονται ἐπιμελητέον, οὕτω καὶ τὰ περὶ τὸ στόμα αὖ ὅπως μαλακὰ ἔσται ἐπιμελεῖσθαι δεῖ. τὰ δ' αὐτὰ ἀνθρώπου τε σάρκα καὶ ἵππου στόμα ἁπαλύνει.

V. [5.1] ἱππικοῦ δὲ ἀνδρὸς ἡμῖν δοκεῖ εἶναι καὶ τὸν ἱπποκόμον πεπαιδευκέναι ἃ δεῖ περὶ τὸν ἵππον πράττειν. πρῶτον μὲν τοίνυν τῆς ἐπιφατνιδίας φορβειᾶς ἐπίστασθαι αὐτὸν δεῖ μήποτε τὸ ἅμμα ποιεῖσθαι ἔνθαπερ ἡ κορυφαία περιτίθεται. πολλάκις γὰρ κνῶν ὁ ἵππος ἐπὶ τῇ φάτνῃ τὴν κεφαλήν, εἰ μὴ ἀσινὴς ἡ φορβειὰ περὶ τὰ ὦτα ἔσται, πολλάκις ἂν ἕλκη ποιοίη. ἑλκουμένων γε μὴν τούτων ἀνάγκη τὸν ἵππον καὶ περὶ τὸ χαλινοῦσθαι καὶ περὶ τὸ ψήχεσθαι δυσκολώτερον εἶναι. [5.2] ἀγαθὸν δὲ καὶ τὸ τετάχθαι τῷ ἱπποκόμῳ καθ' ἡμέραν τὴν κόπρον καὶ τὰ ὑποστρώματα τοῦ ἵππου ἐκφέρειν εἰς ἓν χωρίον. τοῦτο γὰρ ποιῶν αὐτός τ' ἂν ῥᾷστα ἀπαλλάττοι καὶ ἅμα τὸν ἵππον ὠφελοίη. [5.3] εἰδέναι δὲ χρὴ τὸν ἱπποκόμον καὶ τὸν κημὸν περιτιθέναι τῷ ἵππῳ, καὶ ὅταν ἐπὶ ψῆξιν καὶ ὅταν ἐπὶ καλίστραν ἐξάγῃ. καὶ ἀεὶ δὲ ὅποι ἂν ἀχαλίνωτον ἄγῃ κημοῦν δεῖ. ὁ γὰρ κημὸς ἀναπνεῖν μὲν οὐ κωλύει, δάκνειν δὲ οὐκ ἐᾷ: καὶ τὸ ἐπιβουλεύειν δὲ περικείμενος μᾶλλον ἐξαιρεῖ τῶν ἵππων: [5.4] καὶ μὴν δεσμεύειν τὸν ἵππον ἄνωθεν τῆς κεφαλῆς δεῖ: πάντα γὰρ ὁπόσα ἂν δύσκολ' ᾖ περὶ τὸ πρόσωπον ὁ ἵππος ἐκνεύειν πέφυκεν ἄνω: ἐκνεύων γε μὴν οὕτω δεδεμένος χαλᾷ μᾶλλον ἢ διασπᾷ τὰ δεσμά. [5.5] ἐπειδὰν δὲ ψήχῃ, ἄρχεσθαι μὲν ἀπὸ τῆς κεφαλῆς καὶ τῆς χαίτης: μὴ γὰρ καθαρῶν τῶν ἄνω ὄντων μάταιον τὰ κάτω καθαίρειν. ἔπειτα δὲ κατὰ μὲν τὸ ἄλλο σῶμα πᾶσι τοῖς τῆς καθάρσεως ὀργάνοις ἀνιστάντα δεῖ τὴν τρίχα σοβεῖν τὴν κόνιν κατὰ φύσιν τῆς τριχός: τῶν δ' ἐν τῇ ῥάχει τριχῶν ἄλλῳ μὲν ὀργάνῳ οὐδενὶ δεῖ ἅπτεσθαι, ταῖς δὲ χερσὶ τρίβειν καὶ ἁπαλύνειν ᾗπερ φύσει κέκλινται: ἥκιστα γὰρ ἂν βλάπτοι τὴν ἕδραν τοῦ ἵππου. [5.6] ὕδατι δὲ καταπλύνειν τὴν κεφαλὴν χρή: ὀστώδης γὰρ οὖσα, εἰ σιδήρῳ ἢ ξύλῳ καθαίροιτο, λυποῖ ἂν τὸν ἵππον. καὶ τὸ προκόμιον δὲ χρὴ βρέχειν: καὶ γὰρ αὗται εὐμήκεις οὖσαι αἱ τρίχες ὁρᾶν μὲν οὐ κωλύουσι τὸν ἵππον, ἀποσοβοῦσι δὲ ἀπὸ τῶν ὀφθαλμῶν τὰ λυποῦντα. καὶ τοὺς θεοὺς δὲ οἴεσθαι χρὴ δεδωκέναι ταύτας τὰς τρίχας ἵππῳ ἀντὶ τῶν μεγάλων ὤτων ἃ ὄνοις τε καὶ ἡμιόνοις ἔδοσαν ἀλεξητήρια πρὸ τῶν ὀμμάτων. [5.7] καὶ οὐρὰν δὲ καὶ χαίτην πλύνειν χρή, ἐπείπερ αὔξειν δεῖ τὰς τρίχας, τὰς μὲν ἐν τῇ οὐρᾷ, ὅπως ἐπὶ πλεῖστον ἐξικνούμενος ἀποσοβῆται ὁ ἵππος τὰ λυποῦντα, τὰς δὲ ἐν τῷ τραχήλῳ, ὅπως τῷ ἀναβάτῃ ὡς ἀφθονωτάτη ἀντίληψις ᾖ. [5.8] δέδοται δὲ παρὰ θεῶν καὶ ἀγλαί̈ας ἕνεκεν ἵππῳ χαίτη, καὶ προκόμιον δὲ καὶ οὐρά. τεκμήριον δέ: αἱ γὰρ ἀγελαῖαι τῶν ἵππων οὐχ ὁμοίως ὑπομένουσι τοὺς ὄνους ἐπὶ τῇ ὀχείᾳ ἕως ἂν κομῶσιν: οὗ ἕνεκα καὶ ἀποκείρουσι πρὸς τὴν ὀχείαν τὰς ἵππους ἅπαντες οἱ ὀνοβατοῦντες. [5.9] τήν γε μὴν τῶν σκελῶν κατάπλυσιν ἀφαιροῦμεν: ὠφελεῖ μὲν γὰρ οὐδέν, βλάπτει δὲ τὰς ὁπλὰς ἡ καθ' ἑκάστην ἡμέραν βρέξις. καὶ τὴν ὑπὸ γαστέρα δὲ ἄγαν κάθαρσιν μειοῦν χρή: αὕτη γὰρ λυπεῖ μὲν μάλιστα τὸν ἵππον, ὅσῳ δ' ἂν καθαρώτερα ταῦτα γένηται, τοσούτῳ πλείω τὰ λυποῦντα ἁθροίζει ὑπὸ τὴν γαστέρα: [5.10] ἢν δὲ καὶ πάνυ διαπονήσηταί τις ταῦτα, οὐ φθάνει [τ'] ἐξαγόμενος ὁ ἵππος καὶ εὐθὺς ὅμοιός ἐστι τοῖς ἀκαθάρτοις. ταῦτα μὲν οὖν ἐᾶν χρή: ἀρκεῖ δὲ καὶ ἡ τῶν σκελῶν ψῆξις αὐταῖς ταῖς χερσὶ γιγνομένη.

VI. [6.1] δηλώσομεν δὲ καὶ τοῦτο, ὡς ἂν ἀβλαβέστατα μέν τις ἑαυτῷ, τῷ δ' ἵππῳ ὠφελιμώτατα ψήχοι. ἢν μὲν γὰρ ἐς τὸ αὐτὸ βλέπων τῷ ἵππῳ καθαίρῃ, κίνδυνος καὶ τῷ γόνατι καὶ τῇ ὁπλῇ εἰς τὸ πρόσωπον πληγῆναι: [6.2] ἢν δὲ ἀντία τῷ ἵππῳ ὁρῶν καὶ ἔξω τοῦ σκέλους, ὅταν καθαίρῃ, κατὰ τὴν ὠμοπλάτην καθίζων ἀποτρίβῃ, οὕτω πάθοι μὲν ἂν οὐδέν, δύναιτο δ' ἂν καὶ τὴν χελιδόνα τοῦ ἵππου θεραπεύειν ἀναπτύσσων τὴν ὁπλήν. ὡς δ' αὔτως καὶ τὰ ὄπισθεν σκέλη καθαιρέτω. [6.3] εἰδέναι δὲ χρὴ τὸν περὶ τὸν ἵππον ὅτι καὶ ταῦτα καὶ τἆλλα πάντα ὅσα πράττειν δεῖ ὡς ἥκιστα χρὴ κατὰ [τὸ] πρόσωπόν τε καὶ οὐρὰν ἀντίον ἑαυτὸν ποιήσαντα προσιέναι: ἢν γὰρ ἐπιχειρῇ ἀδικεῖν, κατ' ἀμφότερα ταῦτα κρείττων ὁ ἵππος ἀνθρώπου. ἐκ πλαγίου δ' ἄν τις προσιὼν ἀβλαβέστατα μὲν ἑαυτῷ, πλεῖστα δ' ἂν ἵππῳ δύναιτο χρῆσθαι. [6.4] ἐπειδὰν δὲ ἄγειν δέῃ τὸν ἵππον, τὴν μὲν ὄπισθεν ἀγωγὴν διὰ τάδε οὐκ ἐπαινοῦμεν, ὅτι τῷ μὲν ἄγοντι οὕτως ἥκιστα ἔστι φυλάξασθαι, τῷ δὲ ἵππῳ οὕτως μάλιστα ἔξεστι ποιῆσαι ὅ τι ἂν βούληται. [6.5] τὸ δ' αὖ ἔμπροσθεν μακρῷ τῷ ἀγωγεῖ προϊόντα διδάσκειν ὑφηγεῖσθαι τὸν ἵππον διὰ τάδε αὖ ψέγομεν: ἔξεστι μὲν γὰρ τῷ ἵππῳ καθ' ὁπότερ' ἂν βούληται τῶν πλαγίων κακουργεῖν, ἔξεστι δὲ ἀναστρεφόμενον ἀντίον γίγνεσθαι τῷ ἄγοντι. [6.6] ἁθρόοι δὲ δὴ ἵπποι πῶς ἄν ποτε ἀλλήλων δύναιντο ἀπέχεσθαι οὕτως ἀγόμενοι; ἐκ πλαγίου δὲ ἵππος ἐθισθεὶς παράγεσθαι ἥκιστα μὲν ἂν καὶ ἵππους καὶ ἀνθρώπους δύναιτ' ἂν κακουργεῖν, κάλλιστα δ' ἂν παρεσκευασμένος τῷ ἀναβάτῃ εἴη καὶ εἴ ποτε ἐν τάχει ἀναβῆναι δεήσειεν. [6.7] ἵνα δὲ ὁ ἱπποκόμος καὶ τὸν χαλινὸν ὀρθῶς ἐμβάλῃ, πρῶτον μὲν προσίτω κατὰ τὰ ἀριστερὰ τοῦ ἵππου: ἔπειτα τὰς μὲν ἡνίας περιβαλὼν περὶ τὴν κεφαλὴν καθέτω ἐπὶ τῇ ἀκρωμίᾳ, τὴν δὲ κορυφαίαν τῇ δεξιᾷ αἰρέτω, τὸ δὲ στόμιον τῇ ἀριστερᾷ προσφερέτω. [6.8] κἂν μὲν δέχηται, δῆλον ὅτι περιτιθέναι δεῖ τὸν κεκρύφαλον: ἐὰν δὲ μὴ ὑποχάσκῃ, ἔχοντα δεῖ πρὸς τοῖς ὀδοῦσι τὸν χαλινὸν τὸν μέγαν δάκτυλον τῆς ἀριστερᾶς χειρὸς εἴσω τῆς γνάθου τῷ ἵππῳ ποιῆσαι. οἱ γὰρ πολλοὶ τούτου γιγνομένου χαλῶσι τὸ στόμα. ἢν δὲ μηδ' οὕτω δέχηται, πιεσάτω τὸ χεῖλος περὶ τῷ κυνόδοντι: καὶ πάνυ τινὲς ὀλίγοι οὐ δέχονται τοῦτο πάσχοντες. [6.9] δεδιδάχθω δὲ καὶ τάδε ὁ ἱπποκόμος, πρῶτον μὲν μήποτε ἄγειν τῆς ἡνίας τὸν ἵππον+: τοῦτο γὰρ ἑτερογνάθους ποιεῖ: ἔπειτα δὲ ὅσον δεῖ ἀπέχειν τὸν χαλινὸν τῶν γνάθων. ὁ μὲν γὰρ ἄγαν πρὸς αὐταῖς τυλοῖ τὸ στόμα, ὥστε μὴ εὐαίσθητον εἶναι, ὁ δὲ ἄγαν εἰς ἄκρον τὸ στόμα καθιέμενος ἐξουσίαν παρέχει συνδάκνοντι τὸ στόμιον μὴ πείθεσθαι. [6.10] χρὴ δὲ τὸν ἱπποκόμον καὶ τὰ τοιάδε παρατηρεῖν, εἰ μὴ ῥᾳδίως τὸν χαλινὸν ὁ ἵππος δέχεται, αἰσθανόμενος ὅτι δεῖ πονεῖν. οὕτω γὰρ δὴ μέγα ἐστὶ τὸ λαμβάνειν ἐθέλειν τὸν ἵππον τὸν χαλινὸν ὡς ὁ μὴ δεχόμενος παντάπασιν ἄχρηστος. [6.11] ἢν δὲ μὴ μόνον ὅταν πονεῖν μέλλῃ χαλινῶται, ἀλλὰ καὶ ὅταν ἐπὶ τὸν σῖτον καὶ ὅταν ἐξ ἱππασίας εἰς οἶκον ἀπάγηται, οὐδὲν ἂν εἴη θαυμαστὸν εἰ ἁρπάζοι τὸν χαλινὸν αὐτόματος προτεινόμενον. [6.12] ἀγαθὸν δὲ τὸν ἱπποκόμον καὶ ἀναβάλλειν ἐπίστασθαι τὸν Περσικὸν τρόπον, ὅπως αὐτός τε ὁ δεσπότης, ἤν ποτε ἀρρωστήσῃ ἢ πρεσβύτερος γένηται, ἔχῃ τὸν εὐπετῶς ἀναβιβάσοντα καὶ ἄλλῳ ἤν τινι βούληται τὸν ἀναβαλοῦντα ἐπιχαρίσηται. [6.13] τὸ δὲ μήποτε σὺν ὀργῇ ἵππῳ προσφέρεσθαι, ἓν τοῦτο καὶ δίδαγμα καὶ ἔθισμα πρὸς ἵππον ἄριστον. ἀπρονόητον γὰρ ἡ ὀργή, ὥστε πολλάκις ἐξεργάζεται ὧν μεταμέλειν ἀνάγκη. [6.14] καὶ ὅταν δὲ ὑποπτεύσας τι ὁ ἵππος μὴ θέλῃ πρὸς τοῦτο προσιέναι, διδάσκειν δεῖ ὅτι οὐ δεινόν ἐστι μάλιστα μὲν οὖν ἵππῳ εὐκαρδίῳ, εἰ δὲ μή, ἁπτόμενον αὐτὸν τοῦ δεινοῦ δοκοῦντος εἶναι καὶ τὸν ἵππον πρᾴως προσάγοντα. [6.15] οἱ δὲ πληγαῖς ἀναγκάζοντες ἔτι πλείω φόβον παρέχουσιν: οἴονται γὰρ οἱ ἵπποι, ὅταν τι χαλεπὸν πάσχωσιν ἐν τῷ τοιούτῳ, καὶ τούτου τὰ ὑποπτευόμενα αἴτια εἶναι. [6.16] ἐπειδάν γε μὴν ὁ ἱπποκόμος τὸν ἵππον παραδῷ τῷ ἀναβάτῃ, τὸ μὲν ἐπίστασθαι ὑποβιβάζεσθαι τὸν ἵππον, ὥστε εὐπετὲς εἶναι ἀναβῆναι, οὐ μεμφόμεθα: τόν γε μέντοι ἱππέα νομίζομεν χρῆναι μελετᾶν καὶ μὴ παρέχοντος ἵππου δύνασθαι ἀναβαίνειν. ἄλλοτε μὲν γὰρ ἀλλοῖος ἵππος παραπίπτει, ἄλλοτε δ' ἄλλως ὁ αὐτὸς ὑπηρετεῖ.

VII. [7.1] ὅταν γε μὴν παραδέξηται τὸν ἵππον ὡς ἀναβησόμενος, νῦν αὖ γράψομεν ὅσα ποιῶν ὁ ἱππεὺς καὶ ἑαυτῷ καὶ τῷ ἵππῳ ὠφελιμώτατος ἂν ἐν τῇ ἱππικῇ εἴη. πρῶτον μὲν τοίνυν τὸν ῥυταγωγέα χρὴ ἐκ τῆς ὑποχαλινιδίας ἢ ἐκ τοῦ ψαλίου ἠρτημένον εὐτρεπῆ εἰς τὴν ἀριστερὰν χεῖρα λαβεῖν, καὶ οὕτω χαλαρὸν ὡς μήτ' ἂν [ἀνιὼν] τῶν τριχῶν παρὰ τὰ ὦτα λαβόμενος μέλλῃ ἀναβήσεσθαι μήτ' ἂν ἀπὸ δόρατος ἀναπηδᾷ, σπᾶν τὸν ἵππον. τῇ δεξιᾷ δὲ τὰς ἡνίας παρὰ τὴν ἀκρωμίαν λαμβανέτω ὁμοῦ τῇ χαίτῃ, ὅπως μηδὲ καθ' ἕνα τρόπον ἀναβαίνων σπάσῃ τῷ χαλινῷ τὸ στόμα τοῦ ἵππου. [7.2] ἐπειδὰν δὲ ἀνακουφίσῃ ἑαυτὸν εἰς τὴν ἀνάβασιν, τῇ μὲν ἀριστερᾷ ἀνιμάτω τὸ σῶμα, τὴν δὲ δεξιὰν ἐκτείνων συνεπαιρέτω ἑαυτόν ̔οὕτω γὰρ ἀναβαίνων οὐδὲ ὄπισθεν αἰσχρὰν θέαν παρέξει συγκεκαμμένῳ τῷ σκέλεἰ, καὶ μηδὲ τὸ γόνυ ἐπὶ τὴν ῥάχιν τοῦ τιθέτω ἵππου, ἀλλ' ὑπερβησάτω ἐπὶ τὰς δεξιὰς πλευρὰς τὴν κνήμην. ὅταν δὲ περιενέγκῃ τὸν πόδα, τότε καὶ τὼ γλουτὼ καθέτω ἐπὶ τὸν ἵππον. [7.3] ἢν δὲ τύχῃ ὁ ἱππεὺς τῇ μὲν ἀριστερᾷ ἄγων τὸν ἵππον, τῇ δὲ δεξιᾷ τὸ δόρυ ἔχων, ἀγαθὸν μὲν ἡμῖν δοκεῖ εἶναι τὸ καὶ ἐκ τῶν δεξιῶν μελετῆσαι ἀναπηδᾶν. μαθεῖν δ' οὐδὲν δεῖ ἄλλο ἢ ἃ μὲν τότε τοῖς δεξιοῖς τοῦ σώματος ἐποίει τοῖς ἀριστεροῖς ποιεῖν, ἃ δὲ τότε τοῖς ἀριστεροῖς τοῖς δεξιοῖς. [7.4] τούτου δ' ἕνεκεν καὶ ταύτην ἐπαινοῦμεν τὴν ἀνάβασιν, ὅτι ἅμα τε ἀναβεβηκὼς ἂν εἴη καὶ κατεσκευασμένος πάντα, εἴ τι δέοι ἐξαίφνης πρὸς πολεμίους ἀγωνίζεσθαι. [7.5] ἐπειδάν γε μὴν καθέζηται ἐάν τε ἐπὶ ψιλοῦ ἐάν τε ἐπὶ τοῦ ἐφιππίου, οὐ τὴν ὥσπερ ἐπὶ [τοῦ] δίφρου ἕδραν ἐπαινοῦμεν, ἀλλὰ τὴν ὥσπερ εἰ ὀρθὸς ἂν διαβεβηκὼς εἴη τοῖν σκελοῖν. τοῖν τε γὰρ μηροῖν οὕτως ἂν ἔχοιτο μᾶλλον τοῦ ἵππου, καὶ ὀρθὸς ὢν ἐρρωμενεστέρως ἂν δύναιτο καὶ ἀκοντίσαι καὶ πατάξαι ἀπὸ τοῦ ἵππου, εἰ δέοι. [7.6] χρὴ δὲ καὶ χαλαρὰν ἀπὸ τοῦ γόνατος ἀφεῖσθαι τὴν κνήμην σὺν τῷ ποδί. σκληρὸν μὲν γὰρ ἔχων τὸ σκέλος εἰ προσκόψειέ τῳ, προσκεκλασμένος ἂν εἴη: ὑγρὰ δὲ οὖσα ἡ κνήμη, εἴ τι καὶ προσπίπτοι αὐτῇ, ὑπείκοι ἂν καὶ τὸν μηρὸν οὐδὲν μετακινοίη. [7.7] δεῖ δὲ τὸν ἱππέα καὶ τὸ ἄνωθεν τῶν ἑαυτοῦ ἰσχίων σῶμα ὡς ὑγρότατον ἐθίζειν εἶναι. οὕτω γὰρ ἂν πονεῖν τε ἔτι μᾶλλον δύναιτο καὶ εἰ ἕλκοι τις αὐτὸν ἢ ὠθοίη ἧττον ἂν σφάλλοιτο. [7.8] ἐπειδάν γε μὴν καθέζηται, πρῶτον μὲν ἠρεμεῖν δεῖ διδάσκειν τὸν ἵππον, ἕως ἂν καὶ ὑποσπάσηται, ἤν τι δέηται, καὶ ἡνίας ἰσώσηται καὶ δόρυ λάβῃ ὡς ἂν εὐφορώτατον εἴη: ἔπειτα δὲ ἐχέτω τὸν ἀριστερὸν βραχίονα πρὸς ταῖς πλευραῖς: οὕτω γὰρ εὐσταλέστατός τε ὁ ἱππεὺς ἔσται καὶ ἡ χεὶρ ἐγκρατεστάτη. [7.9] ἡνίας γε μὴν ἐπαινοῦμεν ὁποῖαι ἴσαι τέ εἰσι καὶ μὴ ἀσθενεῖς μηδὲ ὀλισθηραὶ μηδὲ παχεῖαι, ἵνα καὶ τὸ δόρυ ὅταν δέῃ δέχεσθαι ἡ χεὶρ δύνηται.

[7.10] ὅταν δὲ προχωρεῖν σημήνῃ τῷ ἵππῳ, βάδην μὲν ἀρχέσθω: τοῦτο γὰρ ἀταρακτότατον. ἡνιοχείτω δέ, ἢν μὲν κυφαγωγότερος ᾖ ὁ ἵππος, ἀνωτέρω ταῖς χερσίν, ἢν δὲ μᾶλλον ἀνακεκυφώς, κατωτέρω: οὕτω γὰρ ἂν μάλιστα κοσμοίη τὸ σχῆμα. [7.11] μετὰ δὲ ταῦτα τὸν αὐτοφυᾶ διατροχάζων διαχαλῴη τ' ἂν ἀλυπότατα τὸ σῶμα καὶ εἰς τὸ ἐπιρραβδοφορεῖν ἥδιστ' ἂν ἀφικνοῖτο. ἐπείπερ δὲ καὶ ἀπὸ τῶν ἀριστερῶν ἄρχεσθαι εὐδοκιμώτερον, ὧδ' ἂν μάλιστα ἀπὸ τούτων ἄρχοιτο, εἰ διατροχάζοντος μέν, ὁπότε ἐμβαίνοι τῷ δεξιῷ, τότε σημαίνοι τῷ ἵππῳ τὸ ἐπιρραβδοφορεῖν. [7.12] τὸ γὰρ ἀριστερὸν μέλλων αἴρειν ἐκ τούτου ἂν ἄρχοιτο, καὶ ὁπότε ἐπὶ τὰ εὐώνυμα ἀναστρέφοι, τότε καὶ τῆς ἐπισκελίσεως ἄρχοιτο. καὶ γὰρ πέφυκεν ὁ ἵππος εἰς μὲν τὰ δεξιὰ στρεφόμενος τοῖς δεξιοῖς ἀφηγεῖσθαι, εἰς εὐώνυμα δὲ τοῖς ἀριστεροῖς.

[7.13] ἱππασίαν δ' ἐπαινοῦμεν τὴν πέδην καλουμένην: ἐπ' ἀμφοτέρας γὰρ τὰς γνάθους στρέφεσθαι ἐθίζει. καὶ τὸ μεταβάλλεσθαι δὲ τὴν ἱππασίαν ἀγαθόν, ἵνα ἀμφότεραι αἱ γνάθοι καθ' ἑκάτερον τῆς ἱππασίας ἰσάζωνται. [7.14] ἐπαινοῦμεν δὲ καὶ τὴν ἑτερομήκη πέδην μᾶλλον τῆς κυκλοτεροῦς. ἥδιον μὲν γὰρ οὕτως ἂν στρέφοιτο ὁ ἵππος ἤδη πλήρης ὢν τοῦ εὐθέος, καὶ τό τε ὀρθοδρομεῖν καὶ τὸ ἀποκάμπτειν ἅμα μελετῴη ἄν. [7.15] δεῖ δὲ καὶ ὑπολαμβάνειν ἐν ταῖς στροφαῖς: οὐ γὰρ ῥᾴδιον τῷ ἵππῳ οὐδ' ἀσφαλὲς ἐν τῷ τάχει ὄντα κάμπτειν ἐν μικρῷ, ἄλλως τε κἂν ἀπόκροτον ἢ ὀλισθηρὸν ᾖ τὸ χωρίον. [7.16] ὅταν γε μὴν ὑπολαμβάνῃ, ὡς ἥκιστα μὲν χρὴ τὸν ἵππον πλαγιοῦν τῷ χαλινῷ, ὡς ἥκιστα δ' αὐτὸν πλαγιοῦσθαι: εἰ δὲ μή, εὖ χρὴ εἰδέναι ὅτι μικρὰ πρόφασις ἀρκέσει κεῖσθαι καὶ αὐτὸν καὶ τὸν ἵππον. [7.17] ἐπειδάν γε μὴν ἐκ τῆς στροφῆς εἰς τὸ εὐθὺ βλέπῃ ὁ ἵππος, ἐν τούτῳ πρὸς τὸ θᾶττον αὐτὸν ὁρμάτω. δῆλον γὰρ ὅτι καὶ ἐν τοῖς πολέμοις αἱ στροφαί εἰσι τοῦ διώκειν ἢ τοῦ ἀποχωρεῖν ἕνεκα. ἀγαθὸν οὖν τὸ στραφέντα ταχύνειν μελετᾶν. [7.18] ὅταν δὲ ἱκανῶς ἤδη δοκῇ τὸ γυμνάσιον τῷ ἵππῳ ἔχειν, ἀγαθὸν καὶ διαναπαύσαντα ὁρμῆσαι αὖθις ἐξαίφνης εἰς τὸ τάχιστον, καὶ ἀφ' ἵππων μέντοι, μὴ πρὸς ἵππους: καὶ ἐκ τοῦ ταχέος αὖ ὡς ἐγγυτάτω ἠρεμίζειν, καὶ ἐκ τοῦ ἑστάναι δὲ στρέψαντα [δεῖ] πάλιν ὁρμᾶν: πρόδηλον γὰρ ὅτι ἔσται ποτὲ ὅτε ἑκατέρου τούτων δεήσει: [7.19] ὅταν γε μὴν καταβαίνειν ἤδη καιρὸς ᾖ, μήτε ἐν ἵπποις ποτὲ καταβαίνειν μήτε παρὰ σύστασιν ἀνθρώπων μήτ' ἔξω τῆς ἱππασίας, ἀλλ' ὅπουπερ καὶ πονεῖν ἀναγκάζεται ὁ ἵππος, ἐνταῦθα καὶ τῆς ῥᾳστώνης τυγχανέτω.

VIII. [8.1] ἐπείπερ δὲ ἔστιν ὅπου τρέχειν δεήσει τὸν ἵππον καὶ πρανῆ καὶ ὄρθια καὶ πλάγια, ἔστι δ' ὅπου διαπηδᾶν, ἔστι δ' ὅπου καὶ ἐκπηδᾶν, ἔνθα δὲ καθάλλεσθαι, καὶ ταῦτα πάντα διδάσκειν τε δεῖ καὶ μελετᾶν καὶ αὑτὸν καὶ τὸν ἵππον. οὕτω γὰρ ἂν σωτήριοί τε εἶεν ἀλλήλοις καὶ καθόλου χρησιμώτεροι ἂν δοκοῖεν εἶναι. [8.2] εἰ δέ τις διλογεῖν ἡμᾶς οἴεται, ὅτι περὶ τῶν αὐτῶν λέγομεν νῦν τε καὶ πρόσθεν, οὐ διλογία ταῦτ' ἐστίν. ὅτε μὲν γὰρ ἐωνεῖτο, πειρᾶσθαι ἐκελεύομεν εἰ δύναιτο ὁ ἵππος ταῦτα ποιεῖν: νῦν δὲ διδάσκειν φαμὲν χρῆναι τὸν ἑαυτοῦ καὶ γράψομεν ὡς δεῖ διδάσκειν. [8.3] τὸν μὲν γὰρ παντάπασιν ἄπειρον τοῦ διαπηδᾶν λαβόντα δεῖ τοῦ ἀγωγέως καταβεβλημένου προδιαβῆναι αὐτὸν τὴν τάφρον, ἔπειτα δὲ ἐντείνειν δεῖ τῷ ἀγωγεῖ ὡς διάλληται. [8.4] ἢν δὲ μὴ ἐθέλῃ, ἔχων τις μάστιγα ἢ ῥάβδον ἐμβαλέτω ὡς ἰσχυρότατα: καὶ οὕτως ὑπεραλεῖται οὐ τὸ μέτρον, ἀλλὰ πολὺ πλέον τοῦ καιρίου: καὶ τὸ λοιπὸν οὐδὲν δεήσει παίειν, ἀλλ' ἢν μόνον ἴδῃ ὄπισθέν τινα ἐπελθόντα, ἁλεῖται. [8.5] ἐπειδὰν δὲ οὕτω διαπηδᾶν ἐθισθῇ, καὶ ἀναβεβηκὼς ἐπαγέτω τὸ μὲν πρῶτον μικράς, ἔπειτα δὲ καὶ μείζους. ὅταν δὲ μέλλῃ πηδᾶν, παισάτω αὐτὸν τῷ μύωπι. ὡσαύτως δὲ καὶ τὸ ἀναπηδᾶν καὶ τὸ καταπηδᾶν διδάσκειν παίσαντα τῷ μύωπι. ἁθρόῳ γὰρ τῷ σώματι ταῦτα πάντα ποιῶν καὶ ἑαυτῷ ὁ ἵππος καὶ τῷ ἀναβάτῃ ἀσφαλέστερον ποιήσει μᾶλλον ἢ ἂν ἐκλείπῃ τὰ ὄπισθεν ἢ διαπηδῶν ἢ ἀνορούων ἢ καθαλλόμενος. [8.6] εἴς γε μὴν τὸ κάταντες πρῶτον χρὴ ἐν μαλακῷ χωρίῳ διδάσκειν, καὶ τελευτῶν, ἐπειδὰν τοῦτο ἐθισθῇ, πολὺ ἥδιον τὸ πρανὲς τοῦ ὀρθίου δραμεῖται. ἃ δὲ φοβοῦνταί τινες μὴ ἀπορρηγνύωνται τοὺς ὤμους κατὰ τὰ πρανῆ ἐλαυνόμενοι, θαρρούντων μαθόντες ὅτι Πέρσαι καὶ Ὀδρύσαι ἅπαντες τὰ κατάντη ἁμιλλώμενοι οὐδὲν ἧττον τῶν Ἑλλήνων ὑγιεῖς τοὺς ἵππους ἔχουσι.

[8.7] παρήσομεν δὲ οὐδὲ ὅπως τὸν ἀναβάτην ὑπηρετεῖν δεῖ πρὸς ἕκαστα τούτων. χρὴ γὰρ ὁρμῶντος μὲν ἐξαίφνης τοῦ ἵππου προνεύειν: ἧττον γὰρ ἂν καὶ ὑποδύοι ὁ ἵππος καὶ ἀναβάλλοι τὸν ἀναβάτην: ἐν μικρῷ δὲ ἀναλαμβανομένου ἀναπίπτειν: ἧττον γὰρ ἂν αὐτὸς κόπτοιτο. [8.8] τάφρον δὲ διαλλομένου καὶ πρὸς ὄρθιον ἱεμένου καλὸν χαίτης ἐπιλαμβάνεσθαι, ὡς μὴ ὁ ἵππος τῷ τε χωρίῳ ἅμα καὶ τῷ χαλινῷ βαρύνηται. εἴς γε μὴν τὸ πρανὲς καὶ ἑαυτὸν ὑπτιώτερον ποιητέον καὶ τοῦ ἵππου ἀντιληπτέον τῷ χαλινῷ, ὡς μὴ προπετῶς εἰς τὸ κάταντες μήτε αὐτὸς μήτε ὁ ἵππος φέρηται.

[8.9] ὀρθῶς δ' ἔχει καὶ τὸ ἄλλοτε μὲν ἐν ἄλλοις τόποις, ἄλλοτε δὲ μακράς, ἄλλοτε δὲ βραχείας τὰς ἱππασίας ποιεῖσθαι. ἀμισέστερα γὰρ καὶ ταῦτα τῷ ἵππῳ τοῦ ἀεὶ ἐν τοῖς αὐτοῖς τόποις καὶ ὁμοίας τὰς ἱππασίας ποιεῖσθαι. [8.10] ἐπεὶ δὲ δεῖ ἐν παντοίοις τε χωρίοις τὸν ἱππέα ἀνὰ κράτος ἐλαύνοντα ἔποχον εἶναι καὶ ἀπὸ τοῦ ἵππου τοῖς ὅπλοις καλῶς δύνασθαι χρῆσθαι, ὅπου μέν ἐστι χωρία ἐπιτήδεια καὶ θηρία, ἄμεμπτος ἡ ἐν θήραις μελέτη τῆς ἱππικῆς: ὅπου δὲ ταῦτα μὴ ὑπάρχει, ἀγαθὴ ἄσκησις καὶ ἢν δύο ἱππότα συνθεμένω ὁ μὲν φεύγῃ ἐπὶ τοῦ ἵππου παντοῖα χωρία καὶ τὸ δόρυ εἰς τοὔπισθεν μεταβαλόμενος ὑποχωρῇ, ὁ δὲ διώκῃ ἐσφαιρωμένα τε ἔχων ἀκόντια καὶ δόρυ ὡσαύτως πεπραγματευμένον, καὶ ὅπου μὲν ἂν εἰς ἀκόντιον ἀφικνῆται, ἀκοντίζῃ τὸν φεύγοντα τοῖς σφαιρωτοῖς, ὅπου δ' ἂν εἰς δόρατος πληγήν, τῷ δόρατι παίῃ τὸν ἁλισκόμενον. [8.11] ἀγαθὸν δὲ κἄν ποτε συμπέσωσιν, ἑλκύσαντα ἐφ' ἑαυτὸν τὸν πολέμιον ἐξαίφνης ἀπῶσαι: τοῦτο γὰρ καταβλητικόν. ὀρθῶς δὲ ἔχει καὶ τῷ ἑλκομένῳ ἐπελαύνειν τὸν ἵππον: τοῦτο γὰρ ποιῶν ὁ ἑλκόμενος καταβάλοι ἂν μᾶλλον τὸν ἕλκοντα ἢ καταπέσοι. [8.12] ἢν δέ ποτε καὶ στρατοπέδου ἀντικαθημένου ἀνθιππεύωσιν ἀλλήλοις, καὶ διώκωσι μὲν μέχρι τῆς πολεμίας φάλαγγος τοὺς ἀντίους, φεύγωσι δὲ μέχρι τῆς φιλίας, ἀγαθὸν καὶ ἐνταῦθα ἐπίστασθαι ὅτι ἕως μὲν ἂν παρὰ τοὺς φίλους τις ᾖ, καλὸν καὶ ἀσφαλὲς τὸ ἐν πρώτοις ἀναστρέψαντα ἀνὰ κράτος ἐπικεῖσθαι, ὅταν δ' ἐγγὺς τῶν ἐναντίων γίγνηται, ὑποχείριον τὸν ἵππον ἔχειν. οὕτω γὰρ ἂν ὡς τὸ εἰκὸς μάλιστα δύναιτο βλάπτων τοὺς ἐναντίους μὴ βλάπτεσθαι ὑπ' αὐτῶν. [8.13] ἀνθρώποις μὲν οὖν ἄνθρωπον ἔδοσαν οἱ θεοὶ λόγῳ διδάσκειν ἃ δεῖ ποιεῖν, ἵππον δὲ δῆλον ὅτι λόγῳ μὲν οὐδὲν ἂν διδάξαις: ἢν δὲ ὅταν μὲν ποιήσῃ ὡς ἂν βούλοιο, ἀντιχαρίσῃ τι αὐτῷ, ὅταν δὲ ἀπειθῇ, κολάζῃς, οὕτω μάλιστ' ἂν μάθοι τὸ δέον ὑπηρετεῖν. [8.14] καὶ ἔστι μὲν τοῦτο ἐν βραχεῖ εἰπεῖν, δι' ὅλης δὲ τῆς ἱππικῆς παρακολουθεῖ. καὶ γὰρ χαλινὸν μᾶλλον ἂν λαμβάνοι, εἰ ὁπότε δέξαιτο ἀγαθόν τι αὐτῷ ἀποβαίνοι: καὶ διαπηδῴη δ' ἂν καὶ ἐξάλλοιτο καὶ τἆλλα πάντα ὑπηρετοίη ἄν, εἰ προσδοκῴη, ὁπότε τὰ σημαινόμενα πράξειε, ῥᾳστώνην τινά.

IX. [9.1] καὶ τὰ μὲν δὴ εἰρημένα ταῦτ' ἐστίν, ὡς ἂν ἥκιστα μὲν ἐξαπατῷτο καὶ πῶλον καὶ ἵππον ὠνούμενος, ἥκιστα δ' ἂν διαφθείροι χρώμενος, μάλιστα δ' ἂν ἵππον ἀποδεικνύοι, εἰ δέοι, ἔχοντα ὧν ἱππεὺς δεῖται εἰς πόλεμον. καιρὸς δ' ἴσως γράψαι καί, εἴ ποτε συμβαίη θυμοειδεστέρῳ ἵππῳ τοῦ καιρίου χρῆσθαι ἢ βλακωδεστέρῳ, ὡς ἂν ὀρθότατα ἑκατέρῳ χρῷτο. [9.2] πρῶτον μὲν τοίνυν χρὴ τοῦτο γνῶναι, ὅτι ἐστὶ θυμὸς ἵππῳ ὅπερ ὀργὴ ἀνθρώπῳ. ὥσπερ οὖν ἄνθρωπον ἥκιστ' ἂν ὀργίζοι τις [ὁ] μήτε λέγων χαλεπὸν μηδὲν μήτε ποιῶν, οὕτω καὶ ἵππον θυμοειδῆ ὁ μὴ ἀνιῶν ἥκιστ' ἂν ἐξοργίζοι. [9.3] εὐθὺς μὲν οὖν χρὴ ἐν τῇ ἀναβάσει ἐπιμελεῖσθαι ὡς ἂν ἥκιστ' ἀναβαίνων λυποίη: ἐπειδὰν δὲ ἀναβῇ, ἠρεμήσαντα πλείω χρόνον ἢ τὸν ἐπιτυχόντα οὕτω προκινεῖν αὐτὸν ὡς πρᾳοτάτοις σημείοις: ἔπειτα δ' ἐκ τοῦ βραδυτάτου ἀρχόμενον οὕτως αὖ εἰς τὸ θᾶττον προάγειν, ὡς ἂν μάλιστα λανθάνοι αὑτὸν ὁ ἵππος εἰς τὸ ταχὺ ἀφικνούμενος+. [9.4] ὅ τι δ' ἂν ἐξαίφνης σημήνῃ, θυμοειδῆ ἵππον ὥσπερ ἄνθρωπον ταράττει τὰ ἐξαπίναια καὶ ὁράματα καὶ ἀκούσματα καὶ παθήματα. εἰδέναι δὲ χρὴ ὅτι καὶ ἐν ἵππῳ τὰ ἐξαπίναια τάραχον ἐξεργάζεται. [9.5] ἢν δὲ καὶ εἰς τὸ θᾶττον ὁρμώμενον τοῦ καιροῦ ὑπολαμβάνειν βούλῃ τὸν θυμοειδῆ, οὐ δεῖ ἐξαπιναίως σπᾶν, ἀλλ' ἠρεμαίως προσάγεσθαι τῷ χαλινῷ, πραύ̈νοντα, οὐ βιαζόμενον ἠρεμεῖν. [9.6] καὶ αἵ τε μακραὶ ἐλάσεις μᾶλλον ἢ αἱ πυκναὶ ἀποστροφαὶ πραύ̈νουσι τοὺς ἵππους, καὶ αἱ ἡσυχαῖαι μέν, πολυχρόνιοι δὲ καθέψουσι καὶ πραύ̈νουσι καὶ οὐκ ἀνεγείρουσι τὸν θυμοειδῆ. [9.7] εἰ δέ τις οἴεται, ἢν ταχὺ καὶ πολλὰ ἐλαύνηται, ἀπειπεῖν ποιήσας τὸν ἵππον πραυνεῖν, τἀναντία γιγνώσκει τοῦ γιγνομένου. ἐν γὰρ τοῖς τοιούτοις ὁ θυμοειδὴς καὶ ἄγειν βίᾳ μάλιστα ἐπιχειρεῖ καὶ σὺν τῇ ὀργῇ, ὥσπερ ἄνθρωπος ὀργίλος, πολλάκις καὶ ἑαυτὸν καὶ τὸν ἀναβάτην πολλὰ ἀνήκεστα ἐποίησεν. [9.8] ἐπιλαμβάνειν δὲ χρὴ ἵππον θυμοειδῆ καὶ τότε τοῦ εἰς τὸ τάχιστον ὁρμᾶν, τοῦ δὲ δὴ παραβάλλειν ἵππῳ καὶ παντάπασιν ἀπέχεσθαι: σχεδὸν γὰρ οἱ θυμοειδέστατοι καὶ φιλονικότατοι τῶν ἵππων γίγνονται. [9.9] καὶ χαλινοὶ δὲ οἱ λεῖοι ἐπιτηδειότεροι τῶν τραχέων. ἐὰν δὲ καὶ τραχὺς ἐμβληθῇ, τῇ χαλαρότητι λείῳ δεῖ αὐτὸν ἀφομοιοῦν. ἀγαθὸν δὲ ἐθίζειν αὑτὸν καὶ τὸ ἠρεμεῖν, μάλιστα ἐπὶ θυμοειδοῦς ἵππου, καὶ τὸ ὡς ἥκιστα ἄλλῳ τινὶ ἅπτεσθαι ἢ οἷς τοῦ καθῆσθαι ἀσφαλῶς ἕνεκα ἁπτόμεθα. [9.10] εἰδέναι δὲ χρὴ ὅτι δίδαγμά τί ἐστι καὶ τὸ ποππυσμῷ μὲν πραύ̈νεσθαι, κλωσμῷ δὲ ἐγείρεσθαι, καὶ εἴ τις ἐξ ἀρχῆς ἐπὶ μὲν κλωσμῷ τὰ πραέα, ἐπὶ δὲ ποππυσμῷ τὰ χαλεπὰ προσφέροι, μάθοι ἂν ὁ ἵππος ποππυσμῷ μὲν ἐγείρεσθαι, κλωσμῷ δὲ πραύ̈νεσθαι. [9.11] οὕτως οὖν δεῖ καὶ παρὰ κραυγὴν καὶ παρὰ σάλπιγγα μήτ' αὐτὸν φαίνεσθαι τεθορυβημένον τῷ ἵππῳ μήτε μὴν ἐκείνῳ θορυβῶδες μηδὲν προσφέρειν, ἀλλ' εἰς τὸ δυνατὸν καὶ ἀναπαύειν ἐν τῷ τοιούτῳ καὶ ἄριστα καὶ δεῖπνα, εἰ ἐγχωροίη, προσφέρειν. [9.12] κάλλιστον δὲ συμβούλευμα τὸ ἄγαν θυμοειδῆ ἵππον μὴ κτᾶσθαι εἰς πόλεμον. βλᾶκα γε μὴν ἵππον ἀρκεῖν μοι δοκεῖ γράψαι πάντα τἀναντία ποιεῖν ὅσων τῷ θυμοειδεῖ χρῆσθαι συμβουλεύομεν.

X. [10.1] ἢν δέ τίς ποτε βουληθῇ χρῆσθαι τῷ χρησίμῳ εἰς πόλεμον ἵππῳ ὡς μεγαλοπρεπεστέρῳ τε καὶ περιβλεπτοτέρῳ ἱππάζεσθαι, τοῦ μὲν ἕλκειν τε τὸ στόμα τῷ χαλινῷ καὶ μυωπίζειν τε καὶ μαστιγοῦν τὸν ἵππον, ἃ οἱ πολλοὶ ποιοῦντες λαμπρύνειν οἴονται, ἀπέχεσθαι δεῖ: πάντα γὰρ τἀναντία οὗτοί γε ποιοῦσιν ὧν βούλονται. [10.2] τά τε γὰρ στόματα ἕλκοντες ἄνω ἀντὶ τοῦ προορᾶν ἐκτυφλοῦσι τοὺς ἵππους καὶ μυωπίζοντες καὶ παίοντες ἐκπλήττουσιν, ὡς τεταράχθαι καὶ κινδυνεύειν. ταῦτα δ' ἐστὶν ἵππων ἔργα τῶν μάλιστα ἀχθομένων ἱππασίᾳ καὶ αἰσχρὰ καὶ οὐ καλὰ ποιούντων. [10.3] ἐὰν δέ τις διδάξῃ τὸν ἵππον ἐν χαλαρῷ μὲν τῷ χαλινῷ ἱππεύειν, ἄνω δὲ τὸν αὐχένα αἴρειν, ἀπὸ δὲ τῆς κεφαλῆς κυρτοῦσθαι, οὕτως ἂν ἀπεργάζοιτο ποιεῖν τὸν ἵππον οἵοισπερ καὶ αὐτὸς ἥδεταί τε καὶ ἀγάλλεται. [10.4] τεκμήριον δὲ ὅτι τούτοις ἥδεται: ὅταν γὰρ αὐτὸς σχηματοποιεῖσθαι θέλῃ παρ' ἵππους, μάλιστα δὲ ὅταν παρὰ θηλείας, τότε αἴρει τε τὸν αὐχένα ἄνω καὶ κυρτοῖ μάλιστα τὴν κεφαλὴν γοργούμενος, καὶ τὰ μὲν σκέλη ὑγρὰ μετεωρίζει, τὴν δὲ οὐρὰν ἄνω ἀνατείνει. [10.5] ὅταν οὖν τις αὐτὸν εἰς ταῦτα προάγῃ ἅπερ αὐτὸς σχηματοποιεῖται, ὅταν μάλιστα καλλωπίζηται, οὕτως ἡδόμενόν τε τῇ ἱππασίᾳ καὶ μεγαλοπρεπῆ καὶ γοργὸν καὶ περίβλεπτον ἀποφαίνει τὸν ἵππον. ὡς οὖν ἡγούμεθα ταῦτ' ἂν ἀπεργασθῆναι νῦν αὖ πειρασόμεθα διηγεῖσθαι.

[10.5] πρῶτον μὲν τοίνυν χρὴ οὐ μεῖον δυοῖν χαλινοῖν κεκτῆσθαι. τούτων δὲ ἔστω ὁ μὲν λεῖος, τοὺς τροχοὺς εὐμεγέθεις ἔχων, ὁ δ' ἕτερος τοὺς μὲν τροχοὺς καὶ βαρεῖς καὶ ταπεινούς, τοὺς δ' ἐχίνους ὀξεῖς, ἵνα, ὁπόταν μὲν τοῦτον λάβῃ, ἀσχάλλων τῇ τραχύτητι διὰ τοῦτο ἀφίῃ, ὅταν δὲ τὸν λεῖον μεταλάβῃ, τῇ μὲν λειότητι αὐτοῦ ἡσθῇ, ἃ δ' ἂν ὑπὸ τοῦ τραχέος παιδευθῇ, ταὐτὰ δὲ καὶ ἐν τῷ λείῳ ποιῇ. [10.6] ἢν δ' αὖ καταφρονήσας τῆς λειότητος θαμινὰ ἀπερείδηται ἐν αὐτῷ, τούτου ἕνεκα τοὺς τροχοὺς μεγάλους τῷ λείῳ προστίθεμεν, ἵνα χάσκειν ἀναγκαζόμενος ὑπ' αὐτῶν ἀφίῃ τὸ στόμιον. οἷόν τε δὲ καὶ τὸν τραχὺν παντοδαπὸν ποιεῖν καὶ κατειλοῦντα καὶ κατατείνοντα. [10.8] ὁποῖοι δ' ἂν ὦσι χαλινοί, πάντες ὑγροὶ ἔστωσαν. τὸν μὲν γὰρ σκληρόν, ὅπῃ ἂν ὁ ἵππος λάβῃ, ὅλον ἔχει πρὸς ταῖς γνάθοις, ὥσπερ καὶ ὀβελίσκον, ὁπόθεν ἄν τις λάβῃ, ὅλον αἴρει. [10.9] ὁ δὲ ἕτερος ὥσπερ ἡ ἅλυσις ποιεῖ: ὃ γὰρ ἂν ἔχῃ τις αὐτοῦ, τοῦτο μόνον ἄκαμπτον μένει, τὸ δὲ ἄλλο ἀπήρτηται. τὸ δὲ φεῦγον ἐν τῷ στόματι ἀεὶ θηρεύων ἀφίησιν ἀπὸ τῶν γνάθων τὸ στόμιον: τούτου ἕνεκα καὶ οἱ κατὰ μέσον ἐκ τῶν ἀξόνων δακτύλιοι κρεμάννυνται, ὅπως τούτους διώκων τῇ τε γλώττῃ καὶ τοῖς ὀδοῦσιν ἀμελῇ τοῦ ἀναλαμβάνειν πρὸς τὰς γνάθους τὸν χαλινόν. [10.10] εἰ δέ τις ἀγνοεῖ, τί τὸ ὑγρὸν τοῦ χαλινοῦ καὶ τί τὸ σκληρόν, γράψομεν καὶ τοῦτο. ὑγρὸν μὲν γάρ ἐστιν ὅταν οἱ ἄξονες εὐρείας καὶ λείας ἔχωσι τὰς συμβολάς, ὥστε ῥᾳδίως κάμπτεσθαι: καὶ πάντα δὲ ὁπόσα περιτίθεται περὶ τοὺς ἄξονας ἢν εὐρύστομα ᾖ καὶ μὴ σύμπυκνα, ὑγρότερά ἐστιν. [10.11] ἢν δὲ χαλεπῶς ἕκαστα τοῦ χαλινοῦ διατρέχῃ καὶ συνθέῃ, τοῦτ' ἐστὶ τὸ σκληρὸν εἶναι. ὁποῖος δ' ἄν τις ᾖ, τούτῳ τάδε γε πάντα ταὐτὰ ποιητέον, ἤνπερ γε βούληται ἀποδείξασθαι τὸν ἵππον οἷονπερ εἴρηται: [10.12] ἀνακρουστέον μὲν τὸ στόμα τοῦ ἵππου οὔτε ἄγαν χαλεπῶς ὥστ' ἐκνεύειν, οὔτε ἄγαν ἡσύχως ὡς μὴ αἰσθάνεσθαι: ἐπειδὰν δὲ ἀνακρουόμενος αἴρῃ τὸν αὐχένα, δοτέον εὐθὺς τὸν χαλινόν. καὶ τἆλλα δὲ δεῖ, ὥσπερ οὐ παυόμεθα λέγοντες, ἐν ᾧ ἂν καλῶς ὑπηρετῇ, χαρίζεσθαι τῷ ἵππῳ. [10.13] καὶ ὅταν δ' αἴσθηται ἡδόμενον τὸν ἵππον τῇ τε ὑψαυχενίᾳ καὶ τῇ χαλαρότητι, ἐν τούτῳ οὐδὲν δεῖ χαλεπὸν προσφέρειν ὡς πονεῖν ἀναγκάζοντα, ἀλλὰ θωπεύειν ὡς ἱππάσασθαι βουλόμενον: οὕτω γὰρ μάλιστα θαρρῶν πρόεισιν εἰς τὴν ταχεῖαν ἱππασίαν. [10.14] ὡς δὲ καὶ τῷ ταχὺ θεῖν ἵππος ἥδεται τεκμήριον: ἐκφυγὼν γὰρ οὐδεὶς βάδην πορεύεται, ἀλλὰ θεῖ. τούτῳ γὰρ πέφυκεν ἥδεσθαι, ἢν μή τις πλείω τοῦ καιροῦ θεῖν ἀναγκάζῃ: ὑπερβάλλον δὲ τὸν καιρὸν οὐδὲν τῶν πάντων ἡδὺ οὔτε ἵππῳ οὔτε ἀνθρώπῳ. [10.15] ὅταν γε μὴν εἰς τὸ ἱππάζεσθαι μετὰ τοῦ κυδροῦ ἀφιγμένος ᾖ, εἰθισμένος μὲν δήπου ἡμῖν ἦν ἐν τῇ πρώτῃ ἱππασίᾳ ἐκ τῶν στροφῶν εἰς τὸ θᾶττον ὁρμᾶσθαι. ἢν δέ τις τοῦτο [μὲν] μεμαθηκότος αὐτοῦ ἅμα ἀντιλαμβάνηταί τε τῷ χαλινῷ καὶ σημήνῃ τῶν ὁρμητηρίων τι, οὕτως ὑπὸ μὲν τοῦ χαλινοῦ πιεσθείς, ὑπὸ δὲ τοῦ ὁρμᾶν σημανθῆναι ἐγερθείς, [καὶ] προβάλλεται μὲν τὰ στέρνα, αἴρει δὲ ἄνω τὰ σκέλη ὀργιζόμενος, οὐ μέντοι ὑγρά γε: οὐ γὰρ μάλα ὅταν λυπῶνται ὑγροῖς τοῖς σκέλεσιν ἵπποι χρῶνται. [10.16] ἢν δέ τις οὕτως ἀνεζωπυρημένῳ αὐτῷ δῷ τὸν χαλινόν, ἐνταῦθ' ὑφ' ἡδονῆς τῷ διὰ τὴν χαλαρότητα τοῦ στομίου λελύσθαι νομίζειν, κυδρῷ μὲν τῷ σχήματι, ὑγροῖν δὲ τοῖν σκελοῖν γαυριώμενος φέρεται, παντάπασιν ἐκμιμούμενος τὸν πρὸς ἵππους καλλωπισμόν. [10.17] καὶ οἱ θεώμενοι τὸν ἵππον τοιοῦτον ἐπικαλοῦσιν ἐλευθέριόν τε καὶ ἐθελουργὸν καὶ ἱππαστὴν καὶ θυμοειδῆ καὶ σοβαρὸν καὶ ἅμα ἡδύν τε καὶ γοργὸν ἰδεῖν. καὶ ταῦτα μὲν δή, ἢν τούτων τις ἐπιθυμήσῃ, μέχρι τούτων ἡμῖν γεγράφθω.

XI. [11.1] ἢν δέ τις ἄρα βουληθῇ καὶ πομπικῷ καὶ μετεώρῳ καὶ λαμπρῷ ἵππῳ χρήσασθαι, οὐ μάλα μὲν τὰ τοιαῦτα ἐκ παντὸς ἵππου γίγνεται, ἀλλὰ δεῖ ὑπάρξαι αὐτῷ καὶ τὴν ψυχὴν μεγαλόφρονα καὶ τὸ σῶμα εὔρωστον. [11.2] οὐ μέντοι ὅ γε οἴονταί τινες τὸν τὰ σκέλη ὑγρὰ ἔχοντα καὶ τὸ σῶμα αἴρειν δυνήσεσθαι, οὕτως ἔχει: ἀλλὰ μᾶλλον ὃς ἂν τὴν ὀσφῦν ὑγράν τε καὶ βραχεῖαν καὶ ἰσχυρὰν ἔχῃ ̔καὶ οὐ τὴν κατ' οὐρὰν λέγομεν, ἀλλ' ἣ πέφυκε μεταξὺ τῶν πλευρῶν καὶ τῶν ἰσχίων κατὰ τὸν κενεῶνἀ, οὗτος δυνήσεται πόρρω ὑποτιθέναι τὰ ὀπίσθια σκέλη ὑπὸ τὰ ἐμπρόσθια. [11.3] ἢν οὖν τις ὑποτιθέντος αὐτοῦ ἀνακρούῃ τῷ χαλινῷ, ὀκλάζει μὲν τὰ ὀπίσθια ἐν τοῖς ἀστραγάλοις, αἴρει δὲ τὸ πρόσθεν σῶμα, ὥστε τοῖς ἐξ ἐναντίας φαίνεσθαι τὴν γαστέρα καὶ τὰ αἰδοῖα. δεῖ δὲ καὶ ὅταν ταῦτα ποιῇ διδόναι αὐτῷ τὸν χαλινόν, ὅπως τὰ κάλλιστα ἵππου ἑκόντα ποιῆσαι δοκῇ τοῖς ὁρῶσιν. [11.4] εἰσὶ μέντοι οἳ καὶ ταῦτα διδάσκουσιν οἱ μὲν ῥάβδῳ ὑπὸ τοὺς ἀστραγάλους κρούοντες, οἱ δὲ καὶ βακτηρίᾳ παρατρέχοντά τινα κελεύοντες ὑπὸ τὰς μηριαίας παίειν. [11.5] ἡμεῖς γε μέντοι τὸ κράτιστον τῶν διδασκαλίων νομίζομεν, ὥσπερ ἀεὶ λέγομεν, ἢν ἐν παντὶ παρέπηται τὸ ἐν ᾧ ἂν ποιήσῃ τῷ ἀναβάτῃ κατὰ γνώμην τυγχάνειν ῥᾳστώνης παρ' αὐτοῦ. [11.6] ἃ μὲν γὰρ ὁ ἵππος ἀναγκαζόμενος ποιεῖ, ὥσπερ καὶ Σίμων λέγει, οὔτ' ἐπίσταται οὔτε καλά ἐστιν οὐδὲν μᾶλλον ἢ εἴ τις ὀρχηστὴν μαστιγῶν καὶ κεντρίζων : πολὺ γὰρ ἂν πλείω ἀσχημονοίη ἢ καλὰ ποιοίη ὁ τοιαῦτα πάσχων καὶ ἵππος καὶ ἄνθρωπος. ἀλλὰ δεῖ ἀπὸ σημείων ἑκόντα πάντα τὰ κάλλιστα καὶ λαμπρότατα ἐπιδείκνυσθαι. [11.7] ἢν δὲ καί, ὅταν μὲν ἱππάζηται μέχρι, πολλοῦ ἱδρῶτος ἐλαύνηται, ὅταν δὲ καλῶς μετεωρίζῃ ἑαυτόν, ταχύ τε καταβαίνηται καὶ ἀποχαλινῶται, εὖ χρὴ εἰδέναι ὅτι ἑκὼν εἶσιν εἰς τὸ μετεωρίζειν ἑαυτόν: [11.8] ἐπὶ τῶν τοιούτων δὴ ἱππαζόμενοι ἵππων καὶ θεοὶ καὶ ἥρωες γράφονται, καὶ ἄνδρες οἱ καλῶς χρώμενοι αὐτοῖς μεγαλοπρεπεῖς φαίνονται. [11.9] οὕτω δὲ καὶ ἔστιν ὁ μετεωρίζων ἑαυτὸν ἵππος σφόδρα [ἢ καλὸν ἢ δεινὸν ἢ] ἀγαστὸν [ἢ θαυμαστόν], ὡς πάντων τῶν ὁρώντων καὶ νέων καὶ γεραιτέρων τὰ ὄμματα κατέχειν. οὐδεὶς γοῦν οὔτε ἀπολείπει αὐτὸν οὔτε ἀπαγορεύει θεώμενος, ἔστ' ἄν περ ἐπιδεικνύηται τὴν λαμπρότητα. [11.10] ἤν γε μήν ποτε συμβῇ τινι τῶν τοιοῦτον ἵππον κεκτημένων ἢ φυλαρχῆσαι ἢ ἱππαρχῆσαι, οὐ δεῖ αὐτὸν τοῦτο σπουδάζειν, ὅπως αὐτὸς μόνος λαμπρὸς ἔσται, ἀλλὰ πολὺ μᾶλλον ὅπως ὅλον τὸ ἑπόμενον ἀξιοθέατον φανεῖται. [11.11] ἢν μὲν οὖν ἡγῆται [ὡς μάλιστα ἐπαινοῦσι τοὺς τοιούτους ἵππους,] ὃς ἂν ἀνωτάτω αἰρόμενος καὶ πυκνότατα τὸ σῶμα βραχύτατον προβαίνῃ, δῆλον ὅτι καὶ βάδην ἕποιντ' ἂν οἱ ἄλλοι ἵπποι αὐτῷ. ἐκ δὲ ταύτης τῆς ὄψεως τί ἂν καὶ λαμπρὸν γένοιτ' ἄν; [11.12] ἢν δὲ ἐξεγείρας τὸν ἵππον ἡγῇ μήτε τῷ ἄγαν ταχεῖ μήτε τῷ ἄγαν βραδεῖ, ὡς δ' εὐθυμότατοι ἵπποι καὶ γοργότατοι καὶ [πονεῖν] εὐσχημονέστατοι γίγνονται, --ἐὰν ἡγῇ αὐτοῖς οὕτως, ἁθρόος μὲν ὁ κτύπος, ἁθρόον δὲ τὸ φρύαγμα καὶ τὸ φύσημα τῶν ἵππων συμπαρέποιτο, ὥστε οὐ μόνον αὐτὸς ἀλλὰ καὶ πάντες οἱ συμπαρεπόμενοι ἀξιοθέατοι ἂν φαίνοιντο.

[11.13] ἤν γε μήν τις καλῶς μὲν ἱππωνήσῃ, τρέφῃ δὲ ὡς πόνους δύνασθαι ὑποφέρειν, ὀρθῶς δὲ χρῆται καὶ ἐν τοῖς πρὸς πόλεμον μελετήμασι καὶ ἐν ταῖς πρὸς ἐπίδειξιν ἱππασίαις καὶ ἐν τοῖς πολεμικοῖς ἀγωνίσμασι, τί ἔτι ἐμποδὼν τούτῳ μὴ οὐχὶ πλείονός τε ἀξίους ἵππους ποιεῖν ἢ οἵους ἂν παραλαμβάνῃ, καὶ εὐδοκίμους μὲν ἵππους ἔχειν, εὐδοκιμεῖν δὲ αὐτὸν ἐν τῇ ἱππικῇ, ἢν μή τι δαιμόνιον κωλύῃ;

XII. [12.1] γράψαι δὲ βουλόμεθα καὶ ὡς δεῖ ὡπλίσθαι τὸν μέλλοντα ἐφ' ἵππου κινδυνεύειν. πρῶτον μὲν τοίνυν φαμὲν χρῆναι πρὸς τὸ σῶμα τὸν θώρακα πεποιῆσθαι. τὸν μὲν γὰρ καλῶς ἁρμόττοντα [ἐκεῖνον] φέρει τὸ σῶμα, τὸν δὲ ἄγαν χαλαρὸν οἱ ὦμοι μόνοι φέρουσιν. ὅ γε μὴν λίαν στενὸς δεσμός, οὐχ ὅπλον ἐστίν. [12.2] ἐπεὶ δὲ καὶ ὁ αὐχήν ἐστι τῶν καιρίων, φαμὲν χρῆναι καὶ τούτῳ ἐξ αὐτοῦ τοῦ θώρακος ὅμοιον τῷ αὐχένι στέγασμα πεποιῆσθαι. τοῦτο γὰρ ἅμα κόσμον τε παρέξει καί, ἢν οἷον δεῖ εἰργασμένον ᾖ, δέξεται ὅταν βούληται τῷ ἀναβάτῃ τὸ πρόσωπον μέχρι τῆς ῥινός. [12.3] κράνος γε μὴν κράτιστον εἶναι νομίζομεν τὸ βοιωτιουργές: τοῦτο γὰρ αὖ στεγάζει μάλιστα πάντα τὰ ὑπερέχοντα τοῦ θώρακος, ὁρᾶν δὲ οὐ κωλύει. ὁ δ' αὖ θώραξ οὕτως εἰργάσθω ὡς μὴ κωλύειν μήτε καθίζειν μήτ' ἐπικύπτειν. [12.4] τὰ δὲ περὶ τὸ ἦτρον καὶ τὰ αἰδοῖα [καὶ τὰ] κύκλῳ αἱ πτέρυγες τοσαῦται καὶ τοιαῦται ἔστωσαν ὥστε στέγειν τὰ βέλη. [12.5] ἐπεὶ δὲ καὶ ἡ ἀριστερὰ χεὶρ ἤν τι πάθῃ, καταλύει τὸν ἱππέα, καὶ ταύτῃ ἐπαινοῦμεν τὸ ηὑρημένον ὅπλον τὴν χεῖρα καλουμένην. τόν τε γὰρ ὦμον σκεπάζει καὶ τὸν βραχίονα καὶ τὸν πῆχυν καὶ τὸ ἐχόμενον τῶν ἡνιῶν, καὶ ἐκτείνεται δὲ καὶ συγκάμπτεται: πρὸς δὲ τούτοις καὶ τὸ διαλεῖπον τοῦ θώρακος ὑπὸ τῇ μασχάλῃ καλύπτει. [12.6] τήν γε μὴν δεξιὰν ἐπαίρειν δεῖ, ἤν τε ἀκοντίσαι ἤν τε πατάξαι βουληθῇ. τοῦ μὲν δὴ θώρακος τὸ κωλῦον ταύτῃ ἀφαιρετέον: ἀντὶ δὲ τούτου πτέρυγας ἐν τοῖς γιγγλύμοις προσθετέον ὅπως, ὅταν μὲν διαίρηται, ὁμοίως ἀναπτύσσωνται, ὅταν δὲ καταίρηται, ἐπικλείωνται. [12.7] τῷ γε μὴν βραχίονι τὸ ὥσπερ κνημὶς παρατιθέμενον βέλτιον ἡμῖν δοκεῖ εἶναι ἢ συνδεθὲν ὅπλῳ. τό γε μὴν ψιλούμενον αἰρομένης τῆς δεξιᾶς στεγαστέον ἐγγὺς τοῦ θώρακος ἢ μοσχείῳ ἢ χαλκείῳ: εἰ δὲ μή, ἐν τῷ ἐπικαιροτάτῳ ἀφύλακτον ἔσται.

[12.8] ἐπεὶ δ' ἤνπερ τι πάσχῃ ὁ ἵππος, ἐν παντὶ κινδύνου καὶ ὁ ἀναβάτης γίγνεται, ὁπλίζειν δεῖ καὶ τὸν ἵππον προμετωπιδίῳ καὶ προστερνιδίῳ καὶ παραμηριδίοις: ταῦτα γὰρ ἅμα καὶ τῷ ἀναβάτῃ παραμηρίδια γίγνεται. πάντων δὲ μάλιστα τοῦ ἵππου τὸν κενεῶνα δεῖ σκεπάζειν: καιριώτατον γὰρ ὂν καὶ ἀφαυρότατόν ἐστι: δυνατὸν δὲ σὺν τῷ ἐφιππίῳ καὶ αὐτὸν σκεπάσαι. [12.9] χρὴ δὲ καὶ τὸ ἔποχον τοιοῦτον ἐρράφθαι ὡς ἀσφαλέστερόν τε τὸν ἱππέα καθῆσθαι καὶ τὴν ἕδραν τοῦ ἵππου μὴ σίνεσθαι. καὶ τὰ μὲν δὴ ἄλλα οὕτω καὶ ὁ ἵππος καὶ ὁ ἱππεὺς ὡπλισμένοι ἂν εἶεν. [12.10] κνῆμαι δὲ καὶ πόδες ὑπερέχοιεν μὲν ἂν εἰκότως τῶν παραμηριδίων, ὁπλισθείη δ' ἂν καὶ ταῦτα, εἰ ἐμβάδες γένοιντο σκύτους, ἐξ οὗπερ αἱ κρηπῖδες ποιοῦνται: οὕτω γὰρ ἂν ἅμα ὅπλον τε κνήμαις καὶ ποσὶν ὑποδήματ' ἂν εἴη.

[12.11] ὡς μὲν δὴ μὴ βλάπτεσθαι θεῶν ἵλεων ὄντων ταῦτα ὅπλα. ὡς δὲ τοὺς ἐναντίους βλάπτειν, μάχαιραν μὲν μᾶλλον ἢ ξίφος ἐπαινοῦμεν: ἐφ' ὑψηλοῦ γὰρ ὄντι τῷ ἱππεῖ κοπίδος μᾶλλον ἡ πληγὴ ἢ ξίφους ἀρκέσει. [12.12] ἀντί γε μὴν δόρατος καμακίνου, ἐπειδὴ καὶ ἀσθενὲς καὶ δύσφορόν ἐστι, τὰ κρανέϊνα δύο παλτὰ μᾶλλον ἐπαινοῦμεν. καὶ γὰρ ἐξαφεῖναι τὸ ἕτερον δυνατὸν τῷ ἐπισταμένῳ, καὶ τῷ λειπομένῳ οἷόν τε χρῆσθαι καὶ εἰς τὸ ἀντίον καὶ εἰς τὰ πλάγια καὶ εἰς τοὔπισθεν: καὶ ἅμα ἰσχυρότερά τε τοῦ δόρατος καὶ εὐφορώτερά ἐστιν.

[12.13] ἀκόντισμά γε μὴν τὸ μακρότατον ἐπαινοῦμεν: καὶ γὰρ ἀποστρέψαι καὶ μεταλαβεῖν παλτὸν οὕτω μᾶλλον ὁ χρόνος ἐγχωρεῖ. γράψομεν δὲ ἐν βραχεῖ καὶ ὡς ἄν τις κράτιστα ἀκοντίζοι. ἢν γὰρ προβαλλόμενος μὲν τὰ ἀριστερά, ἐπανάγων δὲ τὰ δεξιά, ἐξανιστάμενος δὲ ἐκ τῶν μηρῶν, μικρὸν ἐπανακύπτουσαν τὴν λόγχην ἀφῇ, οὕτω σφοδρότατόν τε καὶ μακρότατον οἴσεται τὸ ἀκόντιον, εὐστοχώτατον μέντοι, ἐὰν κατὰ τὸν σκοπὸν ἀφιεμένη ἀεὶ ὁρᾷ ἡ λόγχη. [12.14] καὶ ταῦτα μὲν δὴ ἰδιώτῃ καὶ ὑπομνήματα καὶ μαθήματα καὶ μελετήματα γεγράφθω ἡμῖν. ἃ δὲ ἱππάρχῳ προσῆκεν εἰδέναι τε καὶ πράττειν ἐν ἑτέρῳ λόγῳ δεδήλωται.